Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 4. ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΙΩΑΝΝΟΥ ΚΟΝΙΤΣΗΣ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΥ Δ!!
ΙΩΑΝΝΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΟΝΙΤΣΗΣ
ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Προυσιωτίσσης ἡ Μάνδρα σκίρτα καὶ χόρευε, κατέχουσα ἐν κόλποις, ὡς οὐράνιον πλοῦτον, τὰ λείψανα τὰ θεῖα τοῦ εὐκλεοῦς, Ἰωάννου τοῦ Μάρτυρος, καὶ τῆς εὑρέσεως τούτων τὴν ἱεράν, μνήμην σήμερον ἑόρτασον.

Χαρᾶς ἁγίας ἐπλήσθη τῶν μοναστῶν ὁ χορός, ἡνίκα Ἰωάννη, Νεομάρτυς Κυρίου, ἀνεῦρέ σου τὰ λείψανα τὰ σεπτά, εὐδοκίᾳ τοῦ κρείττονος, καὶ ὁμοφώνως ἐδόξασε τὸν Χριστόν, τὸν λαμπρῶς σε θαυμαστώσαντα.

Ἡ εὐωδία τῶν θείων ὀστῶν σου Ἅγιε, ἡμῶν καθαγιάζει, καὶ ψυχὰς καὶ καρδίας, παμμάκαρ Ἰωάννη· οἷς εὐλαβῶς, παρεστῶτες βοῶμέν σοι· μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Ἔτεσι πλείστοις ἐτέλουν ἅπασιν ἄγνωστα, τὰ λείψανά σου Μάρτυς, ἀλλὰ νεύσει σου θείᾳ, γνωσθέντα ἡμῖν ἄρτι ἁγιασμόν, Ἰωάννη παρέχουσι, τοῖς προσιοῦσιν ἐν πίστει εἰλικρινεῖ, καὶ γεραίρουσι τοὺς ἄθλους σου.

Δόξα. Ἦχος δ΄.
Εκ νυκτὸς ἀγνωσίας, ὡς πάμφωτος ἀστὴρ ἀνέτειλας ἡμῖν, Ἰωάννη μακάριε· καὶ μαρτυρικοῖς ἀγῶσι, τῷ νοητῷ Ἡλίῳ Χριστῷ, νικηφόρος παρέστης, Μαρτύρων δήμοις ἀριθμούμενος· νῦν δὲ ἡμῖν ἀπεκάλυψας, τὰ θεῖά σου λείψανα, τὰ πάλαι κεκρυμμένα, τὴν δοθεῖσάν σοι χάριν ἐκφαίνοντα, καὶ τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, προζωγραφοῦντα τὴν εὐκληρίαν· ὧν τὴν εὕρεσιν γεραίροντες, δοξάζομεν τὸν σὲ στεφανώσαντα.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθη ἡ ση σορός, ἡμῖν ὡς μυροθήκη, καὶ πᾶσιν ἀποπνέει, θεόφρον Ἰωάννη, ὀσμὴν τὴν ὑπὲρ ἔννοιαν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Ἀυτοῦ.
Φόβῳ τῶν διωκτῶν, ὦ Ἰωάννη πάλαι, τὸ σκῆνός σου ἐκρύβη, νῦν δὲ ἡμῖν ἐφάνη, πηγάζον χάριν ἄφθονον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρει πνευματικῶς, Μονὴ Προυσιωτίσσης, πλουτοῦσα Ἰωάννη, τὰ θεῖα λείψανά σου, ὡς δῶρον θεοδώρητον.

Δόξα. Τριαδικόν.
Τρίφωτε παντουργέ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ μία Βασιλεῖα, λιταῖς τοῦ Ἰωάννου, ἐλεήσον κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἔλαμψας ἐξ ἁγνῆς, Παρθένου Ζωοδότα, σαρκὶ ὡς ἠβουλήθης, καὶ ῥείθροις Ἰορδάνου, ἔρχῃ βαπτισθησόμενος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μονῆς Προυσιωτίσσης τῇ εὑρέσει ἀγάλλεται, τῶν σεπτῶν σου λειψάνων Ἰωάννη μακάριε, καὶ ταῦτα προσκυνοῦσα εὐλαβῶς, καρποῦται πᾶσαν δόσιν ἀγαθήν, ἡ σκηνοῦσα γὰρ ἐν τούτοις χάρις Χριστοῦ, πάντας βοᾶν προτρέπεται· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ θεῖά σου λείψανα ὡς θησαυρὸν ἀληθῆ, ἡμῖν ἐφανέρωσας, τῆς ἐκ Χριστοῦ τοῦ Θεοῦ, δοθείσης σοι χάριτος· ὅθεν σε Νεομάρτυς, Ἰωάννη τιμῶμεν, πόθῳ ὑμνολογοῦντες, τὴν ἀνεύρεσιν τούτων· ἀλλ’ αἴτει ἡμῖν πάντοτε, πταισμάτων τὴν ἄφεσιν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Κατεπλάγη ᾽Ιωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. ᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς χρυσίον πολύτιμον, τὰ σὰ τίμια λείψανα, Ἰωάννη ἔνδοξε ἡμῖν δέδωκας· ταῦτα γὰρ πάλαι κρυπτόμενα, ἡμῖν ἐφανέρωσας, καὶ χαρᾶς πνευματικῆς, τὰς ψυχὰς ἡμῶν ἔπλησας, ὧν τὴν εὕρεσιν, ἑορτάζομεν πόθῳ εὐφημοῦντες, τὰς λαμπράς σου ἀριστείας, καὶ τὸν Χριστὸν μεγαλύνομεν.

Τῶν ἁγίων λειψάνων σου, ἀνυμνοῦντες τὴν εὕρεσιν, ἑορτὴν χαρμόσυνον συγκροτοῦμέν σοι· ὅτι αὐτὰ ἡμῖν Ἅγιε, δοθῆναι ηὐδόκησας, οἷα δόσιν ἀγαθήν, τῆς δοθείσης σοι χάριτος, πᾶσι νέμοντα, καὶ ψυχῶν καὶ σωμάτων σωτηρίαν, Νεομάρτυς Ἰωάννη, τοῖς εὐσεβῶς προσπελάζουσιν.

Ὡς ἀνεῦρον τὴν κέραμον, τὴν σὴν κλῆσιν ἀνέμαθον, καὶ τὰ σὰ μυρίπνοα ἔνδον κείμενα, λείψανα Μάρτυς συστείλαντες, πιστῶς μετεκόμισαν, εἰς τὸν ἅγιον ναόν, ἱερεῖς οἱ θεόφρονες, καὶ μονάζοντες, ὧν προῆρχεν ὁ θεῖος ἱεράρχης, ἀνυμνοῦντες Ἰωάννη, τὰς εὐκλεεῖς ἀριστείας σου.

Ὡς τὸν λίθον ἀνείλοντο, ὀσμῆς θείας ἐπλήσθησαν, οἱ τῇ σῇ εὑρέσει διακονήσαντες, καὶ τὴν σορὸν τῶν λειψάνων σου, ἐκεῖθεν κομίσαντες, ἔνθα ἔτεσι πολλοῖς διετέλουν ἀγνώριστα, πᾶσι προύθηκαν, ὡς πηγὴν ἁγιάσματος ἀΰλου, Ἰωάννη Νεομάρτυς, ᾀσματικῶς εὐφημοῦντές σε.

Ἐμφανῶς καταβέβληκας, τὸν ἐχθρὸν τῇ ἀθλήσει σου, καὶ Μαρτύρων ἔτυχες τῆς λαμπρότητος, ὡς Ἀθλητὴς Χριστοῦ ἔνθεον, τὸ θεῖον δὲ σῶμά σου, φόβῳ τῶν Ἀγαρηνῶν, κρυβὲν ἄγνωσον ἔμενε, πλείστοις ἔτεσι, καὶ φανὲν νῦν ἐγνώσθη Ἰωάννη, ἁγιάζον καὶ εὐφραῖνον, τοὺς εὐλαβῶς σε γεραίροντας.

Τοῖς σπαργάνοις σου Κόνιτσα, ἡ πατρίς σου σεμνύνεται, καὶ τῆς σῆς ἀθλήσεως τὸ Βραχώριον, ταῖς ἀριστείαις ἀγάλλεται, Μονὴ δὲ ἡ πάνσεπτος, ἐξαιρέτως σε τιμᾷ, τὴν σορὸν τῶν λειψάνων σου, ὡς κατέχουσα, ἐν ᾗ ταῦτα ἐτέλου κεκρυμμένα, τῆς ἁγνῆς Προυσιωτίσσης, καὶ χαρμοσύνως γεραίρει σε.





Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἐν τῇ εὑρέσει τῶν λειψάνων σου, τὴν τοῦ Προφητάνακτος Δαβὶδ ῥῆσιν, πεπληρωμένην ὁρῶμεν, Ἰωάννη Νεομάρτυς· τὰ γὰρ σεπτά σου ὀστέα, ἀσινῆ ὁ Κύριος φυλάξας, ἡμῖν ἀπεκάλυψε, τῆς θείας χρηστότητος, ἐκφαίνοντα τὸν πλοῦτον· διὸ καὶ ἡμεῖς ἑορτάζοντες, συμφώνως βοῶμέν σοι· χαίροις, ὁ τῶν Μαρτύρων ὑπελθὼν τὸ σκάμμα, καὶ τοῦ ἀρχαίου ἐχθροῦ καταπαλαίσας τὸ κράτος· χαίροις, ὁ διὰ τῶν σῶν ἁγίων λειψάνων, ἁγιασμὸν καὶ χάριν καὶ ἔλεος παρέχων, ὡς τῆς χάριτος ἐπώνυμος, τοῖς πιστῶς αὐτοῖς προσιοῦσι· χαίροις, Κονίτσης βλαστός, Βραχωρίου κλέος, καὶ Μονῆς Προυσιωτίσσης θεῖον ἀγλάϊσμα· πρέσβευε Χριστῷ τῷ Σωτῆρι Ἅγιε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Προεόρτιον.
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφράνθημεν μάλα, τὴν ἐν Θεῷ εὐφροσύνην, ὅτε τὰ θεῖά σου λείψανα, ὡς ἄνθη εὐωδέστατα, ἀνεφάνησαν ἡμῖν, Ἰωάννη παμμάκαρ· ἠ γὰρ χάρις τοῦ Πνεύματος, ἡ ἐν αὐτοῖς σκηνοῦσα, ἐνεργεῖ τὰ παράδοξα δι’ αὐτῶν ὡς οἶδεν· ὀσμὴν γὰρ θείαν ἐπαφιᾶσι, παθῶν δυσωδίαν λύουσι, καὶ τὰ ἄνω ποθεῖν και ζητεῖν, τοῦς προσιόντας διεγείρουσιν· ὅθεν τούτων τὴν εὕρεσιν ὕμνοις καὶ ᾠδαῖς γεραίροντες, τῶν σῶν ἀντιλήψεων, ἐκδεχόμεθα τὴν χάριν· ἣν ἀει ἡμῖν δίδου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Ἦχος β΄.
Τῶν διωκτῶν τῷ φόβῳ ἀποκρυβὲν τὸ ἀθλητικόν σου σῶμα, ἄρτι ἡμῖν ἐφανέρωσας, Νεομάρτυς Ἰωάννη· οὐκ ἔδει γὰρ τοῦτο καλύπτεσθαι, τῷ μοδίῳ τῆς σιγῆς, ἐπὶ πλείονα χρόνον ἔτι, ἀλλὰ θείᾳ νεύσει φανέν, ὡς φῶς ἡμῖν ἔλαμψε, καὶ ὡς λύχνος φαεινὸς ἐπὶ τὴν λυχνίαν ἐτέθη, ἵνα λάμπῃ πᾶσι, τοῖς βουλομένοις Χριστῷ ἀκολουθῆσαι· ἡ γὰρ τούτων φανέρωσις, ἔκφανσις ὤφθη ἡμῖν, τῶν αἰωνίων ἀγαθῶν, καὶ τῆς μελλούσης λαμπρότητος. Ἀλλ’ ὦ Μάρτυς χαριτώνυμε, ὡς ταύτης μέτοχος, παθῶν σκότους λύτρωσαι, τοὺς πίστει προσπίπτοντας, τοῖς τιμίοις λειψάνοις σου.

Ἦχος γ΄.
Ὡς κιβωτὸς ἁγιάσματος, ἐκ τῆς κρύπτης ᾗ κατέκειτο, χερσὶν ὁσίαις μετεκομίσθη, τὸ θεῖόν σου σκήνωμα, Ἰωάννη μακάριε· καὶ ὡς ἄλλο ἱλαστήριον, θείᾳ ῥοπῇ κατασκιαζόμενον ἄνωθεν, ἐν Ναῷ ἁγίῳ προτέθειται, παρέχον πᾶσι τὰ πρόσφορα, μαρτυρικῇ σου χάριτι· ὡς γὰρ Χριστὸν δοξάσας, πλουσίας δόξης ἠξίωσαι, παρ’ αὐτοῦ ἔνδοξε· διὸ Προυσιωτίσσης ἡ Μονή, περικυκλοῦσα ἐν τῇ εὑρέσει τῶν λειψάνων σου, ἵνα λάβῃ παρὰ Χριστοῦ, χάριν καὶ εὐλογίαν, καὶ πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος δ΄.
Τοῖς μαρτυρικοῖς σου πόνοις, καθαγιασθὲν τὸ θεῖον σκῆνός σου, οἰκητήριον ὤφθη τῆς θείας χάριτος, καὶ ἁγιασμοῦ μυροθήκη, Ἰωάννη Νεομάρτυς πανεύφημε· ὅθεν μοναστῶν αἱ χορεῖαι, ἐν τῇ τούτου εὑρέσει χαίρουσιν ὅτι ηὐδόκησας αὐτοῖς, τοῦτο ἀποκαλυφθῆναι, ἀπροκάλυπτον πᾶσι, τὴν μαρτυρικήν σου εὐκληρίαν, καὶ οὐρανίδου δόξης τὴν ἔλλαμψιν, ἧς ὤφθης κληρονόμος· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Καὶ νῦν. Προεόρτιον.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τὴν σεπτήν σου κεφαλήν, χαίρων ὐπ’ ἀνόμων ἐτμήθης, ὑπὲρ τῆς δόξης Χριστοῦ, τότε σου τὸ ἅγιον λείψανον Ἅγιε, εὐσεβῶς μετακόμισαν, τῆς Προυσιωτίσσης, τῇ Μονῇ ἐκφεύγοντες, τῶν διωκτῶν τὴν βουλήν· ἔνθα, ἐν ἐτῶν περιόδοις, Ἰωάννη ἄγνωστον μεῖναν, ἄρτι ἡμῖν Μάρτυς πεφανέρωται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Ἀυτοῦ.
Ὅτε, τοῖς ὁσίοις μονασταῖς, Μάρτυς Ἰωάννη ἐγνώσθη, τὸ θεῖον σῶμά σου, τότε μετὰ πίστεως τοῦτο μετήνεγκαν, ἀνυμνοῦντες τοὺς ἄθλους σου, πρὸς ναὸν τὸν θεῖον, αἶνον χαριστήριον, Χριστῷ προσάδοντες· ὦ πανευλαβῶς παρεστῶτες, ἐξ αὐτοῦ καρπούμεθα ῥῶσιν, καῖ πλημμελημάτων ἀπολύτρωσιν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Αἴτει, τῇ πατρίδι σου σοφέ, καὶ ἐν ᾗ ἠγώνισαι πόλει, εἰρήνην ἄνωθεν, τῆς Προυσιωτίσσης δέ, τῇ περιβλέπτῳ Μονῇ, ἐν ᾗ ἄγνωστα ἔκειντο, χρόνοις ἐπὶ πλείστοις, τὰ σεπτά σου λείψανα, τοὺς θεϊκοὺς οἰκτιρμούς, πᾶσι δὲ τοῖς μέλπουσι τούτων, Μάρτυς τὴν φανέρωσιν λύσιν, πάσης περιστάσεως καὶ ἴασιν.



Δόξα. Ἦχος πλ. δ΄.
Ὡς τῶν Μαρτύρων κοινωνός, τὰ σεπτά σου ὀστέα, ὡς τῶν μαρτυρικῶν σου ἄθλων τεκμήρια, δέδωκας ἡμῖν, Ἰωάννη πανθαύμαστε· οὐκ ἠνέσχου γὰρ Ἅγιε, ἐπὶ πλεῖον κρύπτεσθαι, ἀλλ’ ἐμφανῆ πεποίηκας αὐτά, οἷς οἶδας τρόποις, ἵνα πληρωθῇ ἡ Γραφὴ ἡ λέγουσα· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· Αὐτὸν ἱκέτευε δεόμεθα, διδόναι ἡμῖν, παθῶν ἀπαλλαγήν, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.

Καὶ νῦν. Προεόρτιον.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μονῆς Προυσιωτίσσης τῇ εὑρέσει ἀγάλλεται, τῶν σεπτῶν σου λειψάνων Ἰωάννη μακάριε, καὶ ταῦτα προσκυνοῦσα εὐλαβῶς, καρποῦται πᾶσαν δόσιν ἀγαθήν, ἡ σκηνοῦσα γὰρ ἐν τούτοις χάρις Χριστοῦ, πάντας βοᾶν προτρέπεται· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ θεῖά σου λείψανα ὡς θησαυρὸν ἀληθῆ, ἡμῖν ἐφανέρωσας, τῆς ἐκ Χριστοῦ τοῦ Θεοῦ, δοθείσης σοι χάριτος· ὅθεν σε Νεομάρτυς, Ἰωάννη τιμῶμεν, πόθῳ ὑμνολογοῦντες, τὴν ἀνεύρεσιν τούτων· ἀλλ’ αἴτει ἡμῖν πάντοτε, πταισμάτων τὴν ἄφεσιν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Κατεπλάγη ᾽Ιωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. ᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.








ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς κρίνα νοητά, τῆς ζωῆς τῆς ἀλήκτου, ἐφάνησαν ἡμῖν, τὰ σεπτά σου ὀστέα· διὸ τὴν τούτων εὕρεσιν, Ἰωάννην γεραίροντες, μεγαλύνομεν, τὸν σὲ δοξάσαντα Λόγον· Ὃν ἱκέτευε, παθῶν ἡμᾶς ἀλογίας, ἑκάστοτε ῥύεσθαι.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Προέρχεται σαρκί, Ἰορδάνου τοῖς ῥείθροις, ὁ πάντων Ποιητής, βαπτισθῆναι θελήσας· διὸ προεορτάσωμεν, τὴν Αὐτοῦ ἐπιφάνειαν, πίστει κράζοντες· ῥῦσαι ἡμᾶς Ζωοδότα, ὡς φιλάνθρωπος, τῆς τῶν παθῶν τυραννίδος, καὶ πάσης φαυλότητος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Κρύπτη ἔφερε, τὰ λειψάνα σου, πάλαι ἄδηλα, ἡμῖν τελοῦντα, ἐν Μονῇ Προυσιωτίσσης μακάριε, ἅπερ ἡμῖν ἄρτι δῆλα πεποίηκας, ἁγιασμὸν Ἰωάννη βλυστάνοντα· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Σὰρξ γεγένηται, ἀνερμηνεύτως, καὶ προέρχεται, ἐν Ἰορδάνου, βαπτισθῆναι τοῖς ῥεῖθροις ὁ Κύριος, ἀποκαθαίρων ἡμῶν τὸ παράπτωμα, καὶ κατακλύζων τὴν πλάνην τοῦ ὄφεως, ᾯ βοήσωμεν· δοξάζομεν ὑπεράγαθε, τὸν πλοῦτον τῆς ἀῤῥήτου Σου κενώσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀθλήσεως σκάμμασι καταβαλὼν τὸν ἐχθρόν, εὑρέσει τῶν θείων σου καὶ πανευόσμων ὀστῶν, εὐφραίνεις μακάριε, πάντων τὰς διανοίας, καὶ πληροῖς εὐφροσύνης, πᾶσαν τὴν Ἐκκλησίαν, Νεομάρτυς Κυρίου, τιμῶσαν Ἰωάννη τοὺς θείους ἀγῶνάς σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Τὸ βάπτισμα δέξασθαι τῇ τοῦ Προδρόμου χειρί, Χριστὸς νῦν ἐπείγεται τὸν μολυσμὸν τοῦ Ἀδάμ, καθαίρων ὡς εὔσπλαγχνος· δεῦτε ἐν εὐλαβείᾳ, ὑπαντήσωμεν τούτῳ, ᾄδοντες κατὰ χρέος, προεόρτιον αἶνον, τῷ μέλλοντι ἐπιβῆναι Ἰορδάνου τοῖς νάμασι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Ἀυτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου τοῖς πόνοις, λαμπρυνθέν σου τὸ σῶμα, ὡς χρυσὸς πολύτιμος ἡμῖν πεφανέρωται, ἐν ἀφανείᾳ πρώην κείμενον, Ἀγαρηνῶν τῷ φόβῳ· ὅθεν ἑορτὴν πνευματικήν, ἐν τῇ τούτου εὑρέσει συστησάμενοι, αἶνον Χριστῷ προσφέρομεν, τῷ τὴν σὴν ἄθλησιν δοξάσαντι, καὶ τὰ τίμια ὀστᾶ σου, ἀσινῆ φυλάξαντα· Αὐτὸν ἱκέτευε, Νεομάρτυς Ἰωάννη, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τοῦ Ἁγίου.
Ὀ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ἰωσήφ.
ᾨδὴ α’ Ἦχος πλ. β' Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
Ἀγαλλιάσθω ἡ κτίσις, αἱ πατριαί, τῶν Ἐθνῶν ᾀδέτωσαν. Ἰησοῦς ὁ Βασιλεύς, πάσης γῆς προέρχεται ῥοαῖς, Ἰορδάνου τὴν ἡμῶν, ποιῆσαι κάθαρσιν.
Βασιλικὴν ἁλουργίδα παρθενικῶν, ἐξ αἱμάτων Κύριε, ἐνδυσάμενος σαρκί, ποταμοῦ πρὸς ῥεύματα γυμνός, ἐπιβαίνεις τὴν ἡμῶν, ἐνδύων γύμνωσιν.
Γόνος Πατρὸς προανάρχου σὺ πεφυκώς, πρὸς τὸν Γόνον εὔσπλαγχνε, Ζαχαρίου εὐτελῶς, παραγίνῃ βάπτισμα αἰτῶν, ὅπως χάριτι υἱοὺς Θεοῦ ποιήσῃς ἡμᾶς.

Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν Ἀθλητὰ εὕρεσιν μέλπω Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Ταῖς θείαις λαμπρότησι, Μάρτυς ἐκλάμπων, φῶς θεῖόν μοι αἴτησαι, Ἰωάννη ἔνδοξε, ὅπως ὑμνήσω φαιδρῶς, τῶν σῶν λειψάνων τῶν σεπτῶν, τὴν ἀνακάλυψιν.
Ἠνέχθη τὸ σῶμά σου, Προυσιωτίσσης, Μονῇ μετὰ τέλος σου, Μάρτυς τὸ ἅγιον, καὶ ἐγκρυβὲν ἐν αὐτῇ, νῦν πεφανέρωται ἡμῖν, καθαγιάζον ἡμᾶς.
Νεκρώσας τὸν δόλιον, τῇ σῇ ἀθλήσει, ζωὴν τὴν αἰώνιον, πᾶσιν ἐκφαίνοντα, νῦν ἀπεκάλυψας ἡμῖν, τὰ λείψανά σου τὰ σεπτά, ὦ Ἰωάννη κλεινέ.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, ἡμῖν ἐφάνη, ὁ Λόγος ὁ σύνθρονος, Πατρὶ καὶ Πνεύματι, ἐκ τῆς γαστρός Σου ἁγνή, ἄτρεπτος μείνας ὥσπερ ἧν, πρὸ τῆς σαρκώσεως.






ᾨδὴ γ' Ὁ Εἱρμός. Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Δεσπόζων πάντων ὡς Θεός, δούλου φέρεις εἰκόνα, καὶ πρὸς δοῦλον οἰκτίρμον, παραγίνῃ σαρκικῶς, Βαπτίσματι θεουργῷ, τῆς δουλείας, τοῦ ἐχθροῦ ἐξαίρων ἡμᾶς.
Ἐπέστης ῥείθρῳ διατί; ποίαν κάθαρσιν θέλων, ποῖον ῥύπον ἐκπλύνειν, ὑπεράγαθε ζητῶν; ὑμνῶ σου τὴν ὑπὲρ νοῦν, διὰ σπλάγχνα Λόγε συγκατάβασιν.
Ζητῶν τὸ πρόβατον Χριστέ, ὅπερ ἄγριος λύκος, κατεσπάραξε δόλῳ, Ἰορδάνου ταῖς ῥοαῖς, ἐφίστασαι ἐκβοῶν, τῷ Προδρόμῳ· Δεῦρο σύ με βάπτισον.

Τοῦ Ἁγίου. Στερεωθήτω ἡ καρδία μου.
Ἡ τῶν λειψάνων σου φανέρωσις ἑορτῆς, ἡμῖν ὤφθη πρόξενος, ἐν ᾗ τιμῶμεν εὐλαβῶς, Ἰωάννη τοὺς ἄθλους σου, καὶ ἐν φόβῳ παριστάμεθα, τῇ θήκῃ σου Ἅγιε.
Νομίμως ἤθλησας μακάριε, καὶ τὴν ἀνομίαν κατήσχυνας· ἔνθεν δεδόξασται λαμπρῶς, Παρακλήτου τῇ χάριτι, Ἰωάννη τὸ σὸν λείψανον, ὃ πίστει σεβόμεθα.
Ἀποκρυβὲν πάλαι τὸ σῶμά σου, ἤδη πεφανέρωται Ἅγιε, ὃ ἐκ τῆς κρύπτης μονασταί, εὐλαβῶς ἐκκομίσαντες, τῷ ναῷ πᾶσι προτέθηκαν, ὡς θεῖον ἁγίασμα.
Θεοτοκίον.
Θεὸν ἀφράστως σωματώσασα, καὶ Παρθένος ἄμωμος μείνασα, μετὰ τὸν τόκον τὸν φρικτόν, Θεοτόκε πανάχραντε, εὐλογίας πᾶσιν ἤνοιξας, πηγὰς τῇ κυήσει Σου.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Φανερῶς ἐκνικήσας ἐχθροῦ τὰς φάλαγγας, ἀφανῆ ἐπὶ πλείστοις ἐτέλουν ἔτεσιν, ὡς τῷ φόβῳ τῶν ἐχθρῶν κρυβέντα Ἅγιε, Προυσιωτίσσης τῇ Μονῇ, τὰ λείψανά σου τὰ σεπτά, ἃ ἤδη φανερωθέντα, τῇ νεύσει σου Ἰωάννη, χαρᾶς πληροῦσι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν... Προεόρτιον, ὅμοιον
Ἰορδάνου τὰ ῥεῖθρα οἷάπερ ἄνθρωπος, περιβαλέσθαι ὁ Λόγος ὁ ὑπερούσιος, διὰ σπλάγχνα οἰκτιρμῶν ἤδη προέρχεται· ὦ Ἰωάννη Βαπτιστά, διακόνησον πιστῶς, τῷ μέλλοντι ἐκκαθᾶραι, τὴν φύσιν τὴν τῶν ἀνθρώπων, ἐκ τῆς ἀρχαίας παραβάσεως.







ᾨδὴ δ' Ὁ Εἱρμός. Χριστός μου δύναμις
Ἡνίκα εἶδέ σε, τὸ ῥεῖθρον Κύριε, Ἰορδάνου ἐστράφη, ἡ δὲ πολλοῖς, πάθεσι κατάρρυπος, φύσις ἡμῶν πρὸς οὐρανούς, ἀνεστράφη προσκυνοῦσά σε.
Θαμβεῖται ἥλιος, ὁρῶν σε Ἥλιε, σαρκικῶς γυμνωθέντα καὶ μυστικῶς, πᾶσαν καταυγάζοντα, τὴν γυμνωθεῖσαν σκοτεινῇ, παραβάσει φύσιν Δέσποτα.
Ἰδοὺ ἡ κάθαρσις, ἰδοὺ ἡ λύτρωσις, ἡ ἀνάπλασις πάντων, ὁ φωτισμός, ἦλθεν εἰς τὰ ἴδια, οἰκειωθῶμεν οὖν αὐτῷ, διὰ βίου καθαρότητος.

Τοῦ Ἀγίου. Ἐν Πνεύματι προβλέπων.
Λαμπρότητος τῆς ἄνω θεόφρον κοινωνῶν, ὡς Ἀθλητὴς ἀήττητος Χριστοῦ τοῦ Λυτρωτοῦ, λαμπρὰν πανήγυριν τοῖς κάτω συναγείρεις, τῇ ἀνευρέσει τῶν παντίμων σου λειψάνων, ἐν ᾗ συνελθόντες τιμῶμέν σε.
Ἡγίασας τὰς χεῖρας ἁφῇ τῇ εὐλαβεῖ, τῶν μοναστῶν μακάριε, τῶν θείων σου ὀστῶν, τῶν συστειλάντων ἐκ τῆς κρύπτης ταῦτα Μάρτυς· ὧν τῇ ἁγίᾳ ἀναδείξει ἐκπληρώθη, ῥῆσις τοῦ Δαβὶδ ἁγιόφθογγος.
Τῶν θείων σου λειψάνων τῇ ἀνακομιδῇ, Προυσιωτίσσης χαίρει Μονὴ ἡ εὐαγής, ὧν τῇ εὑρέσει ἄγει ἁγίαν, ταῦτα προβάλλουσα πιστοῖς εἰς σωτηρίαν, Ἰωάννη πανεύφημε.
Θεοτοκίον.
Ἀσπόρως συλλαβοῦσα τὸν πάντων Ποιητήν, ἀφθόρως τοῦτον τέτοκας καὶ ἔμεινας ἁγνή· ὡς ὑπὲρ νοῦν τὸ τελεσθὲν ἐν Σοὶ Παρθένε, πᾶσαν διάνοιαν καὶ ἀκοὴν ἐκπλῆττον· ὅθεν ἀνυμνοῦμεν τὴν δόξαν Σου.

ᾨδή ε' Ὁ Εἱρμός. Τῷ θείῳ φέγγει σου ἀγαθέ
Καρποφορήσωμεν τῷ Χριστῷ, βίον καθαρόν· ἔρχεται γάρ, ἀποκαθαίρων τοῖς ὕδασι, τῶν ἁμαρτημάτων τὸν ῥύπον χάριτι, ὁ μόνος εὐεργέτης καὶ ἀναμάρτητος.
Λαὸς ἐν σκότει τῶν δυσχερῶν, πάλαι ὁ καθήμενος τὸ φῶς, ἐπιφανὲν σοι τὸ ἄδυτον, βλέψον, καὶ ταῖς θείαις αὐγαῖς φωτίσθητι, καὶ τοῦ ἐπιφανέντος τὴν χάριν ὕμνησον.
Μέγα μυστήριον ἐκτελῶν, μέγιστον πρὸς Πρόδρομον τὸν σόν, ὦ μεγαλόδωρε Κύριε, ἔρχῃ σμικρυνθεῖσαν τὴν ἀνθρωπότητα, ἀρρήτως μεγαλύνων διὰ Βαπτίσματος.

Τοῦ Ἁγίου. Τὴν σὴν εἰρήνη.
Εὐφράνθησαν μακάριε, χοροὶ μοναστῶν, ἡνίκα ἀνεῦρον, τὰ θεῖά σου λείψανα, καὶ τῷ Θεῷ δόξαν ἀνέπεμψαν, τῷ πλουσίαν χάριν, διδόντι τοῖς Ἁγίοις.
Ὑμνοῦντές σου τὴν ἄθλησιν, μετῆξαν πιστῶς, τῷ τῆς Μονῆς τεμένει, τὰ θεῖά σου λείψανα, τοῦ ποιμενάχρου προεξάρχοντος, τελετῆς τῆς θείας παμμάκαρ Ἰωάννη.
Ῥωσθεὶς Ἁγίῳ Πνεύματι, καθεῖλες ἐχθροῦ, πόνοις μαρτυρίου, τὴν ἔπαρσιν Ἅγιε, καὶ χάριν εἴληφας οὐράνιον, ἣν ἡμῖν παρέχεις, διὰ τῶν σῶν ὀστέων.
Θεοτοκίον.
Ἐκύησας Πανάχραντε, τὸν πάντων Θεόν, σαρκὶ ἑνωθέντα, ἐκ Σοῦ καθ’ ὑπόστασιν, καὶ τὴν κατάραν ἐξηφάνισας, καὶ ἔβλυσας πᾶσι, πηγὴν ἀθανασίας.

ᾨδὴ ς' Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν
Ναμάτων ὡς ἔμπλεως, μυστικῶν ὡς ποταμός, εἰρήνης μόνε Κύριε, πρὸς ποταμὸν ἐφίστασαι ἐκ μικρᾶς, σταγόνος αἰτούμενος, βαπτισθῆναι ὁ μόνος ἀναμάρτητος.
Ξενίζεται ἄνωθεν, τῶν Ἀγγέλων ὁ χορός, κατανοῶν γυμνούμενον, τὸν ταῖς νεφέλαις σκέποντα οὐρανόν, καὶ κράζει· Τὶς αὕτη σου, ἡ πολλὴ πρὸς ἀνθρώπους συγκατάβασις;
Ὁ πλήρης κεκένωται· ὁ ἀόρατος ἰδού, σωματωθεὶς ἐπέφανεν, Ἰορδάνη εὐφράνθητι ποταμέ, τὰ ῥεῖθρά σου πλήρωσον, ὅπως λούσῃς τὴν πάντων ἀναγέννησιν.

Τοῦ Ἁγίου. Τὸν Προφήτην Ἰωνᾶν.
Σκῆνός σου τὸ ἱερόν, τῇ ἀθλήσει λαμρπυνθέν, ὥσπερ ἄστρον φαεινόν, ἀνατέταλκεν ἡμῖν, ἐκ κόλπων γῆς, πάλαι τῷ φθόνῳ ἐχθρῶν κρυπτόμενον.
Ἰδοὺ ὤφθησαν ἡμῖν, ὡς ἁγίασμα σεπτόν, Ἰωάννου τοῦ κλεινοῦ, Νεομάρτυρος Χριστοῦ, τὰ λείψανα· δεῦτε οὖν πάντες, τούτοις προσπέσωμεν.
Νέος ὤφθης Ἀθλητής, τοῦ παντάνακτου Χριστοῦ, νέαν ἤγειρας ἡμῖν, ἑορτὴν πνευματικήν, πανεύφημε, τῇ ἀναδείξει, τοῦ θείου σκήνους σου.
Θεοτοκίον.
Μητροπάρθενε ἁγνή, ἡ τεκοῦσα ἐν σαρκί, τὸν τῶν ὅλων Ποιητήν, ἀναπλάττοντα ἡμᾶς, τοῦ ἄγους με, τῆς ἁμαρτίας πλῦνον καὶ σῶσόν με.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν σεπτῶν λειψάνων σου, τῇ φανερώσει, Ἰωάννη ἔνδοξε, χάριν καρπούμεθα πολλήν, καὶ μετὰ πόθου βοῶμέν σοι· Χαίροις Μαρτύρων, Χριστοῦ ἰσοστάσιε.
Ὁ Οἶκος.
Ὡς ἄνθη ὤφθησαν ἡμῖν, καὶ κρίνη πανευώδη, ἀρωματίζοντα ὀσμήν, ζωῆς τῆς αἰωνίου, τὰ λείψανά σου τὰ σεπτὰ παμμάκαρ Ἰωάννη, Νεομάρτυς τοῦ Χριστοῦ μακάριε· ἀθλήσας γὰρ καρτερικῶς, ἀντικατέστης τῷ ἐχθρῷ, τελέσας τὸν ἀγῶνα· ἔνθεν τὸ ἀθλητικόν σου σῶμα, ἐκ Βραχωρίου λάθρᾳ μετενεχθὲν τῷ φόβῳ τῶν τυράννων, ταφῇ ὁσίᾳ παρεδόθη, καὶ κέκρυπται χρόνοις πολλοῖς, τῇ τῆς Προυσιωτίσσης ἁγίᾳ μάνδρᾳ· ὅπερ νῦν φανερωθέν, νεύσει τῇ σῇ, χαρᾶς πολλῆς ἡμᾶς ἔπλησε, καὶ καινισμὸν μυστικὸν παρέχει πᾶσι, τοῖς εὐλαβῶς προσιοῦσι, καὶ φόβῳ ἁπτομένοις, καὶ μετὰ πόθου βοῶσί σοι· Χαίροις Μαρτύρων, Χριστοῦ ἰσοστάσιε.

Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Ἀνάμνησις τῆς Εὑρέσεως τῶν Λειψάνων τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἀγαρηνῶν ἐν ἔτει 1974, ἐν τῇ Μονῇ Προυσιωτίσσης
Τῶν ἀθλητικῶν ὀστῶν σου τῇ εὑρέσει,
Ἰωάννη γήθεται πιστῶν χορεία.
Τετάρτῃ Ἰωάννοιο γῆθεν φαάνθησαν ὀστέα.
Οὗτος, ἦν ἐκ Κονίτσης, πόλεως Ἠπείρου, ἐξ Ὀθωμανῶν γονέων φύς. Προσελθὼν τῇ πίστει τοῦ Χριστοῦ, ἤθλησεν ὑπὲρ αὐτοῦ ἐν ἔτει 1814 ἀποτμηθεὶς τῇ κεφαλῇ τῇ ΚΓ΄ Σεπτεμβρίου μηνός. Ἐν Βραχωρίῳ, ἔνθα τὸν ἀγῶνα τοῦ μαρτυρίου διήνυσε, τὸ ἀθλητικὸν αὐτοῦ λείψανον, φόβῳ τῶν Ἀγαρηνῶν, ἐτάφη ἐν σπουδῇ παρά τινων εὐλαβῶν χριστιανῶν ἕν τινι ἀγρῷ, ἐξ οὗ μετηνέχθησαν τὰ ἱερὰ ἤδη ὀστᾶ κρύφα χερσὶν ὁσίαις παρὰ τοῦ ἐν τῇ μοναχικῇ ζωῇ διαπρέποντος, τοῦ καὶ τῷ τῆς ἱερωσύνης ἀξιώματι τετιμημένοι Κυρίλλου τοὐπίκλην Καστανοφύλλη, εἰς τὴν Μονὴν τῆς Προυσιωτίσσης, ἐν τῇ ἐνιαυτῶν 814-1821 περιόδῳ καὶ ἐναπετέθησαν ἐν τῇ κρύπτῃ τοῦ σκευοφυλακίου. Παρεληλυθότων δὲ χρόνων ἱκανῶν λήθῃ περιέπεσον καὶ ἐτέλουν τοῖς πᾶσιν ἀφανῆ καὶ ἄγνωστα. Ἐπὶ τῆς κρύπτης, χειρὶ τοῦ κομίσαντος, ἐγκεχάρακται τάδε: Οὐ μεταλλεῖον ἀργυροχρύσου πέλω, ἀλλ’ ὄλβον φέρω. Πάντα λίθον μὴ κίνει.
Οὕτως εἶχον τὰ πράγματα, ὅτε νεύσει τοῦ Ἁγίου, ἐν ἔτει 1974, τῇ Δ΄ Ἰανουαρίου μηνός, εὐλογοῦντος τοῦ οἰκείου μητροπολίτου κ. Δαμασκηνοῦ, ἠβουλήθησαν οἱ τῆς προῤῥηθείσης Μονῆς ἀδελφοὶ διᾶραι τὸν λίθον πρὸς ἀποκάλυψιν τοῦ κεκρυμμένου μυστηρίου. Καὶ τούτου γενομένου, ἄῤῥητος ἐξῆλθεν εὐωδία, εὐφραίνουσα καὶ ἐκπλήττουσα πάντας, καὶ ξύλινον κιβώτιον τεθέαται ἐντὸς τῆς κρύπτης, ἐνὤ εὕρηται ἡ κάρα μετὰ τῶν ὀστέων ἀγνώστου ἡμῖν Ἁγίου. Ἐρευνωμένου ἔτι τοῦ τόπου καὶ τῶν συλλεγομένων ὀστῶν, εὑρέθη κέραμος, ἐν ᾗ ἐπιγέγραπται: ΙΣ ΧΣ ΝΙ ΚΑ. Οὗτος ἦν ὁ ἐξ Ὀθωμανῶν Ἰωάννης, ὁ ἐν Βραχωρίῳ ὑπὲρ Χριστοῦ μαρτυρήσας κατὰ τὸ 814 Σεπτεμβρίου κγ΄.
Γνωσθέντος τοῦ ὀνόματος τοῦ Ἁγίου ἐπλήσθησαν πάντες χαρᾶς ἁγίας καὶ πολλῆς κατανύξεως καὶ ἐν ἱερᾷ προπομείᾳ, προεξάρχοντος τοῦ ἁρχιερέως, μετηνέχθησαν τὰ μαρτυρικὰ τοῦ Ἁγίου Ἰωάννου λείψανα ἐν τῷ τῆς Μονῆς τεμένει, ἔνθα καὶ κατετέθησαν, πρὸς ἁγιασμὸν καὶ ἴασιν ψυχῶν καὶ σωμάτων τῶν εὐλαβῶς προσερχομένων αὐτοῖς.

Τοὺς Ἑβδομήκοντ᾽ εὐκλεεῖς Ἀποστόλους,
Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοκτίστου, ἡγουμένου τοῦ ἐν τῷ Κουκούμῳ Σικελία
Ἐν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ,
Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.

Ἀθανάσιος συνθανὼν τῷ Ζωσίμῳ,
᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικῆς
Αἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν.
Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἓξ Μάρτυρες, ἐν εἰρήνῃ τελειοῦνται.
Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,
Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Νέου, τοῦ κειμένου πλησίον τοῦ Ἁγίου Μωκίου
Εὔθυμος Εὐθύμιος ἀσκήσας πόνοις.
Εὔθυμος ἧκε πρὸς μονὰς εὐθυμίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τιμοθέου τοῦ Στυλίτου

Χρύσανθος ἀνθεῖ καρπὸν ἥδιστον πάνυ,
Τὸν καὶ πολὺ φανέντα κρείττω χρυσίου.
Εὐφημίας λόγος σε τὴν Εὐφημίαν
Τρανῶς κατηξίωσε τῆς ἀθανάτου.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Εὐθυμίου, ἡγουμένου Βατοπεδίου καὶ τῶν σὺν αὐτῷ Δώδεκα μοναχῶν, τῶν ἐλεγξάντων τοὺς λατινόφρονας Μιχαὴλ βασιλέα, καὶ Βέκκον πατριάρχην.
Ἕπνιξεν ὕδωρ Εὐθύμιον τὸν πάνυ,
καταισχύναντα λατινοφρόνων πλάνην.
Εἷλεν μοναστῶν δωδεκὰς λαμπρὰ στέφη,
ἤλεγξε καὶ γὰρ λατινοφρόνων πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐσταθίου τοῦ Α', ἀρχιεπισκόπου Σερβίας

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ὀνούφριος, ἐν ἔτει 1818, ἐν Χίῳ, μαχαίρᾳ τελειοῦται.
Χριστὸν ποθήσας Ὀνούφριος ἐκθύμως,
Θνήσκει δι’ αὐτὸν τῷ ξίφει χαίρων ὅλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου τοῦ Λεπροῦ.
Σχῆμα Μοναχῶν φορέσας Νικηφόρος,
τύπος προσευχῆς ἐγένετο ἀπαύστου.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ὴμᾶς. ᾽Αμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμός. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο
Πῶς σε ῥεῖθρα ὑποδέξονται ποτάμια, τρυφῆς ὄντα χειμάρρουν Χριστέ; πῶς ὁ Πρόδρομος, ἐκτενεῖ τὴν χεῖρα ἐπὶ σέ, χειρὶ πλαστουργήσαντα αὐτόν, καὶ ἐκ χειρὸς τοῦ πονηροῦ, ἐξαγαγόντα ἡμᾶς;
Ῥεῖθρον Κύριε ὑπάρχων ἀγαθότητος, πρὸς ῥεῖθρα Ἰορδάνια, πῶς ἐφίστασαι, ἀφθαρσίας νάματα ζητῶν; ποτίσαι τοὺς γεύσει πονηρᾷ, καθυπαχθέντας τῇ φθορᾷ, φθόνῳ τοῦ ὄφεως.
Σταλαξάτωσαν τὰ ὄρη ἀγαλλίασιν, καὶ οἱ βουνοὶ σκιρτάτωσαν, εὐφραινόμενοι, ποταμοὶ κροτείτωσαν χειρί, ἐπέφανεν ἥκει ὁ Χριστός, ἐν ποταμῷ τὰ τῶν βροτῶν, ἐνθάψαι πταίσματα.

Τοῦ Ἁγίου. Τοὺς ἐν καμίνῳ.
Ἐπισκιάσει θείων δωρεῶν, ὀσμὴν ἀποπνέουσιν οὐράνιον ἡμῖν, ἡ τῶν σεπτῶν σορὸς λειψάνων σου, Ἰωάννη ἔνδοξε, καῖ δυσωδίαν παθῶν, δεινῶν ἐλαύνουσι.
Λελαμπρυσμένος θείαις καλλοναῖς, πρόστηθι Ἅγιε ἐξ ἀδύτων νοητῶν, σὴν ἀρωγὴν πᾶσι παρεχόμενος, τοῖς πιστῶς προσπίπτουσι, τῇ μυριπνόῳ σορῷ, τῶν σῶν ἁγίων ὀστῶν.
Πύργος ἰσχύος ἔσο εἰσαεί, μετὰ τὴν ἄχραντον Θεοτόκον Μαριάμ, ταύτῃ τῇ ἁγίᾳ μάνδρᾳ Ἅγιε, τῇ ὡς ὄλβον ἄσυλον, θησαυρισάσῃ τὰ σά, πάντιμα λείψανα.
Θεοτοκίον.
Ὡς τῶν ἁπάντων Κτίστην καὶ Θεόν, τεκοῦσα ἐν σώματι Θεοτόκε Μαριάμ, τοῦτον ἐκτενῶς Κόρη ἱκέτευε, τοῦ διδόναι πάντοτε, ἁμαρτιῶν ἱλασμόν, τοῖς Σὲ ὑμνοῦσι πιστῶς.










ᾨδὴ η' Ὁ Εἱρμός. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Τὰ ποτάμια ῥεῖθρα μηλωτῇ ἔτεμεν, Ἐλισαῖος τὴν χάριν, τὴν τοῦ Βαπτίσματος, προσκιαγραφῶν, ἥν Χριστὸς ἀπειργάσατο, τούτοις ἐπιβαίνων, ὁ μόνος εὐεργέτης.
Ὑπεσήμανε πάλαι Προφήτης ἔνδοξος, τοῦ Βαπτίσματος χάριν, ἁλσὶ τὰ ὕδατα, ἄγονα τὰ πρίν, ἐκτελέσας πολύγονα, τοῦ ἐπιφανέντος, Θεοῦ ἡμῶν δυνάμει.
Φάραγξ πᾶσα τῶν θείων δώρων πλησθήσεται, καὶ βουνὸς ἐνάντιος ταπεινωθήσεται, καὶ τὰ σκολιὰ εἰς εὐθέα τραπήσεται, τῇ τοῦ σαρκωθέντος, Θεοῦ ἐπιφανείᾳ.

Ὃν φρίττουσιν Ἄγγελοι.
Γενναίως ἠγώνισαι, κατὰ τῶν δυσσεβῶν, καὶ τοῦτο ἐκφαίνουσι, τὰ θεῖά σου ὀστά, ἃ πίστει τιμῶντες, Ἰωάννη κλεινέ, χάριν ἀπαντλοῦμεν, Χριστὸν ὑπερυψοῦντες.
Ἐνθέως εὐφραίνεται Μονὴ ἡ εὐαγής, Προυσιωτίσσης Ἅγιε, τῶν θείων σου ὀστῶν, πλουτοῦσα τὴν θήκην, καὶ πάντας καλεῖ, μετασχεῖν παμμάκαρ, ἁγιασμοῦ τοῦ θείου.
Ῥυσθῆναι ἱκέτευε, παντοίων πειρασμῶν, τοὺς μέλποντας Ἅγιε, τὴν ἄθλησιν τὴν σήν, καὶ νῦν εὐφημοῦντας, τῶν σεπτῶν σου ὀστῶν, τὴν εὕρεσιν Μάρτυς, ἐν ἑορταῖς ἁγίαις.
Θεοτοκίον.
Ἁγία Θεόνυμφε, Παρθένε Μαριάμ, Ἁγίων τὸν Ἅγιον, ἡ τέξασα σαρκί, ἁγίας ζωῆς με, ἐργάτην ἀληθῆ, ἀνάδειξον καὶ σῶσον, τῆς τοῦ ἐχθροῦ μανίας.


















ᾨδὴ θ' Ὁ Εἱρμός. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Χερσὶν ὁ πλάσας Χριστὲ τὸν ἄνθρωπον, ἐν τῇ χειρὶ Προδρόμου ὑποκύπτεις ὡς ἄνθρωπος, ταπεινούμενος ὅπως ὑψώσῃς με, πάλαι ταπεινωθέντα, καὶ ἀπολλύμενον, δόξα τῇ ἐνδόξῳ, καὶ φρικτῇ οἰκονομίᾳ σου.
Ψυχῶν ἡ κάθαρσις εὐτρεπίζεται, ὁ φωτισμός, ἡ λύσις τῶν δεινῶν ἐπεδήμησεν, Ἰορδάνη ποταμὲ εὐφράνθητι, χόρευσον πᾶσα ἡ κτίσις, γῆ τε καὶ θάλασσα, κρότησον δοξάζουσα Χριστόν, τὸν ὑπεραγαθόν.
Ὡς ὢν ἁπάντων καλῶν τὸ πλήρωμα, ἔρχῃ βοῶν τῷ πλήρει, ἁγιότητος δούλῳ σου, ἐκπλαγέντι τὴν σὴν συγκατάβασιν· Ἔγγισον βάπτισόν με· θέλω πληρῶσαι γάρ, φύσιν τῶν βροτῶν ἁγιασμοῦ, καὶ καθαρότητος.

Τοῦ Ἁγίου. Τὴν ζωοδόχον πηγήν.
Στεφάνῳ δόξης ἀΰλου κοσμούμενος, καὶ τῶν Μαρτύρων χοροῖς ἀριθμούμενος, σὺν αὐτοῖς ἱκέτευε, Ἰωάννη ἔνδοξε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ προσιόντων, ἐν τῇ σορῷ τῶν ἁγίων λειψάνων σου.
Ἴδε ἐξ ὕψους ἱλέῳ ἐν ὄμματι, τοὺς τῇ σεπτῇ σου σορῷ προσπελάζοντας, καὶ ἑκάστῳ Ἅγιε, δίδου τὰ αἰτήματα, ψυχῶν ὁμοῦ καὶ σωμάτων σωτηρίαν, καὶ τῶν ἐν βίῳ δεινῶν ἀπολύτρωσιν.
Μαρτυρικῶς καθελὼν τὸν ἀντίπαλον, μαρτυρικῆς εὐκληρίας ἠξίωσαι· ὅθεν πάσης θλίψεως, ἀνωτέρους φύλαττε, τοὺς ἑορτάζοντας Μάρτυς Ἰωάννη, τὴν τῶν ἁγίων λειψάνων σου εὕρεσιν.
Ὁ τῆς Κονίτσης βλαστὸς ἐνθεώτατος, καὶ Βραχωρίου τὸ θεῖον ἀγλάϊσμα, τῆς Προυσιωτίσσης δέ, Μονῆς τὸ θησαύρισμα, δίδου ἀεὶ τὴν θερμήν σου προστασίαν, ὦ Ἰωάννη τοῖς σὲ μακαρίζουσι.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν Θεὸν ἐσωμάτωσας, ἐκ τῆς ἀρᾶς τὸν Ἀδὰμ ἐκλυτρούμενον, μόνη Παντευλόγητε· ὅθεν κἀμὲ λύτρωσαι, ἐκ τῆς πικρᾶς τοῦ βελίαρ τυραννίδος, ἵνα ὑμνῶ Σε ἀεὶ ὑπερύμνητε.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὡς θησαυρὸν πολύτμον, τὴν ἁγίαν σορόν σου, τοῦ Παναγίου Πνεύματος, ἐφανέρωσας ἄρτι, Προυσιωτίσσης τῇ Μάνδρᾳ, Ἰωάννη θεόφρον, ᾗ πίστει προσπελάζοντες, καὶ ψυχῶν καὶ σωμάτων ἁγιασμόν, ἐξ αὐτῆς λαμβάνομεν ἀνυμνοῦντες, Χριστὸν τὸν σὲ δοξάσαντα, μαρτυρίου τῇ δόξῃ.
Προεόρτιον.
Χριστὸς ὁ πάντων Κύριος, καὶ Θεὸς καὶ Δεσπότης, ἐθελουσίως ἔρχεται, Ἰορδάνου τοῖς ῥείθροις, τῷ βαπτισμῷ ἐκκαθᾶραι, τῶν βροτῶν τὴν οὐσίαν· ὦ Ἰωάννη Προδρόμε, πρόσελεθε μετὰ φόβου τῷ Λυτρωτῇ, καὶ τὴν τούτου ὕμνησον εὐσπλαγχνίαν· δι’ ἧς υἱοὶ γεγόναμεν, τοῦ Θεοῦ κατὰ χάριν.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανήγυριν ἄγομεν λαμπράν, Ἰωάννη ἔνδοξε, τὴν τῶν λειψάνων σου εὕρεσιν, φαιδρῶς γεραίροντες· ὅτι ἡμῖν ταῦτα, ἄρτι ἀπεκάλυψας, πηγάζοντα τὴν χάριν τὴν ἄφθονον, τοῦ θείου Πνεύματος, καὶ ἰσχὺν πᾶσιν παρέχοντα, τοῖς ἐν πίστει, προσιοῦσιν Ἅγιε.

Αἱμάτων σου Μάρτυς τοῖς κρουνοῖς, εὐσεβῶν κατήρδευσας, ἐν Βραχωρίῳ τὸ πλήρωμα, καὶ τοῖς λειψάνοις σου, τῆς Προυσιωτίσσης, τὴν Μονὴν ἡγίασας, ὧν μνείαν τῆς εὑρέσεως ἄγοντες, ἀναβοῶμέν σοι· Τῇ Τριάδι ἀεὶ πρέσβευε Ἰωάννη, ὑπὲρ τῶν τιμώντων σε.

Εὐφράνθη χορὸς τῶν μοναστῶν, μετὰ πολυχρόνιον, εὑρὼν κατάκρυψιν Ἅγιε, τὴν τῶν λειψάνων σου, μυρίπνοον θήκην, ἣν καὶ μετεκόμισεν, ἐν πίστει ἐκ τῆς κρύπτης ᾗ ἔκειντο, τῷ τεμενίσματι, τῆς Μονῆς πᾶσι παρέχοντα, Ἰωάννη χάριν θεοδώρητον.

Κονίτσης βλαστὸς ὁ εὐθαλής, ὁ Μαρτύρων σύναθλος, τοῦ Βραχωρίου τὸ καύχημα, Προυσιωτίσσης δέ, Μονῆς τῆς ἁγίας, τὸ νέον ἐντρύφημα, ὑμνείσθω Ἰωάννης ὁ ἔνδοξος, οὗ τὴν ἀνάδειξιν, μετὰ χρόνιον κατάκρυψιν, τῶν λειψάνων πόθῳ ἑορτάζομεν.

Δόξα. Ἦχος πλ. α΄.
Ἐξ ἀκανθῶν ὡς ἄνθος εὐῶδες, τῆς Ἐκκλησίας ὤφθης, ὑπὲρ Χριστοῦ καλῶς ἀθλήσας, Ἰωάννη Νεομάρτυς παμμάκαρ· καὶ τῆς ἀλήκτου ζωῆς, τὸν ἀμαράντινον στέφανον δεξάμενος, τῆς πεποθημένης θεώσεως, σὺν Μαρτύων δήμοις ἠξίωσαι· ὅθεν τὰ θεῖά σου λείψανα, τὰ πάλαι ἡμῖν ἄγνωστα εἰς φῶς ἐξήγαγες, τῆς ἡμῶν σωτηρίας προμηθούμενος· διὸ ᾠδὴν χαριστήριόν σοι ᾄδομεν, καὶ ἐν κατανύξει βοῶμέν σοι· Μὴ ἐπιλάθῃ Ἅγιε, τῶν σὲ πιστῶς τιμώντων, ἀλλ’ ἀπαύστως πρέσβευε, τῷ ἐλεήμονι Θεῷ, ῥύεσθαι ἡμᾶς πάσης περιστάσεως.

Καὶ νῦν. Προεόρτιον.
Ἐν Ἰορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ βάπτισμα καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ Αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χάριν ἀναβλύζει πρὰ Θεοῦ, ἡ τῶν σῶν λειψάνων, Νεομάρτυς σεπτὴ σορός, ἧς ὑμνολογοῦντες, τὴν εὕρεσιν ὑμνοῦμεν, παμμάκαρ Ἰωάννη, τὸν σὲ δοξάσαντα.
Χαίρει τοῖς λειψάνοις σου τοῖς σεπτοῖς, ἡ Προυσιωτίσσης, Νεομάρτυς θεία Μονή· ταῦτα γὰρ ὡς δῶρον, θεόσδοτον κατέχει, ἄρτι φανερωθέντα, τῇ ἀντιλήψει σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου