Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 2. ΟΣΙΟΣ ΜΑΡΚΟΣ ΚΩΦΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΑΝΟΥΑΡΙΟΣ Β΄!!
ΜΑΡΚΟΣ ΟΣΙΟΣ ΚΩΦΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν τὰ γ΄ προεόρτια Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος. 

Ὁ Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι. 

Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάρρουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα; 

Καὶ εἶτα τὰ παρόντα γ’ τοῦ Ὁσίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς φυσικῆς ἀκοῆς σου, Πάτερ στερούμενος, διήνοιξας Κυρίῳ, τὰ ἐσώτατα ὦτα, δεξάμενος τὸν λόγον αὐτοῦ εὐθύς, καὶ σταυρὸν τῆς ἀσκήσεως, ἐν προθυμίᾳ βαστάσας, φωστὴρ κλεινός, Ἐκκλησίας ἀναδέδειξαι.

Τῶν κοσμικῶν καὶ ματαίων, Μᾶρκε οὐκ ἤκουσας, τὰς ψυχοφθόρους ῥήσεις, ὅθεν ὅλος ἐδόθης, εἰς τήρησιν θελήματος τοῦ Χριστοῦ, Ὃν καὶ μόνον ἠγάπησας, ᾯ καὶ ὡμοίωσαι πράξεσιν ἀγαθαῖς, τῶν πιστῶν φανεὶς διδάσκαλος.

Ἡ τοῦ Κυρίου παιδεία ἡ ἀκατάληπτος, διήνοιξε τὰ ὦτα, διανοίας σου Μᾶρκε, καὶ ἔπλησε ψυχήν σου ὡς ποταμός, θεωρίαις τοῦ Πνεύματος, ὧν τῆς γλυκύτητος δίδου μοῖραν ἡμῖν, τοῖς γεραίρουσι τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. β΄
Τῆς κοσμικῆς ἀποστὰς ταραχῆς, Μᾶρκε θεόσοφε, τῆς ὁσιότητος τὴν τρίβον διεπέρασας θαυμαστῶς, τῶν ἐντολῶν τοῦ Κυρίου ἀσφαλιζόμενος τῇ χάριτι· διὸ γέγονας κῆπος κεκλεισμένος, κατευωδιάζων ταῖς ἀρεταῖς τοὺς προσιόντας σοι· ὅθεν τῆς σιωπῆς τῶν ἐσχάτων νῦν συμμετέχων, ἱκέτευε δεόμεθα τὸν Κύριον ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν σεβάσμιον μνήμην σου.

Καὶ νῦν. Τὸ ὁμόηχον προεόρτιον.
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ.


Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα ὁσιακά.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  












Λιτή. Ἦχος α΄.
Τὴν κώφωσιν ὡς χάρισμα Θεοῦ δεξάμενος, Μᾶρκε ὁσιώτατε, καὶ ἀνακράζων τὸ ὄνομα Κυρίου εἴη εὐλογημένον, δέδεξαι παρ’ Αὐτοῦ τὸ δῶρον τῆς μυστικῆς ἀκοῆς· ὅθεν γευσάμενος ἐμπείρως τῶν μυστηρίων τοῦ οὐρανοῦ τὴν θεολογίαν, διδάσκαλος ἐγένου πολλοῖς εἰς σωτηρίαν. Νῦν δὲ τῆς άγγελικῆς ὑμνολογίας ἀπολαύων, πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῆς περιεργείας τῶν παρόντων ἀποστάς, ἔνδον τὸν νοῦν ἔστρεψας Μᾶρκε πάτερ σοφῶς, ἔνθα ἐφεῦρες τὸν πολύτιμον Μαργαρίτην, δι’εὐχῆς ἀρεμβάστου καὶ ἡσυχίας διηνεκοῦς· ὅθεν καὶ ἡμᾶς ταραττομένους ἐκ τῶν ποικίλων μεριμνῶν, τὸν νοῦν εἰρήνευε διὰ τῆς μνήμης τοῦ Θεοῦ, καὶ τῆς αἰσθήσεως τῆς παρουσίας Αὐτοῦ μακάριε.

Ἦχος γ΄.
Τὸν λογισμόν σου βεβαιώσας ἐπὶ τὴν πέτραν τοῦ Χριστοῦ, οὐδαμῶς ἐπτοήθης ἐκ τῶν προσγενομένων σου πειρασμῶν· ἀλλὰ εὐχητικῶς πορευόμενος, τεῖχος χαλκοῦν ἐφάνης τοῖς τεχνάσμασι τοῦ ἀντιδίκου, οὗ τὰς προσβολὰς ὡς ψυχοφθόρους οὐκ ἤκουσας, πιστὸς φανεὶς τῷ Δεσπότῃ σου Μᾶρκε, Ὃν καθικέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Περιφραγμένος τὴν ψυχὴν ἐκ τῆς ἀνηκοΐας, μόνον τὸν Χριστὸν ἔσχες κυριεύοντα τῶν λογισμῶν καὶ τῶν πράξεών σου. Τούτῳ γὰρ διήνοιξας τὰ ἔσω σου ὦτα, ἀδιαλείπτως ἐνωτιζόμενος τὰ ζωοποιὰ αὐτοῦ προστάγματα· οἷς γέγονας διδάσκαλος μυστικός, τὴν Ἐκκλησίαν χαροποιῶν ταῖς ἀρεταῖς σου, Μᾶρκε ὁσιώτατε.

Δόξα. Ἦχος πλ.α΄.
Οὐδὲν ἠμελημένον τῷ Θεῷ, οὐδὲν ἀπρονόητον, οὐδὲν μωμητόν, τοῖς προσέχουσιν ἐν σοφίᾳ. Διὸ καὶ σὺ πάτερ Μᾶρκε, ταῦτα ἔχων ἐν νῷ, οὐκ ἐγόγγυσας τῷ Κυρίῳ, τῆς ἀκοῆς σου στερηθείς, ἀλλ’ ἐν πνεύματι, εὐχαριστίας, τὰς ἀρετὰς εἰργάσω, ὡς γνήσιος υἱὸς καὶ πιστός. Καὶ πληρωθεὶς τῆς χάριτος πολλοῖς ἐγένου διδάσκαλος, τοῦ μὴ ἀνοήτως θεοδικεῖν, ἀλλὰ τὰ πάντα ἐκ Θεοῦ παραδέχεσθαι, ὡς ἄριστα γενόμενα. Ὅθεν νῦν παριστάμενος μετὰ τῶν Ὁσίων, πρέσβευε ἀειμακάριστε, καὶ ὑπὲρ ἡμῶν τῶν πόθῳ τιμώντων σε.

Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. 
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τοῦ Κυρίου ὑπήκουσας, δεῦτε λέγοντος ὄπισθεν, ὅσοι ἐκ προθέσεως τοῦτο θέλουσιν, ἀκολουθήσατε ἔδραμες, ποθῶν τὰ οὐράνια, πάτερ Μᾶρκε ἐκ ψυχῆς, καὶ ἀσκήσει διέλαμψας, ὥσπερ ἄσαρκος, τῆς σαρκὸς μὴ φροντίζων παρὰ χρείαν, καὶ μηδόλως ὠφελούσης, μετὰ τὸν θάνατον ἄνθρωπον.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εἰσακήκοας Ὅσιε, ὡς προφήτης τῷ Πνεύματι, ἐν τῇ φυλακῇ σου ἀεὶ ἱστάμενος, καὶ κατενόησας τέλειον, Χριστοῦ τὴν σωτήριον, καὶ σῳσίκοσμον αὐτοῦ, πρὸς ἀνθρώπους κατάβασιν, ὅθεν ἔκθαμβος, τῆς ἀγάπης πιστούμενος τὸ βάθος, ᾔνεις Μᾶρκε καθ΄ἡμέραν, φιλανθρωπίας τὸ πέλαγος.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Καὶ παράλυτοι ἔξαλλοι, ἐν Χριστῷ Μᾶρκε φαίνονται, καὶ κωφοὶ ακούουσιν ὢ τοῦ θαύματος! ὅτι καινὸς νόμος τέθυται, Αὐτοῦ ἐνδημήσαντος, πρὸς ἡμᾶς τοὺς ταπεινούς, καὶ οἱ ὅροι μεθίστανται, οἱ τῆς φύσεως, ὥστε γίνονται μείζονες τῶν πρώτων, οἱ ὡς ἔσχατοι δοκοῦντες, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος.

Δόξα. Ἦχος β΄.
Τῶν ψυχοβόρων σειρήνων τὰς ᾠδὰς οὐκ εἰσήκουσας, καὶ ἀπαλλαγεὶς ὦ Μᾶρκε πειρασμῶν ἀλυσιτελῶν, εὐπλόως διῆλθες τὸν δίαυλον τῆς ἀσκήσεως· ἐνωτιζόμενος δὲ τὰ ὑπὲρ μέλι γλυκύτερα λόγια τοῦ Θεοῦ, ἐθησαύρισας σεαυτῷ πλοῦτον οὐράνιον, εξ οὗ μετάδος καὶ ἡμῖν, ὡς φιλόστοργος πατήρ, τοῖς ἐκτελοῦσιν ὅσιε τὴν μνήμην σου.

Καὶ νῦν. Προεόρτιον, ἦχος ὁ αὐτός.
Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τὰς ἁμαρτίας ἡμῶν. Ἔρχεται γὰρ ὡς ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καὶ φησὶ πρὸς τὸν Ἰωάννην· δεῦρο ὑπηρέτησον, ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον. Δεῦρο ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι κορυφῆς τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.




Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε. (Μητροπολίτου Πατρῶν Νικοδήμου).
Τὴν ἄνωθεν ἤκουσας κλῆσιν, ὑπάρχων κωφός· τὰ ὦτα εὐήκοα φωνῇ τοῦ Λόγου δεκνύς, ἀσκήσει διέλαμψας· πάντων κατεφρόνησας, τῶν φθαρτῶν καὶ ῥεόντων ἔδωκας σὴν καρδίαν τῷ Χριστῷ ἑκουσίως. Προστάτα θεῖε Μᾶρκε, κωφῶν αὐτοῖς συμπαράστηθι.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ ὦτα διήνοιξας τῆς σῆς ψυχῆς τῷ Χριστῷ, καὶ ἔδραμες ὄπισθεν Αὐτοῦ ὡς ἄλλος ἀμνός, εὐήκοος ὅσιε· ὅθεν καλλικαρπήσας, ἐν ἀσκήσει ἐνθέῳ, εἴληφας τὸ βραβεῖον, βιοτῆς σου, ὦ Μᾶρκε. Διὸ πάτερ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν, τὸ προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἀπόλυσις.






















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄. Στιχολογίαν. Κάθισμα. ῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἐδέξω μυστικῶς, ἐντολὰς τοῦ Δεσπότου, καὶ ἔγραψας αὐτάς, ἐν πλαξὶ τῆς ψυχῆς σου, γενόμενος ὅσιε θεολόγος ἐκ πράξεως· ὅθεν δίδαξον, ἡμᾶς πῶς δεῖ θλίψεις βίου, καὶ δυσάρεστα, ἐν εὐχαρίστῳ καρδίᾳ ἀεὶ ὑποδέχεσθαι.
Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Φορέσας τὴν ἐμήν, ᾽Ιησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ ᾽Ιωάννης ἐβόα· πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;

Μετὰ τὴν β' στιχολογίαν. Κάθισμα. ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Ἡσύχως ἐβίωσας ἐν τῇ ἀσκήσει σοφέ, δεχθεὶς ὥσπερ χάρισμα τῆς φυσικῆς ἀκοῆς, τὴν ἔλλειψιν ὅσιε, ὅθεν ὡς σώφρων πάτερ, τὴν εὐχὴν ἐξασκήσας, δέδεξαι ἐκ Κυρίου, μυστικὰς ἀναβάσεις, ὧν Μᾶρκε καταξίωσον, τοὺς σὲ γεραίροντας.
Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Πτωχεύσας ὁ πλούσιος δι' εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, ᾽Ιορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ ᾽Ιωάννου, προφανῶς βαπτισθῆναι. ῾Υμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. ῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀγγέλων τὸν βίον ἐπιποθήσας σφοδρῶς, τῷ Δεσπότῃ προσῆξας ψυχῆς ᾠδὰς μυστικάς, Μᾶρκε ὅσιε κωφὲ ἐρήμου καύχημα· διὸ συνὼν ἐν οὐρανοῖς πάντων Ἁγίων κοινωνός, ἱκέτευε ὑπὲρ ὅσοι, τὴν μνήμην σου ἐκτελοῦσι, καὶ πολιτείαν σου θαυμάζουσι.
Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Ὁ συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι' ἡμᾶς, ἤδη ἐπείγεται ὑπαντήσωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ. Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.









Οἱ Ἀναβαθμοί. Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... 
Ἰδιόμελον. ῏Ηχος πλ.β'. Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῷ εἰσακούοντι Χριστῷ καὶ αὐτὰ τὰ κρυπτὰ τῆς διανοίας, δουλεύσας πάτερ Μᾶρκε πιστῶς, ἐπήκουσας χαίρων, τὸ εὖ σοι δοῦλε ἀγαθέ. ῞Οθεν μνημόνευε καὶ ἡμῶν θεῖε ἀσκητά, καὶ τῶν ψυχῶν τὰ ὦτα διάνοιξον, πρεσβείαις εὐπροσδέκτοις σου. 

Εἶτα οἱ κανόνες, ὁ Προεόρτιος καὶ τοῦ Ὁσίου οὖ ἡ ἀκροστιχίς: Μᾶρκε κωφέ, ἄκουέ με μέλποντα σὸν βίον. Α(θανάσιος).
ᾨδὴ α'. ῏Ηχος δ'. ᾽Ανοίξω τὸ στόμα μου.
Μακάριε ἄνθρωπε, Μᾶρκε κωφὲ ὦτα ἄνοιξον, καρδίας καὶ χείλη μου, ἔμπλησον χάριτος, ὅπως βίον σου, αἰνέσω κατ' ἀξίαν, καὶ μέλψω ἀγῶνάς σου καὶ κατορθώματα.
Ἀρχὴν σῆς ἀσκήσεως, ἀποταγὴν ποιησάμενος, ἡσύχως ἐβίωσας, ἐπιποθῶν τὸν Χριστόν, καὶ τὰ ὦτα σου, καρδίας διανοίξας, ἐδέξω προστάγματα, ψυχοσωτήρια.
Ῥυσθεὶς βρόχων Ὅσιε, τῶν κοσμικῶν σῷος ἔφθασας, εἰς τόπον ἀσκήσεως, βρύων νοήματα, τῆς καρδίας σου, ἐχθροῦ εἰς ἀναβάσεις, Θεῷ προσηλούμενος, διὰ τῆς νήψεως.
Θεοτοκίον
Κυρία μου Δέσποινα, ἡ τὸν Σωτῆρα κυήσασα, κωφῶν διανοίξαντα, ὦτα προστάγματι, τούτῳ πρέσβευε, κωφόν με ἀναδεῖξαι, πρὸς κόσμου ἀκούσματα, ψυχὴν τὰ βλάπτοντα. 












ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.
Ἐνέκρωσας Μᾶρκε πάθη πάντα, δοθεὶς τῷ Χριστῷ ὅλῃ ψυχῇ, καὶ ὡς τῆς ἀναστάσεως, υἱὸς βιοὺς μεμύησαι, τὰ βάθη θείου Πνεύματος, καὶ μυστηρίων ἀπόῤῥητα.
Κωφεύων δελέατι τοῦ πλάνου, ἐτήρησας Μᾶρκε σὴν ψυχήν, παρθένον ἀδιάφθορον, ἥν περ ἁγνὴν παρέστησας, Νυμφίῳ τῷ ἀφθάρτῳ σου, καὶ ἀρεταῖς κατεποίκιλας.
Ὠτίων σου ἥψατο Δεσπότης, ἐν τρόπῳ, ὦ Μᾶρκε μυστικῷ, διδάξας σοι τὰ πρέποντα, τῇ ὑπηχήσει Πνεύματος, Οὗ εἶτα σάλπιγξ γέγονας, τὴν Χάριν ἐκδιηγούμενος.
Θεοτοκίον
Φυσίζωε Κόρη ζώωσόν με, πρεσβείᾳ σου τῇ ζωοοποιῷ, πρὸς τὴν Ζωὴν Ὃν ἔτεκες, ὅτι ταῖς ἁμαρτίαις μου, θνήσκω καὶ μὴ βουλόμενος, τῇ συνηθείᾳ ἑλκόμενος. 

Κάθισμα. ῏Ηχος γ'. Τὴν ὡραιότητα.
Τὴν καθαρότητα, τῆς διανοίας σου, βλέπων ὁ Κύριος, Μᾶρκε σοὶ δέδωκεν, εὐχὴν, νηστείαν, φυλακήν, αἰσθήσεων καὶ εἰρήνην· ὅθεν πεφανέρωσαι, ἐξ ὧν πείρᾳ μεμάθηκας, ὁδηγὸς ἀλάθητος, πρὸς ζωὴν τὴν αἰώνιον, ἐν ᾗ ἐπαπολαύων Δεσπότου, μνήσθητι πάτερ τῶν τιμώντων σε.
Δόξα, Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Ὁ ἀπερίγραπτος, ὢν τῇ θεότητι, περιγραφόμενος, ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, Ἰορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα, πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται. Πρὸς Ὃν νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστέ, τῇ ἐπιφανείᾳ σου. 

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Ἔστης ὡς πεφυτευμένον, ξύλον ἐν τοῖς ὕδασιν ῞Οσιε, ἀπὸ τῶν ῥευμάτων, λόγου τοῦ Κυρίου τρεφόμενον, ὅθεν ἀπέδως καρπόν σου πολυπλάσιον, τῆς ἀσκήσεως, ἐν τῷ καιρῷ ἐκδημίας σου.
Ἅπερ εἶχες ἐν καρδίᾳ, τῷ Δεσπότῃ ἐγνώριζες, διὰ τῆς συντόνου, Μᾶρκε εὐκτικῆς ἐργασίας σου, ὅθεν ἐδέχου τὴν χάριν ἐν τοῖς ἔργοις σου, θησαυρίζων, πλουτισμὸν σωτηρίας αἰώνιον.
Κύριος μερὶς ὑπάρχων, σῆς ζωῆς ὑπερτίμητος, θείαις σε ἐννοίαις, ἔθρεψε καὶ ηὔξησεν Ὅσιε, διὸ ἐγένου ὡς ναῦς τις πολυφόρητος, ᾽Εκκλησίαν, ἀρεταῖς σου σιτίζων ὡς ἄριστα.
Θεοτοκίον
Ὀλισθαίνων καθ' ἑκάστην, ἐξ ἀδυναμίας μου Ἄχραντε, σὲ καθικετεύω, στήριξον ἁρμοὺς τῆς καρδίας μου, ὥστε βαδίζειν εὐθέως ἐν τοῖς τρίβοις μου, καὶ μὴ γένωμαι, τοῦ φιλτάτου Υἱοῦ σου ἀλλότριος. 


ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Ὑψαύχενον ἄρχοντα, τῆς ἀνομίας Ὅσιε, τῇ ὑπακοῇ Μᾶρκε καθεῖλες, καὶ ταπεινώσας, σαὐτὸν κατείληφας, ὕψη τὰ τῶν θείων δωρεῶν, τὸν Χριστὸν μιμούμενος, ἐνδυθέντα ταπείνωσιν.
Ἐνέκρωσας ἅπαντα, τὰ ἐμπαθῆ νοήματα, τῶν αἰσθήσεων σου πάτερ Μᾶρκε, ζωῶν ψυχήν σου, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τῇ συσταυρώσει τῷ Χριστῷ εἴληφας τὸ σφράγισμα, ἀναστάσεως Ὅσιε.
Μᾳκρύνων ἐμάκρυνας, τῶν αἰτιῶν τῆς πτώσεως, ἄφθορον τηρῶν μονογενῆ σου, ταύτην γλυκαίνων, τῇ μνήμῃ τοῦ ᾽Ιησοῦ, Οὗ οὐδὲν γλυκύτερόν ἐστι, ἥδυσμα μακάριε, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι.
Θεοτοκίον
Ἐλέησον Δέσποινα, τῷ μητρικῷ ἐλέει σου, τὴν κατασυντετριμμένην, καὶ ἡλκωμένην, ψυχήν μου πάθεσι, ἡ τὸν ἐλεήμονα Χριστόν, ἐν γαστρὶ βαστάσασα, ἰατρεύοντα πταίσματα. 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Μεγίστην εὗρες ἀνάπαυσιν, τὴν πᾶσάν σου ζωὴν Μᾶρκε ὅσιε, ἀνατιθέμενος, τῷ προνοοῦντι τῆς κτίσεως, καὶ νόμοις φιλανθρώποις, ταύτην θριγκώσαντι.
Ἐκτείνων χεῖρας ἱκέτιδας, τὴν Χάριν κατεβίβαζες Ὅσιε, τοῖς αἰτουμένοις σου, εὐχὴν λαβεῖν τὴν δραστήριον, καὶ ἄνεσιν ἐκ πάσης βλάβης καὶ θλίψεως.
Λεόντιον ἔσχες φρόνημα, κατὰ τοῦ ἀντιπάλου μακάριε, φρυαττομένου σοι, καὶ οἰομένου τοῖς βέλεσιν, τὸν τόνον τῆς ψυχῆς σου ποιῆσαι ἄχρηστον.
Θεοτοκίον
Πενήτων πέλεις προμήθεια, τροφέα πάντων τέξασα Δέσποινα, ὅθεν πεινῶντά με, πνευματικῶς ταχὺ ἔκθρεψον, τῷ Σώματι Υἱοῦ σου, καὶ θείῳ Αἵματι. 

Κοντάκιον. ῏Ηχος δ'. Ὁ ὑψωθείς.
Ὦτα μὴ ἔχων φυσικὰ ὑπερῆρας, τοὺς ταῦτα ἔχοντας κωφὲ πάτερ Μᾶρκε, ὡς τοῦ Κυρίου λόγους εἰσδεξάμενος, ἐν τῇ διανοίᾳ σου, καὶ ἐργάτης ἐγένου, θεϊκῆς ἀσκήσεως, καὶ ζωῆς ὑπὲρ φύσιν· ὅθεν τιμῶντες βίον σου σεπτόν, αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.
Ὁ Οἶκος.
«῎Εφφαθά» σοι ὡς εἶπε Φιλάνθρωπος,τὰ ἀνήκοα ὦτα ἠνοίγησαν κεκλεισμένα ἐκ φύσεως ῞Οσιε καὶ γεγόνασι πλέον ἤ πρότερον ἐπιτήδεια πρὸς εὐηκοΐαν· ὅπου γὰρ θέλει Θεός, ἡ φύσις ἀνέστραπται, ἐνεργοῦντος τοῦ νόμου τῆς Χάριτος· ὅθεν ὡς ὁ Ἀββακοὺμ δέδεξαι μυστηρίων βαθέων ἀποκάλυψιν καὶ κωφὸς τὸ φαινόμενον διαμένων ἐσάλπισας εὐηχέστερον τῶν ἀκουόντων, ὅτι δίκαιαι αἱ κρίσεις Κυρίου καὶ ἀγαθαὶ αἱ ἐπίνοιαι Αὐτοῦ. Διὸ διαλάμψας ἐν ὑπομονητικῇ εὐχαριστίᾳ καὶ ἀσκήσει συντονωτάτῃ, κατοικεῖς ἐν οἴκῳ αἰωνίως μελῳδούντων, Μᾶρκε ὁσιώτατε, ἡμεῖς δὲ ταπεινῶς αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον

Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ κωφοῦ
Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων,
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Δευτερίῃ Μᾶρκος χθόν' ἔλιπεν τὴν πολύβοον.
Ὅτε ἤκμασεν ὁ ὅσιος οὗτος πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς, τίνες οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ πολιτεία, οὐκ ἠδυνήθη μὲν παρά τινος μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ μακάριος πάσῃ δυνάμει εἰς τὸ ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς τὸ ἀκούειν καὶ ποιεῖν ἐπιμελῶς καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα· ὅθεν διὰ σκληρᾶς ἀσκήσεως ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς Χριστοῦ γενόμενος διὰ τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ μισθαποδότου Δεσπότου εἰς τὴν αἰώνιον Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμποδίστως τὸ οὐράνιον ἀγγελικὸν μέλος μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σιλβέστρου Πάπα Ῥώμης
Ζωοῖ νεκρὸν βοῦν, αἰσχύνων Ζαμβρὴν Μάγον,
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Οὗτος χειροτονεῖται, διὰ τὴν εἰς ἄκρον ἀρετῆς ἀνάβασιν, τῆς Πρεσβυτέρας Ῥώμης Ἐπίσκοπος, τοῦ Μιλτιάδου τὸν βίον ἀπολιπόντος. Πολλῶν οὖν θαυμάτων γενόμενος αὐτουργὸς καὶ τὸν μέγαν ἐν βασιλεῦσι Κωνσταντῖνον πρὸς τὴν εἰς Χριστὸν πίστιν χειραγωγήσας, καὶ διὰ τοῦ θείου Βαπτίσματος τὰ τῆς ψυχῆς αὐτοῦ πάθη καὶ τοῦ σώματος ἅμα καθάρας, καὶ παρὰ τοῦ Νόμου προκηρυχθέντα τὸν  Χριστὸν ἀποδείξας, καὶ τὸν ταῦρον ζωώσας, ὃν ἀνεῖλεν μὲν ἐπῳδῆ Ἑβαῖος, ἀναστῆσαι δὲ οὐκ ἴσχυσε, καὶ πολλοῖς σωτηρίας αἴτιος γεγονώς, ἐν βαθεῖ γήρᾳ πρὸς Χριστὸν ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Θεαγένους, ἐπισκόπου Παρίου
Θεάγενες, βλήθητι τοῦ πόντου μέσον,
ᾯ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
Οὗτος ἦν Ἐπίσκοπος, ἐν τῶ Παρίῳ τοῦ Ἑλλησπόντου. Προσαχθεὶς δὲ τῷ τριβούνῳ Ζηλικινθίῳ, καὶ τὸν Χριστὸν ὁμολογήσας Θεόν, ἀφειδῶς τοῖς ξύλοις τύπτεται. Εἶτα δεσμεῖται, καὶ μετὰ ταῦτα τῷ βυθῷ τῆς θαλάσσης ἐκδίδοται, ἔνθα τὸν δρόμον πληροῖ τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου
Τὸν Θεόπεμπτον σαρκικῆς λῦσαι πέδης,
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδότης, τῆς μητρὸς τῶν Ἁγίων Ἀναργύρων τῶν εν Μικρά Ασία.
Νόσῳ παρῆλθε τὸν βίον Θεοδότη,
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.


Βρύχημα, χάσμα, δῆγμα θηρῶν ἀγρίων.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Οὗτος ἦν ἐπὶ τοῦ δυσσεβοῦς Ἰουλιανοῦ, ἐξ Ἀγκύρας τῆς πόλεως· καὶ διὰ τὸ τὸν Χριστὸν σέβεσθαι αὐτὸν καὶ κηρύσσειν, κατεσχέθη. Παραστήσαντες δὲ αὐτὸν τῷ Ἡγεμόνι Σατορνίλῳ, ὡμολόγησε τὸν Χριστὸν κατενώπιον αὐτοῦ μετὰ πολλῆς παῤῥησίας. Διὸ κρεμασθεὶς ξέεται ἀφειδῶς· εἶθ’ οὕτως ἐξ Ἀγκύρας ἀπαχθεὶς ἐν Κωνσταντινουπόλει, αὖθις καὶ ἄρτι ξέεται· καὶ ἐπὶ τοσοῦτον τείνεται, ὡς ἐξαρθρωθῆναι τοὺς ἁρμοὺς τῶν χειρῶν καὶ τῶν ὤμων αὐτοῦ. Εἶτα λωροτομεῖται, καὶ σιδήοις πυρωθεῖσι κατακεντᾶται τὰς σάρκας. Καὶ πάντα γενναίως φέρων, δέχεται τοῦ Θεοῦ τὰς ἀντιλήψεις. Καὶ εἰς κάμινον πυρὸς ἐμβληθείς, παραδόξως διὰ προσευχῆς ἄσπιλος διεφυλάχθη. Εἰς Καισάρειαν δὲ μετὰ ταῦτα δέσμιος ἀπαχθείς, εἰς θηριομαχίαν ὑπὸ τοῦ ἄρχοντος καταδικάζεται. Ὁ δὲ Ἅγιος προσευξάμενος, καὶ βληθεὶς ὑπὸ λεαίνης, τὸν τῆς ἀθλήσεως στέφανον τελειωθεὶς ἐκομίσατο. Τούτου τὰ ἱερὰ λείψανα συγγενεῖς τινες καὶ φίλοι ἐπιμελῶς συλλέξαντες, καὶ μύροις καὶ ὀθονίοις εἱλήσαντες, μετὰ τῆς πρεπούσης τιμῆς ἐκήδευσαν ἐν ἐπισήμῳ τόπῳ, Μαρτύριον σεπτὸν ἐκεῖσε ἐσχάτως οἰκοδομήσαντε.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σέργιος, ξίφει τελειοῦται.
Οὐχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν φέρειν,
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπιστος, λιθοβολιθεὶς τελειοῦται.
Κτείνει σε Θεόπιστε πιστὲ τοῖς λίθοις,
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰσιδώρου, ἐπισκόπου Ἀντιοχείας τῆς Συρίας

Διπλὴν ἔχων ἄνωθεν Κοσμᾶ τὴν χάριν,
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσιος Νείλου τοῦ ἡγιασμένου, ἐν Γηρομερίῳ Θεσπρωτίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γενναδίου, κτήτορος τῆς Μονῆς Κασσιώπης Κερκύρας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος (ἢ Ζώρζης ὴ Γκιουρτζής), ὁ Ἴβηρ, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1770, ἀπαγχονισθεὶς τελειοῦται.
Σὴν χεῖρα θλῖβε, ἀγχόνης Μάρτυς Ζώρζη,
Θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἰουλιανῆς τῆς Μουρὸμ Λαζάρεβο Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφεὶμ τοῦ Σαρώφ, τοῦ Ῥώσου.
Χριστῷ ἐκ νεότητος ἀκολουθήσας,
Πολλῶν πέπλησαι ὦ Σεραφεὶμ χαρίτων.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μᾶς. Αμήν. 

ᾨδὴ ζ' Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐνάρκησας ἐν τῆ ἀσκήσει Ὅσιε, οὐδὲ ἐνύσταξας ἀπὸ τῆς σῆς φυλακῆς, διὸ κεχαρίτωσαι, ποικίλαις χάρισι, παρὰ τοῦ Παντοκράτορος, καὶ ἐφορῶντος καλῶς, τοὺς ἀγάπῃ, πρὸς Αὐτὸν τὰ σκάνδαλα, καὶ δεινὰ τῶν ἐχθρῶν ὑπομένοντας.
Νοῦν ἀκράτητον, τῇ προσευχῇ ἐδέσμευσας, καὶ καθυπέταξας, ἐν θεϊκοῖς λογισμοῖς, διό σοι ἀνέβλυσαν, ὕδατα Χάριτος, δι' ὧν, ὦ Μᾶρκε ὅσιε, πολλοὺς ἐπότισας, καὶ τὴν δίψαν ἀπὸ τῶν ψυχῶν αὐτῶν, διδαχαῖς ταῖς σοφαῖς σου κατέπαυσας.
Τίς μοι ἔκραζες, παράδεισος ἢ Κύριος καὶ ξύλον γνώσεως, ἀφ' οὗ τρυφῶ δι' εὐχῆς, γλυκύτατον Ὄνομα, Αὐτοῦ ἐγένετο· ὅθεν δεῦτε τρυφήσατε, ὅσοι οὐκ ἔσχετε, θείαν γεῦσιν, τῆς Αὐτοῦ χρηστότητος, ἵνα γνῶτε ἐκ πείρας τὸ ἔλεος.
Θεοτοκίον.
Ἀκουσάτω μου, τὸν στεναγμὸν ἡ Δέσποινα, ἡ πολυεύπλαγχνος, καὶ μὴ παρίδῃς οἰκτράν, τὴν δέησιν ταύτην μου τὴν πολυστένακτον, ἀλλὰ τὸ οὖς σου κλῖνόν μοι, ἵνα ἐξείπω σοι, τῆς ψυχῆς μου, πάντα ἁμαρτήματα, καὶ ἀνάπαυσιν εὕρω ὁ ἄθλιος. 















ᾨδὴ η'. Παῖδας εὐαγεῖς.
Στῦλος ἐν εὐχαῖς ὡράθης πάτερ, καὶ πύργος ἐν πειρασμοῖς ἀκλόνητος, ὅπλα ἐνδυσάμενος, ἅπερ Παῦλος εἴρηκεν, ὅθεν ἐδέξω ἄφθονον, Μᾶρκε τὴν ἔκχυσιν, τοῦ Πνεύματος, τοῦ θείου δι' Οὗπερ, γέγονας ἀλείπτης, πολλῶν εἰς σωτηρίαν.
Οὐρανὸν ἐποίησας καρδίαν, καὶ νοῦν σου παράδεισον μακάριε, ἐν οἷς ἐνεθρόνισας, ᾽Ιησοῦν τὸν πάγκαλον, ἐφύτευσας δὲ σύνδενδρον, τῶν ἀρετῶν τὴν πληθύν, διὰ βίου, πλήρους καθαρότητος, ὃν παράσχοις τοῖς πόθῳ τιμῶσί σε.
Νύκτα τοῦ παρόντος βίου πάτερ, ἀπτώτως διῆλθες φωτιζόμενος, ἀγλαΐαις Πνεύματος, καὶ πολλοὺς ἐφώτισας, τοῖς θείοις σου διδάγμασι, φῶς ἐκ μεθέξεως, τοῦ πρωτίστου, γεγονὼς σὺ δεύτερον, ὅπερ αἴτει, ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Βρόχος μοι τραχὺς ἡ ἁμαρτία ἐγένετο Ἄχραντε συμπνίγων με, ὅθεν τὸν ταλαίπωρον, τοῦ θανάτου λύτρωσαι, χαριζομένη Πνεύματος, ἀέρα εὔζωον, ὅπως χαίρων, εὕρω τὴν ἀνάψυξιν, καὶ δοξάζω σε πάντοτε Πάναγνε. 

ᾨδὴ θ'. Ἅπας γηγενής.
Ἴδε τὴν ἡμῶν, κωφώτητα ὅσιε, ἐξ ἧς τὸ θέλημα, τοῦ Χριστοῦ οὐ θέλομεν, ἀκοῦσαι οὔτε καὶ διαπράξασθαι, καὶ σαῖς εὐχαῖς ἐκδίωξον, νάρκην δαιμόνιον, διανοίγων, ὦτα τὰ ἐσώτατα, ὑπηκόους ποιῶν ἡμᾶς τάχιστα.
Ὅτι ὁ εχθρὸς ὡς ὅπλῳ ἐχρήσατο πάτερ ψυχώλεθρον σὺ εὐτέχνως ὄργανον, τῆς σωτηρίας σοφῶς μετέβαλες, ἀκούων ἃ οὐκ ἤκουσεν, οὖς τὸ φαινόμενον, ἀλλὰ μόνον, τοῦ Θεοῦ ὁ ἄνθρωπος, μυστικῶς ἐνεργείᾳ τοῦ Πνεύματος.
Νοῦς ἀγγελικός, ὡράθης πανόσιε, Μᾶρκε τῷ βίῳ σου, νῆψιν ἔχων ἄπαυστον, εὐχαριστίαν καὶ δοξολόγησιν, Δεσπότου ᾯ νῦν ἵστασαι, σὺν τοῖς ἀγγέλων χοροῖς, καὶ ἀκούεις, ὕμνον ἀκατάληκτον, καὶ ὁρᾷς αὐτοψεὶ θεῖον Πρόσωπον.
Θεοτοκίον.
Ἅπαντα κακῶς, τὰ τάλαντα Δέσποινα, ἅ περ μοι δέδωκεν, σὸς Υἱὸς ἐσκόρπισα, ἐκδαπανήσας ὡς δοῦλος ἄτιμος, διὸ ἀπαῤῥησίαστος, τυγχάνων δέομαι, χρῷ ὡς Μήτηρ, τῆ πολλῇ ἀγάπῃ σου, καὶ Θεόν μοι ἐκμείλιξον τάχιστα. 






Ἐξαποστειλάριον. ῏Ηχος β'. Γυναῖκες ἀκουτίσθητε.
Ἀκούσας τοῦ Κυρίου σου, τὴν κλῆσιν τὴν σωτήριον, ὀπίσω ἔδραμες Μᾶρκε, Αὐτοῦ ὡς ἄλλο ἀρνίον, ποθῶν ζωὴν ἀσκήσεως, ἐν ᾗ καὶ εὐηρέστησας, διὸ ἀκούεις νῦν χαίρων, τῶν ἀσωμάτων τοὺς ὕμνους.
Προεόρτιον, ὅμοιον.
Φωνὴ βοῶντος ἤχησε, καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν ἔπλασεν, ἐν Ἰορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν. 

Αἶνοι.. Ηχος β'. Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Μᾶρκε τοῦ Κυρίου ἀσκητά, ἔστησας τοὺς πόδας γενναίως ἐπὶ τὴν πέτραν σου, χάριτι ζωούμενος, τοῦ θείου Πνεύματος, πρὸ ὀμμάτων σου θέμενος, Χριστοῦ τὴν ἀγάπην, καὶ τὴν συγκατάβασιν, ὑπὲρ τοῦ γένους ἡμῶν· ὅθεν φιλοτίμως διῆλθες, τρίβον τῆς στενῆς βιοτῆς σου, δράγματα συλλέξας πολυτίμητα. 

Ὤτων στερηθεὶς τῶν φυσικῶν, Μᾶρκε παμμακάριστε πάτερ, οὐκ ἐδειλίασας, οὐδὲ κατὰ Πλάστου σου ἤγειρας ἔνστασιν ἀλλὰ χαίρων ἐχώρησας εἰς τὴν μυστικὴν ἀπόκτησιν, ἅπερ καὶ εἴληφας· ὅθεν καθ' ἡμέραν καὶ ὥραν, ἔσχες ἀναβάσεις καρδίας, τοῦ Θεοῦ φωνὴν ἐνωτιζόμενος. 

Χαῖρε τὴν χαρὰν τὴν μυστικήν, ἣν οὐδεὶς δυνήσεται Μᾶρκε, σοῦ ἀφαιρέσαι ποτέ, ὅσα γὰρ τῆς Χάριτος, ἀμετακίνητα, καὶ Θεὸν καθικέτευε, δοῦναι ἡμῖν πᾶσι, ὦτα πανευήκοα τῶν θελημάτων Αὐτοῦ, ἵνα ἐντολῶν τῇ τηρήσει, τὸν τῇ ἁμαρτίᾳ φθαρέντα, ἄνθρωπον ῥαδίως ἀποβάλωμεν. 

Δέχου πολιτείας σου μισθόν, τὴν μετὰ ἁγίων Ἀγγέλων, ὦ Μᾶρκε σύστασιν· σὺ γὰρ ὥσπερ ἄσαρκος, ἐν γῇ ἐβίωσας, σιωπῶν καὶ εὐχόμενος, ἐντεῦθεν ἐν γνώσει, μέλλοντος μυστήριον ποθῶν βιῶσαι σοφέ, οὗπερ μετασχὼν νῦν μνησθείης, καὶ ἡμῶν τῶν σήμερον μνήμην, ἐν χαρᾷ τὴν σὴν ἀγόντων ὅσιε.

Δόξα. Ἦχος πλ. δ'.
Ὁ ἔχων ὦτα ἀκούειν ἀκουσάτω, ἀδελφοί, Μάρκου τοῦ κωφοῦ, τὰ θεῖα κατορθώματα. Οὗτος γὰρ μὴ ἀπαναινόμενος μικροψύχως, τὴν ἐπισυμβᾶσαν αὐτῷ κώφευσιν, οὐκ ἐπαύσατο βοῶν τῷ Δεσπότῃ· εὐχαριστῶ σοι Κύριε φιλόψυχε, ὅτι ἐκ τῶν πειρασμῶν ἐξήγαγές με, φυλάξας με ἀπὸ τῶν ἀκουστικῶν συμπτωμάτων, καὶ τὴν διάνοιαν ἀναδείξας ἐργαστήριον, τῶν σωτηριωδῶν καὶ γλυκυτάτων ἐννοιῶν σου. Ὅθεν γῆθεν σήμερον δεχθείς με μετ' ἀγγέλων, δὸς τὴν θείαν χάριν σου, τοῖς ἑορτάζουσι τὴν μνήμην μου.

Καὶ νῦν. Προεόρτιον ὁμόηχον.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον. ᾽Εκτείνας ἅψαι τῇ παλάμη, τῆς κορυφῆς μου τῆς ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε, δόξα σοι. 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Μᾶρκε ὅσιε ἀσκητά, ὡς εὐαρεστήσας, κεκληκότι σε Ἰησοῦ, εὔχου δὲ δοθῆναι, τὰ ἔσω ὦτα πᾶσι, τοῖς πόθῳ εὐφημοῦσι, πάνσεπτον μνήμην σου.




























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεῖον Μᾶρκον τῶν κωφῶν μέγα κλέος, πανευλαβῶς ἀνευφημήσωμεν πάντες, ἐν ὑμνῳδίαις ψάλλοντες αὐτοῦ βιοτήν, ἄσκησιν καὶ προσευχὴν θερμήν, καὶ ἐγκράτειαν ἔνθον, ἆρσιν τοῦ σταυροῦ αὐτοῦ, ἐν πολλῇ προθυμίᾳ· διὸ ζωῆς τῆς ὄντως ἀληθοῦς, ἐπαπολαύθει ἐν δόξῃ ὁ Ἅγιος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μάρκῳ κωφῷ, κωφῶν κλέος, ὕμνον ᾄδω. Νικοδ(ήμου).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μακάριον Μᾶρκον ἐν τοῖς κωφοῖς, ποθῶν εὐφημῆσαι, Παρακλήτου ἐπιζητῶ, τὴν χάριν τοῦ πλέξαι θείους ὕμνους, καὶ ἐγκωμίων τὸν ἄφθιτον στέφανον.
Ἀξίωσον Μᾶρκε σὸν ὑμνητήν, ἀνοῖξαι τὰ ὦτα, τῆς καρδίας πρὸς τοῦ Χριστοῦ, φωνὴν τὴν σωτήριον καὶ θείαν, ἣν ἠξιώθης ἀκούειν τρισόλβιε.
Ῥημάτων Κυρίου ἐνωτισθείς, ἐν Πνεύματι Μᾶρκε, ἀπηρνήθης τὰ γεηρά, καὶ γέγονας ἄξιον δοχεῖον, τῶν ἀρετῶν τῶν ὁσίων πανένδοξε.
Θεοτοκίον.
Κατῆλθεν ὁ Λόγος ὁ τοῦ Πατρός, ἐν σπλάγχνοις Σου Μῆτερ, καὶ ἀνέλαβε τὴν ἡμῶν, θεόκτιστον φύσιν Θεοτόκε, καὶ ἐλυτρώσατο ταύτην ἐν αἵματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραΐσας ὁ Μᾶρκος τὰ τῆς ψυχῆς ἅπαντα, ἔλαβε τὴν χάριν Κυρίου ἀκούειν πνεύματι, καὶ αὐγασθεὶς τῇ ψυχῇ, τὰ ἐπὶ γῆς ἀπηρνήθη, ἀγαπήσας ἄῤῥητα, Θεοῦ μυστήρια.
Κατενόησας Μᾶρκε τὴν τοῦ Χριστοῦ λύτρωσιν, καὶ τῶν ἐκλεκτῶν τοῦ Κυρίου, θείων ἀπόλαυσιν· διὸ τὸν κόσμον λιπών, ἐν τῇ ἐρήμῳ εἰσέδυς, ἐνδυθεὶς τριβώνιον, τὸ τῆς ἀσκήσεως.
Ὡραιότητα Μᾶρκε τοῦ οὐρανοῦ ἄφατον, βλέπων ἐξεζήτησας πόθῳ, ἣν καὶ ἀπέλαβες· διὸ κἀμὲ σαῖς λιταῖς, ἐπιθυμεῖν διὰ βίου, τοῦ λαβεῖν τὴν χάριν σου, Λόγον ἱκέτευε.
Θεοτοκίον.
Φαιδρῶς ὄντως ἐδέχθης τῆς ἀκοῆς στέρησιν, καὶ χαροποιῶς ἐπεπόθεις, Χριστοῦ τὰ λόγια· διὸ Σὰ ὦτα ψυχῆς, ἡ Θεοτόκος ἀνοίγει, Μᾶρκε ἱκετεύουσα, θερμῶς τὸν Κύριον.
Διάνοιξον, τὴν ἀκοὴν τῆς ψυχῆς μου Μᾶρκε θεόφρον, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης θερμότατος, καὶ γνώσομαι τὰς βουλὰς τοῦ Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν τῶν κάτω κατεφρόνησας, καὶ χάρις πολλὴ ἐδόθη σοι τρισόλβιε, τοῦ ἀκούειν ἄῤῥητα, τοῦ Χριστοῦ μυστήρια Ὅσιε, ἃ ὑπηχεῖ ἐν σοὶ ὁ Θεός, ὦ Μᾶρκε ἀπαύστως, τῶν κωφῶν ὁδηγέ.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραιώθης ἐν Πνεύματι, Μᾶρκε ὑπακούσας θείοις προστάγμασι· διὸ πρέσβευε πρὸς Κύριον, ὡραΐσαι ἡμᾶς τοὺς τιμῶντάς σε.
Καταξίωσον Ὅσιε, τῶν σῶν χαρισμάτων τοὺς σὲ γεραίροντας, ἱκεσίαις σου πρὸς Κύριον, ἀκοήν σοι δόντα τὴν τοῦ πνεύματος.
Ὠφελεία σοι πρόξενος, ἐγεγόνει Μᾶρκε τῶν ὤτων στέρησις, ἀνοιχθέντων σοι θεόσοφε, ψυχικῶν ὠτίων διὰ Πνεύματος.
Θεοτοκίον.
Φῶς Παρθένε ἐξανέτειλας, καὶ ἐκ τῆς σκοτίας ἡμᾶς ἠλευθέρωσας, Θεοτόκε ἀειπάρθενε, καὶ τὴν πλάνου πλάνου Σὺ διέλυσας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦτα τῆς ψυχῆς, διανοίγεις ταῖς πρεσβείαις σου, τῶν σὲ τιμώντων Μᾶρκε πανευλαβῶς, καὶ στηρίζεις ἐν ἀγῶνι θεοτίμητε.
Νέκρωσον κλεινέ, τῶν παθῶν ἡμῶν τὸ φρόνημα, καὶ τῆς ψυχῆς ὦ Μᾶρκε τὸ ἀσθενές, ἵνα ἁγίως ἐν κόσμῳ πολιτευσώμεθα.
Κύριον Θεόν, ἐν ἐρήμῳ ἐξεζήτησας, ἐν ταπεινώσει ἀσκήσει καὶ εὐχῇ, Μᾶρκε νικήσας ἐχθροῦ κακίστου φρυάγματα.
Θεοτοκίον.
Λόγον τοῦ Θεοῦ, σωματώσασα πανάμωμε, τοὺς ὑμνοῦντάς Σε ἔσωσας ἁγνή, καὶ διαβόλου τὸ κράτος Σὺ κατηδάφισας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐσκήνωσας, ὡς στρουθίον Ὅσιε, ἐν ὁσίων νοσσιᾷ τῆς ἐρήμου, καὶ πρὸς Θεόν, ἐμελώδεις σοὺς ὕμνους, ἐπικαλούμενος χάριν σωτήριον· Μᾶρκε αὐτὴν ἐν τῇ ψυχῇ, σαῖς πρεσβείαις ὁ Λόγος παράσχοι μοι.
Οἰκτείρησον, τὸν κωφὸν τῷ πνεύματι, καὶ παράσχου μοι ὠτία καρδίας, ἵνα Χριστῷ, ὑπακούω ἐν βίῳ, ἀεὶ ποιῶν τὸ Αὐτοῦ θεῖον θέλημα, Μᾶρκε λιταῖς σου πρὸς Αὐτὸν, Ὃν ἠγάπησας πόθῳ τρισόλβιε.
Στερέωσον, τοὺς τιμῶντας Ὅσιε, τὴν σὴν μνήμην ἐν ᾠδαῖς ἐγκωμίων· ὅτι πολύ, πολεμούμεθα πάντες, ἐν πειρασμοῖς ἀσθενείαις οἱ δείλαιοι· σὺ πέλεις ὄντως ἀσθενῶν, ὑπομονῆς τὸ ὑπόδειγμα ἔνδοξε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε, οἱ πιστοὶ πανάχραντε, Σῶν θαυμάτων μελετῶντες τὸν πλοῦτον· ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ διὰ Σοῦ ἐλυτρώθημεν, ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.
Διάνοιξον, τὴν ἀκοὴν τῆς ψυχῆς μου Μᾶρκε θεόφρον, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης θερμότατος, καὶ γνώσομαι τὰς βουλὰς τοῦ Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν κωφῶν ἀνεδείχθης ὁ στέφανος Ὅσιε, καὶ πασχόντων ὑπόδειγμα σεπτὸν καὶ ἐντρύφημα, τῶν πιστῶν δὲ ὑπομονῆς ὁ τύπος καὶ φωστήρ· ηὐχαρίστεις γὰρ ἐν πειρασμοῖς, τῷ Θεανθρώπῳ Χριστῷ, τῷ παθόντι ὑπὲρ ἡμῶν· στήριξον Μᾶρκε θεῖε, σαῖς λιταῖς πρὸς τὸν Λόγον, ἐν πειρασμοῖς τοὺς εὐσεβῶς, ἀνυμνοῦντάς σε πανέντιμε.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον (Ζ΄, 31-37)
Τῷ καιρῷ ἐκείνῳ, πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι. καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μᾶρκε τὰ οὐράνια, ἐπιποθῶν ἐκ καρδίας, εἰς ὁσίους ἔσπευσας, μιμηθῆναι τούτων θεῖα παλαίσματα· ἐν χαρᾷ πέποιθας, ὅτι πᾶσα δόσις, ἀλγεινή τε καὶ εὐάρεστος, ἀνθρώποις δίδοται, ἐξ ἀγάπης ὄντως τοῦ Κτίσαντος· διὸ καὶ καθυπέμεινας, τὴν τῶν ὤτων σώματος στέρησιν· ὅθεν ἠξιώθης, ἀκούειν ἐν καρδίᾳ τοῦ Θεοῦ, καὶ τῶν Ἀγγέλων μελίσματα, καὶ Ἁγίων ᾄσματα.









ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεσίτευσον Κυρίῳ ὑπὲρ ἁμαρτανόντων τοῦ ἀνοιγῆναι ψυχῆς τὰ ὦτα θεῖε Μᾶρκε, καὶ δὸς τοῖς σὲ ὑμνοῦσι, τοῦ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοῦν ἔνθεον ὦ Μᾶρκε ἡμῖν λιταῖς σου δίδου τοῦ ὑπομένειν δεινὰ καὶ στήριξον ἐν πόνοις, καὶ θλίψεσι ποικίλαις, τοὺς ἐκβοῶντας ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ Κύριος τῆς δόξης διήνοιξε τοῦ Μάρκου τὴν ἀκοὴν τῆς ψυχῆς, ἀκούειν ἐνδομύχως, λυτρώσεως τοὺς λόγους, καὶ ἐκβοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὲ τοῦ Ζωοδότου ἐλευθέρωσον πάντας ἐκ τῶν δεσμῶν τῶν παθῶν, καὶ πύλην μετανοίας, ὑπάνοιξον ὦ Μῆτερ, τοῖς βοῶσι τῷ Τόκῳ Σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀνανεοῦμαι, καθορῶν σε σεπτὲ Μᾶρκε, ἐν χαρᾷ ὑπομένοντα θλίψεις, καὶ δοξολογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεσμῶν κακίας, τοὺς εὐφημοῦντάς σε Μᾶρκε, ἐλευθέρωσον εὐχαῖς σου πρὸς Λόγον· Ὃν ἀκαταπαύστως, ὑμνοῦμεν εἰς αἰῶνας.
Ὡραϊσμένη, τῇ Παρακλήτου δυνάμει, ἡ ψυχή σου ἐβόα ὦ Μᾶρκε· Σοὶ Χριστὲ λατρεύω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νίκας Παρθένε, τοῖς Σὲ τιμῶσιν ἀξίως, χορηγεῖς Σαῖς πρεσβείαις πρὸς Λόγον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύϊ Παρακλήτου, ὦ Μᾶρκε ἐγεγόνεις, πειραζόμενοις ἀλείπτης καὶ μέγας φωστήρ, καθοδηγῶν ὑπομένειν, αὐτοὺς ἀλγήματα.
Κατάνυξιν παράσχου, ἐμοὶ τῷ ἀθλίῳ, ταῖς σαῖς πρεσβείαις ὦ Μᾶρκε Χριστοῦ μιμητά, ἐσταυρωμένε τῷ κόσμῳ, καὶ τρισμακάριστε.
Ὁδήγησον ὦ Μᾶρκε, ψυχὰς τῶν σὲ ὑμνούντων, τοῦ ὑπομένειν ἀνδρείως δεινὰς συμφοράς, καὶ ἐκζητεῖν τοὺ Κυρίου, τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Δεσπότην δανεισθέντα, ἐκ Σοῦ ἀνθρώπων φύσις, καθικετεύοις Παρθένε ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι πταισμάτων, καὶ πάσης θλίψεως.






Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, Μᾶρκε θεοφόρε, ὑπομείνας πάθος δεινόν· χαίροις ἐν καρδίᾳ, ἐγγράψας θεῖον λόγον, κωφῶν μέγα προστάτα, καὶ καταφύγιον.
Δεῦτε ἀνυμνήσωμεν εὐλαβῶς, Μᾶρκον κωφῶν κλέος, ἀσκουμένων ὑπογραμμόν, τῶν ἐν ἀσθενείαις, ὑπόδειγμα καὶ τύπον, καὶ τῶν πειραζομένων, τὸ θεῖον πρότυπον.
Χάριτι Κυρίου τῆς ἀκοῆς, ὑπέμεινε Μᾶρκος, τὴν ἀφαίρεσιν ὡς Θεοῦ, δῶρον τῆς προνοίας, αὐτοῦ πρὸς σωτηρίαν, καὶ ἄθλησιν ἁγίαν, καὶ δόξαν ἄφθιτον.
Μᾶρκε τὸ ὑπόδειγμα τῶν κωφῶν, πρέσβευε ἀπαύστως, λυτρωθῆναι ἐκ πειρασμῶν, κωφοὺς καὶ ἀλάλους, τοὺς σὲ τιμῶντας ὕμνοις, καὶ ἐπικαλουμένους, Χριστοῦ τὴν δύναμιν.
Σπεῦσον Μᾶρκε ἔνδοξε ἀσκητά, λιταῖς σου πρὸς Λόγον, διασῶσαι ἐκ πειρασμῶν, σατᾶν ψυχοκτόνου, κωφοὺς τοὺς ἀγαπῶντας, Χριστὸν τὸν ἀθλοθέτην, καὶ σὲ πανεύφημε.
Τιμήσωμεν Μᾶρκον τὸν ἀσκητήν, ἐν ὕμνοις ἐνθέοις, τὸ ὑπόδειγμα τῶν κωφῶν, τὸν ἀξιωθέντα, ἀκούειν ἐν καρδίᾳ, τοὺς λόγους τοῦ Κυρίου, χάριτι Πνεύματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἀριστέα τῶν κωφῶν, Μᾶρκον τῆς ἐρήμου τὸ κλέος, ὑπομονῆς τε καρπόν, ὕμνοις εὐφημήσωμεν, καὶ μεγαλύνωμεν, ὡς Χριστοῦ ἀφομοίωμα, κωφῶν θεῖον στῦλον, πρότυπον τῆς πίστεως, Σταυροῦ τὸ δώρημα, μέγαν, ἀσκουμένων προστάτην, καὶ τῶν ἐν ταῖς θλίψεσιν ὄτων, ἀσφαλῆ παράκλητον πρὸς Κύριον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου