Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 23. ΑΓΙΟΣ ΝΗΦΩΝ ΚΩΝΣΤΑΝΤΙΑΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ 23!!
ΝΗΦΩΝ ΚΩΝΣΤΑΝΤΙΑΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ιωάννης Δημητριάδης·


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστώμεν γ΄ Προεόρτια και γ΄ τοῦ Αγίου. Προεόρτια. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθεὶς
Τοῦ Ἡσαΐου φωνὴ ἀποπληροῦται· ἰδοὺ ἡ Παρθένος γάρ, τὸν ἀπερίληπτον, περιγραφόμενον σώματι, ἐν μήτρᾳ φέρει, καὶ παραδόξως τεκεῖν ἐπείγεται, θεόδεκτον Σπήλαιον προευτρεπίσθητι, ἡ Βηθλεὲμ ἑτοιμάσθητι· ὁ Βασιλεὺς γάρ, σὲ ᾑρετίσατο εἰς κατοίκησιν. Δέχου ἡ φάτνη σπαργανούμενον, βρέφος Χριστὸν λύειν μέλλοντα, τὰς σειράς τῶν πταισμάτων, τῶν ἀνθρώπων ἀγαθότητι.

Ἡ φωτεινή τε καὶ ἔμψυχος νεφέλη, τὸν ὄμβρον βαστάζουσα τὸν ἐπουράνιον, τοῦτον ἐν γῇ νῦν προέρχεται, ἐναποστάξαι, ὅπως ἀρδεύσῃ ταύτης τὸ πρόσωπον. Τὸ ἔαρ τῆς χάριτος, ἡ νοητὴ χελιδών, ἔνδον ἐν σπλάγχνοις κατέχουσα, ἀρρήτῳ λόγῳ, ἐναποτίκτει χειμῶνα ἄθεον, διασκεδάζον, τὸ Παλάτιον, τὸ καθαρὸν καὶ ἀμίαντον, Βασιλέα Σπηλαίῳ, ἐπεισάγει σωματούμενον.

Συναπεγράφης τοῖςδούλοις ὁ Δεσπότης, πταισμάτων χειρόγραφον, σχίσαι βουλόμενος, καὶ ἀπογράψασθαι ἅπαντας, ἐν βίβλῳ ζώντων, θανατωθέντας κλοπῇ τοῦ ὄφεως· Παρθένος δὲ φέρει σε, τὸν πάντα φέροντα, σάρκα θνητὴν περικείμενον, καὶ καταλύειν, σμικρῷ Σπηλαίῳ· ἐπευδοκήσαντα· ὃν γεννηθέντα, τάξεις ἄνωθεν, Ἀγγελικαὶ ἀνυμνήσουσι, μετὰ θείων Ποιμένων, ἐκπληττόμεναι τὸ κράτος σου.

Καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν ἀρετὴν παιδιόθεν Πάτερ ἐφίλησας, καὶ τῷ Θεῷ προσῆξας, ὥσπερ ζῶσαν θυσίαν, τὰς ἀπαρχὰς τοῦ βίου σου τοῦ σεπτού, εἰ καὶ φθόνῳ τοῦ δαίμονος, τῆς καὶ εὐθεῖαν ἐξέκλινας, ἣν σοφέ, Νήφων αὖθις ἐπανέλαβες.

Ὥσπερ ὁπλίτης γενναῖος μάκαρ ἀντέκρωσας, τὸν πρώην τρώσαντά σε, καὶ τὸν στέφανον ἤρω, παρὰ χειρὸς τοῦ Κτίστου, Ὃν ἐσαεί, Νήφων θεῖε ἱκέτευε, ὡς ἱεράρχης ὑπάρχων ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων πιστῶς.

Λουτρῷ τῷ θείῳ χιτῶνα ἀπεκδυσάμενος, τὸν ἐκ τῆς ἁμαρτίας, ἐνεδύθης τὴν χάριν, τοῦ Πνεύματος θεόφρον, μεθ’ ἧς τὸν ἐχθρόν, καὶ τὰ πάθη ἐνέκρωσας, καὶ εἰς λυχνίαν ἐτέθης παρὰ Χριστοῦ, οἷα φῶς φωτίζειν ἅπαντας.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε τῶν πιστῶν τὰ πλήθη, τοῦ κλεινοῦ ἱεράρχου Νήφωνος, τῆν ἐτήσιον μνήμην πνευματικῶς τελέσωμεν, ἐγκωμιάζοντες αὐτὸν καὶ λέγοντες· χαίροις, ὁ τὸν παλαμναῖον δράκοντα καταισχύνας, καὶ ματαιώσας τὰς τούτου πανουργίας· χαίροις, ὁ τὴν εὐσεβείαν τρανώσας, καὶ τοὺς πιστοὺς ὁδηγήσας, εἰς πόλιν τὴν οὐράνιον, διὰ τῆς τοῦ βίου σου λαμπρότητος, καὶ τῇ συνεχῇ διδασκαλίᾳ. Ἀλλὰ πρέσβευε ἁγιώτατε Πάτερ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν πανσεβάσμιον μνήμην σου.



Καὶ νῦν. Προεόρτιον. Ἦχος β΄.
Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστὲ
Ἡ ἄπειρος σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, ἐκ Παρθένου, ᾠκοδόμησε Χριστός, καὶ ἔρχεται ἐν φάτνῃ ἀλόγων καὶ Σπηλαίῳ, σαρκὶ τεχθῆναι ὑπὲρ ἔννοιαν.

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ὡράθης τοῖς Προφήταις Χριστέ, ὡς θέμις ἦν θεάσασθαι, σὲ τὸν Κτίστην· ἐν ἐσχάτοις δὲ καιροῖς, τοῖςπᾶσιν ἐπεφάνης, ἀνθρώποις ἐν τῇ πόλει, τῇΒηθλεὲμ βροτός γενόμενος.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.
Διέδραμε μηνύων ἀστήρ, τὸν Ἥλιον τῆς δόξης Χριστόν, Ἀστρολόγους ἐν τῇ πόλει Βηθλεέμ· καὶ Ἄγγελοι Ποιμένας, νῦν εὐαγγελιοῦνται· μεθ' ὧν συνδράμωμεν θεόφρονες.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄.
Τὸ ἐπίμονον ἐν τοῖς ἀσκητικοῖς ἀγῶσι, καὶ καρτερικὸν ἐν ταῖς προσευχαῖς, τὸ ἀείῤῥουν τῶν δακρύων, καὶ ἡ ἐπίτασις τῆς νηστείας, ἡ ἐν εὐχαριστίαις ὑπομονὴ τῶν ἐπερχομένων, καὶ τῆς ἐλεημοσύνης ἡ δαψίλεια, κατέστησάν σε περίβλεπτον τοῖς πᾶσι, καὶ ἀνύψωσαν τὸν νοῦν σου τῆς τῶν γηΐνων προσπαθείας, ἱεράρχα Νήφων ἔνδοξε. Διὸ καὶ χαίρων τῷ Πνεύματι ἐβόας μακάριε· δόξα σοι Χριστὲ Βασιελῦ, ὁ μὴ ἀπολιμπάνων εἰς τέλος, τοὺς εἰς σὲ ἐλπίζοντας.

Καὶ νῦν. Προεόρτιον. Ἦχος γ΄.
Εὐτρεπίζου Βηθλεέμ· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἑτοιμάζου Ἐφραθᾶ· ἀνανεοῦται γὰρ ὁ Ἀδάμ, καὶ ἡ Εὔα σὺν αὐτῷ· ἡ κατάρα γὰρ λέλυται, ἡ σωτηρία ἐν κόσμῳ ἐξήνθησε, καὶ ψυχαὶ τῶν Δικαίων εὐτρεπίζονται, ὡς προῖκα δωροφορίας, ἀντὶ μύρου τὸν ὕμνον προσάγουσαι, σωτηρίαν ψυχῆς, καὶ ἀφθαρσίαν κομιζόμεναι. Ἰδοὺ γὰρ ἐν φάτνῃ ἀνακείμενος, προτρέπει ὑμνῳδίαν πνευματικὴν ἐπιτελέσαι, τους βοῶντας ἀπαύστως· Κύριε δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ θείῳ βαπτίσματι ἀποκαθαίρας σοφέ, τὰ πρώην προστρίμματα καὶ τῇ ἀσκήσει ἐκδούς, σαὐτὸν Νήφων ἔνδοξε, πάσας τε τὰς προλήψεις, ἐξηφάνισας ὅθεν, ποίμνης των ὀρθοδόξων, ἱεράρχης ἐγένου, πρεσβεύων τῷ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα· Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἀπόλυσις.

Ἐν τοῖς ἀποδείπνοις

Ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς: Προσάββατόν τε
ᾨδὴ ε' Ἦχος πλ. β'. Ὁ Εἱρμὸς
Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα. Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.
υφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, σῶμα καὶ ψυχήν, Βηθλεὲμ πρὸς τὴν πόλιν ἀνέλθωμεν, τὸν Δεσπότην τικτόμενον ὀψόμενοι.
ρᾶτε φίλοι, μάτην μὴ θροεῖσθε· ὁ γὰρ ἄφρων Ἡρῴδης, θρασύνεται τὸν Κτίστην, κτεῖναι τεχθέντα· ἀλλ' αὐτὸς ὡς ζωῆς καὶ θανάτου κρατῶν, ζῇ καὶ σῴζει, τὸν κόσμον ὡς φιλάνθρωπος.

ᾨδὴ η' Ὁ Εἱρμὸς
Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν· κατὰ Χριστοῦ δὲ φρυαττόμενος, Ἡρῴδης θρασύνεται, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα Κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
πὸ βλεφάρων ῥαθυμίας, ὕπνον πάντα πιστοὶ τινάξωμεν· ἐν προσευχῇ δὲ γρηγορῶμεν, πειρασμοὺς ἀποτρέποντες τοὺς ἐκ τοῦ πονηροῦ, καὶ σὺν Ποιμέσι, θεαταὶ τῆς δόξης δειχθῶμεν, Χριστοῦ τεχθέντος· ὃν ὑμνεῖ δοξάζουσα πᾶσα ἡ κτίσις.
Βέβηλον ἔπος ἐκ χειλέων, προϊέναι πιστοὶ κωλύσωμεν, λόγους εὐφήμους μελετήσαντες·Χριστῷ δὲ προσάξωμεν, τῷ λύσαντι ἡμᾶς τῆς ἀλογίας, ἐν ἀλόγοις κειμένῳ φάτνῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Βάθος σοφίας, καὶ τῆς γνώσεως τοῦ Κτίστου, τὶς ἐρευνήσει βροτῶν; Θεοῦ κριμάτων τὶς τὴν ἄβυσσον, σοφὸς καταλήψεται; δι' ὧν τοὺς οὐρανοὺς κλίνας, τοῖς βροτοῖς σαρκοφόρος συνανεστράφη· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
παγορεύειν σαρκικῶν παθῶν, καὶ κόσμου τερπνῶν σπουδάσωμεν, πνευματικῶν δὲ ἀντισχώμεθα, φροντίδων θεόφρονες, ἀξίους ἑαυτοὺς τῷ τικτομένῳ, παριστῶντες ἐξ ἔργων Δεσπότῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
λέθριον δόγμα τοῦ δυσμενοῦς, συνταραττομένου, τῇΓεννήσει τοῦ Ἰησοῦ, Νηπίων ἀκάκων, ἀπειργάσατο φόνον, ἡμεῖς δὲ τὸν τεχθέντα, πιστοὶ τιμήσωμεν.
Νόμους τοὺς τῆς φύσεως ἀδικῶν, καὶ θεσμοὺς τοὺς θείους, ἀθετῶν Ἡρῴδης δεινός, μητέρας ἀνόμως, ἠτέκνωσε καὶ βρέφη, ἀνεῖλεν ἀναιτίως, διὰ τὴν πάντων Ζωήν.
Τοῖς ἔθνεσιν ἤνοικται τῆς Ἐδέμ, πύλη τικτομένου, ἐν Σπηλαίῳ τοῦ Λυτρωτοῦ· πηγή τε διψῶσιν, ἀθανασίας βλύζει, ὁ Κύριος τῆς δόξης, ὃν μεγαλύνομεν.
κύκλουν ὡς Θρόνον χερουβικόν, Ἄγγελοι τὴν φάτνην· τὸ γὰρ Σπήλαιον οὐρανόν, ἑώρων κειμένου, ἐν αὐτῷ τοῦ Δεσπότου, καί, Δόξα ἐν ὑψίστοις, Θεῷ ἐκραύγαζον.





ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη ἡ σεπτή, τοῦ κλεινοῦ Ἱεράρχου, εὐφραίνει μυστικῶς, τὰς ψυχὰς τῶν ὑμνούντων, αὐτὸν μετὰ πίστεως, καὶ παρέχει ἰάματα, τοῖς νοσοῦσί τε, καὶ τῶν δεινῶν ἐκλυτροῦται, ὅθεν ἅπαντες, εὐσεβοφρόνως ἐν ὕμνοις, αὐτὸν εὐφημήσωμεν.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Βηθλεὲμ ἑτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος· ἰδοὺ γὰρ ἔρχεται πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Χριστὸν ὃν ἐν τῷ Σπηλαίῳ, γεννήσει καὶ μετὰ τόκον, ἀεὶ Παρθένος ὀφθήσεται.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὰς μεθόδους τοῦ ἐχθροῦ, πάσας σοφὲ κατανοῶν, ἐπεδίδους σεαὐτόν, εἰς πᾶσαν ἄσκησιν στεῤῥῶς, ἀπονεκρώνων τὰ πάθη τὰ ψυχοφθόρα, ὁρῶν δὲ ὁ ἐχθρός, κατεβρυχᾶτο δεινῶς, καὶ μείζονα ἐν σοί, πόλεμον αἴρει φρικτῶς, σὺ δ’ ὅμως τοῦτον ᾔσχυνας, σχολάζων τῇ προσευχῇ πρὸς τὸν Κύριον, ᾯ μὴ ἐλλίπῃς, πρεσβεύειν Νήφων, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. β'. Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Ἐκ τῆς Περσίδος Βασιλεῖς, χρυσὸν σμύρναν καὶ λίβανον, τῷ κυηθέντι Βασιλεῖ, καὶ Θεῷ προσῆξαν πάλαι· ἡμεῖς δὲ νῦν προεορτάζοντες αὐτοῦ τὴν Γέννησιν, εὐσεβοφρόνως ἐκ ψυχῆς, πίστιν ἐλπίδα ἀγάπην, προσφέρωμεν αὐτῷ, τὴν Παρθένον

Εἶτα οἱ Κανόνες, οἱ Προεόρτιοι β΄, καὶ τοῦ Ἁγίου.
Ὁ α΄ κανὼν Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ποίημα Ἰωσὴφ
ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
Ἄτριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ· Τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ἄναρχος ὢν τῇφύσει, ἀρχὴν ὁ πρὸ αἰώνων λαμβάνει Λόγος, ἐν Βηθλεὲμ τικτόμενος σαρκί, τούτου τὰ Γενέθλια προεορτάσωμεν.
Βλέψωμεν διανοίας, τοῖς ὄμμασι πρὸς πόλιν τῆς Ἰουδαίας, πορευομένην τέξαι τὴν Ἁγνήν, ἧς τὸν τόκον πόῤῥωθεν ἀστὴρ ἐμήνυσε.
Γνόντες σε Βασιλέα, ἐν γῇ ἀποτικτόμενον ἐκ Παρθένου, οἱ Βασιλεῖς Περσῶν Λόγε Θεοῦ, μετὰ δώρων σπεύδουσι τοῦ προσκυνῆσαί σε.

Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον·Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.
Παρθενικῆς ἐκ Νεφέλης μέγας ἡμῖν, ἀνατέλλει Ἥλιος, Ἰησοῦς ὁ φωτισμός, οἱ ἐν σκότει ᾄσωμεν αὐτῷ, αὐγαζόμενοι φαιδρῶς, ταῖς τούτου λάμψεσιν.
Ἡ τῶν ἐθνῶν προσδοκία, ὁ Βασιλεύς, τῆς εἰρήνης ἔρχεται, τὸν πολέμιον ἑλεῖν· Ὑπαντῆσαι σπεύσωμεν αὐτῷ, τικτομένῳ Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Προφητικαὶ περαιοῦνται θεῖαι φωναί, τὴν φρικτὴν ἀνάδειξιν, προσημαίνουσαι Χριστοῦ· ἡ Ἀμνὰς ἐγγίζει γὰρ τεκεῖν, τὸν Ἀμνὸν καὶ Λυτρωτήν, καὶ πάντων Κύριον.
Θεοτοκίον
Σὲ τὴν Ἁγνὴν τοῦ Δεσπότου Περιστεράν, τὴν σεμνὴν καὶ ἄμωμον, καὶ καλὴν ἐν γυναιξίν, ὡς τῶν ὅλων τέξασαν Θεόν, μακαρίζομεν πιστῶς, Θεομακάριστε.




Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νήφωνα θεῖον Ἱεράρχην ὑμνῶ. Ἰωάννου Μ. Ν.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νοός μου τὴν ζόφωσιν, τῇ χάριτί σου ἀπέλασον, καὶ φώτισον Ἅγιε, Νήφων μακάριε, ὅπως πλέξω σοι, ᾠδὴν εἰς εὐφημίαν, καὶ ἔπαινον τείνουσαν, σὸν καὶ τῶν πόνων σου.
δέων τὰ θέλγητρα, διεκφυγὼν θείᾳ χάριτι, ἀσκήσει ἐκδέδωκας, ἀνδρειοτάτως σαὐτόν, καὶ κατήσχυνας, τὸν πρώην πλήξαντά σε, καὶ ᾖρας τὸ τρόπαιον, Νήφων μακάριε.
Φωνὴν ὡς ἀκήκοας, μὴ ὁ πεσὼν οὐκ ἀνίσταται, εὐθέως προσέτρεξας, ἐν τῷ νόμῳ τοῦ Θεοῦ, ὑπισχνούμενος, Θεῷ τῷ φιλανθρώπῳ, μετάνοιαν ἔμπονον, ἣν καὶ ἐνέδειξας.
Θεοτοκίον.
ράϊσμα πέλουσα, τοῦ οὐρανοῦ Μητροπάρθενε, καὶ πάσης τῆς κτίσεως, τὴν μοχθηράν μου ψυχήν, καθωράϊσον, τῇ χάριτί σου Κόρη, ἐργάτην δεικνύουσα, τῶν θείων πράξεων.

Προεόρτιος. ᾨδὴ γ' Ὁ Εἱρμὸς
Τόξον συνετρίβη δυναστῶν, τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.
Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια.
Ἔρχῃ καταλῦσαι ἐν σμικρῷ, Σπηλαίῳ Βασιλεῦ, πλουτίζων με Ἰησοῦ, τῇπολλῇ πτωχείᾳ σου.
Ζόφου ἐξαιρούμενος ἡμᾶς, κακίας ὁ Χριστός, προέρχεται σαρκί, τεχθῆναι ὡς ἄνθρωπος.

Ἕτερος. Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Ὁ λόγῳ τείνας οὐρανόν, ὑπεισέρχῃ Σπηλαίῳ, καὶ ἀλόγων ἐν φάτνῃ, ἀνακέκλισαι Χριστέ, τῆς ἀλογίας ἡμᾶς, διὰ σπλάγχνα, θέλων ἐκλυτρώσασθαι.
Βοᾷ Προφήτης ἐμφανῶς· ὁ Θεὸς ἡμῶν οὗτος, λογισθήσεται οὐδείς, ἕτερός τις πρὸς αὐτόν, ἐξεῦρε πᾶσαν ὁδόν, ἐπιστήμης, τοῖςβροτοῖς ἑνούμενος.
Οὐ φέρει βλέπειν Χερουβίμ· καὶ πῶς φέρει σε φάτνη, τὸν ἀχώρητον φύσει, διὰ ἔλεος πολύ, τικτόμενον δι' ἡμᾶς, ἐκ Παρθένου, Κύριε φιλάνθρωπε;
Θεοτοκίον
Προεῖδεν Ὄρος σὲ ποτέ, Δανιὴλ ὁ Προφήτης, ἐξ οὗ λίθος ἐτμήθη, Θεοτόκε τοὺς βωμούς, λεπτύνας καὶ καθελών, τῶν εἰδώλων, πάναγνε Θεόνυμφε.

Καὶ τοῦ Ἁγίου. Τοὺς σοὺς ὑμνολόγους.
Νηστείαις ἀεὶ καὶ ἀγρυπνίαις, συζῶν καὶ εὐχαῖς προσκατερῶν, ἐν τοῖς ναοῖς και οἴκαδε, πρὸς σεαὐτὸν ἐφείλκυσας, τὴν χάριν τὴν τοῦ Πνεύματος, δι’ ἧς ἐνήργεις θαυμάσια.
γνείαν φιλήσας ὑπὲρ πάντα, ὦ Νήφων μακάριε σαφῶς, μετὰ τὸ θεῖον Βάπτισμα, δογμάτων τε ἀκρίβειαν, ἀρχιερεὺς γεγένησαι, τῇ θείᾳ ψήφῳ ὡς ἄξιος.
Θεάματα ξένα ἐθεώρεις, ὡς ὅλος ἁγνὸς καὶ καθαρός, καὶ τοῖς προβάλλουσιν ἱστόρεις πρὸς ὠφέλειαν, οἱ τὸν Θεὸν ἐδόξαζον, καὶ πρὸς Αὐτὸν ἐπεκτείνοντο.
Θεοτοκίον.
ξέβην τῶν ὑποσχέσεών μου, καὶ πράττων ἁγνὴ ἃ οὐκ ἐξόν, ἀλλά μου ἀντιλήφθητι, καὶ αὖθις ἐπανάγαγε, πρὸς τὴν ὁδὸν τὴν κρείττονα, ὡς ἂν πλησθῶ θείας χάριτος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Διαθέμενος Πάτερ ἐν σῇ ψυχῇ, ἀναβάσεις ἐνθέως ὥσπερ φησί, Δαβὶδ ὁ σοφώτατος τὴν κοιλάδα διέπλευσας, τὴν τοῦ κλαυθμῶνος τάυτην, γαλήνῃ κοσμούμενος, Θεὸν γὰρ ἀντιλήπτορα, ἐπλούτησας Ὅσιε, πάσας γὰρ τὰς τούτου ἐντολὰς ὡς ἐχέφρων, εἰργάσαι πανεύφημε, διὰ τοῦτο τῆς δόξης νῦν, ἀπολαύεις αὐτοῦ φαιδρῶς, ἧς ἀξιωθῆναι ἡμᾶς, τοὺς τὴν πανίερον μνήμην τελοῦντάς σου.
Δόξα... Καὶ νῦν ... Προεόρτιον. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.

Προεόρτιος. ᾨδὴ δ' Ὁ Εἱρμὸς
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.
Ἡ Κτίσις εὐφραινέσθω ἅπασα· ὁ γὰρ Κτίστης ἰδοὺ γεννᾶται, ἐν Βηθλεὲμ νήπιος, ὁρώμενος ὁ πρὸ αἰώνων σαρκί, καὶ σπαργάνοις ἐνειλίσσεται, σειρὰς πταισμάτων λύων ὡς φιλάνθρωπος.
Θαμβεῖται ἐννοῶν πᾷς ἄνθρωπος, πῶς ὁ πλούσιος ἐν ἐλέει, πτωχεῦσαι νῦν ἔρχεται, καὶ καταλῦσαι ἐν Σπηλαίῳ, ἡμᾶς τοὺς κλοπῇ δεινῶς πτωχεύσαντας, καταπλουτίσαι θέλων ἀγαθότητι.
Ἰλὺϊ ἐμπαγέντας Κύριε, ἁμαρτίας κακοφροσύνῃ, ἠλέησας, ᾤκτειρας, καὶ ἐπεσκέψω, καὶ εἰσέδυς Ἁγνῆς, Παναγίας μήτραν Ἅγιε, ἥτις σε ἐν Σπηλαίῳ τίκτειν ἔρχεται.
Θεοτοκίον
Κατάρας παλαιὰς λυτρούμενος, τὸ ἀνθρώπινον ὁ Δεσπότης, ἐκ σοῦ σαρκὶ τίκτεται, Πανάχραντε εὐλογημένη· διὸ ἐν αἰνέσει σε δοξάζομεν, δόξαν ἡμῶν, καὶ καύχημα τυγχάνουσαν.

Ἄλλος. Χριστός μου δύναμις
Ἰδοὺ ἀνέτειλε, τὸ ἄστρον πόῤῥωθεν, ὃ προήγγελται πάλαι ἐξ Ἰακώβ· ἄνθρωπος γενόμενος, ὁ ἀπερίληπτος Θεός, καὶ ὁρᾶται σπαργανούμενος.
Ὁ πάντων Κύριος, ἡ ἀπολύτρωσις, ὁραθήσεται βρέφος, Παρθενικοῖς, κόλποις καθεζόμενος, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρός, ὡς Υἱὸς ἀναπαυόμενος.
Ἐδὲμ κλεισθεῖσά μοι, κλαπέντι βρώσει ποτέ, διανοίχθητι· νῦν γὰρ ἐν Βηθλεέμ, τίκτεται φορέσας με, ὁ ἀφορίσας με τῆς σῆς, ἀνωδύνου ἀπολαύσεως.
Θεοτοκίον
Προφήτης Πνεύματι, προεθεάσατο, Ἀββακοὺμ σε Παρθένε, Ὄρος Θεοῦ, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Ἁγίου. Ὁ καθήμενος ἐν δόξῃ.
μειρόμενος τῆς ἄνω, ἀπολαῦσαι λαμπρότητος, ἔσπευσας τὸ χεῖρον, Πάτερ ὑποτάξαι τῷ κρείττονι, καὶ τὴν ψυχήν σου καθάρας, τοῦ κραυγάζειν ἀπαύστως· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Οὐρανόθεν ἐμυήθης, ὅτι πάντα τὰ βήματα, τῶν ἀπερχομένων, ἐν ναῷ Κυρίου οἱ Ἄγγελοι, ἀπαριθμοῦσι διόπερ εἰσερχόμενος, ἀνεκράυγαζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Νήφων πάντοτε θεόφρον, καὶ Θεὸν ἱλεούμενος, ὑπὲρ τῶν τοῦ πρώην, βίου κηλίδων διήρχεσο, καὶ τὰς θυσίας προσάγων τῷ Σωτῆρί σου, πάντας ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεοτοκίον.
Ἵνα Κόρη σοῦ τὴν δόξαν, μετὰ θάνατον ὅψωμαι, κάθαρόν με ἐνταῦθα, πάντα γὰρ ἰσχύεις πανάμωμε, καὶ τῷ Υἱῷ σου οἰκεῖόν με ἀνάδειξον, ὅπως μέλπω σοι· χαῖρε ἡ μόνη Μητροπάρθενος.

Προεόρτιος. ᾨδὴ ε' Ὁ Εἱρμὸς
Ὁ ἄνθραξ τῷ Ἡσαΐα προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖςἐν σκότει πεπλανημένοις, θεογνωσίας φωτισμὸν δωρούμενος.
Λυτροῦσαι τῶν ἀμετρήτων με κακῶν Κύριε, ὑπερβολῇ ὡς ἀγαθὸς χρηστότητος, ἐν Σπηλαίῳ ἐκ τῆς Παρθένου ἐν Βηθλεέμ, ἀποτεχθεὶς ὡς ἄνθρωπος.
Μετὰ σαρκὸς νῦν προελθὼν ὁ Κύριος, δι' εὐσπλαγχνίαν τοὺς βροτοὺς ῥυσάμενος, δυναστείας τοῦ ἀρχεκάκου, εἰς οὐρανοὺς ἀναγαγὼν ἐθέωσε.
Νῦν ἥκει ἐν ἀλλοτρίῳ, ὁ Χριστὸς σώματι, ἐν τοῖς ἰδίοις, ξενωθῶμεν ἅπαντες, τῶν ἀτίμων παθῶν, καὶ τοῦτον δεξώμεθα, σαρκὶ τικτόμενον.

Ἕτερος. Τῷ θείῳ φέγγει σου Ἀγαθὲ
Τοῦ Ἐφραθᾶ οἶκος Βηθλεέμ, Ἄρχων ἐξελεύσεται ἐκ σοῦ, ἐν Ἰσραὴλ προσκαλούμενος, Ἔθνη ἀπωσμένα, ὡς προηγόρευσεν, ἐν Πνεύματι Μιχαίας, καταυγαζόμενος.
Ποιμᾶναι ποίμνιον ἑαυτοῦ, μόνος ἐν ἰσχὺϊ Ἰησοῦς, ἐκ τῆς Παρθένου τεχθήσεται, ἄκρων ἕως γῆς δὲ μεγαλυνθήσεται, Προφήτης θεηγόρος, πάλαι προήγγειλε.
Θεὸς ἀνθρώποις ὁμοιωθείς, πτωχεύει σαρκί, ἵνα ἡμᾶς, καταπλουτίσῃ τῇδόξῃ αὐτοῦ, καὶ Σπηλαίῳ τίκτεται ὁ ἀχώρητος, τοῦτον εὐθείᾳ γνώμῃ ὑποδεξώμεθα.
Θεοτοκίον
Ῥομφαῖαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον· Σὺ γὰρ τὸν ἁπάντων Θεὸν ἐκύησας, τὸν λόγχῃ καθελόντα τούτου τὸ φρύαγμα.

Καὶ τοῦ Ἁγίου. Ἐξέστη τὰ σύμπαντα.
ξέστησαν Ἄγγελοι, ἐπὶ τῷ θείῳ βίῳ σου, πᾶσαι δὲ πληθὺς ἡ τῶν ἀνθρώπων, ὁρῶντες Πάτερ, τοὺς σοὺς ἀγῶνας Θεόν, προφρόνως ἐδόξαζον διό, ἐπὶ γῆς δεδόξασαι, καὶ ἐν πόλῳ μακάριε.
αδίως ἐξέφυγες, τοῦ πονηροῦ τὰ θήρατρα, βᾶσιν τὴν ταπείνωσιν ὡς ἔχων, σὺν τῇ νηστείᾳ ὁμοῦ καὶ προσευχῇ, ὦ Νήφων πανεύφημε διό, πόθῳ ἀνυμνοῦμέν σε, καὶ φαιδρῶς ἑορτάζομεν.
εὶ φαιδρυνόμενος, ἀκτῖσι ταῖς τοῦ Πνεύματος, ὅλος προσχαρὴς ὑπῆρχες Πάτερ, πρᾷος εὐσχήμων, καὶ τῶν πιστῶν ἀγαθός, διδάσκαλος ἅμα καὶ ποιμήν, πάντοθεν ὠφέλειαν, προξενῶν τοῖς ὁρῶσι σε.
Θεοτοκίον.
ητόρων ἐγκώμια, οὐκ ἴσχυσάν σου πάναγνε, ὅλως τὰ παράδοξα ὑπμνῆσα, πόσῳ δὲ μᾶλλον, ἐγὼ ὁ πᾶσι πτωχός, καὶ ἄμοιρος θείων ἐννοιῶν, ὅμως σὺ Θεόνυμφε, τὴν προαίρεσιν ἄμειψαι.








Προεόρτιος. ᾨδὴ ς' Ὁ Εἱρμὸς
Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾅδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Ξενίζεται ἀκοὴ τοῦ πράγματος τὸ μέγεθος, πῶς ὁ ἀχώρητος, χωρηθεὶς ἐν μήτρᾳ ἔρχεται, τεχθῆναι δι' ἡμᾶς, ἐκ Μητρὸς νεάνιδος, οὗ τὸν τόκον ἀνύμνησαν Ἄγγελοι.
Ὁ Ἥλιος, φωτεινῇ ἐν Νεφέλῃ κρυπτόμενος, τεχθῆναι ἔρχεται, ἐν Σπηλαίῳ φανερούμενος· ἀστὴρ γὰρ φαεινός, εἰς αὐτοῦ προσκύνησιν, Βασιλεῖς ἐκ Περσίδος συνήγαγε.
Πῶς δέξεται, Βασιλεῦ σε σμικρότατον Σπήλαιον, γνώμῃ πτωχεύσαντα, τὸν πλουτίζοντα τὰ σύμπαντα; πῶς βλέψει σε βροτῶν, φύσις σωματούμενον; Προσκυνοῦμεν τήν σὴν συγκατάβασιν.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν
Ἰδοὺ εἰς τὰ ἴδια, παραγίνεται Χριστός· οἰκειωθῶμεν χάριτι, δι' ἀρετῶν ἐνθέων αὐτῷ πιστοί, καὶ τοῦτον δεξώμεθα, καὶ ψυχῇ καὶ καρδίᾳ φωτιζόμενοι.
Ἡ ῥίζα ἐβλάστησεν, Ἰεσσαὶ καὶ ἐξ αὐτῆς, ὁ προελθὼν Θεὸς ἡμῶν, ἐλπὶς ἐθνῶν ἀνάπαυσις καὶ τιμή, ὡς πάλαι προέφησεν, Ἡσαΐας ἐνθέως φωτιζόμενος.
Σειρᾶς διαλύων μου, τῶν πολλῶν ἁμαρτιῶν, ἐγκατειλίσσῃ σπάργανα, καταπλουτίζων δὲ με τὸν χαλεπῶς, κακίᾳ πτωχεύσαντα, Ἰησοῦ μου πτωχεύεις σωματούμενος.
Θεοτοκίον
Χειμάζει κλυδώνιον, ἐναντίων λογισμῶν, τὴν ταπεινὴν καρδίαν μου, τῶν πονηρῶν πνευμάτων ἐπιβουλαῖς, φιλάγαθε Δέσποινα, καταπράϋνον τοῦτο μεσιτείαις σου.

Καὶ τοῦ Ἁγίου. Τὴν θείαν ταύτην.
Χαράν, Ἀγγέλοις προξένησας, καὶ λύπην τοῖς ἐχθροῖς σου ἀνείκαστον, ὅτε ἐξέφυγες, αὐτῶν παγίδας καὶ ἔδραμες, διὰ τῆς μετανοίας, σαφῶς πρὸς Κύριον.
νοίγη Πάτερ τὰ ὄμματα, ψυχῆς σου καὶ τὰ μέλλοντα ἔβλεψας, κρίσιν καὶ κόλασιν, ἥτις ἡμᾶς ὑποδέξεται, ἐὰν μὴ ἐπειχθῶμεν ποιεῖν τὰ ὅσια.
Νοῶν ὁράσει τὴν ἄνοδον, ψυχῶν καὶ τελωνίων τὴν ἔφοδον, καὶ τὸ μεστόφοβον, λόγων καὶ ἔργων κριτήριον, ἐθρήνοις ἱεράρχα, Θεῷ εὐχόμενος.
Θεοτοκίον.
ψίστου Μήτηρ ὡς πέλουσα, Ἀγγέλων ἀσυγκρίτως ὑπέρκεισαι, καὶ πάσης πίστεως, ὁθεν εἰς σὲ ἀνεθέμεθα, ἡμῶν τὴν σωτηρίαν οἱ ἀνυμνοῦντές σε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἱεράρχης γέγονας, τῆς Ἐκκλησίας, καὶ ποιμὴν μαάριε, τοὺς εὐσεβεῖς καθοδηγῶν, εἰς Βασιλείαν οὐράνιον, ἧς τοὺς τιμῶντας, εὐχαῖς σου ἀξίωσον.
Ὁ Οἶκος.
Τῶν γεηρῶν τὸ εὐτελὲς παραβλεψάμενος, καὶ τῶν οὐρανίων ἀπρὶξ ἐνστερνισάμενος, ἔσπευσας νεκρῶσαι τὴν σάρκα τῆς τῶν παθῶν τρικυμίας, καὶ ζωῶσαι τὸ Πνεῦμα διὰ τῆς τῶν ἀρετῶν φαιδρότητος, ὅθεν τελειωθεὶς ἐν Πνεύματι, κεκλήρωσαι τὴν Βασιλείαν τὴν οὐράνιον, ἧς τοὺς τιμῶντας, εὐχαῖς σου ἀξίωσον.






Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νήφωνος, ἐπισκόπου Κωνσταντιανῆς.
Νήφων ὁ Νήφων ἀεὶ ἐν τῇ καρδίᾳ,
Χριστὸν εἰσῆξεν, οὗ νῦν ὑμνεῖ τὸ κράτος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων, τῶν ἐν Κρήτῃ μαρτυρησάντων.
Τοῦ ποιμενάρχου θρέμματα Χριστοῦ δέκα,
Εἰσηλάθη τμηθέντα μάνδρᾳ Μαρτύρων.
Εἰκάδι τῇτριτάτῃ δέκα ἐν Κρήτῃ τάμον ἄνδρας.
Οὗτοι ὑπῆρχον κατὰ τοὺς χρόνους τοῦ βασιλέως Δεκίου ἐν ἔτει 250 καταγόμενοι ἐκ τῆς νήσου Κρήτης, ἀπὸ διαφόρους πόλεις καὶ χωρία αὐτῆς· ἀπὸ μὲν τὴν Μητρόπολιν Γορτύνην ἦσαν πέντε, ὁ Θεόδουλος, ὁ Σατορνῖνος, ὁ Εὔπορος, ὁ Γελάσιος καὶ ὁ Εὐνικιανός· ἀπὸ δὲ τὴν Κνωσὸν ἦταν ὁ Ζωτίκος· ἀπὸ τὸν λιμένα τοῦ Πανόρμου ἦτον ὁ Ἀγαθόπους· ἀπὸ τὴν Κυδωνίαν ὁ Βασιλείδης· καὶ ἀπὸ τὸ Ἡράκλειον ὁ Εὐάρεστος καὶ ὁ Πόμπιος. Οὗτοι λοιπὸν παρεδόθησαν ἀπὸ τοὺς ἀπίστους, εἰς τὸν ἄρχοντα τῆς Κρήτης· ὁ δὲ ἄρχων ἐπρόσταξε τὸν δήμιον νὰ τριγυρίζη αὐτοὺς εἰς τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ ἐὰν δὲν θέλουν νὰ θυσιάσουν εἰς αὐτά, νὰ τιμωρῇ αὐτοὺς δὲ διαφόρους τιμωρίας. Εἰς διάστημα λοιπὸν τριάκοντα ὁλοκλήρων ἡμερῶν, ἐδιώκοντο οἱ τοῦ Χριστοῦ Ἀθληταὶ ἀπὸ τοὺς ἀτάκτους εἰδωλολάτρας καὶ ἐπεριπαίζοντο καὶ ἐσύροντο κατὰ γῆς ἐπάνω εἰς τὰς κοπρίας. Ὕστερον δὲ καθίσας ὁ ἄρχων ἐπὶ τοῦ κριτηρίου παρέστησεν αὐτοὺς ἔμπροσθέν του, καὶ βλέπων ὅτι εἶχον τὸ φρόνημα στερεόν, καὶ ἔμενον ἀσφαλῶς εἰς τὴν τοῦ Χριστοῦ πίστιν, ἐπρόσταξε καὶ ἐστρεβλώθησαν τὰ μέλη τῶν Ἁγίων. Καὶ ἀφοῦ μὲ πολλὰς βασάνους ἐβασανίσθησαν, τελευταῖον ἀπεκεφαλίσθησαν. Καὶ οὕτως ἔλαβον οἱ μακάριοι τοῦ μαρτυρίου τοὺς στεφάνους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Παύλου, Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.
 Ὄντως ὁ Παῦλος κατὰ Παῦλον ἣν φέρων,
Tὰ τοῦ Xριστοῦ στίγματα τῇ σαρκί ξένως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ναοὺμ τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ ἱεροκήρυκος Βουλγαρίας.
 Tὴν Bουλγαρίας γῆν ἅπασαν παμμάκαρ,
Nαοὺμ λόγοις σοῖς λαμπρύνεις καὶ θαύμασιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σχίνων ξίφει τελειοῦται.
 Oὐκ ἂν λαθοίμην οὐδέ σου Mάρτυς Σχίνων,
Tοῦ μὴ λαθόντος, ὡς ἀπετμήθης κάραν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Χρυσογόνου, ἐπάρχου πόλεως Θεσσαλονίκης.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.








Προεόρτιος. ᾨδὴ ζ' Ὁ Εἱρμὸς
Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον· Ὁ ὑπέρθεος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ῥήματα ἐκπληρῶν Θεοῦ Λόγε, ἱερωτάτων Προφητῶν, ἔρχῃ τεχθῆναι Σπηλαίῳ σπαργανωθῆναί τε ὥσπερ νήπιον, ὅπως λύσῃ μου, τὰς σειρὰς ὡς ἀγαθός, τῶν πολλῶν ἐγκλημάτων.
Στόματι οὐρανὸς κεχρημένος, ἄστρῳ μεγίστῳ ἐκβοᾷ, τὴν ἐπὶ γῆς παρουσίαν, τοῦ δι' ἡμᾶς ἀῤῥήτως πτωχεύσαντος· ᾧ χρησάμενοι ὁδηγῷ οἱ ἐκ Περσῶν, ἀφίκοντο σπουδαίως.
Τάγματα τῶν Ἀγγέλων ὑμνῆσαι, μέλλοντα τίκτεσθαι Χριστόν, νῦν εὐτρεπίζονται φόβῳ· ἀπὸ μακρὰν δὲ Μάγοι, ἀφικέσθαι τοῦ θεάσασθαι, ξένον θέαμα ἐν γῇ, Θεὸν σωματωθέντα.
Θεοτοκίον
Ὑμνοῦμέν σε τὴν πάντων αἰτίαν, τῶν ἀγαθῶν μόνη Ἁγνή· σωματοφόρον γὰρ Λόγον ὑπερβολῇ χρηστότητος τέτοκας, οὗ τὴν γέννησιν προεμήνυσεν ἀστήρ, ἐν Βηθλεὲμ τῇπόλει.

Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον
Ὁ παντέλειος τεχθήσεται ὡς νήπιον, σπαργάνοις ἐνειλούμενος, καὶ ὁ ἄναρχος, ἐκ Παρθένου λήψεται ἀρχήν, θεῶσαι τὸ πρόσλημμα ζητῶν· ἀγαλλιάσθω οὐρανός, καὶ εὐφραινέσθω ἡ γῆ.
Μεθ' ἡμῶν Θεὸς ὀφθήσεται σαρκούμενος, γνῶτε ἔθνη τὰ πολέμια, καὶ ἡττηθέντα, τῆς ἡμῶν μακρύνθητε ζωῆς· ἰδοὺ ἡ ἀνάκλησις ἡμῶν, βρέφος ἐν φάτνῃ Βηθλεὲμ προσανακλίνεται.
Ὡς βασίλειον πορφύραν περικείμενος, τὴν σάρκα νῦν προέρχεται, ἐκ λαγόνων σου, τῆς εἰρήνης Κόρη Βασιλεύς, συντρῖψαι ἐχθροὺς ὡς δυνατός, καὶ εἰρηνεῦσαι τήν ἡμῶν, πολεμηθεῖσαν ζωήν.
Θεοτοκίον
Γενεῶν ἀπὸ πασῶν σε ἐξελέξατο, παλάτιον ἀμόλυντον, ὁ οἰκήσας σου, τὴν γαστέρα Κόρη Βασιλεύς, ᾧ νῦν μελῳδοῦμεν εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ τοῦ Ἁγίου. Οὐκ ἐλάτρευσαν.
Μέσον πόλεων οἰκῶν Νήφων θεσπέσιε ὥσπερ εἰς ἔρημον, σκληρὰν ἐβίους ζωήν, τῶν πάντων στερούμενος, καὶ χαίρων ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νέμεις ὕπερθεν, τὰς δωρεὰς τοῖς μέλπουσιν, ἐν ὕμνοις Ὅσιε, τὴν σὴν μνήμην τὴν λαμπράν, καὶ ἐμπιπλᾶς τῆς χάριτος, τοῦ ψάλλειν πάντοτε· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
σπερ Ἄγγελος ἐλέπτυνας τὸ πνεῦμά σου Νήφων μακάριε, τῇ καθαρᾷ προσευχῇ, καὶ νήψει γηθόμενος, ὅθεν καὶ ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
να πάντοτε, τὴν σὴν ὑμνῶ ἀντίληψιν καὶ μεγαλύνω σε, τὴν τῆς σαρκὸς παθῶν, ταχέως ἐκλύτρωσαι, ἄχραντε Δέσποινα, ἡ λυτρώσασα, ἐκ τοῦ θανάτου ἅπαντας, νῦν κἀμοῦ γενοῦ προστάτης.



Προεόρτιος. ᾨδὴ η' Ὁ Εἱρμὸς
Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Φορέσας με Χριστέ, ὃν ἐγύμνωσεν ἀπάτῃ ἡ ἁμαρτία, φανερωθῆναι σὺ καὶ νήπιος, ἐπὶ φάτνης ἔρχῃ τεχθῆναι, ἄστρου σε φαιδρῶς κηρύττοντος, τοῖςἀναβοῶσιν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Χορεύσωμεν πιστοί, καὶ σκιρτήσωμεν τῷ πνεύματι, ὁ Δεσπότης, καταπλουτῶν ἡμᾶς, ἐν πάσῃ δικαιοσύνῃ, ἤδη πτωχεύει καθάπερ νήπιον, τεχθεὶς καὶ ἀνακλιθεὶς ἐν τῇ φάτνῃ· ὃν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ψαλτήριον τερπνόν, ἀνάλαβε Προφῆτα Δαυῒδ καὶ λέγε· ἰδοὺ ἠκούσαμεν, Παρθένον Σιὼν ἐν πόλει, μέλλουσαν τίκτειν, Θεὸν Βασιλέα Κύριον, ᾧ καὶ μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὡραῖος ἒκ γαστρός, σοῦ προέρχεται τεχθῆναι, ἀῤῥήτῳ λόγῳ καθωραΐσαι, τὸ ἀνθρώπινον ἀφθαρσίᾳ, Παρθένε θέλων, ὁ ἀγαθοδότης Κύριος· ᾧ νῦν μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Προφητῶν θεηγόρων, ῥήσεις πεπλήρωνται, ἡ Παρθένος ἐγγίζει, τεκεῖν τὸν Κύριον, ἅπασα ἡ γῆ, εὐφραινέσθω χορεύουσα, καὶ ἀγαλλιάσθω, εἰς πάντας τοὺς αἰῶνας.
Τὰς αὐγὰς ὑποφαίνων, τῆς θείας Χάριτος, τὸ τοῦ Νόμου σκιῶδες, καταπαυόμενος ὁ φωταγωγός, Ἰησοῦς ἀνατέταλκεν, οἱ ἐσκοτισμένοι, θεάσασθε φῶς μέγα.
Γεγονότα λῃστῶν με, σπήλαιον Κύριε, ὁ τεχθεὶς ἐν Σπηλαίῳ, ναὸν ἀνάδειξον, σοῦ καὶ τοῦ Πατρός, καὶ θείου σου Πνεύματος, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οὐρανοῦ ἐκ γαστρός σου, Ἄστρον ἀνέτειλεν, Ἀστρολόγους κινῆσαν, τοῦτο θεάσασθαι, γνώσει τῇαὐτοῦ, φωτισθέντας ἐν Πνεύματι, Ἄχραντε Παρθένε, ἀεὶ εὐλογημένη.

Καὶ τοῦ Ἁγίου. Παῖδας εὐαγεῖς.
σπερ χρυσὸς ἐν τῶ χωνείῳ, τον νοῦν τὴν ψυχὴν καὶ τὴν διάνοιαν, σῶμα καὶ αἰσθήσεις σου, Νήφων ἱερώτατε, ἀσκήσει κατελάμπρυνας, διὸ καὶ ἔψαλλες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
παύστως μὴ λίπειν προστατεύειν, τοὺς πόθῳ τὴν μνήμην σου τὴν ἔνθεον, Νήφων θείοις ᾄσμασι, καὶ ᾠδαῖς γεραίρουσι, καὶ πρὸς Θεὸν προβάλλουσι μεσίτην Ἅγιε, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νέον μὲν σατὰν κατετροπώσω, ἀνὴρ δὲ γενόμενος ἐν πνεύματι, θρόνον κατεκόσμησας, Κωνσταντιανῆς σοφῶς, καὶ πρὸς Θεὸν ὡδήγησας, λαὸν κραυγάζοντα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ναὸς τοῦ Θεοῦ ὑπάρχεις Κόρη, καὶ θρόνος αὐτοῦ ἁγνὴ πανάγιος, ἐγὼ δὲ ὀζωθήκη νῦν, ἀπεκατέστην ἄχραντε, πάντων παθῶν καὶ οἴκημα, πλὴν σύ μοι δώρησαι, πηγὴν τὴν τῶν δακρύων καθάρας, τὴν ἀχρειωθεῖσαν, στολήν μου Θεοτόκε.





Προεόρτιος. ᾨδὴ θ' Ὁ Εἱρμὸς
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε. Ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Ἰδοὺ τοῖςδούλοις μόνε, Βασιλεῦ ἀπεγράφης, Καίσαρος γνώμῃ, θέλων με δουλείας, ἀπαλλάξαι ψυχοφθόρου· πόλει Βηθλεὲμ προφθάσας δέ, σαρκὶ τεχθῆναι, βροτοὺς εἰς οὐρανούς, φέρεις τοὺς ἀνυμνοῦντας ἐν πίστει, τὰ σὰ Γενέθλια.
Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ σὸς Παρθένε πέφυκεν, Υἱός τε καὶ Δεσπότης τῶν ἁπάντων, ὃν ὥσπερ ὡραία δάμαλις ἐν τῷ Σπηλαίῳ, τῆς Βηθλεέμ προέρχῃ, τεκεῖν ὑπερφυῶς, ὅπως εὐεργετήσῃ καὶ σώσῃ, τοὺς προσκυνοῦντας αὐτόν.
Σὲ φωτοδότα, Ἥλιε τῆς δικαιοσύνης, καθυποδύντα μήτραν, καὶ τεχθῆναι ὑπὲρ λόγον βουληθέντα, πόῤῥωθεν Ἀστὴρ ἐμήνυσε, τοῖςἈστρολόγοις νυκτὶ κεκρατημένοις, καὶ πλάνης σκοτασμῷ οὖσι, καὶ προσκυνήσαντες πίστει, δῶρα κομίζουσιν.
Ἡ γῆ χορεύει, ὥσπερ αἰσθομένη τὴν θείαν ἐπιδημίαν, τοῦ δι' εὐσπλαγχνίαν ἀποῤῥήτως ἐκ Παρθένου, ἤδη ἀνατέλλειν μέλλοντος, ὁ οὐρανὸς δὲ ἀνακηρύττει τοῦτον, ὡς φθόγγῳ μυστικῷ, Ἄστρου ἀνατολῇ φαινομένου, τοῖςΜάγοις πόῤῥωθεν.
Φέρεις Υἱέ μου, ὅλην τοῦ Πνεύματος τὴν ἰδέαν, καὶ πῶς σε φέρω, ὅμοιον ἐμοὶ κατὰ πάντα γεγονότα; ἔλεγεν ἡ Ἀπειρόγαμος ἐκπληττομένη· ἣν ὡς Θεοῦ Μητέρα, τιμήσωμεν πιστοί, πάντες καὶ ἐν αἰνέσει, συμφώνως δοξολογήσωμεν.

Ἕτερος. Θεὸν ἀνθρώποις
Ἰδοὺ ἡ πάντων ἦλθεν ἀνάκλησις, ὁ ἱλασμὸς τὸ φῶς, ἡ παντελὴς ἀπολύτρωσις, θησαυρὸς ὁ πολύτιμος κρύπτεται, ἔνδον ἐν τῷ Σπηλαίῳ· ᾧ πλουτιζόμενοι, Μάγοι τόν χρυσόν, ὡς Βασιλεῖ ἐπικομίζουσιν.
Χριστοῦ ποιμένες ἐπαγρυπνήσατε, καὶ νοητῶς ἐν πόλει, Βηθλεὲμ ἐπισπεύσατε, καὶ Θεῷ ἐν ὑψίστοις βοήσατε· Δόξα μεγαλωσύνη, τῷ εὐδοκήσαντι, βρέφος ὁραθῆναι καθ' ἡμᾶς, δι' ἀγαθότητα.
Σαρκὶ σπαργάνοις ἐνειλισσόμενος, ὁ σπαργανῶν ὁμίχλῃ, Ἰησοῦ μου τὴν θάλασσαν, τὸν δεσμὸν τῆς κακίας διαῤῥήξας, καὶ ἐν δικαιοσύνῃ, πάντας συνέδησας, τούς διαλυθέντας προσβολαῖς, τοῦ πολεμήτορος.
Θεοτοκίον
Παστὰς καὶ θρόνε τοῦ Βασιλεύοντος, Ὄρος Θεοῦ, καὶ Πόλις ἐκλεκτή, καὶ Παράδεισε, τοῦ Ἡλίου Νεφέλη ὁλόφωτε, φώτισον τὴν ψυχήν μου, νέφη διώκουσα, τῶν ἀνομιῶν μου τῶν πολλῶν, Θεοχαρίτωτε.

Καὶ τοῦ Ἁγίου. Ἅπας γηγενής.
λως συγκραθείς, τῷ Πνεύματι Ἅγιε, τῷ παναγίῳ ἐν γῇ, ὥσπερ καθαρὰς σοφέ, καὶ θείων, ἐργάτης δόκιμος, νῦν συναγάλλει ἔνδοξε, εἰς τὰ οὐράνια, σὺν Ἀγγέλοις, δόξαν καὶ προσκύνησιν, τῇ Τριάδι προσάγων γηθόμενος.
μνοις τοὺς ἡμῶν, οὓς πόθῳ προσφέρομεν, πρόσδεξαι Ἅγιε, Νήφων ἱερώτατε, καὶ τὰς κλήσεις, ἁπάντων πλήρωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὡς ἱεράρχης Χριστοῦ, ὡς ὑμνῶμεν, πάντοτε τὴν μνήμην σου, τὴν φωτοφόρον καὶ θείαν καὶ εὔσημον.
Μόνον τὸν Θεόν, φιλήσας θεσπέσιε, ἐν τῇ ζωῇ ἀληθῶς, ὕλην ὑπερβέβηκας, τὴν τῆς δυάδος Νήφων ἀοίδιμε, τὸν δὲ ἐχθρὸν κατήσχυνας, καὶ μηχανίας αὐτοῦ, ὁλοθρεύσας, χαίροις κομισάμενος, νῦν τῆς δόξης, τὸν στέφανον ἔνδοξε.



Θεοτοκίον.
Νοῦν καὶ τὴν ψυχήν, καρδίαν διάνοιαν, καὶ τὰς αἰσθήσεις μου, νεύρωσον πανάμωμε, πρὸς θεωρίας ἐνθέους αἴρουσα, καὶ πρὸς Θεοῦ ἀγάπησιν, διαβιβάζουσα, καὶ τοῦ πέλας, ἅπαντα γὰρ δύνασαι, Θεοῦ Λόγου γεννήτρια πέλουσα.

Ἐξα ποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν Ἱεράρχην ἅπαντες, τὸν Νήφωνα τὸν ἔνδοξον, τῆς Ἐκκλησίας τὸν λύχνον, καὶ τῶν πιστῶν τὸν φωστῆρα, τὸν νικητὴν τοῦ ὄφεως, ἐνθέως εὐφημήσωμεν, τῷ Κτίστῃ γὰρ ἀείποτε, ἱκετηρίους δεήσεις, προσάγει ὑπὲρ τοῦ κόσμου.
Προεόρτιον. Τοῖς Μαθηταῖς.
Οἱ ἀρετὴν ἀσκήσαντες, καὶ νεκρῶσαι τὰ πάθη, ἐν ἐγκρατείᾳ σπεύσαντες, ὥσπερ τρίϋλον δῶρον, μετὰ ποιμένων καὶ Μάγων, πρᾶξιν ἐπαινουμένην, καὶ θεωρίαν εὔστοχον, νῦν προσάξωμεν πίστει, τῷ ἐν σαρκί, γεννηθῆναι ἥκοντι ἐκ Παρθένου, Θεῷ τῷ εὐδοκήσαντι, τὴν ἡμῶν σωτηρίαν.

Εἰς τὸν Στίχον τῶν Αἴνων. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Νήφων, Ἱεράρχα ἔνδοξε, καθοπλισθεὶς ὡς σοφός, τοῖς καλοῖς ἀγωνίσμασι, σὺν τῇ θείᾳ χάριτι, πρὸς τὴν πάλην ἐχώρησας, τὴν τῶν δαιμόνων, οὓς τροπωσάμενος, ᾔσχυνας ὄντως, ὅθεν ἀπείληφας, μάκαρ τὰ ἔπαθλα, πρὸς Χριστοῦ τῶν πόνων, ᾯ ἐσαεί, πρέσβευε δεόμεθα, ὑπὲρ ἁπάντων ἡμῶν.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Νήφων, Ἱεράρχα ἔνδοξε, καθοπλισθεὶς ὡς σοφός, τοῖς καλοῖς ἀγωνίσμασι, σὺν τῇ θείᾳ χάριτι, πρὸς τὴν πάλην ἐχώρησας, τὴν τῶν δαιμόνων, οὓς τροπωσάμενος, ᾔσχυνας ὄντως, ὅθεν ἀπείληφας, μάκαρ τὰ ἔπαθλα, πρὸς Χριστοῦ τῶν πόνων, ᾯ ἐσαεί, πρέσβευε δεόμεθα, ὑπὲρ ἁπάντων ἡμῶν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Νήφων, ἱεράρχα ἔνδοξε, νῦν σὺν Ἀγγέλων χοροῖς, αὐλιζόμενος πάντοτε, καὶ Μαρτύρων τάγμασι, καὶ Ὁσίων πανεύφημε, Ἱεραρχῶν τε, περὶ τὸν θρόνον Θεοῦ, ᾄδεις ἀφράστως, ἀγαλλιώμενος, ὕμνον τρισάγιον, καὶ τὸ Ἀλληλούϊα, μεθ’ ὧν ἡμῶν, μνήσθητι Ἅγιε.

Δόξα. Ἦχος α΄.
Τὸν τοῦ Χριστοῦ Ἱεράρχην Νήφωνα τὸν θεῖον, ᾀσματικῶς τὴν σήμερον ἡμέραν ἀνευφημήσωμεν. Οὗτος γὰρ ὁ γενναῖος, κατὰ τὸν ψαλμῳδόν, παλαιστὰς θέμενος τὰς ἡμέρας ἐναντίον τοῦ ἐχθροῦ, καὶ τὰς νύκτας ἐν κλαυθμῷ καὶ προσευχῇ διερχόμενος· ἔκυπτεν ἑαυτόν, ἀναμιμνησκόμενος τοῦ προτέρου αὐτοῦ βίου τὰ ὀλισθήματα, καὶ ἐβόα πρὸς Θεόν· Κύριε, ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ἀλλὰ κατάπεμψον ἐπ’ ἐμὲ πρεσβείαις τῆς Θεοτόκου, τὰ ἀρχαῖα ἐλέη σου.

Καὶ νῦν Προεόρτιον. Ἦχος πλ. δ΄.
Ἐν Βηθλεὲμ γεννᾶται, ὁ τοῦ παντὸς Ποιητής, καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ πρὸ αἰώνων Βασιλεύς, ἡ φλογίνη ῥομφαία, τὰ νῶτα δίδωσιν, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, αἱ οὐράνιαι δυνάμεις, σὺν τοῖςἐπὶ γῆς ἀναμίγνυνται, Ἄγγελοι σὺν τοῖςἀνθρώποις, κραταιὰν πανήγυριν συγκροτοῦσιν. Οἱ καθαροὶ τῷ καθαρῷ προσενεχθέντες, ἴδωμεν τὴν Παρθένον, ὡς θρόνον δόξης Χερουβικόν, χωρήσασαν τὸν μηδαμοῦ χωρούμενον Θεόν, καὶ βαστάζουσαν, ὃν τὰ Χερουβὶμ μετὰ φόβου βαστάζουσιν· ὅπως παράσχῃ τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Μεγαλυνάριον.
Ἱεράρχην πάντες τὸν τοῦ Χριστοῦ, Νήφωνα τὸν θεῖον, εὐφημήσωμεν ἐκ ψυχῆς, πρεσβεύει γὰρ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν πίστει, τὴν μνήμην γεραιρόντων, αὐτοῦ τὴν εὔσημον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου