Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 23. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΔΕΚΑ ΕΝ ΚΡΗΤΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΔΕΚΕΜΒΡΙΟΣ 23!!
ΜΑΡΤΥΡΕΣ 10 ΕΝ ΚΡΗΤΗ
ΑΚΟΛΟΥΘΙΑ
  

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν.
Ὕπνος ἐλογίσθη ὁ θάνατος, παρ’ ὑμῖν καὶ γλυκασμός, τῶν παθημάτων τὸ πικρόν, ἀπειλῶν ἡ αὐστηρότης, ὥσπερ ἔπαινος φαιδρός, βασάνων, ἡ φθορὰ ὡς ὄλβος ἄσυλος, τοῦ ξίφους, ἡ τομὴ ζωὴ αἰώνιος. Πολλὴ ὑμῶν ἡ εὐστάθεια, καὶ πλείστη ὄντως ἡ εὔκλεια. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί ὑμᾶς καλέσωμεν Μάρτυρες; Ἀθλοφόρων καλλονὴν ὡς στεφανίτας ἱερούς, πληρωτὰς Εὐαγγελίου, ὡς θανόντας ἐν Χριστῷ, χρυσίον, λαμπρυνθὲν χωνείᾳ θλίψεων, θαυμάτων, ποταμοὺς ἰάσεις βρύοντας. Πολλὰ ὑμῶν τὰ ἐγκώμια, καὶ μέγιστα τὰ χαρίσματα. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἅπασι πεπόνθατε μέλεσι, κεφαλῇ ὅτι Χριστὸς ἐστεφανώθη ἐν αὐτῇ, ταῖς χερσὶ καὶ τοῖς ποσίν, ὅτι προσήλωται ἑκών. Δι’ ὅλου, ὅτι ὅλος μεμαστίγωται, τῷ λύθρῳ, τὴν πλευρὰν ἐξεικονίσατε. Διὸ Αὐτῷ συνευφραίνεσθε, καὶ εἰς αἰῶνας συνήδεσθε. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἵνα τῆς ζωῆς ἐπιτύχητε, τοῦ θανάτου Ἀθληταί, κατεφρονήσατε στεῤῥῶς, καὶ χαρὰν διὰ τὰς θλίψεις, ἐκληρώσασθε σαφῶς, καὶ δόξαν, ἀτιμίας ἀντειλήφατε, καὶ στέφος, ἀντὶ πόνων ἀνεδήσασθε. Καλὸν ὑμῶν τὸ ἐμπόρευμα, καὶ κάλλιστον τὸ εὐτύχημα. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος β΄.
Κρήτη προεορτάζει σήμερον τὰ Γενέθλια Χριστοῦ, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Βηθλεὲμ γῆ Ἰοῦδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον, τὸ θεῖον Σπήλαιον· ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Συμμαχίᾳ τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιοι, πρὸς τὸν πολυμήχανον παρετάξασθε, καὶ κραταιῶς ἠριστεύσατε, αὐτὸν τροπωσάμενοι, ἀνὰ κράτος Ἀθληταί, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσασθε, δεξιὰ τοῦ Δεσπότου ἐπαξίως, ὡς γενναῖοι στρατιῶται, ὡς νικηταὶ ἀξιάγαστοι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀδαμάντινοι ὤφθητε, τὰς ψυχὰς γενναιότατοι, καὶ γὰρ οὐκ ἐφοβήθησαν αἱ ἀτίθασοι, ὑμᾶς τυράννων ὠμότητες, οὐδόλως κατέπτηξαν, τῶν ἀνόμων ἀπειλαί, οὔτε καὶ κατεδάμασαν, ξίφη τέμνοντα, ἡ δριμύτης βασάνων Ἀθλοφόροι, ἀλλ’ ἐμείνατε ἑδραῖοι, ἐπὶ τὴν πέτραν τῆς πίστεως.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ῥωμαλέαν διάνοιαν, σταθερόν τε τὸ φρόνημα, καὶ γενναίαν ἔνστασιν ἐπεδείξασθε, ἐν τῷ σταδίῳ καλλίνικοι, σαρκὸς μὴ φεισάμενοι, μηδὲ κάμψαντες γλυπτοῖς, γόνυ ἔνδοξοι Μάρτυρες, οὐ τὸν Κύριον, ἀρνησάμενοι· ὅθεν στεφανῖται, ἀνεδείχθητε θανόντες, ὑπὲρ Αὐτοῦ προθυμότατα.

Δόξα. Ἦχος β΄.
Ἡ νῆσος τῆς Κρήτης τιμᾷ ὑμῶν τὴν μνήμην, Δέκα Ἅγιοι Μάρτυρες, ἐν ταύτῃ γὰρ ἐβλαστήσατε, ἐν αὐτῇ καὶ τὸ τέλος, τοῦ μαρτυρίου ἐδέξασθε. Καὶ διὰ τοῦτο Κρητῶν ἐστε τὸ καύχημα, Ὀρθοδόξων τὸ κλέος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Καὶ νῦν. Προεόρτιον. Αὐτόμελον.
Οἶκος τοῦ Ἐφραθᾶ, ἡ Πόλις ἡ Ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ τὸ Θεῖον τίκτεται.













Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῶν ἉγίωνἮχος γ'. Τὴν ὡραιότητα
Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατῄσχυναν· διὸ καὶ τοὺς στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Δόξα. Ὅμοιον.
Κρήτης τὰ τίμια, ἄνθη ὑμνήσωμεν, καὶ μακαρίσωμεν, πάντες ἐν ᾄσμασιν, ὡς μαργαρίτας τοῦ Χριστοῦ, καὶ Μάρτυρας θοφόρους, Πόμπιον Εὐάρεστον, Σατορνῖνον Θεόδουλον, Εὔπορον Γελάσον, Ζωτικὸν Βασιλείδην τε, καὶ Εὐνικιανὸν Ἀγαθόπουν, ὅπως εὐχαῖς τούτων φρουρούμεθα.
Καὶ νῦν ... Τὸ Προεόρτιον. Ἦχος δ. Κατεπλάγη Ἰωσὴφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Καὶ Ἀπόλυσις





















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια γ΄. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθεὶς
Τοῦ Ἡσαΐου φωνὴ ἀποπληροῦται· ἰδοὺ ἡ Παρθένος γάρ, τὸν ἀπερίληπτον, περιγραφόμενον σώματι, ἐν μήτρᾳ φέρει, καὶ παραδόξως τεκεῖν ἐπείγεται, θεόδεκτον Σπήλαιον προευτρεπίσθητι, Βηθλεὲμ ἑτοιμάσθητι· Βασιλεὺς γάρ, σὲ ᾑρετίσατο εἰς κατοίκησιν. Δέχου ἡ φάτνη σπαργανούμενον, βρέφος Χριστὸν λύειν μέλλοντα, τὰς σειράς τῶν πταισμάτων, τῶν ἀνθρώπων ἀγαθότητι.

φωτεινή τε καὶ ἔμψυχος νεφέλη, τὸν ὄμβρον βαστάζουσα τὸν ἐπουράνιον, τοῦτον ἐν γῇ νῦν προέρχεται, ἐναποστάξαι, ὅπως ἀρδεύσῃ ταύτης τὸ πρόσωπον. Τὸ ἔαρ τῆς χάριτος, νοητὴ χελιδών, ἔνδον ἐν σπλάγχνοις κατέχουσα, ἀῤῥήτῳ λόγῳ, ἐναποτίκτει χειμῶνα ἄθεον, διασκεδάζον, τὸ Παλάτιον, τὸ καθαρὸν καὶ ἀμίαντον, Βασιλέα Σπηλαίῳ, ἐπεισάγει σωματούμενον.

Συναπεγράφης τοῖςδούλοις ὁ Δεσπότης, πταισμάτων χειρόγραφον, σχίσαι βουλόμενος, καὶ ἀπογράψασθαι ἅπαντας, ἐν βίβλῳ ζώντων, θανατωθέντας κλοπῇ τοῦ ὄφεως· Παρθένος δὲ φέρει σε, τὸν πάντα φέροντα, σάρκα θνητὴν περικείμενον, καὶ καταλύειν, σμικρῷ Σπηλαίῳ· ἐπευδοκήσαντα· ὃν γεννηθέντα, τάξεις ἄνωθεν, Ἀγγελικαὶ ἀνυμνήσουσι, μετὰ θείων Ποιμένων, ἐκπληττόμεναι τὸ κράτος σου.

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος ὁ αὐτὸς. Ὡς γενναῖον ἐν Μάρτυσιν
δεκὰς θεόλεκτος, καὶ λαμπὰς δεκάπυρσος, ταῖς θείαις λάμψεσι καταυγάζουσα, τῆς Ἐκκλησίας τὸ πλήρωμα, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ ἀστέρες οἱ φαιδροί, οἱ τὴν γῆν οὐρανώσαντες, ταῖς λαμπρότησι, τῶν μεγίστων ἀγώνων ἐγκωμίοις, ἱεροῖς μεγαλοφώνως, ἀνευφημείσθωσαν σήμερον.

Εὐφημείσθω Θεόδουλος, Ζωτικός τε καὶ Πόμπιος, Βασιλείδης Εὔπορος, Ἀγαθόπους τε, καὶ Σατορνῖνος Γελάσιος, καὶ θεῖος Εὐάρεστος, μεθ' ὧν Εὐνικιανός, νῦν τιμάσθωσαν ᾄσμασιν· οἱ πανεύδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ τὴν πλάνην, στηλιτεύσαντες καὶ στέφος, νικητικὸν κομισάμενοι.

Τὰ τῆς Κρήτης βλαστήματα, Ἐκκλησίας ἐρείσματα, καὶ πιστῶν ἀμάραντα ὡραΐσματα, τοῦ Παραδείσου ἡδύπνοα, τὰ ἄνθη τὰ τίμια, τὰ εὐπρόσδεκτα Χριστοῦ, καὶ τερπνότατα σφάγια, ἀναθήματα, οὐρανίου ναοῦ τε τὴν δεκάδα, τῆς Τριάδος τὴν Ἁγίαν, τοὺς Ἀθλοφόρους ὑμνήσωμεν.

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. β'.
Δεῦτε πάντες οἱ πιστοί, χαρμονικῶς ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν, τὴν δεκάριθμον χορείαν τῶν Ἁγίων Μαρτύρων, τοὺς γενναίους ὁπλίτας καὶ τῆς ἀληθείας ἀγωνιστάς. Οὗτοι γὰρ οἱ λαμπροὶ Ἀθλοφόροι, ἐν μέσῳ τοῦ σταδίου, τὸν Χριστὸν Υἱὸν Θεοῦ, παῤῥησίᾳ ὡμολόγησαν· ὅθεν καὶ πρὸς αὐτοὺς ἐκβοήσωμεν λέγοντες· ἀστέρες φαιδρότατοι τῆς οἰκουμένης, καὶ περιφανῆ τῆς Κρήτης ἐγκαλλωπίσματα, χαίρετε Μάρτυρες Χριστοῦ, Θεόδουλε καὶ Γελάσιε, Ζωτικέ τε καὶ Πόμπιε, Βασιλείδη καὶ Εὔπορε, Ἀγαθόπους καὶ Σατορνῖνε, Εὐάρεστε καὶ Εὐνικιανέ, οἱ πανεύδιοι τῶν ἐν ζάλῃ λιμένες, καὶ τὴν πλάνην στηλιτεύσαντες· ὡς ἔχοντες παῤῥησίαν πρὸς τὸν Κύριον, μὴ παύσησθε πρεσβεύοντες, τῷ Σωτῆρι καὶ Θεῷ ὑπὲρ ἡμῶν, τῶν ὑμνούντων τὴν ἱερὰν ὑμῶν ἄθλησιν.
Καὶ νῦν ... Προεόρτιον. αὐτός.
Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, πόλις Χριστοῦ τοῦ Θεοῦ ὑπόδεξαι τὸν Κτίστην, ἐν σπηλαίῳ καὶ φάτνῃ χωρούμενον. Ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ δρακὶ συνέχοντα τὴν κτίσιν, ὃν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ, Ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Τοὺς γενναίους Ἀθλητὰς καὶ θείους Μάρτυρας, τοὺς ὑπὲρ τῆς εὐσεβείας καλῶς ἀγωνισθέντας, Δέκα τὸν ἀριθμὸν ὑμνήσωμεν λέγοντες· Χαίρετε στεῤῥοὶ τῆς πίστεως πρόμαχοι, κατὰ τοὺς Προφήτας καὶ Ἀποστόλους· χαίρετε Κρήτης βλαστήματα, καὶ τῆς οἰκουμένης στηρίγματα. Πρεσβεύσατε πολύαθλοι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Μετὰ τῶν ἄνω Ταγμάτων συνηριθμήθητε ἔνδοξοι, καλῶς ἀθλήσαντες καὶ τὸν Χριστὸν ποθήσαντες, Ἅγιοι Δέκα Μάρτυρες. Τὰ οὐράνια ἐκτήσασθε, αἰτοῦντες ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, τὰ τῆς Κρήτης βλαστήματα, ὕμνοις καὶ ᾠδαῖς τιμήσωμεν· τοὺς φωστῆρας τῆς Κρήτης καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τὴν ἀένναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα, τοὺς πολύαθλους Δέκα Μάρτυρας. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τοὺς ἐν Κρήτῃ οἰκοῦντας καὶ πάντας τοὺς πιστούς, διαφύλαξον καὶ παράσχου ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Ἡ νῆσος τῆς Κρήτης τιμᾷ ὑμῶν τὴν μνήμην, Ἅγιοι Δέκα Μάρτυρες· ἐν ταύτῃ γὰρ ἐβλαστήσατε, ἐν αὐτῇ καὶ τὸ τέλος τοῦ μαρτυρίου ἐδέξασθε· καὶ διὰ τοῦτο Κρητῶν ἐστε τὸ καύχημα, ὀρθόδοξων τὸ κλέος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Ὁ αὐτός.
Τὸν σταυρὸν τοῦ Χριστοῦ κατέχοντες, Ἅγιοι Δέκα Μάρτυρες, ὅπλον ἀκαταμάχητον, πᾶσαν τὴν τῶν τυράννων ὀφρὺν κατεβάλετε, καὶ λαβόντες στέφη ἀμάραντα, κλέος πιστῶν γεγόνατε, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενοι.

Ὁ αὐτός.
Ὠχυρώμενοι τὴν ψυχὴν Πνεύματι θείῳ, Μάρτυρες ἔνδοξοι, τὰ τῶν ἀθέων φόβητρα εἰς οὐδὲν λογισάμενοι, οὐδὲν θαυμάσαντες τῶν φθειρομένων, ἐν μὲν βασάνοις μεγαλόφρονες καὶ γενναιότατοι, ἐν δὲ ἀθλήσει καὶ κααρτερίᾳ, ὑψηλοὶ καὶ ἄκαμπτοι, καὶ τῶν βασάνων τὰ ποικίλα εἴδη ἀνδρικῶς καταπτύσαντες, εἰς οὐρανοὺς στεφανηφόροι παρίστασθε. Διὸ καὶ Κρήτη προεορτάζει σήμερον τὰ γενέθλια Χριστοῦ ἐν τῇ μνήμῃ ὑμῶν Ἀθλοφόροι. Ταῖς πρὸς Θεὸν εὐχαῖς ὑμῶν, αἰτήσασθε ἡμῖν τὸ μέγα ἔλεος.


Δόξα. Ἦχος πλ. α΄.
Πιστῶς πανηγυρίζομεν τὴν πάνσεπτον ἡμέραν τῆς ἐνδόξου ὑμῶν ἀθλήσεως, ὦ Ἀθλοφόροι Χριστοῦ καὶ Μάρτυρες πανεύφημοι· ὡς διὰ Χριστὸν γενναίως ἀθλήσαντες, καὶ τὴν ἀθέων πλάνην στηλιτεύσαντες· Θεόδουλε καὶ Ζωτικέ, Εὐνικιανὲ καὶ Εὐάρεστε, Ἀγαθόπου καὶ Σατορνῖνε, Γελάσιε καὶ Εὔπορε, Βασιλείδη καὶ Πόμπιε· ὅθεν τῷ δεσποτικῷ θρόνῳ μετὰ παῤῥησίας μαρτυρικῆς ἀεὶ παριστάμενοι, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ἐκτελούντων τὴν ἱερὰν ὑμῶν πανήγυριν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστον. Ταύτην ἀνυμνήσωμεν λέγοντες· χαῖρε Κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ’ ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δεῦτε, μαρτυρικὴν ἀδελφοί, μετ’ ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα, ταῖς στρέβλαις δοκιμασθεῖσαν, καὶ τοὺς τῆς πλάνης δεινούς, διαπύρῳ ζήλῳ καταισχύνασαν, δεκάριθμον σύνταγμα, ἱερώτατον ἄθροισμα, συνασπισμόν τε, ἀῤῥαγῆ καὶ ἀνίκητον, τοὺς τῆς Κρήτης τε, περιβόλους καὶ φύλακας, Δέκα Ἁγίους Μάρτυρας, στεῤῥῶς ἐναθλήσαντας, τῆς Ἐκκλησίας τοὺς πρέσβεις, τοὺς δυνατῶς ἱκετεύοντας, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ἡ τῶν Μαρτύρων Δεκάς, ἡ ταῖς αἰκίαις καρτερῶς ὑπομείνασα, τῆς Κρήτης οἱ πολιοῦχοι, οἱ στρατιῶται Χριστοῦ, οἱ στεῤῥοὶ ὁπλῖται καὶ ἀπτόητοι, τὸν νοῦν εὐτονώτατοι, καὶ ψυχὴν ἀνδρειότατοι, τῷ ὄντι θεῖοι, καὶ Θεῷ ποθεινότατοι, χορὸς ἅγιος, θεοσύλλεκτον σύστημα, Ἅγιοι Δέκα Μάρτυρες, οἱ ἴσοι τὴν ἄθλησιν, ἴσοι τὴν γνώμην καὶ ἴσους, καὶ τοὺς στεφάνους δεξάμενοι· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, τροπαιοφόρος Δεκάς, ἡ ἐν βασάνοις ἀνδρικῶς καρτερήσασα, ἀστέρες οἱ διελθόντες, διὰ βασάνων πολλῶν, καὶ ἀθέων πλάνην, στηλιτεύσαντες, οἱ Κρήτην φαιδρύναντες, τοῖς σεπτοῖς ὑμῶν αἵμασι, νῦν δ’ ἐν ἀγέλαις, τῶν Μαρτύρων θαλπόμενοι, οἱ χορεύοντες, σὺν Ἀγγέλων στρατεύμασιν, Ἅγιοι Δέκα Μάρτυρες, τὰ ἄνθη τὰ πνέοντα, τὴν εὐωδίαν τῆς ὄντως, πνευματικῆς διαθέσεως, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... Τῶν ἉγίωνἮχος γ'
Προεόρτιος σήμερον, ἡ τῶν Μαρτύρων ἐπέστη ἑορτή, τὴν Γενέθλιον ἡμῖν, προϋπογράφουσα ἡμέραν, τὸν ἐξ Ἡλίου Ἥλιον, τὸν ἐκ τῆς Παρθένου, Θεὸν ἐπιφανέντα, σαρκὶ ἀνακηρύττουσα. Δεκὰς Μαρτύρων ἐν Κρήτῃ, στεῤῥῶς ἀθλήσασα, τοὺς στεφάνους τῆς νίκης ἐξ οὐρανοῦ ἐδέξαντο· πρὸς οὓς βοήσωμεν· Χορὸς ἁγιόλεκτος ἱκετεύσατε Χριστόν, Ἅγιοι Μάρτυρες, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην ὑμῶν.

Καὶ νῦν ... Προεόρτιον αὐτὸς. Ἀνατολίου
Εὐτρεπίζου Βηθλεέμ· ἤνοικται γὰρ Ἐδέμ, ἑτοιμάζου Ἐφραθᾶ· ἀνανεοῦται γὰρ Ἀδάμ, καὶ Εὔα σὺν αὐτῷ· κατάρα γὰρ λέλυται, σωτηρία ἐν κόσμῳ ἐξήνθησε, καὶ ψυχαὶ τῶν Δικαίων εὐτρεπίζονται, ὡς προῖκα δωροφορίας, ἀντὶ μύρου τὸν ὕμνον προσάγουσαι, σωτηρίαν ψυχῆς, καὶ ἀφθαρσίαν κομιζόμεναι. Ἰδοὺ γὰρ ἐν φάτνῃ ἀνακείμενος, προτρέπει ὑμνῳδίαν πνευματικὴν ἐπιτελέσαι, τους βοῶντας ἀπαύστως· Κύριε δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῶν ἉγίωνἮχος γ'. Τὴν ὡραιότητα
Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατῄσχυναν· διὸ καὶ τοὺς στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Δόξα. Ὅμοιον.
Κρήτης τὰ τίμια, ἄνθη ὑμνήσωμεν, καὶ μακαρίσωμεν, πάντες ἐν ᾄσμασιν, ὡς μαργαρίτας τοῦ Χριστοῦ, καὶ Μάρτυρας θοφόρους, Πόμπιον Εὐάρεστον, Σατορνῖνον Θεόδουλον, Εὔπορον Γελάσον, Ζωτικὸν Βασιλείδην τε, καὶ Εὐνικιανὸν Ἀγαθόπουν, ὅπως εὐχαῖς τούτων φρουρούμεθα.
Καὶ νῦν ... Τὸ Προεόρτιον. Ἦχος δ. Κατεπλάγη Ἰωσὴφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Καὶ Ἀπόλυσις



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ καὶ ὁπλίτας, τοὺς ἐναθλήσαντας στεῤῥῶς ἀνυμνοῦμεν, τοὺς ἐν τῇ Κρήτῃ λάμψαντας ἀστέρας φαεινούς, δέκα ἰσαρίθμους τε, ἐντολῶν τοῦ Κυρίου, οὗτοι γὰρ πρεσβεύουσιν, ἐκτενῶς τῷ Κυρίῳ, ἵνα ῥυσθῶμεν θλίψεων καὶ κακῶν, τὴν τούτων μνήμην, οἱ πόθῳ γεραίροντες.
Δόξα... Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Ἀρετῶν ταῖς ἰδέαις καταστραπτόμενοι, μαρτυρίου τῷ φέγγει ὡραϊζόμενοι, ὑπὲρ ἥλιον σοφοὶ ἠστράψατε πολύαθλοι, περιφρουροῦντες ἀληθῶς, τοὺς ἐκτελοῦντας τὴν ὑμῶν, πανήγυριν Ἀθλοφόροι, Δέκα Ἅγιοι Μάρτυρες, καὶ προσκυνοῦντες ὑμῶν τὰ λείψανα.
Καὶ νῦν. Προεόρτιον.
Βηθλεὲμ ἑτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος· ἰδοὺ γὰρ ἔρχεται πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Χριστὸν ὃν ἐν τῷ Σπηλαίῳ, γεννήσει καὶ μετὰ τόκον, ἀεὶ Παρθένος ὀφθήσεται.

Μετὰ τὴν β' Στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀγωνισθέτες καρτερῶς Ἀθλοφόροι, καὶ μαρτυρίου κομισάμενοι γέρα, οἱ ἐν τῇ Κρήτῃ Δέκα Ἅγιοι Μάρτυρες, ῥύσασθε πολύαθλοι, συμφορῶν καὶ κινδύνων, νόσων τε καὶ θλίψεων, τοὺς πιστῶς εὐφημοῦντας, τοὺς ἱερὰς ὑμῶν ἀγῶνας Ἀθληταί, τὸν στεφοδότην, Θεὸν ἱκετεύοντες.
Δόξα.
Οἱ τοῦ Κυρίου Ἀθληταὶ οἱ ἐν Κρήτῃ, ἀγωνισάμενοι καλῶς τὸν βελίαρ, ὁλοτελῶς ἀπέπνιξαν αἱμάτων ταῖς ῥοαῖς, λίθοις γὰρ συνθλώμενοι, καὶ τεμνόμενοι ξίφει, καὶ πολλαῖς βασάνοις τε, καὶ αἰκίαις βληθέντες, στεφανηφόροι ὤφθητε σαφῶς, ὅθεν τιμῶμεν, ὑμῶν τὰ μνημόσυνα.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον, Χριστὸς γὰρ ὁ Κύριος ὁ τοῦ Θεοῦ μου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς, ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων καὶ τὴν κατάραν τῆς προμήτορος Εὔας, διὸ ὡς εὐεργέτῃ ἡμῶν, ᾄσμα προσάξωμεν.








Μετὰ τὸν Πολυέλεον. Ἦχος γ΄. Θείας πίστεως.
Ἄνθη τίμια, τῆς νήσου Κρήτης, καὶ προπύργια, τῆς Ἐκκλησίας, μαργαρῖται Χριστοῦ οἱ πολύτιμοι, τοὺς τὴν ὑμῶν ἐκτελοῦντας πανήγυριν, ἐκ πολυτρόπων δεινῶν περισκέπετε, Δέκα Μάρτυρες, Χριστὸν ἐκτενῶς αἰτούμενοι, παρ’ Οὗ μαρτυρικοὺς στεφάνους ἤρασθε.
Δόξα. Καὶ νῦν. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Θαῦμα παράδοξον, ὁρᾶται σήμερον, ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν ῷ Σπηλαίῳ σαρκί, ἐκ τῆς Παρθένου δι’ ἡμᾶς, τεχθῆναι νῦν ἐπείγεται, μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσκυνήσουσι, ποιμένες τε καὶ Ἄγγελοι, Αὐτὸν δοξολογήσουσι, μεθ’ ὧν καὶ ἡμεῖς βοῶμεν· δόξα τῷ δι’ ἡμᾶς ἐνανθρωπήσαντι.

Οἱ Ἀναβαθμοί· τὸ α’ προκείμενον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖ· προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Κομπάζει σήμερον ἡ νῆσος Κρήτη, ἐπὶ τῇ μνήμῃ ὑμῶν Ἀθλοφόροι, πολιούχους ὑμᾶς εὐμοιρήσασα, καὶ πρὸς Θεὸν πρεσβευτάς, καὶ γηθομένη βοᾷ εὐχαρίστως· χαίρετε Θεόδουλε καὶ Ζωτικέ, Βασιλείδη καὶ Εὔπορε, Σατορνῖνε καὶ Γελάσιε, Εὐνικιανὲ καὶ Ἀγαθόπου, Πόμπιε καὶ Εὐάρεστε· ὡς ἔχοντες παῤῥησίαν πρὸς Θεόν, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

















Εἶτα οἱ Κανόνες, οἱ Προεόρτιοι β΄, καὶ τῶν Ἁγίων.
Ὁ α΄ κανὼν Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ποίημα Ἰωσὴφ
ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
Ἄτριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ· Τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ἄναρχος ὢν τῇ φύσει, ἀρχὴν ὁ πρὸ αἰώνων λαμβάνει Λόγος, ἐν Βηθλεὲμ τικτόμενος σαρκί, τούτου τὰ Γενέθλια προεορτάσωμεν.
Βλέψωμεν διανοίας, τοῖς ὄμμασι πρὸς πόλιν τῆς Ἰουδαίας, πορευομένην τέξαι τὴν Ἁγνήν, ἧς τὸν τόκον πόῤῥωθεν ἀστὴρ ἐμήνυσε.
Γνόντες σε Βασιλέα, ἐν γῇ ἀποτικτόμενον ἐκ Παρθένου, οἱ Βασιλεῖς Περσῶν Λόγε Θεοῦ, μετὰ δώρων σπεύδουσι τοῦ προσκυνῆσαί σε.

Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον·Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.
Παρθενικῆς ἐκ Νεφέλης μέγας ἡμῖν, ἀνατέλλει Ἥλιος, Ἰησοῦς ὁ φωτισμός, οἱ ἐν σκότει ᾄσωμεν αὐτῷ, αὐγαζόμενοι φαιδρῶς, ταῖς τούτου λάμψεσιν.
Ἡ τῶν ἐθνῶν προσδοκία, ὁ Βασιλεύς, τῆς εἰρήνης ἔρχεται, τὸν πολέμιον ἑλεῖν· Ὑπαντῆσαι σπεύσωμεν αὐτῷ, τικτομένῳ Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Προφητικαὶ περαιοῦνται θεῖαι φωναί, τὴν φρικτὴν ἀνάδειξιν, προσημαίνουσαι Χριστοῦ· ἡ Ἀμνὰς ἐγγίζει γὰρ τεκεῖν, τὸν Ἀμνὸν καὶ Λυτρωτήν, καὶ πάντων Κύριον.
Θεοτοκίον
Σὲ τὴν Ἁγνὴν τοῦ Δεσπότου Περιστεράν, τὴν σεμνὴν καὶ ἄμωμον, καὶ καλὴν ἐν γυναιξίν, ὡς τῶν ὅλων τέξασαν Θεόν, μακαρίζομεν πιστῶς, Θεομακάριστε.

Κανὼν τῶν Ἁγίων. ᾨδὴ α' Ἦχος γ' ᾌσωμεν τῷ Κυρίῳ
ᾌσωμεν τῷ Κυρίῳ, τῷ συνάψαντι τοὺς ἁγίους Μάρτυρας, τῇἀμωμήτῳ πίστει, καὶ τούτους ὁπλίσαντι, ἐν μιᾷ τῇ ἐλπίδι, κατὰ τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ τῷ συνδέσμῳ πάντας αὐτούς, τῆς ἀγάπης ἑνώσαντι.
Οἱ ἀπλανεῖς ἀστέρες, τοῦ νοητοῦ Ἡλίου, ὡς ἐξ Ἑῴας λάμψαντες, τὸν τοῦ ἀστέρος δρόμον, πιστῶς προηγήσαντο, τοῦ Χριστοῦ γεννηθέντος, ἑορτὴν προεισόδιον, τήν μνήμην τῆς αὐτῶν τελευτῆς, φαιδρῶς προσενέγκαντες.
Οἱ ἐκ Περσίδος Μάγοι, ἐν Βηθλεὲμ τεχθέντι, δῶρα Χριστῷ προσήγαγον, νῦν δὲ οἱ Ἀθλοφόροι, ὡς σμύρναν τὰ αἵματα, ὡς χρυσὸν δὲ τὴν πίστιν, ὡς λίβανον τὰ πνεύματα, θυσίαν προεόρτιον, τῷ τεχθέντι προσήνεγκαν.
Τῇ Θεοδούλου πίστει, καὶ Ζωτικοῦ ἀγάπῃ, συνεκράθη Πόμπιος, καὶ Σατορνῖνος ἅμα, καὶ συνεστεφάνωται Εὔπορος, Ἀγαθόπους, Γελάσιος, Εὐάρεστος καὶ Εὐνικιανός, σὺν αὐτοῖς καὶ Βασιλείδης ὁ σύναθλος.
Τριαδικόν
Ἡ ὑπὲρ νοῦν οὐσία, καὶ ἀμέριστος τρισὶν Ὑποστάσεσι, διαιρετῶς ὑμνεῖται, μιᾷ δὲ θεότητι, ἁπλῶς ἀδιαιρέτως· Τριὰς γὰρ ἡ αὐτὴ καὶ Μονάς, ἁπλὴ καὶ ἀδιαίρετος, ἐστὶ καὶ ὀνομάζεται.
Θεοτοκίον
Ἐν Βηθλεὲμ γεννᾶται, καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ ἐκ Παρθένου Κύριος, τεχθεὶς ἀνερμηνεύτως. Φάτνη ἑτοιμάζεται, καὶ Σπήλαιον τῷ Κτίστῃ, Μάγοι εὐτρεπίζουσι τὰ δῶρα, τῷ Δεσπότῃ Θεῷ, καὶ Ἀστὴρ προκηρύττει τὸ φῶς.

Προεόρτιος. ᾨδὴ γ' Ὁ Εἱρμὸς
Τόξον συνετρίβη δυναστῶν, τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.
Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια.
Ἔρχῃ καταλῦσαι ἐν σμικρῷ, Σπηλαίῳ Βασιλεῦ, πλουτίζων με Ἰησοῦ, τῇπολλῇ πτωχείᾳ σου.
Ζόφου ἐξαιρούμενος ἡμᾶς, κακίας ὁ Χριστός, προέρχεται σαρκί, τεχθῆναι ὡς ἄνθρωπος.

Ἕτερος. Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Ὁ λόγῳ τείνας οὐρανόν, ὑπεισέρχῃ Σπηλαίῳ, καὶ ἀλόγων ἐν φάτνῃ, ἀνακέκλισαι Χριστέ, τῆς ἀλογίας ἡμᾶς, διὰ σπλάγχνα, θέλων ἐκλυτρώσασθαι.
Βοᾷ Προφήτης ἐμφανῶς· ὁ Θεὸς ἡμῶν οὗτος, λογισθήσεται οὐδείς, ἕτερός τις πρὸς αὐτόν, ἐξεῦρε πᾶσαν ὁδόν, ἐπιστήμης, τοῖςβροτοῖς ἑνούμενος.
Οὐ φέρει βλέπειν Χερουβίμ· καὶ πῶς φέρει σε φάτνη, τὸν ἀχώρητον φύσει, διὰ ἔλεος πολύ, τικτόμενον δι' ἡμᾶς, ἐκ Παρθένου, Κύριε φιλάνθρωπε;
Θεοτοκίον
Προεῖδεν Ὄρος σὲ ποτέ, Δανιὴλ ὁ Προφήτης, ἐξ οὗ λίθος ἐτμήθη, Θεοτόκε τοὺς βωμούς, λεπτύνας καὶ καθελών, τῶν εἰδώλων, πάναγνε Θεόνυμφε.

Τῶν Ἁγίων. Ἐστερεώθη ἡ καρδία μου
Ἀθλητικὸν παγκράτιον οἱ γενναῖοι, τοῦ Χριστοῦ διήνυσαν Ἀθλοφόροι, τῶν διωκτῶν τὴν ἀπόνοιαν καταπαλαίσαντες.
Οἱ νοεροὶ φωστῆρες τῆς Ἐκκλησίας, λογικὰς ἀστράπτοντες λαμπηδόνας, τὴν ἀβλεψίαν φωτίζουσι τῶν καρδιῶν ἡμῶν.
Ὁ στερεώσας Κύριε τοὺς Ἁγίους, ἐνεγκεῖν ἀφόβως τὰς ἀλγηδόνας, ῥῦσαι κινδύνων καὶ θλίψεων τοὺς ὑμνοῦντάς σε.
Τριαδικόν
Σεραφικῶς ὑμνήσωμεν τὴν Τριάδα, σὺν Ἀγγέλοις κράζοντες ἀσιγήτως· Ἅγιος, Ἅγιος, Ἅγιος, ἡ Τριὰς καὶ Μονὰς ὁ Θεός.
Θεοτοκίον
Τὸν τῆς Τριάδος ἕνα τῇγαστρί σου, δεξαμένη Ἄχραντε Θεοτόκε, ἀνερμηνεύτως ἐκύησας, ὡς οἶδε μόνος αὐτός.

Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ
Τῆς Κρήτης οἱ λαμπροί, καὶ σεπτοὶ πολιοῦχοι, ἀθλήσαντες στεῤῥῶς, ἐτροπώσαντο πίστει, τὸν ὄφιν τὸν ἀρχέκακον, καὶ νομίμως ἐστέφθησαν, τούτων σήμερον, τήν ἀξιέπαινον μνήμην, ἑορτάζοντες, μεγαλοφώνως τὸν πάντων, δοξάζομεν Κύριον.
Δόξα... Καὶ νῦν ... Προεόρτιον, ὅμοιον
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.
























Προεόρτιος. ᾨδὴ δ' Ὁ Εἱρμὸς
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.
Ἡ Κτίσις εὐφραινέσθω ἅπασα· ὁ γὰρ Κτίστης ἰδοὺ γεννᾶται, ἐν Βηθλεὲμ νήπιος, ὁρώμενος ὁ πρὸ αἰώνων σαρκί, καὶ σπαργάνοις ἐνειλίσσεται, σειρὰς πταισμάτων λύων ὡς φιλάνθρωπος.
Θαμβεῖται ἐννοῶν πᾷς ἄνθρωπος, πῶς ὁ πλούσιος ἐν ἐλέει, πτωχεῦσαι νῦν ἔρχεται, καὶ καταλῦσαι ἐν Σπηλαίῳ, ἡμᾶς τοὺς κλοπῇ δεινῶς πτωχεύσαντας, καταπλουτίσαι θέλων ἀγαθότητι.
Ἰλὺϊ ἐμπαγέντας Κύριε, ἁμαρτίας κακοφροσύνῃ, ἠλέησας, ᾤκτειρας, καὶ ἐπεσκέψω, καὶ εἰσέδυς Ἁγνῆς, Παναγίας μήτραν Ἅγιε, ἥτις σε ἐν Σπηλαίῳ τίκτειν ἔρχεται.
Θεοτοκίον
Κατάρας παλαιὰς λυτρούμενος, τὸ ἀνθρώπινον ὁ Δεσπότης, ἐκ σοῦ σαρκὶ τίκτεται, Πανάχραντε εὐλογημένη· διὸ ἐν αἰνέσει σε δοξάζομεν, δόξαν ἡμῶν, καὶ καύχημα τυγχάνουσαν.

Ἄλλος. Χριστός μου δύναμις
Ἰδοὺ ἀνέτειλε, τὸ ἄστρον πόῤῥωθεν, ὃ προήγγελται πάλαι ἐξ Ἰακώβ· ἄνθρωπος γενόμενος, ὁ ἀπερίληπτος Θεός, καὶ ὁρᾶται σπαργανούμενος.
Ὁ πάντων Κύριος, ἡ ἀπολύτρωσις, ὁραθήσεται βρέφος, Παρθενικοῖς, κόλποις καθεζόμενος, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρός, ὡς Υἱὸς ἀναπαυόμενος.
Ἐδὲμ κλεισθεῖσά μοι, κλαπέντι βρώσει ποτέ, διανοίχθητι· νῦν γὰρ ἐν Βηθλεέμ, τίκτεται φορέσας με, ὁ ἀφορίσας με τῆς σῆς, ἀνωδύνου ἀπολαύσεως.
Θεοτοκίον
Προφήτης Πνεύματι, προεθεάσατο, Ἀββακοὺμ σε Παρθένε, Ὄρος Θεοῦ, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν.
  
Τῶν Ἁγίων. Εἰσακήκοα τὴν ἀκοὴν
Προεόρτιος, τῶν Μαρτύρων ἐπέστη μνήμη, τὴν Γενέθλιον προγράφουσα, ἑορτὴν τοῦ Σωτῆρος.
Τὰ προαύλια, τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τῶν Μαρτύρων ἡ ἐτήσιος, προανέῳξε μνήμη.
Ἡ δεκάπυρσος, τῶν Ἀθλοφόρων λαμπὰς ἀνήφθη, τὸν ἀστέρα προμηνύουσα, τοῦ Χριστοῦ γεννηθέντος.
Ὑπερόβρυζοι, ἐν τῇ χωνείᾳ τῶν ἀλγηδόνων, ἀνεδείχθησαν οἱ Ἅγιοι, ὡς χρυσὸς ἐν καμίνῳ.


Θεοτοκίον
Μήτηρ Ἄχραντε, εὐλογημένη Ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε, ἀπὸ πάσης ἀνάγκης.

Προεόρτιος. ᾨδὴ ε' Ὁ Εἱρμὸς
Ὁ ἄνθραξ τῷ Ἡσαΐα προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖςἐν σκότει πεπλανημένοις, θεογνωσίας φωτισμὸν δωρούμενος.
Λυτροῦσαι τῶν ἀμετρήτων με κακῶν Κύριε, ὑπερβολῇ ὡς ἀγαθὸς χρηστότητος, ἐν Σπηλαίῳ ἐκ τῆς Παρθένου ἐν Βηθλεέμ, ἀποτεχθεὶς ὡς ἄνθρωπος.
Μετὰ σαρκὸς νῦν προελθὼν ὁ Κύριος, δι' εὐσπλαγχνίαν τοὺς βροτοὺς ῥυσάμενος, δυναστείας τοῦ ἀρχεκάκου, εἰς οὐρανοὺς ἀναγαγὼν ἐθέωσε.
Νῦν ἥκει ἐν ἀλλοτρίῳ, ὁ Χριστὸς σώματι, ἐν τοῖς ἰδίοις, ξενωθῶμεν ἅπαντες, τῶν ἀτίμων παθῶν, καὶ τοῦτον δεξώμεθα, σαρκὶ τικτόμενον.

Ἕτερος. Τῷ θείῳ φέγγει σου Ἀγαθὲ
Τοῦ Ἐφραθᾶ οἶκος Βηθλεέμ, Ἄρχων ἐξελεύσεται ἐκ σοῦ, ἐν Ἰσραὴλ προσκαλούμενος, Ἔθνη ἀπωσμένα, ὡς προηγόρευσεν, ἐν Πνεύματι Μιχαίας, καταυγαζόμενος.
Ποιμᾶναι ποίμνιον ἑαυτοῦ, μόνος ἐν ἰσχὺϊ Ἰησοῦς, ἐκ τῆς Παρθένου τεχθήσεται, ἄκρων ἕως γῆς δὲ μεγαλυνθήσεται, Προφήτης θεηγόρος, πάλαι προήγγειλε.
Θεὸς ἀνθρώποις ὁμοιωθείς, πτωχεύει σαρκί, ἵνα ἡμᾶς, καταπλουτίσῃ τῇδόξῃ αὐτοῦ, καὶ Σπηλαίῳ τίκτεται ὁ ἀχώρητος, τοῦτον εὐθείᾳ γνώμῃ ὑποδεξώμεθα.
Θεοτοκίον
Ῥομφαῖαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον· Σὺ γὰρ τὸν ἁπάντων Θεὸν ἐκύησας, τὸν λόγχῃ καθελόντα τούτου τὸ φρύαγμα.

Τῶν Ἁγίων. Τὴν σὴν εἰρήνην
Τὸν ἐξ Ἡλίου Ἥλιον, Χριστὸν οἱ Μάρτυρες, ἐκ τῆς Παρθένου ἡμῖν ἐπιφανέντα σαρκί, κηρύττουσι τῷ κόσμῳ, τῇἀθλήσει τῆς σεπτῆς ὁμολογίας αὐτῶν.
Τίτου καὶ Κάρπου κλήματα, ὤφθητε Μάρτυρες, ὡς ἐκ τῆς Παύλου φυτείας ἀναθάλλοντες, καρποὺς ὁμολογίας, ἐκ χειλέων τῷ Χριστῷ προσενέγκαντες.
Οἱ τῆς εἰρήνης τρόφιμοι, καὶ πολεμίων ἐχθροί, ταῖς ἱκεσίαις ὑμῶν, ἅγιοι Μάρτυρες, πρεσβεύσατε εἰρήνην, καὶ κακῶν ἀπαλλαγὴν δοθῆναι πᾶσιν ἡμῖν.
Νυκτομαχούσης ἅγιοι, τῆς Ἐκκλησίας Χριστοῦ, ὡς φαεινοὶ τοῖςἐν γῇ, φωστῆρες ὤφθητε, τὴν νύκτα τῆς ἀγνοίας, ἀπελαύνοντες τῇαἴγλῃ τῶν θαυμάτων ὑμῶν.
Θεοτοκίον
Ἐν Βηθλεὲμ ἀνέτειλε, Χριστὸς ἡ πάντων αὐγή, ἐκ τῆς Παρθένου Μητρός, λάμψας τῷ κόσμῳ τὸ φῶς, καὶ ὥσπερ ἐν ἡμέρᾳ, καταλάμπει τοῖς πιστοῖς, ὡς τοῖςΜάγοις ἀστήρ.

Προεόρτιος. ᾨδὴ ς' Ὁ Εἱρμὸς
Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾅδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Ξενίζεται ἀκοὴ τοῦ πράγματος τὸ μέγεθος, πῶς ὁ ἀχώρητος, χωρηθεὶς ἐν μήτρᾳ ἔρχεται, τεχθῆναι δι' ἡμᾶς, ἐκ Μητρὸς νεάνιδος, οὗ τὸν τόκον ἀνύμνησαν Ἄγγελοι.
Ὁ Ἥλιος, φωτεινῇ ἐν Νεφέλῃ κρυπτόμενος, τεχθῆναι ἔρχεται, ἐν Σπηλαίῳ φανερούμενος· ἀστὴρ γὰρ φαεινός, εἰς αὐτοῦ προσκύνησιν, Βασιλεῖς ἐκ Περσίδος συνήγαγε.
Πῶς δέξεται, Βασιλεῦ σε σμικρότατον Σπήλαιον, γνώμῃ πτωχεύσαντα, τὸν πλουτίζοντα τὰ σύμπαντα; πῶς βλέψει σε βροτῶν, φύσις σωματούμενον; Προσκυνοῦμεν τήν σὴν συγκατάβασιν.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν
Ἰδοὺ εἰς τὰ ἴδια, παραγίνεται Χριστός· οἰκειωθῶμεν χάριτι, δι' ἀρετῶν ἐνθέων αὐτῷ πιστοί, καὶ τοῦτον δεξώμεθα, καὶ ψυχῇ καὶ καρδίᾳ φωτιζόμενοι.
Ἡ ῥίζα ἐβλάστησεν, Ἰεσσαὶ καὶ ἐξ αὐτῆς, ὁ προελθὼν Θεὸς ἡμῶν, ἐλπὶς ἐθνῶν ἀνάπαυσις καὶ τιμή, ὡς πάλαι προέφησεν, Ἡσαΐας ἐνθέως φωτιζόμενος.
Σειρᾶς διαλύων μου, τῶν πολλῶν ἁμαρτιῶν, ἐγκατειλίσσῃ σπάργανα, καταπλουτίζων δὲ με τὸν χαλεπῶς, κακίᾳ πτωχεύσαντα, Ἰησοῦ μου πτωχεύεις σωματούμενος.
Θεοτοκίον
Χειμάζει κλυδώνιον, ἐναντίων λογισμῶν, τὴν ταπεινὴν καρδίαν μου, τῶν πονηρῶν πνευμάτων ἐπιβουλαῖς, φιλάγαθε Δέσποινα, καταπράϋνον τοῦτο μεσιτείαις σου.

Τῶν Ἁγίων. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων
Μάγοι τὰ δώρά σοι προσῆγον, οἱ δὲ Μάρτυρες τὰ αἵματα, τῷ γεννηθέντι ἐπὶ γῆς ἐκ Παρθένου, ἐν τῇ πόλει Δαυΐδ, καὶ πάσχοντες ἐβόων· Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
Κυμαινομένης ὡς θαλάσσης, κατὰ τῆς ὁμολογίας Χριστοῦ, τῆς τυραννίδος τοῦ ἐχθροῦ, ὡς φιλεύδιοι λιμένες αὐτῇ, ἐπέστησαν ἀθρόως οἱ Ἀθληταί, ὡς ναῦν τὴν πίστιν αὐτῶν συναιροῦντες.
Ἡ Θεοδούλου παῤῥησία, τὴν ὁμόζηλον ἀνδρείαν, τῶν συνομίλων Ἀθλητῶν, στεῤῥοτέραν ἀπειργάσατο· διὸ καὶ ἀνεβόων, Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
Θεοτοκίον
Ἐν Βηθλεὲμ ἀστὴρ ἐφάνη, ὁδηγῶν τοὺς ἐκ Περσίδος, δῶρα κομίζοντας Χριστῷ, τῷ τεχθέντι ἐκ Παρθένου Μητρός, αὐτῷ πᾶσα ἡ κτίσις, καὶ προσκυνεῖ καὶ ὡς Θεόν, ἀνυμνεῖ καὶ δοξάζει.

Κοντάκιον τῶν Ἁγίων. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Ἑωσφόρος ἔλαμψεν, ἡ τῶν Μαρτύρων, σεβασμία ἄθλησις, προκαταυγάζουσα ἡμῖν, τὸν ἐν Σπηλαίῳ τικτόμενον, ὃν ἡ Παρθένος, ἀσπόρως ἐκύησεν.
Ὁ Οἶκος
Τὸν ἐν Σπηλαίῳ δι' ἡμᾶς τεχθέντα ἐκ Παρθένου, Χριστὸν τὸν ζωοδότην, ποθοῦντες οἱ ὁπλῖται, χορείαν ἤγειραν φαιδρὰν κατὰ τοῦ Βελίαρ, καὶ νικήσαντες σαφῶς, εἰς γῆν αὐτὸν κατέῤῥαξαν, ἄμετρα πάλαι τοῦτον καυχώμενον· ὅθεν δᾳδουχοῦσι τοῖςἐν σκότει, ὡς φωστῆρες ὑπάρχοντες τοῦ νοητοῦ Ἡλίου· ἀστὴρ μὲν γὰρ τὸ πρίν τοῖς Μάγοις ἐπέστη, ὁδηγῶν ἐν Βηθλεέμ, πόλει Ἰούδα, οὗτοι δὲ ἡμῖν κηρύττουσιν ἐν βασάνοις· ὃν ἡ Παρθένος ἀσπόρως ἐκύησεν.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων, τῶν ἐν Κρήτῃ μαρτυρησάντων· Θεοδόλου, Σατορνίνου, Εὐπόρου, Γελασίου, Εὐνικιανοῦ, Ζωτικοῦ, Ἀγαθοπόδου, Βασιλειάδου, Εὐαρέστου καὶ Μωβίου.
Τοῦ ποιμενάρχου θρέμματα Χριστοῦ δέκα,
Εἰσηλάθη τμηθέντα μάνδρᾳ Μαρτύρων.
Εἰκάδι τῇτριτάτῃ δέκα ἐν Κρήτῃ τάμον ἄνδρας.
Οὗτοι ὑπῆρχον κατὰ τοὺς χρόνους τοῦ βασιλέως Δεκίου ἐν ἔτει 250 καταγόμενοι ἐκ τῆς νήσου Κρήτης, ἀπὸ διαφόρους πόλεις καὶ χωρία αὐτῆς· ἀπὸ μὲν τὴν Μητρόπολιν Γορτύνην ἦσαν πέντε, ὁ Θεόδουλος, ὁ Σατορνῖνος, ὁ Εὔπορος, ὁ Γελάσιος καὶ ὁ Εὐνικιανός· ἀπὸ δὲ τὴν Κνωσὸν ἦταν ὁ Ζωτίκος· ἀπὸ τὸν λιμένα τοῦ Πανόρμου ἦτον ὁ Ἀγαθόπους· ἀπὸ τὴν Κυδωνίαν ὁ Βασιλείδης· καὶ ἀπὸ τὸ Ἡράκλειον ὁ Εὐάρεστος καὶ ὁ Πόμπιος. Οὗτοι λοιπὸν παρεδόθησαν ἀπὸ τοὺς ἀπίστους, εἰς τὸν ἄρχοντα τῆς Κρήτης· ὁ δὲ ἄρχων ἐπρόσταξε τὸν δήμιον νὰ τριγυρίζη αὐτοὺς εἰς τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ ἐὰν δὲν θέλουν νὰ θυσιάσουν εἰς αὐτά, νὰ τιμωρῇ αὐτοὺς δὲ διαφόρους τιμωρίας. Εἰς διάστημα λοιπὸν τριάκοντα ὁλοκλήρων ἡμερῶν, ἐδιώκοντο οἱ τοῦ Χριστοῦ Ἀθληταὶ ἀπὸ τοὺς ἀτάκτους εἰδωλολάτρας καὶ ἐπεριπαίζοντο καὶ ἐσύροντο κατὰ γῆς ἐπάνω εἰς τὰς κοπρίας. Ὕστερον δὲ καθίσας ὁ ἄρχων ἐπὶ τοῦ κριτηρίου παρέστησεν αὐτοὺς ἔμπροσθέν του, καὶ βλέπων ὅτι εἶχον τὸ φρόνημα στερεόν, καὶ ἔμενον ἀσφαλῶς εἰς τὴν τοῦ Χριστοῦ πίστιν, ἐπρόσταξε καὶ ἐστρεβλώθησαν τὰ μέλη τῶν Ἁγίων. Καὶ ἀφοῦ μὲ πολλὰς βασάνους ἐβασανίσθησαν, τελευταῖον ἀπεκεφαλίσθησαν. Καὶ οὕτως ἔλαβον οἱ μακάριοι τοῦ μαρτυρίου τοὺς στεφάνους.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Παύλου, Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.
 Ὄντως ὁ Παῦλος κατὰ Παῦλον ἣν φέρων,
Tὰ τοῦ Xριστοῦ στίγματα τῇ σαρκί ξένως.
Οὗτος περιβόητος ταῖς ἀρεταῖς γέγονεν, ὥς τε καὶ εἰς τὰς ἀκοὰς φθάσαι Λικινίου, τοῦ ἐν Νικομηδείᾳ βασιλεύοντος, τὰ κατ’ αὐτόν. Καὶ ἐπεὶ ἐπέστησαν οἱ ἀποσταλέντες παραστῆσαι τὸν Ἅγιον τῷ τοῦ βασιλέως βήματι, πρῶτον μὲν ἀπειλαῖς ἐπειρῶντο αὐτὸν καταπτήσσειν, ἔπειτα δὲ ποιναῖς. Ὡς δὲ καὶ τύπτειν ἤρξαντο, ἐξεπλάγησαν ἅπαντες ἐπὶ τῇ ἀνυπερβλήτῳ τούτου ὑπομονῇ· ὅθεν καὶ μάζης σιδηρᾶς ἐκπυρωθείσης, λαβὼν ὁ χαλκεύς, ἐνέθηκε τῇ παλάμῃ τοῦ Ἁγίου. Καὶ ἄνω ταύτης τὴν ἑτέραν αὐτοῦ παλάμην. Καὶ σφίγξας αὐτάς, κατέδησεν, ἕως οὗ σίδηρος ἐψυχράνθη. Τούτου δὲ γενομένου, τὰ κινητικὰ τῶν ἄρθρων νεῦρα συσταλέντα, ἔμειναν νεκρὰ καὶ ἀκίνητα. Τότε περιορίσαντες, ἀπήγαγον εἰς τὸ παρὰ τὰς ὄχθας τοῦ Εὐφράτου ποταμοῦ Φρούριον, κατάκλειστον πεποιηκότες.
Ἐλθόντος δὲ τοῦ μεγάλου βασιλέως Κωνσταντίνου ἀπὸ Ῥώμης εἰς τὸ Βυζάντιον, πάντες οἱ ἐν ἐξορίαις καὶ φυλακαῖς ἀπελύοντο, καὶ τὰ ἴδια ἕκαστος ἀπελάμβανε. Τότε καὶ οὗτος ἀπολυθείς, κατέλαβε τὸν θρόνον αὐτοῦ, διαλάμπων ὡς πρότερον.
Συνῆλθε δὲ καὶ οὗτος μετὰ τῶν Ἁγίων 318 Πατέρων, εἷς ὢν καὶ αὐτὸς ἐξ αὐτῶν ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ Συνόδῳ, πάντων τὰ τοῦ Χριστοῦ στίγματα, ἐν τοῖς σώμασι βασταζόντων, καὶ τούτοις ὡραϊζομένων, καὶ ὑποδεικνυόντων ἀλλήλοις. Τότε καὶ ὁ μακάριος Παῦλος οὐκ ἄμοιρος τούτων ἐτύγχανεν. Εἶχε γὰρ καὶ αὐτὸς ῥιπάλων συνθλάσματα καὶ τὰς ἁγίας χεῖρας σιδηροκαύστους καὶ ἀνενεργήτους. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος, ἰδίαις χερσὶ κρατῶν τὰς χεῖρας τούτου, καὶ καταφιλῶν, καὶ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπιτιθείς, καὶ τοῖς λοιποῖς μέλεσιν, ἐπεφώνει· Τὰς διὰ Χριστόν μου χεῖρας νεκρὰς καὶ ἀκινήτους γεγονυίας, κατασπάζεσθαι οὐ κορέννυμαι. Εἶθ’ οὗτω τὸν θρόνον αὐτοῦ καταλαβὼν ὁ μακάριος, καὶ χρόνος τινὰς ἐκεῖσε διατρίψας, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ναοὺμ τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ ἱεροκήρυκος Βουλγαρίας.
 Tὴν Bουλγαρίας γῆν ἅπασαν παμμάκαρ,
Nαοὺμ λόγοις σοῖς λαμπρύνεις καὶ θαύμασιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σχίνων ξίφει τελειοῦται.
 Oὐκ ἂν λαθοίμην οὐδέ σου Mάρτυς Σχίνων,
Tοῦ μὴ λαθόντος, ὡς ἀπετμήθης κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νήφωνος, ἐπισκόπου Κωνσταντιανῆς.
Νήφων ὁ Νήφων ἀεὶ ἐν τῇ καρδίᾳ,
Χριστὸν εἰσῆξεν, οὗ νῦν ὑμνεῖ τὸ κράτος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Χρυσογόνου, ἐπάρχου πόλεως Θεσσαλονίκης.



Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἀνάμνησις τῶν Θυρανοιξίων τῆς τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας
Ἐγκαινίοις καλοῖς σε τοῖς ἐγκωμίοις,
Τιμῶ καλῶν κάλλιστε γῆς Ναῶν ὅλων.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Προεόρτιος. ᾨδὴ ζ' Ὁ Εἱρμὸς
Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον· Ὁ ὑπέρθεος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ῥήματα ἐκπληρῶν Θεοῦ Λόγε, ἱερωτάτων Προφητῶν, ἔρχῃ τεχθῆναι Σπηλαίῳ σπαργανωθῆναί τε ὥσπερ νήπιον, ὅπως λύσῃ μου, τὰς σειρὰς ὡς ἀγαθός, τῶν πολλῶν ἐγκλημάτων.
Στόματι οὐρανὸς κεχρημένος, ἄστρῳ μεγίστῳ ἐκβοᾷ, τὴν ἐπὶ γῆς παρουσίαν, τοῦ δι' ἡμᾶς ἀῤῥήτως πτωχεύσαντος· ᾧ χρησάμενοι ὁδηγῷ οἱ ἐκ Περσῶν, ἀφίκοντο σπουδαίως.    
Τάγματα τῶν Ἀγγέλων ὑμνῆσαι, μέλλοντα τίκτεσθαι Χριστόν, νῦν εὐτρεπίζονται φόβῳ· ἀπὸ μακρὰν δὲ Μάγοι, ἀφικέσθαι τοῦ θεάσασθαι, ξένον θέαμα ἐν γῇ, Θεὸν σωματωθέντα.
Θεοτοκίον
Ὑμνοῦμέν σε τὴν πάντων αἰτίαν, τῶν ἀγαθῶν μόνη Ἁγνή· σωματοφόρον γὰρ Λόγον ὑπερβολῇ χρηστότητος τέτοκας, οὗ τὴν γέννησιν προεμήνυσεν ἀστήρ, ἐν Βηθλεὲμ τῇπόλει.

Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον
Ὁ παντέλειος τεχθήσεται ὡς νήπιον, σπαργάνοις ἐνειλούμενος, καὶ ὁ ἄναρχος, ἐκ Παρθένου λήψεται ἀρχήν, θεῶσαι τὸ πρόσλημμα ζητῶν· ἀγαλλιάσθω οὐρανός, καὶ εὐφραινέσθω ἡ γῆ.
Μεθ' ἡμῶν Θεὸς ὀφθήσεται σαρκούμενος, γνῶτε ἔθνη τὰ πολέμια, καὶ ἡττηθέντα, τῆς ἡμῶν μακρύνθητε ζωῆς· ἰδοὺ ἡ ἀνάκλησις ἡμῶν, βρέφος ἐν φάτνῃ Βηθλεὲμ προσανακλίνεται.
Ὡς βασίλειον πορφύραν περικείμενος, τὴν σάρκα νῦν προέρχεται, ἐκ λαγόνων σου, τῆς εἰρήνης Κόρη Βασιλεύς, συντρῖψαι ἐχθροὺς ὡς δυνατός, καὶ εἰρηνεῦσαι τήν ἡμῶν, πολεμηθεῖσαν ζωήν.
Θεοτοκίον
Γενεῶν ἀπὸ πασῶν σε ἐξελέξατο, παλάτιον ἀμόλυντον, ὁ οἰκήσας σου, τὴν γαστέρα Κόρη Βασιλεύς, ᾧ νῦν μελῳδοῦμεν εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν Ἁγίων. Τρεῖς Παῖδες ἐν καμίνῳ
Ἐφέστηκεν ἡ μνήμη, τῶν Μαρτύρων κηρύττουσα, τὴν Γενέθλιον ἡμέραν τοῦ Σωτῆρος· καὶ τῇ τούτων ἀθλήσει, προοιμιάζεται ἡμῖν, Δεσποτικὴ ἑορτή.
Μὴ κάμψαντες τὸ γόνυ, τοῖςξοάνοις οἱ Μάρτυρες, τῶν βασάνων τῷ πυρὶ ἐπειράθησαν, εὐσεβῶς ἐκβοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐν μέσῳ τοῦ σταδίου, ἐναθλοῦντες οἱ Μάρτυρες, στεφηφόροι ὁμαδὸν συγχορεύοντες, ὡς οἱ Παῖδες ἐβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ποιμένες μετὰ Μάγων, τὸν ἀστέρα θεώμενοι, μέτ' Ἀγγέλων ἐπὶ γῆς ἀνεκήρυττον, τὸν ἐκ σοῦ γεννηθέντα, Θεογεννῆτορ Μαριάμ, διὰ τὸ σῶσαι ἡμᾶς.

Προεόρτιος. ᾨδὴ η' Ὁ Εἱρμὸς
Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Φορέσας με Χριστέ, ὃν ἐγύμνωσεν ἀπάτῃ ἡ ἁμαρτία, φανερωθῆναι σὺ καὶ νήπιος, ἐπὶ φάτνης ἔρχῃ τεχθῆναι, ἄστρου σε φαιδρῶς κηρύττοντος, τοῖςἀναβοῶσιν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Χορεύσωμεν πιστοί, καὶ σκιρτήσωμεν τῷ πνεύματι, ὁ Δεσπότης, καταπλουτῶν ἡμᾶς, ἐν πάσῃ δικαιοσύνῃ, ἤδη πτωχεύει καθάπερ νήπιον, τεχθεὶς καὶ ἀνακλιθεὶς ἐν τῇ φάτνῃ· ὃν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ψαλτήριον τερπνόν, ἀνάλαβε Προφῆτα Δαυῒδ καὶ λέγε· ἰδοὺ ἠκούσαμεν, Παρθένον Σιὼν ἐν πόλει, μέλλουσαν τίκτειν, Θεὸν Βασιλέα Κύριον, ᾧ καὶ μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὡραῖος ἒκ γαστρός, σοῦ προέρχεται τεχθῆναι, ἀῤῥήτῳ λόγῳ καθωραΐσαι, τὸ ἀνθρώπινον ἀφθαρσίᾳ, Παρθένε θέλων, ὁ ἀγαθοδότης Κύριος· ᾧ νῦν μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Προφητῶν θεηγόρων, ῥήσεις πεπλήρωνται, ἡ Παρθένος ἐγγίζει, τεκεῖν τὸν Κύριον, ἅπασα ἡ γῆ, εὐφραινέσθω χορεύουσα, καὶ ἀγαλλιάσθω, εἰς πάντας τοὺς αἰῶνας.
Τὰς αὐγὰς ὑποφαίνων, τῆς θείας Χάριτος, τὸ τοῦ Νόμου σκιῶδες, καταπαυόμενος ὁ φωταγωγός, Ἰησοῦς ἀνατέταλκεν, οἱ ἐσκοτισμένοι, θεάσασθε φῶς μέγα.
Γεγονότα λῃστῶν με, σπήλαιον Κύριε, ὁ τεχθεὶς ἐν Σπηλαίῳ, ναὸν ἀνάδειξον, σοῦ καὶ τοῦ Πατρός, καὶ θείου σου Πνεύματος, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οὐρανοῦ ἐκ γαστρός σου, Ἄστρον ἀνέτειλεν, Ἀστρολόγους κινῆσαν, τοῦτο θεάσασθαι, γνώσει τῇαὐτοῦ, φωτισθέντας ἐν Πνεύματι, Ἄχραντε Παρθένε, ἀεὶ εὐλογημένη.

Τῶν Ἁγίων. Τὸν ἐν φλογὶ τοῖς Παισὶ
Κατὰ ξιφῶν καὶ πυρὸς καὶ θανάτου, ἀντικατέστη ἡ δεκὰς τῶν Μαρτύρων, καὶ τὴν νίκην ἤρατο κατὰ τῆς ἀσεβείας, καὶ συμβασιλεύει, τῇΧριστοῦ βασιλείᾳ.
Νεανικῶς τὴν Χριστοῦ πανοπλίαν, ἀναλαβόντες κατὰ τῶν ἀοράτων, καὶ τοῦ κοσμοκράτορος, οἱ γενναῖοι ὁπλῖται, τοὺς ἐπινικίους, ἐπεδείξαντο ἄθλους.
Οἱ ἀῤῥαγεῖς πύργοι τῆς εὐσεβείας, καὶ τῶν ἐν ζάλῃ φερομένων λιμένες, ὑπὲρ πάσης κτίσεως ἐκτενῶς δυσωπεῖτε, ὑπὲρ τῶν Βασιλέων, καὶ εἰρήνης τοῦ κόσμου.

Τριαδικόν
Σὺν τῷ Πατρὶ τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα Ἅγιον ἐν Τριάδι Μονάδα, σὺν Ἀγγέλοις κράζοντες, στόμασι τοῖςπηλίνοις· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.
Θεοτοκίον
Ὅλον ἐκ σοῦ τῆς Τριάδος τὸν ἕνα, Θεογεννῆτορ θεϊκῶς συλλαβοῦσα, ἐξ Ἁγίου Πνεύματος, σαρκωθέντα τέτοκας, μείνασα Παρθένος, ὥσπερ ἦς πρὸ τοῦ τόκου.

Προεόρτιος. ᾨδὴ θ' Ὁ Εἱρμὸς
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε. Ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Ἰδοὺ τοῖςδούλοις μόνε, Βασιλεῦ ἀπεγράφης, Καίσαρος γνώμῃ, θέλων με δουλείας, ἀπαλλάξαι ψυχοφθόρου· πόλει Βηθλεὲμ προφθάσας δέ, σαρκὶ τεχθῆναι, βροτοὺς εἰς οὐρανούς, φέρεις τοὺς ἀνυμνοῦντας ἐν πίστει, τὰ σὰ Γενέθλια.
Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ σὸς Παρθένε πέφυκεν, Υἱός τε καὶ Δεσπότης τῶν ἁπάντων, ὃν ὥσπερ ὡραία δάμαλις ἐν τῷ Σπηλαίῳ, τῆς Βηθλεέμ προέρχῃ, τεκεῖν ὑπερφυῶς, ὅπως εὐεργετήσῃ καὶ σώσῃ, τοὺς προσκυνοῦντας αὐτόν.
Σὲ φωτοδότα, Ἥλιε τῆς δικαιοσύνης, καθυποδύντα μήτραν, καὶ τεχθῆναι ὑπὲρ λόγον βουληθέντα, πόῤῥωθεν Ἀστὴρ ἐμήνυσε, τοῖςἈστρολόγοις νυκτὶ κεκρατημένοις, καὶ πλάνης σκοτασμῷ οὖσι, καὶ προσκυνήσαντες πίστει, δῶρα κομίζουσιν.
Ἡ γῆ χορεύει, ὥσπερ αἰσθομένη τὴν θείαν ἐπιδημίαν, τοῦ δι' εὐσπλαγχνίαν ἀποῤῥήτως ἐκ Παρθένου, ἤδη ἀνατέλλειν μέλλοντος, ὁ οὐρανὸς δὲ ἀνακηρύττει τοῦτον, ὡς φθόγγῳ μυστικῷ, Ἄστρου ἀνατολῇ φαινομένου, τοῖςΜάγοις πόῤῥωθεν.
Φέρεις Υἱέ μου, ὅλην τοῦ Πνεύματος τὴν ἰδέαν, καὶ πῶς σε φέρω, ὅμοιον ἐμοὶ κατὰ πάντα γεγονότα; ἔλεγεν ἡ Ἀπειρόγαμος ἐκπληττομένη· ἣν ὡς Θεοῦ Μητέρα, τιμήσωμεν πιστοί, πάντες καὶ ἐν αἰνέσει, συμφώνως δοξολογήσωμεν.

Ἕτερος. Θεὸν ἀνθρώποις
Ἰδοὺ ἡ πάντων ἦλθεν ἀνάκλησις, ὁ ἱλασμὸς τὸ φῶς, ἡ παντελὴς ἀπολύτρωσις, θησαυρὸς ὁ πολύτιμος κρύπτεται, ἔνδον ἐν τῷ Σπηλαίῳ· ᾧ πλουτιζόμενοι, Μάγοι τόν χρυσόν, ὡς Βασιλεῖ ἐπικομίζουσιν.
Χριστοῦ ποιμένες ἐπαγρυπνήσατε, καὶ νοητῶς ἐν πόλει, Βηθλεὲμ ἐπισπεύσατε, καὶ Θεῷ ἐν ὑψίστοις βοήσατε· Δόξα μεγαλωσύνη, τῷ εὐδοκήσαντι, βρέφος ὁραθῆναι καθ' ἡμᾶς, δι' ἀγαθότητα.
Σαρκὶ σπαργάνοις ἐνειλισσόμενος, ὁ σπαργανῶν ὁμίχλῃ, Ἰησοῦ μου τὴν θάλασσαν, τὸν δεσμὸν τῆς κακίας διαῤῥήξας, καὶ ἐν δικαιοσύνῃ, πάντας συνέδησας, τούς διαλυθέντας προσβολαῖς, τοῦ πολεμήτορος.
Θεοτοκίον
Παστὰς καὶ θρόνε τοῦ Βασιλεύοντος, Ὄρος Θεοῦ, καὶ Πόλις ἐκλεκτή, καὶ Παράδεισε, τοῦ Ἡλίου Νεφέλη ὁλόφωτε, φώτισον τὴν ψυχήν μου, νέφη διώκουσα, τῶν ἀνομιῶν μου τῶν πολλῶν, Θεοχαρίτωτε.

Τῶν Ἁγίων. Σὲ τὴν ἀθάνατον Κύριε πηγὴν
Οἱ νοητοὶ τοῦ Κυρίου θησαυροί, ἀνευφημείσθωσαν σήμερον, οἱ πολλοὺς ὀλβιοῦντες, καὶ βλύζοντες πιστοῖς τὰ ἰάματα, καὶ τὰ πλήθη τῶν θαυμάτων αὐτῶν.
Οἱ ἀσφαλεῖς τῶν Πιστῶν προασπισταί, καὶ τῆς Τριάδος ὑπέρμαχοι, καὶ ἀπόρθητοι πύργοι τῆς Πίστεως, Χριστὸν ἱκετεύσατε, Ἀθλοφόροι τοῦ σωθῆναι ἡμᾶς.
Ὁ ἱερὸς τῶν Μαρτύρων σου χορός, ὑπὲρ ἡμῶν ἱκετεύει σε, τὴν Ἁγίαν Τριάδα δωρήσασθαι, ἡμῖν τὴν εἰρήνην σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ἡ Βηθλεὲμ προανοίγει τὴν Ἐδέμ, καὶ ὁ ἐκ σοῦ προερχόμενος, τὸν Ἀδὰμ ἀναπλάττει σαρκούμενος, ὑπερφυῶς· ὃν ἱκέτευε, Θεοτόκε τοῦ σωθῆναι ἡμᾶς.





Ἐξαποστειλάριον τῶν Ἁγίων. Τοῖς Μαθηταῖς
Σὺν Θεοδούλῳ στέψωμεν, Ζωτικὸν Ἀγαθόπουν, καὶ Σατορνῖνον Πόμπιον, ἅμα Εὐνικιανῷ, τὸν ἔνδοξον Βασιλείδην, Εὔπορόν τε τὸν θεῖον, καὶ τὸν κλεινὸν Γελάσιον, καὶ Εὐάρεστον ὕμνοις, χαρμονικῶς, ταῖς πρεσβείαις τούτων, ὅπως ῥυσθῶμεν, πταισμάτων καὶ στεφθείημεν, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Προεόρτιον, ὅμοιον
Οἱ ἀρετὴν ἀσκήσαντες, καὶ νεκρῶσαι τὰ πάθη, ἐν ἐγκρατείᾳ σπεύσαντες, ὥσπερ τρίϋλον δῶρον, μετὰ ποιμένων καὶ Μάγων, πρᾶξιν ἐπαινουμένην, καὶ θεωρίαν εὔστοχον, νῦν προσάξωμεν πίστει, τῷ ἐν σαρκί, γεννηθῆναι ἥκοντι ἐκ Παρθένου, Θεῷ τῷ εὐδοκήσαντι, τὴν ἡμῶν σωτηρίαν.

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀνυμνείσθω Εὐάρεστος, Ζωτικός τε καὶ Πόμπιος, Βασιλείδης Εὔπορος Ἀγαθόπους τε, καὶ Σατορνῖνος Γελάσιος, καὶ θεῖος Θεόδουλος, μεθ’ ὧν Εὐνικιανός, εὐφημείσθωσαν ἄσμασιν, οἱ πολύαθλοι, οἱ τῆς Κρήτης προστάται καὶ γενναῖοι, ἀντιλήπτορες τῶν πόθῳ, ἐπιτελούντων τὴν μνήμην αὐτῶν.

Ὡς καλῶς στρατευσάμενοι, Βασιλεῖ τῶν Δυνάμεων, ἑαυτοὺς πολύαθλοι παρεδώκατε, ἐθελουσίως εἰς μάστιγας, καὶ βίαιον θάνατον, καὶ στρεβλώσεις καὶ δεσμά, τὰ τῆς Κρήτης βλαστήματα, εἰς ἣν εὕρατε, τὸ μακάριον τέλος καὶ στεφάνους, ἀνεδήσασθε τῆς νίκης, ὑπὲρ ἡμῶν ἱκετεύοντες.

Ἀνενδότως τυπτόμενοι, καὶ βωμοῖς ἀπαγόμενοι, καὶ ποικίλοις εἴδεσιν ἐταζόμενοι, καὶ ἐν ὁδοῖς ἐλαυνόμενοι, εἱρκτῇ συγκλειόμενοι, καὶ ὡς ῥόδα καθαρά, ταῖς κοπρίαις ῥιπτόμενοι, προσηνέχθητε, δι’ ἡμᾶς τῷ τιθέντε ὡς εὐω΄δη, ἱερεῖα ἐν τῇ ἄνω, τραπέζῃ Μάρτυρες ἔνδοξοι.

Καὶ τυπτόμενοι Μάρτυρες, καὶ προσώποις πτυόμενοι, κεφαλὰς τεμνόμενοι καὶ στρεβλούμενοι, καὶ πάσαις ἄλλαις κολάσεσι, καθυποβαλλόμενοι, οὐκ ἠρνήσασθε Χριστόν, οὐ ξοάνοις ἐθύσατε, ἀλλὰ χαίροντες, ἐκ ζωῆς τῆς προσκαίρου Ἀθλοφόροι, πρὸς οὐράνιον καὶ θείαν, μετεβιβάσθητε εὔκλειαν.







Δόξα... Τῶν Ἁγίων. Ἦχος πλ. β΄.
Ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, τοὺς Ἀθλοφόρους Ἁγίους Δέκα Μάρτυρας, καὶ πρὸς αὐτοὺς μελῳδικῶς ἐκβοήσωμεν λέγοντες· χαίρετε Ἀθλοφόροι τοῦ Χριστοῦ, Θεόδουλε καὶ Ζωτικέ, Βασιλείδη καὶ Εὔπορε· χαίρετε Γελάσιε καὶ Πόμπιε, Εὐνικιανὲ καὶ Ἀγαθόπου· χαίρετε Εὐάρεστε καὶ Σατορνῖνε. Ὡς ἔχοντες παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, Μάρτυρες πανσεβάσμιοι, Αὐτὸν ἐκτενῶς πρεσβεύσατε τοῦ σωθῆναι ἐν πίστει ἐκτελοῦντας, τὴν πανσέβαστον μνήμην ὑμῶν.

Καὶ νῦν ... Προεόρτιον.
Ἀνύμφευτε Παρθένε πόθεν ἥκεις; Τίς ὁ τεκών σε; Τίς και ἡ Μήτηρ σου; Πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; Πῶς οὐκ ἐφθάρης τὴν νηδύν; Μεγάλων παραδόξων ἐπὶ γῆς φρικτῶν μυστηρίων ἐπὶ σοὶ τελουμένων, πάναγνε ἀποροῦμεν, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐπὶ γῆς τὸ σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν παρασχεῖν τὸν ἀστέρα· καὶ μάγοι δὲ προέρχονται ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις θεηγόρος παρεμβολή, ἄθροισμα γενναῖον, συναυλία μαρτυρική, δῆμος θεοφόρος, δεκάριθμος χορεία, τῶν Δέκα Ἀθλοφόρων, τοῦ παντοκράτορος.
Τοὺς ἐν Κρήτῃ Μάρτυρας τοῦ Χριστοῦ, τοὺς ἀκαθαιρέτους, τῆς πατρίδος προασπιστάς, τῆς ἐνεγκαμένης, ἐδάφους τοὺς λιμένας, τοὺς δέκα στεφανίτας, ἀνευφημήσωμεν.
Εὔπορον Θεόδουλον Ζωτικόν, Πόμπιον τὸν θεῖον, Ἀγαθόπουν Εὐνικιανόν, σὺν τῷ Σατορνίνῳ, Εὐάρεστον τιμῶμεν, μεθ’ ὧν τε Βασιλείδην, καὶ τὸν Γελάσιον.













ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐν τῇ Κρήτῃ παμφαέστατοι λύχνοι, τῆς φωταυγείας τοῦ Χριστοῦ οἱ ἀκτῖσι, πυρσεύοντες τὴν σύμπασαν ἀνδρείᾳ πολλῇ, Μάρτυρες Δεκάριθμοι, τῶν παθῶν τὴν ὁμίχλην, ἀφ’ ἡμῶν διώξατε, καὶ εἰρήνην κατ’ ἄμφω, τοῖς καταφεύγουσιν ὑμῶν ταῖς λιταῖς, σημειοφόροι, γενναῖοι βραβεύσατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δέκα Μαρτύρων αἰτοῦμαι πρεσβείαις. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖα τοῦ Πνεύματος διαυγῆ, φωστῆρες τῆς Κρήτης, Δέκα Μάρτυρες θαυμαστοί, ἡμῶν τὰς δεήσεις ὡς Κυρίῳ, νῦν παρεστῶτες ἐν πόλῳ προσδέξασθε.
Ἐξ ὕψους Δεκάριθμοι συμπαθῶς, Κυρίου ὁπλῖται, ἐπιβλέψατε καὶ ταχύ, παρέχετε πάντοτε εἰρήνην, ψυχῆς τοῖς πόθῳ ὑμῖν προσπελάζουσι.
Κοινοῖς μελῳδήμασιν τοὺς ὑμῶν, τιμῶντες καμάτους, Δέκα πάντιμοι Ἀθληταί, βοῶμεν· ὑμῶν ταῖς ἱκεσίαις, πιστοῖς κατ’ ἄμφω ὑγείαν δωρήσασθε.
Θεοτοκίον.
Ἀπείρανδρε Μῆτερ τοῦ Λυτρωτοῦ, δεινῶς συνεχούσης, ῥῦσαι θλίψεως τοὺς πιστῶς, ὡς οἶκον φωτόλαμπρον Κυρίου, Σὲ ἀνυμνοῦντας ἑκάστοτε Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν Εὔπορε, σὺν τῷ Βασιλείδῃ τῷ θείῳ, καὶ Ἀγαθόποδι, ὡς ἂν γεραίρω ἀεί, τὴν φωτοφόρον σου μνήμην, καὶ τὴν τῶν συνάθλων σου, ἄριστον ἔνστασιν.
Ἀθλητὰ Σατορνῖνε καὶ Ζωτικὲ πάνσοφε, σὺν τῷ Θεοδούλῳ τῷ θείῳ, καὶ τῷ παμμάκαρι, Πομπίῳ κάραν συνθλᾶν, τοῦ μαινομένου ὡς ταύρου, μισοκάλου δαίμονος, μὲ ἀξιώσατε.
Ῥῦσαι πάντας λιταῖς σου ταῖς σωστικαῖς Ἅγιε, Εὐνικιανὲ τοὺς τιμῶντας, σοῦ τὸ μαρτύριον, καὶ τῶν συνάθλων τῶν σῶν, ἀνευφημοῦντας τοὺς πόνους, ἐν ὀδύναις ἄνεσιν, τούτοις δωρούμενος.
Θεοτοκίον.
Τὸν Θεὸν καὶ Σωτῆρα Χριστιανῶν τέξασα, τὸν τὰς ἁμαρτίας τοῦ κόσμου, αἴροντα Δέσποινα, τὰς ἀλγηδόνας ἡμῶν, ταῖς πρὸς Υἱόν Σου πρεσβείαις, κούφισον ἰάτειρα, πάντων ἀνάργυρε.

Διάσωσον, Δεκὰς Μαρτύρων ἐν Κρήτῃ ἀνδρειοφρόνως, τῆς ἀθλήσεως ἀτραποὺς ἡ πίστει ὁδεύσασα, ἀπὸ κινδύνων καὶ βλάβης ἡμᾶς ταχέως.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείας ὑμῶν Εὐάρεσε Γελάσιε, Εὐνικιανὲ Θεόδουλε καὶ Πόμπιε, Ἀγαθόπους πάντοτε, Σατορνῖνε ἔνδοξε Εὔπορε, καὶ Βασιλείδῃ σὺν τῷ Ζωτικῷ, ἐν βίου τοῖς κλύδωσιν αἰτούμεθα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὕδωρ ἄϋλον βλύσατε, εὐφροσύνης θείας σβεννῦον φλόγωσιν, τῶν παθῶν ἡμῶν Δεκάριθμοι, Ἀθληταὶ τῆς Κρήτης καλλωπίσματα.
Ῥείθροις μάκαρ Γελάσιε, καὶ γενναῖε Μάρτυς Χριστοῦ Εὐάρεστε, θεϊκῆς ἡμᾶς χρηστότητος, τοὺς ὑμῖν προσπίπτοντας δροσίσατε.
Ὡς λαμπτὴρ δεκαπύρσευτος, καὶ πλειὰς Δεκάριθμοι οὐρανόφωτος, Ἀθληταὶ πιστοὺς φωτίσατε, ἐν νυκτὶ ζοφώδει τοὺς καθεύδοντας.
Θεοτοκίον.
Νικητὰς ἐν τοῖς σκάμμασι, δεῖξον Θεοτόκε τοῦ βίου ἅπαντας, εὐλαβῶς Σε μακαρίζοντας, καὶ ἐπιζητοῦντας τὰς πρεσβείας Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄθλους τοὺς ὑμῶν, οὕσπερ ἔτλητε γεραίροντες, κατ’ ἀπίστων Δέκα Μάρτυρες Χριστοῦ, τὰς θερμὰς ὑμῶν λιτὰς ἀπεκδεχόμεθα.
Ἵνα μυστικῶς, ἀνυμνῶ ὑμᾶς Θεόδουλε, Σατορνῖνε Ἀγαθόπους Ζωτικέ, καὶ Γελάσιε ἰσχύν μοι δότε ἄνωθεν.
Τόμῳ ἱερῷ, τῆς ζωῆς ἡμᾶς ἐγγράψατε, Βασιλείδῃ μάκαρ Εὐνικιανέ, καὶ Εὐάρεστε ὑμῖν ἀεὶ τοῖς σπεύδουσιν.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, τοῦ Υἱοῦ Σου μέγα ἔλεος, ἵνα μέλπωμεν ᾠδαῖς Σὴν ἀρωγήν, συμπαθείας στηλογράφημα Παντάνασσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑφέρποντος, παμβεβήλου ὄφεως, τῆς κακίας ῥύσασθέ με φωστῆρες, τῆς Κρήτης θεῖοι Εὐάρεστε μάκαρ, θεόφρον Εὔπορε σῶφρον Γελάσιε, καὶ Πόμπιε ταῖς πρὸς Χριστόν, ἀσιγήτοις ὑμῶν παρακλήσεσι.
Μανίας με, ἀνεικάστου σώσατε, τοῦ ἀρχαίου πτερνιστοῦ Ἀγαθόπους, σὺν Ζωτικῷ, Βασιλείδῃ Πομπίῳ, καὶ Σατορνίνῳ Θεόδουλε Εὔπορε, σεπτὲ καὶ Εὐνικιανέ, ἵνα ὕμνοις ὑμᾶς στέφω πάντοτε.
Αἰτήσασθε, κόσμου ἀπολύτρωσιν, ἐκ δεσμῶν τῶν μεριμνῶν ἐν τῷ βίῳ, ὡς παῤῥησίαν κατέχοντες πλείστην, Χριστῷ Γελάσιε Πόμπιε Εὔποτε, ἀλκίφρον Εὐνικιανέ, Βασιλείδη κλεινὲ καὶ Θεόδουλε.
Θεοτοκίον.
Ἰάσεων, κολυμβήθραν ἔδειξε, Σὲ Χριστὸς ὁ Σὸς ὑπέρλαμπρος Τόκος, Θεοκυῆτορ ἁγνὴ καὶ χειμάῤῥουν, παντοειδῶν ἰαμάτων θεόνυμφε, εἰς ὃν λουόμενοι δεινῆς, ἀῤῥωστίας τὸν ῥύπον διώκομεν.
Διάσωσον, Δεκὰς Μαρτύρων ἐν Κρήτῃ ἀνδρειοφρόνως, τῆς ἀθλήσεως ἀτραποὺς ἡ πίστει ὁδεύσασα, ἀπὸ κινδύνων καὶ βλάβης ἡμᾶς ταχέως.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Κρήτης λύχνοι Δεκάριθμοι πάμφωτοι, οἱ μαρτυρίου βολίσιν ἐκλάμψαντες, ἡμῶν τὴν σκοτείαν διώξατε, ταῖς ὑμετέραις πρεσβείαις πρὸς Κύριον, δεόμεθα δῆμε ὑπέρτιμε.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖ· προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅμιλε Δεκάριθμε, τῶν ἐν τῇ Κρήτῃ Μαρτύρων, Ζωτικὲ Θεόδουλε, Ἀγαθόπους Εὔπορε παναοίδιμε, εὐσταλὲς Πόμπιε, Σατορνῖνε μάκαρ, Βασιλείδη θεοφόρητε, σεπτὲ Εὐάρεστε, Εὐνικιανὲ καὶ Γελάσιε, προστάται καὶ ἀκέστορες, πέλετε πιστῶν ἐν ταῖς θλίψεσιν· ὅθεν δυσωποῦμεν, ὑμᾶς· μὴ διαλίπητε ἡμῖν, Χριστῷ πρεσβεύοντες πάντοτε, χάριν πέμψαι ἄφθονον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πληρωτὴν τῶν Ἁγίων ἐντολῶν καὶ ἐργάτην με ἀναδείξατε, ὡς ἂν τῆς Βασιλείας, τῆς ἄνω κληρονόμος, ὁ πολύτλας γενήσωμαι, τῆς Κρήτης πανευσθενεῖς, Χριστοῦ ὁπλῖται Δέκα.
Ῥώμην δίδοσθε θείαν κατ’ ἐχθρῶν ἀοράτων ἡμῖν Εὐάρεστε, θεόφρον Σατορνῖνε, Θεόδουλε φωσφόρε, Ζωτικέ τε Γελάσιε, καὶ Βασιλείδη στεῤῥέ, Κυρίου στρατιῶται.
Εὐσταλῶς Ἀθλοφόρων τῆς Δεκάδος Μαρτύρων τὰ κατορθώματα, γεραίρων ἀνακράζων· Κυρίου στρατηλάται, ταῖς ὑμῶν κατατάξατε, κἀμὲ ἁγίαις λιταῖς, εἰς οὐρανῶν στρατείαν.
Θεοτοκίον.
Συνοχῆς τῶν ἐφόδων τοῦ ἐχθροῦ Θεοτόκε ἡμᾶς ἐκλύτρωσαι, τοὺς πίστει ἐκζητοῦντας, τὰς θείας Σου πρεσβείας, πρὸς Ὃν ἔτεκες Κύριον, Θεὸν καὶ Πλάστην ἡμῶν, ὑπερευλογημένη.








ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βυθοῦ ἁγνοίας, ἐκ ζοφερᾶς σοὺς ἱκέτας, ἐξαγάγετε Ἅγιοι Δέκα, τοὺς ὑμῶν αὐχένος, τομὴν ἀνευφημοῦντας.
Ἔργοις ἀμέμπτοις, εὐαρεστεῖν τῷ Κυρίῳ, ἐνισχύσατε Μάρτυρες Δέκα, τοὺς ἐκδεχομένους, ὑμῶν τὰς ἱκεσίας.
Ἰδοὺ προσπίπτω, ὑμῖν αἰτούμενος χάριν, τὴν ὑμῶν καλλιμάρτυρες Δέκα, Κρήτη θεοφόροι, σεμνοὶ καὶ στεφανῖται.
Θεοτοκίον.
Ἀγαλλιᾶται, τῶν εὐσεβῶν ἡ χορεία, Σὲ προστάτιν κατέχουσα θείαν, ἐν τοῦ βίου ζάλαις, ἁγνὴ Θεοκυῆτορ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκίου ἀλγηδόνας, παύσατε πρεσβείαις, ὑμῶν Θεόδουλε Πόμπιε Εὔπορε, σὺν Ζωτικῷ Βασιλείδῃ καὶ Ἀγαθόποδι.
Χαρίτων πλήσατέ με, θείων Σατορνῖνε, σὺν Γελασίῳ Εὐάρεστε πάντιμε, καὶ τῆς Εὐνίκης ἐπώνυμε τρισμακάριστε.
Μὴ παύσασθε φρουροῦντες, τοὺς ὑμῶν τοὺς τάφους, ἀσπαζομένους Δεκάριθμοι Μάρτυρες, τοὺς ἐν Γορτύνῃ κειμένους θεοειδέστατοι.
Θεοτοκίον.
Μαρτύρων παναρίστων, κλέϊσμα Παρθένε, καὶ πανευῶδες τοῦ κόσμου θυμίαμα, μή με παρίδῃς ἐν ὥρᾳ φρικτῇ τῆς Κρίσεως.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίρετε ἀλκίφρονες Ἀθληταί, οἱ τομὴν αὐχένος, ὑπομείναντες σθεναρῶς, ἐν τῇ νήσῳ Κρήτῃ, διὰ Χριστοῦ τὴν πίστιν, Δεκάριθμοι φωστῆρες, ἀειφεγγέστατοι.
Χαίρετε Γελάσιε Ζωτικέ, Σατορνῖνε μάκαρ, εὐσταλὲς Εὐνικιανέ, σὺν τῷ Βασιλείδῃ, Πομπίῳ Εὐαρέστῳ, Εὐπόρῳ Θεοδούλῳ, καὶ Ἀγαθόποδι.
Ῥύσασθε ἐκ λύμης τοῦ πονηροῦ, τοὺς ὑμᾶς τιμῶντας, πάσης βλάβης τε καὶ ὀργῆς, δῆμε Ἀθλοφόρων, Δεκάριθμε τῷ ὄντι, οἱ ἐν τῇ νήσῳ Κρήτῃ, στέφη δεξάμενοι.
Τοὺς ὑμῶν τοὺς τάφους πανευλαβῶς, προσκυνοῦντας Δέκα, παναοίδιμοι Ἀθληταί, ῥύσασθε κινδύνων, καὶ τῆς ζωῆς τῆς ἄνω, ὑμῶν ταῖς ἱκεσίαις, καταξιώσατε.
Χαίροις δῆμε πάντιμε καὶ σεπτέ, Ἀθλητῶν Κυρίου, δένδρα σύγκαρπα ἀρετῶν, καὶ ἀνδρείας πλείστης, Δεκάριθμοι ἀστέρες, οἰ φρυκτωροῦντες πάντας, θείοις πυρσεύμασι.
Στύλοι ἀδιάσειστοι τῆς Χριστοῦ, Ἐκκλησίας Δέκα, Ἀθλοφόροι τὰς κεφαλάς, σπάθαις παρανόμων, ἐκύψατε ἀσμένως, καὶ ὤφθητε Μαρτύρων, θείων ἀκρότητες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δῆμε, παναρίστων Ἀθλητῶν, Μάρτυρες Δεκάριθμοι θεῖοι, οἱ ἐν τῇ Κρήτῃ λαμπρῶς, μαρτυρίου στέφανον, ἀναδησάμενοι, ἐκ χειρῶν τοῦ παντάνακτος, Χριστοῦ δυσωπεῖτε, πάντοτε δεόμεθα, λυτροῦσθαι θλίψεων, πόνων, καὶ παθῶν δυσφορήτων, τοὺς ἀνευφημοῦντας ἐκθύμως, ἄθλησιν ὑμῶν τὴν πανσεβάσμιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου