ΔΕΚΕΜΒΡΙΟΥ 24!!
ΝΙΚΟΛΑΟΣ ΟΣΙΟΣ ΤΟΥ ΑΠΟ ΣΤΡΑΤΙΩΤΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Κύριε ἐκέκραξα,
ιστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ
Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Νικολάου
τοῦ σώφρονος, ἡ σεβάσμιος ἔλαμψεν, μνήμη δεῦτε ἅπαντα συναθροίσθητε, στρατιωτῶν
τὰ συστήματα, τὸν μέγαν ὑμνήσατε, στρατιώτην τοῦ Χριστοῦ, τὸν παγίδας
συντρίψαντα, τοῦ ἐχθροῦ στεῤῥῶς, καὶ τὸ στέφος χειρὶ τοῦ Ἀθλοθέτου, κομισάμενος
καὶ νίκης, τρόπαια στήσαντα χάριτι.
Ὥσπερ
ἕαρ ἡδύπνοον, ἐν χειμῶνι ἀνέτειλε, ἡ σεπτή σου μνήμη σοφὲ Νικόλαε, εὐωδιάζουσα
ἅπαντας, μύροις τῆς ἁγνείας σου, καὶ σωφρόνου βιοτῆς, ἣν διῆλθες μακάριε,
ἀπωσάμενος, βδελυρὰν ἁμαρτίαν ψυχοφθόρον, διὰ τοῦτο ἀνεδείχθης, ἐν τοῖς ἀγῶσιν
ἀήττητος.
Μιαρώτατον
σόφισμα, γυναικὸς δολιόφρονος, παντελῶς οὐκ ἔσεισε τὴν ἀκράδαντον, ψυχήν σου
μάκαρ Νικόλαε, ἐφάνης γὰρ ενδοξε, ὥς τις ἄσαρκος πυρί, πειρασμῶν μὴ φλεγόμενος,
καὶ ἀδάμαντος, στεῤῥοτέραν τὴν γνώμην κεκτημένος, σαρκικῶν τε φρονημάτων,
πάντων ἀνώτερος Ἅγιε.
Ἕτερα.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ
τῆς καρτερᾶς ἐνστάσεως, τῆς καθαρᾶς σου ψυχῆς, καὶ τοῦ θείου σου σώματος,
στρατιώτα πάντιμε, τοῦ Σωτῆρος Νικόλαε, πῶς οὐκ ἐφλέχθης πυρὶ συνούμενος, πῶς
καθυπέστης, σαρκὸς τὴν φλόγωσιν, πῶς τὴν διάνοιαν, ἀνωτέραν ἔστησας τῶν ἡδονῶν,
ὄντως θείᾳ χάριτι, πάντα ὑπέμεινας.
Τρίπλοκον
λαμπρὸν διάδημα, τὴν κορυφήν σου κοσμεῖ, στρατιώτα Νικόλαε, ὡς τρισσῶς
νικήσαντα τὸν ἀρχέκακον δράκοντα, καὶ τρεῖς τὴν κάραν αὐτοῦ συντρίψαντα, τῆς
παρθενίας μαχαίρᾳ Ὅσιε, καὶ ἀναδείξαντα, τοῦτον περιγέλασον καὶ τοῖς ποσί, σοῦ
καταπατούμενον, μακαριώτατε.
Μόνῳ
σοι ζωὴν χαρίζεται, ὁ ζωοδότης Χριστός, τοῦ ἐχθροῦ κατασφάττοντος, τοὺς
συστρατιώτας σου, Ἀθλοφόρε Νικόλαε, μόνος γὰρ μόνον Αὐτὸν ἠγάπησας, καὶ
παρθενίαν μόνος ἐτήρησας, ὅθεν καὶ μέλλουσαν, τὴν ζωὴν ἀοίδιμε κληρονομεῖς,
Παραδείσου πάντοτε οἰκῶν σκηνώματα.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
στρατιωτῶν τὰ συστήματα, τὸν καλὸν στρατιώτην τοῦ Χριστοῦ Νικόλαον τὸν σώφρονα,
εὐφημήσωμεν. Οὗτος γὰρ μόνῳ τῷ Χριστῷ στρατευθείς, οὐκ ἐδελεάσθη τοῖς τοῦ
πονηροῦ σοφίσμασι, ὑποβάλλοντος σαρκὸς τὸν μολυσμόν. Καὶ τῆς ψυχῆς καὶ τοῦ
σώματος ἀμόλυντον τηρῶν τὴν θεοΰφαντον στολήν, μόνος διεφυλάχθη ἀβλαβής,
σκεπώμενος τῇ θείᾳ χάριτιτ, ὅθεν καὶ κατεποίκιλε αὐτήν, ταῖς λαμπρότησι τῆς
ἀσκήσεως, καὶ φαιδρῶς κεκοσμημένος τῷ Σωτῆρι παρίσταται, δεόμενος ἀεὶ τοῦ διαφυλαχθῆναι
τὸν φιλόχριστον στρατόν, σαρκικῶν ἁμαρτημάτων ἀνέπαφον καὶ πάντων τῶν ἐχθρῶν
ἀνώτερον.
Καὶ
νῦν. Προεόρτιον.
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας.
Προφητείας
Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μθ᾿, 9)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε
καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός,
καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὔκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ
ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες,
καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἐστιν ὁ ἐκ τῶν χειρῶν
μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ᾿, 1)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοΰ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε᾿, 5-6, 1)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν
ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ
ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτὴν ἰδιόμελα. Ἦχος α´.
Ἀγάλλου χαρμοσύνως ἡ Βασιλεύουσα Πόλις, ὅτι
τοιοῦτον ἐβλάστησας καρπόν, Νικόλαον τὸν ἀοίδιμον, ἐπ’ αὐτῷ γὰρ ἐπληρώθη τὸ
γραφικόν· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν
οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν, ἀλλὰ μόνον ταῖς ὁδοῖς τοῦ Κυρίου
ἐπορεύετο, παρ’ οὗ καὶ τὸν στέφανον εἴληφε, ἀδιαλείπτως πρεσβεύων ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Θαυμαστῶς
σὲ ἐδόξασε, ὁ δοξάσας τοὺς Ἁγίους Αὐτοῦ Κύριος, στρατιῶτα Νικόλαε, ἐρασθεὶς γὰρ
τῆς ψυχῆς σου τὸ κάλλος καὶ τὴν καθαρότητα τῆς πολιτείας σου, ἐφανέρωσε ἐν σοί,
τῆς προνοίας Αὐτοῦ κεκρυμμένον μυστήριον, ὁράματι γὰρ ὀφθείς, καὶ τὸν
ἐπικείμενον τοῖς ἁμαρτωλοῖς στρατιώταις θάνατον δείξας σοι, τὴν δε θαυμαστήν
σου διάσωσιν ἐκτυπούμενος. Οὓτω γὰρ ἀμείβει τοὺς δούλους Αὐτοῦ, ὁ μόνος
εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Ἦχος
δ΄.
Στρατιῶτα
Νικόλαε, θεράπον γνήσιε τοῦ Χριστοῦ, καὶ τοῦ Εὐαγγελίου πιστὸς τηρητής, στρατευθεὶς
τῷ Λόγῳ καὶ Θεῷ οὐκ ἐνεπλάκης ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ
στρατολογήσαντι ἀρέσῃς, καὶ πᾶσαν βιοτικὴν ἡδονὴν βδελυξάμενος, ἠξιώθης θάνατον
πικρὸν ἐκφυγεῖν, ἵνα πάντες γνωρίσωσι τῆς καθαρότητος τὴν παῤῥησίαν. Καὶ νῦν
ἅπασι βοηθεῖς, τοῖς στρατευομένοις, συντρίψαι τὰς παγίδας τοῦ διαβόλου καὶ
καθαρῶς δουλεύειν τῷ Χριστῷ, ὅπως τύχωσι τῶν στεφάνων ἐν ἡμέρᾳ τῆς κρίσεως.
Δόξα.
Ἦχος πλ. α΄.
Τὸν
τῆς νίκης ἀξίως ἐπώνυμον, τὸν νικήσαντα κατὰ κράτος τοῦ διαβόλου τὴν
δυναστείαν, τὸν ἐν πολέμοις ἀήττητον, καὶ ἐν πειρασμοῖς καρτερικώτατον,
Νικόλαον τὸν Χριστοῦ στρατιώτην πάντες μακαρίσωμεν. Οὓτος γὰρ ὡς χρυσίον
καθαρὸν ἐλαμπρυνθη, τῷ πυρὶ τῶν προσβολῶν τοῦ ἐχθροῦ καὶ ἐξήστραψε τῇ στεῤῥᾷ
ὑπομονῇ τῶν πόνων τῆς ἀσκήσεως. Διὸ ἐν ἁμφοτέροις διαπρέψας, διπλοῦν καὶ τὸν
στέφανον εἴληφας παρὰ τοῦ Ἀθλοθέτου Θεοῦ, τοῦ σώζοντος τοὺς εἰς Αὐτὸν
ἐλπίζοντας.
Καὶ
νῦν. Προεόρτιον.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ στρατιώτης Χριστοῦ, ὁ τὴν ψυχὴν διατηρήσας ἀμόλυντον, καὶ σάρκα καταφρονήσας,
καταπατῶν ἡδονάς, καὶ τρυφὰς τοῦ σώματος ἀοίδιμε. Πυρὶ μὴ φλεγόμενος, πειρασμῶν
ἀλλ’ ἀνάλωτον, νοῦν καὶ καρδίαν, συντηρῶν θείᾳ χάριτι, ὦ Νικόλαε, σωφροσύνης
κειμήλιον, εὐωδιάζον μακάριε, τοὺς πόθῳ τελοῦντας τὴν ἁγίαν σου νῦν μνήμην, καὶ
σὲ γεραίροντας.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἐν τῷ
Λιβάνω πληθυνθήσεται.
Χαίροις,
ὦ στρατιῶτα Χριστοῦ, ὁ φερωνύμως νίκης φέρων τὰ τρόπαια, ὁ πᾶσαν τὴν
δυναστείαν, τοῦ διαβόλου πατῶν, καὶ στεφθεὶς ὡς Μάρτυς καρτερόψυχε, ἁγνὸν γὰρ
τὸ σῶμά σου, συντηρῶν ἀπεδίωξας, τὴν σὲ μολῦναι, ἀναισχύντως σπουδάζουσαν, καὶ
τὸ κάλλος σου, τῆς ψυχῆς κατελάμπρυνας· χαίροις τὸ χρυσαυγέστατον ἁγνείας
παλάτιον, τῆς παρθενίας τὸ ἄνθος, τῆς σωφροσύνης διδάσκαλε, Χριστὸν καταπέμψαι,
ταῖς ψυχαῖς ἡμῶν δυσώπει πταισμάτων ἄφεσιν.
Στ.: Θαυμαστὸς ὁ Θεό, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις,
στρατευομένων κανών, καὶ θεία στάθμη καὶ βοήθεια, δεινῶς τε πολεμουμένων,
καταφυγὴ κραταιά, καὶ λιμὴν τῶν πίστει προστρεχόντων σοι, λαμπὰς ἡ ἐκφαίνουσα,
παρθενίας φῶς ἄσβεστον, κλῖμαξ ἁγνείας, ὁδηγούσα πρὸς μέθεξιν, ὦ Νικόλαε, τῶν
Μαρτύρων ὁμότιμε, πρέσβευε πρὸς τὸν Κύριον, φυλάξαι τὸ στράτευμα, ἀπὸ παντὸς
ὀλεθρίου καὶ ψυχοφθόρου κινδύνου τε, ταῖς σαῖς ἱκεσίαις, ἁγιάζων καὶ φωτίζων,
Ὅσιε πάντοτε.
Δόξα.
Ἦχος πλ. δ΄.
Καταφρονήσας
ἀληθῶς, καὶ ὡς σκύμβαλα παντα ἡγησάμενος Ὅσιε, τὰ τοῦ κόσμου ἡδέα, καὶ σαρκὸς
τὰς ἐπαναστάσεις ἀνδρικῶς καταβαλῶν, ὁπίσω ἔδραμες Χριστοῦ, καὶ ὡς γνήσιος
μαθητὴς ἠκολούθησας Αὐτῷ. Ὃς καὶ ἐκ πικροῦ θανάτου σὲ διέσωσε, ὡς φύλακα τῶν
Αὐτοῦ εντολῶν, καὶ νῦν ἐν οὐρανοῖς κέκτηταί σε κληρονόμον Νικόλαε παμμακάριστε,
τῆς οὐρανίου Βασιλείας καὶ πρέσβυν θερμότατον, υπὲρ τοῦ φιλοχρίστου λαοῦ.
Καὶ
νῦν. Προεόρτιον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τον
νικήσαντα πάντα διαβόλου τὰ ἕνεδρα, καὶ τριπλοῦν τὸ στέφος λαβόντα, τῷ τριπλῷ
τῆς ἀρνήσεως, τὸν νέον στρατιώτην τοῦ Χριστοῦ, καὶ μέγαν ἐν Ὁσίοις Ἀθλητήν, τὸν
Νικόλαον τὰ στίφη στρατιωτῶν ἐνδόξως μακαρίσωμεν. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ λυτρουμένῳ διὰ σοῦ ἡμᾶς ἐκ πάσης θλίψεως.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν
ἔνσαρκον ἄγγελον τὸν ἀσωμάτων ἐν γῇ, τὸν βίον ζηλώσαντα, τὸν τῆς σαρκὸς ἡδονάς,
ἐνθέως πατήσαντα, μέγαν τε τῆς ἁγνείας, ἐραστὴν γεγονότα, Νικόλαον τὸν γενναῖον,
στρατιώτην ὀφθέντα, πιστῶς ἀνευφημήσωμεν πάντες φιλέορτοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ψυχὰς
προκαθάραντες δεῦτε κατίδωμεν, σπηλαίῳ τικνόμενον τὸν Βασιλέα Χριστόν, δι’
ἄκραν ἀγαθότητα, βρέφος γὰρ σπαργανοῦται, ὁ τὸν κόσμον ποιήσας, παρθένον τὴν
τετοκυῖαν, ὡς πρὸς τόκου φυλάξας, ἵνα τὸ γένος ἡμῶν λυτρώσῃ κακίας τοῦ ὄφεως.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος
πάντιμον, τῆς ἀπαθείας, καὶ ὡράϊσμα, τῆς παρθενίας, τῷ σῷ βίῳ ἀνεδείχθης
Νικόλαε, ἀσκητικαῖς ἀγωγαῖς γὰρ ἐνέκρωσας, τὰ τῆς σαρκὸς πάθη Πάτερ ἀοίδιμε,
ὅθεν πρέσβευε διδόναι πταισμάτων ἄφεσιν τοῖς πόθῳ ἀναμέλπουσι τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μόνη
ἔτεκες, ἀνερμηνεύτως, Ὃν ἐγέννησεν, Πατὴρ ἀχρόνως, ἐν σπηλαίῳ Βηθλεὲμ οὗ εἰς
αἴνεσιν, ἀγγελικαὶ στρατιαὶ εὐτρεπίζονται, καὶ βασιλεῖς ἐκ Περσίδος ὁδεύουσι,
Κόρη ἄφθορε, καὶ βρέφος χερσὶν ἐβάστασας, τὸν χερσὶν Αὐτοῦ βαστάζοντα τὰ
πέρατα.
Μετὰ
τὸν πολυέλαιον, κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τὸν
ἐκ νεότητος Χριστῷ ἀκολουθήσαντα, καὶ τὰς ὁδοὺς Αὐτοῦ εὐθέως πορευόμενον, τὸν
τὸν τρίπλοκον ὄφιν συντρίψαντα καιρίως, Νικόλαον τῆς ἁγνείας τὸν θησαυρόν, καὶ
μῦρον τῆς ἰσαγγέλου ὄντως ζωῆς, εὐφημήσωμεν ἄσμασιν, στρατιωτῶν ἡ πληθύς,
αἰτούμενοι εὐχαῖς αὐτοῦ, πειρασμῶν απολύτρωσιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
τοῦ Ἀγγέλου Εὐαγγέλιον ὁρῶσα, εν τῇ Σῇ μήτρᾳ ἀληθῶς τετελεσμένον, θαμβουμένη
ἠπόρεις μυστήριον τὸ ξένον, εγγίζοντος δὲ τεχθῆναι του Σοῦ Υἱοῦ, καὶ τόπου οὐκ
ὄντος Κόρη πρὸς ξενισμόν, ἐν πτωχότατον σπήλαιον, μόνον ἐκ πάσης τῆς γῆς,
προσφέρεταί σοι Δέσποινα, ὦ φρικτὴ συγκατάβασις.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Τοῖς Ὁσίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἀστὴρ
φαεινός, ἐν τῷ τῆς ἐκκλησίας νοητῷ στερεώματι, ἐξέλαμψας Πάτερ Οσιε, ταῖς
ἀκτῖσι τῆς σεμνῆς πολιτείας καταυγάζων τοὺς πιστούς, καὶ πρὸς ὕψος καθαρότητος,
ἀνάγων τοὺς ζηλοῦντάς σου τὰ ἔνθεα κατορθώματα, δι’ ὧν ἄγγελος ἐπὶ γῆς
ἀνεδείχθης καὶ συμπαθὴς ἀντιλήπτωρ τῶν προσκαλουμένων σε εἰς βοήθειαν καὶ
πειραζομένων ὑπὸ τοῦ ὄφεως. Ταῖς πρεσβείαις σου οὖν λύτρωσαι ἡμᾶς τῶν
πολυπλόκων αὐτοῦ παγίδων καὶ σῶσον τὰς ψυχὰς ἡμῶν
Κανών· ὁ Προεόρτιος· καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Νικόλαον τὸ
σκεῦος τῆς ἀπαθείας μέλπω.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νικόλαε
φώτισον, ἐσκοτισμένην διάνοιαν, τῷ βάθει τῆς δόξης σου, ἐγκῦψαι θέλουσαν, καὶ
καταύγασον, τὸν νοῦν μου ὡς ὑμνήσω, σὸν βίον τὸν ἔνθεον Πάτερ ἀοίδιμε.
Ἰδεῖν
ἐπεθύμησας, ἃ ὁ Θεὸς ἐπηγγείλατο, Αὐτὸν τοῖς λατρεύουσι καθαροτάτῃ ψυχῇ, διὸ
ἔσπευσας, παθῶν ἐναποπλῦναι, τὸν ῥῦπον Νικόλαε, ὡς γνωστικότατος.
Κοσμίοις
εν ἤθεσι, τὴν σὴν καρδίαν ἐκόσμησας, μέσον κόσμου ἔτι ὢν, καὶ ψυχικῶς
μακρυνθείς, ματαιότητος, αὐτοῦ εὐσεβοφρόνως, Νικόλαε πάνσοφε, πνεύματος
σκήνωμα.
Θεοτοκίον.
Ὁλόφωτον
θρόνον Σε, τοῦ Βασιλέως γινώσκομεν, καὶ κλίνην χρυσήλατον, ᾗ ἀνεπαύσατο, ὁ
ὑπέρθεος, ἐκ Σῶν ἁγνῶν αἱμάτων, σαρκούμενος Δέσποινα, δι’ ἀγαθότητα.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Λαοῦ
κινδυνεύοντος ἐξ ἔθνους, βαρβάρου στρατείᾳ ὑπαχθείς, τῇ ἐπιγείῳ ἔνδοξε, πρὸς
τοὺς ἀγῶνας ἔδραμες, προκινδυνεύων ἄριστα, τῆς σῆς πατρίδος Νικόλαε.
Ἀδούλωτον
φρόνημα πλουτίσας, γυναίου ἀσέμνου προσβολῆς, οὐκ ἐδουλώθης Ὅσιε, Νικόλαε ἐλευθέρωσον,
τὸν νοῦν καὶ τὴν καρδίαν σου, τηρήσας πάσης αἰσχρότητος.
Ὁράσει
τῆς φαύλης γυναικός σοι, ὁ ὄφις ἐγκέκρυπται σοφέ, κρημνῖσαι σε βουλόμενος, ἀλλ’
ἄσειστόν σε εὕρατο, στεῤῥῶς γὰρ ὠκοδόμησο, τῷ θεμελίῳ τῆς πίστεως.
Θεοτοκίον.
Ναόν
Σε τοῦ πάντων Βασιλέως, κηρύττομεν Κόρη εὐσεβῶς, ἐν Σοὶ γὰρ κατεσκήνωσεν, καὶ
εξ ἁγνων αἰμάτων σου, πλαστουργηθεὶς ἐζώωσε, τοὺς νεκρωθέντας τοῖς πταῖσμασιν.
Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἁγνείας
τὴν στολήν, λαμπροτέραν ποιήσας, μὴ στέρξας οὐδαμῶς, ἡδονὰς ἀκαθάρτους,
φαιδροτέραν ἐποίκιλας, ταύτην πόνοις ασκήσεως, ᾗ κοσμούμενος, περιχαρῶς τῷ
Κυρίῳ, νῦν παρίστασαι, ὑπὲρ ἡμῶν ἱκετεύων, παμμάκαρ Νικόλαε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαρίτων
τὴν ψυχήν, θεϊκῶν ἀπειργάσω, Παρθένε καθαρόν, καὶ εὐῶδες δοχεῖον, καὶ ὅλον
ἐχώρησας, τὸν ἀχώρητον Δέσποινα, ἐν τῇ μήτρᾳ Σου, καὶ ἀπεκύησας τοῦτον, βρέφος
Ἄχραντε, εἰς ἀπολύτρωσιν κόσμου, καὶ θείαν οἰκείωσιν.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τρίστομον
ξίφος ἐγείρας τρὶς τὸν δράκοντα ἔπληξας, τὸ τρισσῶς συλῆσαι τὴν σὴν παρθενίαν
πειρώμενον, καὶ τῇ Ἁγίᾳ Τριάδι τὸν τρισάγιον, ὕμνον μέλπεις νῦν, τῇ τρισαγίῳ
θεότητι.
Ὁ
καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου ὁράματι, ὤφθη σοι καὶ πάντα τὰ μελλοντικὰ
ἀπεκάλυψε, τὴν τῶν Ῥωμαίων στρατείαν ἐνδεικνύων σοι, κατασφάττουσαν, Βουλγάρων
γένος Νικόλαε.
Σοὶ
ὡράθη μετὰ ταῦτα ἡ Ῥωμαίων ἀπώλεια, πάντας γὰρ ἀσπλάγχνως τὸ Βουλγάρων ἔσφαξε
στράτευμα, οὐ γὰρ τῷ νόμῳ Κυρίου ἐπορεύθησαν, καταχράναντες, τὴν τῆς σαρκὸς καθαρότητα.
Θεοτοκίον.
Κυβερνήσει
Σου τῇ θείᾳ πρὸς λιμένα ὁδήγησον, τὴν ψυχήν μου Κόρη τῆς τριαδικῆς ἐπιγνώσεως,
ὅπως εἰς ἕνα Θεὸν πιστεύσω πάναγνε, ὑποστάσεσιν τρισὶν ἀεὶ προσκυνούμενον.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐγνώσθη
σοι Ὅσιε προστασία ἡ ἄμαχος, τοῦ δικαιοκρίτου γῆν γαρ οἶδας, πλήρη σωμάτων
νεκρῶν Νικόλαε, τῶν συστρατευθέντων σοι τὸν δέ, τόπον τοῦ σοῦ σώματος, ὑπὸ
χλόης σκεπόμενον.
Υἱὸς
γὰρ ὑπάρχων σὺ καὶ δοῦλος γνησιώτατος, τοῦ ἐπουρανίου Βασιλέως, διεφυλάχθης
ἐχθροῖς ἀνάλωτος, καὶ μόνῳ χαρίζει ὁ Χριστός, σοὶ τὸ ζῆν Νικόλαε, αἰωνίως
μακάριε.
Οὐκ
ἔχρανας Ὅσιε στολὴν τὴν τοῦ βαπτίσματος, πράξεσιν αἰσχύνης οὐκ ἁγνείας, τὸν
θεοΰφαντον χιτῶνα ἔῤῥιξας, ἀλλ’ ἄσπιλος ὅλος εὑρεθείς, ἄγγελος ἐπίγειος,
ἀνεδείχθης Νικόλαε.
Θεοτοκίον.
Σὲ
μόνην ἠρετίσατο ὁ Λόγος εἰς κατοίκησιν, Σὺ γὰρ ωφθης πάντων ἀνωτέρα τῶν
ποιημάτων τῇ καθαρότητι, τῆς Σῆς παρθενίας αγαθή, μῶμος γὰρ ἐν Σοὶ σαφῶς, οὐχ
εὑρέθη πανάμωμε.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Τοῦ
θεῖου, Παύλου ἀκήκοας, τὸ φεύγετε πορνείαν φωνήσαντος, καὶ σὺ ἐμάκρυνας, καὶ
φυγαδεύων ἐλύτρωσας, τὴν σὴν ψυχὴν σκανδάλων τοῦ πολεμήτορος.
Ἠττᾶται,
ὄφις ὁ δόλιος, μαχαίρᾳ τῆς ἀνδρείας σου Ὅσιε, ὤφθης γὰρ ἄσειστος, τῇ προσβολῇ
καὶ ἀκλόνητος, ὡς ἄσαρκός τις Πάτερ πολιτευόμενος.
Σαρκός,
τὸ ἄτακτον φρόνημα, τῷ νόμῳ τοῦ νοὸς καθυπέταξας, καὶ ὡς ἀσώματος, ταῖς
θαυμασίοις δυνάμεσι, Νικόλαε συνήφθης καὶ συναγάλλεσαι.
Θεοτοκίον.
Ἁγνή,
Παρθένε πανάμωμε, παλάτιον καὶ θρόνος ὑπέρτιμος, τοῦ Παντοκράτορος, Λόγου σεμνὴ
ἐχρημάτισας, καὶ κιβωτὸς ἁγία τῆς νέας χάριτος.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν
στρατιώτην, τοῦ Χριστοῦ τὸν γενναιότατον, καὶ ἀπροσμάχητον, ἐχθροῦ ταῖς
ἐπιθέσεσι, τὸν Νικόλαον ἐν ὕμνοις δοξολογοῦμεν. Ἀνεδείχθη γὰρ ἁγνείας τὸ
κειμήλιον, καὶ κανὼν στρατιωτῶν καὶ ὑποτύπωσις, τούτῳ λέγοντες· Χαίροις μάκαρ
Νικόλαε.
Οἶκος.
Προευτρεπίσωμεν
πάντες ἑαυτούς, τῇ τοῦ Χριστοῦ γεννήσει, καθαροὶ εὑρεθῆναι, ἀπὸ παντὸς
μολυσμοῦ, σαρκὸς καὶ πνεύματος, ὅπως τῷ καθαρῷ ἐποφθῶμεν Δεσπότῃ, ἐν φάτνῃ
κειμένῳ ὡς νήπιον καὶ ἀλογίας τὸν κόσμον λυτρουμένῳ, τούτῳ προσάγοντες Νικόλαον
τὸν ἀήττητον ἀριστέα. Οὗτος γὰρ καλῶς κατανοήσας τοῦ βίου τὴν ματαιότητα, τῶν
σαρκικῶν ἡδονῶν γενναίως κατεφρόνησεν καὶ τυχὼν τῶν στεφάνων τῆς οὐρανίου δόξης
κατηξίωται. Αὐτω εὐφήμως ἐκβοήσωμεν· χαίροις μάκαρ Νικόλαε.
Συναξάριον.
Τῇ
ΚΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ
διήγησις ὠφέλιμος.
Kανὼν
πρόκειται σωφρονοῦσιν ἐν βίῳ,
Ὁ Νικολάου σωφρονέστατος βίος.
Ὁ Νικολάου σωφρονέστατος βίος.
Οὗτος
ἦν ἐπὶ τῆς βασιλείας Νικηφόρου, στρατιώτης τὴν τύχην. Τοῦ οὖν βασιλέως
ἐκστρατεύσαντος κατὰ Βουλγάρων, ἐξῆλθε καὶ αὐτὸς σὺν τῷ στρατοπέδῳ. Καὶ διερχόμενος
πρὸς ἑσπέραν κατέλυσεν ἐν πανδοχείῳ, καὶ συνδειπνήσας τῷ πανδοχεῖ, καὶ προσευξάμενος,
ἀνεκλίθη πρὸς ὕπνον. Και περὶ δευτέραν ἤ τρίτην φυλακὴν τῆς νυκτός, ἡ τοῦ
ὑποδεξαμένου αὐτὸν θυγάτηρ, σατανικῷ ἔρωτι τρωθεῖσα, ἔνυξε τὸν δίκαιον, πρὸς
αισχρὰν μίξιν ἐφελκομένη. Ὁ δὲ Αγιος προς αὐτὴν φησί: Παῦσαι γύναι τοῦ σατανικοῦ καὶ ἀθέσμου ἔρωτος, καὶ μὴ θελήσῃς χρᾶναι
την παρθενίαν σου, κἀμὲ τὸν ταλαίπωρον εἰς ᾅδου πέταυρον ἀγαγεῖν. Ἡ δὲ πρὸς
μικρὸν ἀνεχώρησε, καὶ μετ’ ὀλίγον ἐλθοῦσα, πάλιν ᾤχλει τον δίκαιον. Ὁ δὲ Ἅγιος
ἀπεπέμψατο αὐτὴν τὸ δεύτερον, ἐπιπλήξας σφοδρῶς. Ἡ δὲ πάλιν ἀναχωρήσασα,
ἐκβαχευομένη τῷ ἔρωτι, ὑπέστρεψε πρὸς αὐτόν.
Τότε,
ὁ Ἅγιος λέγει πρὸς αὐτήν: Ταλαίπωρε, καὶ
πάσης αἰσχύνης καὶ ἀναιδείας πεπληρωμένη, οὐχ ὁρᾷς, ὅτι οἱ δαίμονές σε
ταράσσουσιν, ἵνα καὶ τὴν παρθενίαν σου διαφθείρωσι, καὶ γέλως καὶ ὄνειδος πᾶσι,
καὶ τῇ συγγενείᾳ σου ἀποκαταστήσωσί σε, καὶ τὴν ψυχήν σου εἰς κόλασιν
ἐμβάλωσιν;; οὐ βλέπεις ὅτι κἀγὼ ὁ ἐλάχιστος
πρὸς ἔθνη βάρβαρα και πολέμων ἐκχύσεις πορεύομαι, τοῦ Θεοῦ ἐνδυναμοῦντός με;
πῶς οὖν μιανῶ τὴν σάρκα, πρὸς πόλεμον ἀπερχόμενος; Ταῦτα καὶ ἕτερα τοιαῦτα
προσειπών, αὐτῇ ἀπεπέμψατο, καὶ ἀναστὰς καὶ προσευχόμενος, εἴχετο τῆς ὁδοῦ.
Καὶ
τῇ επελθοῦσῃ νυκτί, υπνοῦντος αὐτοῦ, ὁρᾷ ἑαυτὸν εἰς εὔοπτον τόπον ἱστάμενον,
καὶ πλησίον αὐτοῦ δυνάστην τινὰ καθεζόμενον, και τον δεξιὸν πόδα τῷ ἀριστερῷ
ποδὶ ἐπικείμενον ἔχοντα, καί φησι πρὸς αὐτόν: Βλέπεις ἑκατέρου μέρους τὰ στρατεύματα; Ὁ δὲ ἀπεκρίνατο: Ναὶ Κύριε, ὁρῷ ὅτι οἱ Ῥωμαῖοι συγκόπτουσι
τοὺς Βουλγάρους. Καὶ λέγει ο φαινόμενος πρὸς τοὸν δίκαιον: Βλέψον πρὸς ἡμᾶς. Καὶ προσβλεψάμενος,
εἶδεν αὐτὸν τὸν δεξιὸν πόδα τῇ γῇ προσερείσαντα, και τὸν ἀριστερὸν ἐπάνω τοῦ
δεξιοῦ ἐπιθέμενον. Οὗ γενομένου, περιβλεψάμενος πάλιν ὁ δίκαιος πρὸς τὸ
στρατόπεδον, βλέπει τοὺς ὑπεναντίους ἀφειδῶς συγκόπτοντας τους Ῥωμαίους.
Καὶ
μετὰ τὸ παύσασθαι τὴν συγκοπὴν τῶν σκηνωμάτων, λέγει ὁ καθήμενος τῷ στρατιώτῃ: Κατανόησον ἀκριβῶς τὴν συγκοπὴν τῶν
σκηνωμάτων, καὶ λέγε μοι τί τὸ ὁρώμενον; Ὁ δέ, περιβλεψάμενος, εἶδε πᾶσαν
τὴν φαινομένην αὐτῷ γῆν, νεκρῶν σωμάτων πεπληρωμένην, καὶ μέσον πάντων, μιᾶς
κοίτης λιβαδιαίαν χλόην, καὶ λέγει αὐτῷ: Κύριε,
πᾶσα ἡ γῆ τῶν ἀφειδῶς κατακοπέντων Ῥωμαίων πεπληρωμένη ἐστίν, ἐκτὸς μιᾶς
κοίτης.
Τότε,
ὁ φαινόμενος φοβερός, εἶπε τῷ στρατιώτῃ: Καὶ
τί λογίζῃ εἶναι αὐτό; Ὁ δὲ ἀπεκρίνατο: Ἰδιώτης
εἰμί, Κύριε, καὶ οὐ γινώσκω. Καὶ πάλιν πρὸς αὐτὸν ὁ φοβερός: Αὕτη η γυμνὴ λιβάς, ἣν ὁρᾷς, μιᾶς κοίτης
ἔχουσα μῆκος σή ἐστι, καὶ ἐν αυτῇ ὤφειλες συγκοπῆναι μετὰ τῶν συστρατιωτῶν σου,
καὶ τεθῆναι ἐν αὐτῇ καὶ αναπληρῶσαι τὸ λεῖπον· ἐπεὶ δὲ τῇ παρελθούσῃ νυκτί, τὸν
τρίπλοκον ὄφιν, τρισσῶς προσπαλαίσαντα, καὶ ἀποκτεῖναι θέλοντα, εὐφυῶς ἀπὸ σοῦ
ἀπετίναξας, ἰδοὺ σὺ αὐτὸς εἁυτὸν ἐκ τῆς συγκοπῆς ταύτης ἠλευθέρωσας, καὶ τῆς
στιβάδος τὴν στρωμνὴν ἄμοιρον πεποίηκας, καὶ την ψυχὴν σὺν τῷ σώματι σέσωκας.
Λοιπόν, οὔτε φυσικὸς θάνατός σου κυριεύσει, ἐὰν γνησίως μοι δουλεύσῃς.
Ταῦτα
ἑωρακώς, ἔκθαμβος καὶ σύντρομος γενόμενος διϋπνισθείς, καὶ ἀναστάς, προσηύχετο.
Καὶ ὑποστρέψας μιᾶς ἡμέρας ὁδου διάστημα, ἀνῆλθεν εἰς ὄρος, καὶ προσευχόμενος
ἐδέετο τοῦ Θεοῦ περὶ τοῦ στρατοπέδου. Καὶ εἰσελθόντος τοῦ βασιλεως εἰς τὰς
κλεισούρας τῆς Βουλγαρίας, ἀνῆλθον οἱ Βούλγαροι εἰς τὸ ὄρος, ὀλίγους ἐάσαντες
εἰς παραφυλακήν, πεντεκαίδεκα χιλιάδας, μικρόν τι πλεῖον ἤ ἔλασσον· οὓς καὶ
κατασφάξαντες οἱ Ῥωμαῖοι, ἐματαιώθησαν, ἀσυστρόφως γὰρ τῇ χώρᾳ προσρυέντες,
μικροῦ πᾶσα ἡ τῶν Ῥωμαίων παράταξις φόνου ἄν ἐγένετο παρανάλωμα, σὺν τῷ βασιλεῖ
Νικηφόρῳ. Τότε ὁ δίκαιος, τῆς ὀπτασίας ἀναμνησθείς, καὶ τῷ Θεῷ εὐχαριστήσας,
ὑπέστρεψεν ἐκεῖθεν κλαίων καὶ ὀδυρόμενος, καὶ ἀπελθὼν ἐν Μοναστηρίῳ, ἔλαβε τὸ
ἅγιον Σχῆμα, καὶ τῷ Θεῷ γνησίως δουλεύσας επὶ χρόνους ἱκανούς, γέγονε
διακριτικώτατος καὶ μέγας πατήρ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος
Εὐγενίας καὶ τῶν σὺν αὐτῇ.
Στεφθεῖσα πρῶτον τοῖς πόνοις Εὐγενία,
Bαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους.
Bαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους.
Ἐξ
εὐγενίας εὐσεβὴς ὣς τις κλάδος,
Προῆλθεν
Εὐγενία δόξα τοῦ γένους.
Ῥώμἦς
μὲν αὕτη τῆς παλαιᾶς ἐξέφυ,
Γεννήτορες
δέ, τὴν Ἀλεξάνδρου πόλιν,
ἐκ
βασιλέως εἰς τιμὴν εἰληφότες,
σὺν
Εὐγενίᾳ καὶ τεκούσῃ συζύγῳ.
Λαθοῦσα
τοίνυν σὺν δυσὶν ὑπηρέταις,
ἐξῆλθε
νυκτός, φυγὰς ἡ Εὐγενία.
Καὶ
προσρυεῖσα τινὶ τῶν Ἐπισκόπων,
ἐν
ἀνδρικῷ σχήματι, καὶ λουσαμένη,
λουτρὸν
τὸν θεῖον, ἀποκαρεῖσα τρίχας,
καὶ
Εὐγενίου λαχοῦσα κλῆσιν, τρέχει.
Πρὸς
ἣν μονὴν βαδίσας ὄρθρου σὺν τάχει,
Μετῆλθεν
εἰς ἅπασαν ἀρετὴν πόνοις,
ἀγῶσι,
μόχθοις, καὶ στάσει τῇ παννύχῳ,
τοσοῦτον
ἐξέλαμψε, φωστὴρ ὡς μέγας,
ὡς
τῶν ἀδελφῶν τῆς μονῆς προστασίαν,
παρακαλούντων
κατέχειν καὶ διέπειν,
τοῦ
προστατοῦντος ἐκλίποντος τὰ κάτω,
λόγοις
δυσωπηθεῖσα φλογμῷ τοῦ πόθου,
συγκατένευσε
μὴ θέλουσα τῇ βίᾳ.
Οὔτω
τὸν Εὐγένιον οὐ ψιλὸς λόγος,
ἔδειξε
πᾶσι λαμπρότατον καὶ μέγαν,
πρᾶξις
δὲ πάντας καὶ μόνη θεωρία,
εἷλκεν
ξενικῶς ὡς σίδηρον μαγνήτις,
εἰς
ἀπόλαυσιν τῶν καλῶν τῆς ἰδέας.
Ἀλλ’
ἡ μέλαινα τὴν ψυχὴν Μελανθία,
Σύμμικτος
οὖσα τῷ λαῷ, φεῦ τοῦ μύσους!
Ὡς
εἶδεν Εὐγένιον ὡραῖον φύσει,
ἔρωτι
δεινῷ συσχεθεῖσα τῆς θέας,
κενὴν
πρόφασιν, ἠξίου μακρὰν νόσον,
ἧν
εἶχε κρυφά, καὶ κατὰ μόνας λέγειν,
ἄλλως
γὰρ οὐκ ἔνεστι φυγεῖν τὴν νόσον.
Εὐγένιος
δέ, συντριβῆ τῆς καρδίας,
Τοῖς
απατηλοῖς τῆς Μελανθίας λόγοις,
ἐξ
ἁπλότητος εἵξας, ὡς Θεῷ φίλον,
συγκατένευσεν,
ἁγνοήσας τὸν δόλον.
Ὡς
δ’ οὖν ὁ οἶστρος τῆς Μελανθίας πλέον,
ἀνῆψε
πυρσός, ὡς ἔρωτα καρδίας,
καὶ
τυφλὸς ὥσπερ, ἀποβαλοῦσα κόρας,
τὴν
προσβολὴν ἔπραξε καῦσιν τοῦ πάθους,
καὶ
μὴ τυχοῦσα τῶν σκοπῶν, ἀπεῤῥίφη,
τοιάδε
συνέγραψε τῇ Εὐγενίᾳ,
ὡς
τῆς Μονῆς τῆς δεῖνα θεῖος προστάτης,
γυναῖκας
ἁγνὰς ἀπατῶν δόλους λόγοις,
κἀμοὶ
προσῆλθε πόρνος ὢν τολμητίας.
Ὁ
γοῦν ἔπαρχος, καὶ πατὴρ ὢν τῆς κόρης,
Εὐθὺς
ἀκούσας καὶ χόλου πλησθεὶς ὅλος,
Πρὸς
τὴν Μονὴν ἐκπέμψας ἐν πολλῷ τάχει,
Τὸν
Εὐγένιον, ὡς τῆς Μονῆς προστάτην,
Καὶ
τοὺς μοναχούς, ὡς κριτοὺς καὶ δεσμίους,
Καὶ
ψευδολάτρας ἤ πλέον κακεργάτας,
ὑπαρχικῷ
βήματι παρισταμένους,
λόγους
ὑποσχεῖν ἀποφαίνεται κρίσει.
Ὡς
οὖν παρέστη τὰ μέρη πρὸς τὴν δίκην,
ἤρξατο
αὖθις τοῦ λέγειν Μελανθία,
ὕβρεις
καταχέουσα θείου προστάτου,
ἐπιγελῶσα,
λοιδοροῦσα στωμύλως,
καὶ
τοῖς τυχοῦσιν ἐν θρασύτητι λόγων,
ἐπιβοῶσα,
δεικνύουσα τοῖς φίλοις,
δακτυλοδείκτως
τοὺς μύσους ὡς ἐργάτην,
καὶ
τοὺς ὑπ’ αὐτὸν οὓς φθορεῖς τολμᾷ λέγειν,
τρανῶς
ἀναβοῶσα, καὶ λέγουσά πως·
Ἅπαντες
ἀκούσατε, τἀληθῆ λέγω,
Τῆς
ἀνοχῆς σου Δέσποτα Παντοκράτορ!
Χιτῶνα
ῥήξας Εὐγένιος αὐτίκα,
Δείκνυσιν
εὐθὺς θαῦμα φρικτὸν καὶ ξένον!
Καὶ
τοῖς παροῦσι προσλαλεῖ παῤῥησίᾳ·
ἔδει
μὲν ἡμᾶς εὐχαριστεῖν καὶ φέρειν,
ὕβρεις,
γέλωτας καὶ κακώσεις σωμάτων,
ἀλλ’
ἵνα μὴ τὸ σχῆμα τυγχάνῃ γέλως,
ἐγὼ
γυνὴ τὴν φύσιν εἰμὶ θυγάτηρ,
πατρὸς
δικαστοῦ καὶ κριτοῦ μου φιλτάτου.
Μήτηρ
δὲ τούτου σύζυγος τέξασά με.
Αὐτοὶ
δ’ ἀδελφοί, καὶ γὰρ οὐ δούλους λέγω.
Ταῦτα
λεγούσης τῆς καλῆς Εὐγενίας,
ἅπαντες
ἐξέστησαν, ὤ πρᾶγμα ξένον!
Μελανθίαν
δ’ ἄνωθεν ἡ θεία δίκη,
ὅπως
μετῆλθε, πᾶς ἀκούσας θαυμάσει.
Ὁ
γοῦν πατήρ, αὐτίκα τὴν δόξαν ἅμα,
Καὶ
πλοῦτον αὐτόν, καὶ βίου φαντασίαν,
Γέννησιν
ἀφείς, ἀναγεννᾶται ξένην.
Ποιμὴν
δὲ πιστός, γίνεται τῶν ἐν πόλει,
Καὶ
μαρτυρικῶς διαβάς, ζωῆς τέλος,
Ταῖς
τῶν ἀπίστων κατατρωθεὶς αἰκίσι,
Χαίρων
ἀπέμπτη πρὸς μονὰς οὐρανίους.
Μήτηρ
δὲ τάχει σὺν θυγατρὶ φιλτάτη,
Χώραν
ξένην λιποῦσα, καὶ τὴν πατρίδα,
Ποθοῦσα,
κατώκησεν ἐν ταύτῃ πάλιν.
Καὶ
δόγματος τεθέντος εἰδώλοις θύειν,
Τοὺς
χριστιανούς, ἤ θανεῖν κακηγκάκως,
Λάμψασα
πᾶσι φανερῶς Εὐγενία,
Χριστοῦ
πόθῳ δὲ τῷ βάρει πάνυ λίθῳ,
Καὶ
προσδεθεῖσα καὶ ῥιφεῖσα εἰς ὕδωρ,
καὶ
παραδόξως μὴ βλαβεῖσα τῷ ξίφει,
την
κάραν ἐκτμηθεῖσα τῶν ἄθλων τέλος,
χαίρουσ’
ἀπέπτη πρὸς ποθεινὸν Νυμφίον.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Αγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα
τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται.
Τὶς ἂν
παραδράμῃ σε τμηθεῖσαν ξίφει,
Μάρτυς Βασίλλα, πίστεως θείας βάσις;
Μάρτυς Βασίλλα, πίστεως θείας βάσις;
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς
Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται.
Μάχαιραν
ὄντως δίστομον κατὰ πλάνης,
Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα.
Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Πρωτᾶς καὶ Ὑάκινθος,
οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται.
Τμηθέντες,
Ὑάκινθε καὶ Πρωτᾶ ξίφει,
Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα.
Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκός, ξίφει τελειοῦται.
Πᾶν Ἀχαϊκὸς
ἐκβαλὼν ψυχῆς ἄχος,
Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει.
Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀντίοχος, ἐν εἰρήνῃ τελειοῦται.
Ἀντιόχῳ
βδέλυγμα τύρβαι τοῦ βίου,
Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως.
Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτιμίων,
ἐν εἰρήνῃ τελειοῦται.
Tὸν φθαρτὸν
ἐκδὺς θύλακον Bιτιμίων,
ἄφθαρτον αὐτὸν εἰς ἀνάστασιν λάβοι.
ἄφθαρτον αὐτὸν εἰς ἀνάστασιν λάβοι.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀφροδίσιος,
ἐν εἰρήνῃ τελειοῦται.
Ψυχὴν
Ἀφροδίσιος ὡραίος σφόδρα,
ὡς ἐκθανὼν ἄγευστος ἀφροδισίων.
ὡς ἐκθανὼν ἄγευστος ἀφροδισίων.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Σόσσιος καὶ Θεόκλειος,
ξίφει τελειοῦνται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κάστουλος, ξίφει τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀγάπιος ὁ νεώτερος, ὁ ἐν
Δημητσάνῃ, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀχμέτ, ὁ κάλφας, ξίφει τελειοῦται.
Πάντων
μεγίστη πίστις Ἰησοῦ πέλει,
Ἀχμὲδ βοήσας πάμμεγα στέφος δέχη.
Ἀχμὲδ βοήσας πάμμεγα στέφος δέχη.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Πυρπολούμενος
τῷ ἔρωτι Νικόλαε, τοῦ ὑπὲρ νοῦ ἐφετοῦ, πυρὸς μελλούσης ἐνθείς, τὴν καῦσιν
ὑπήνεγκας σαρκὸς τὴν πύρωσιν, καὶ κατέσβεσας βέλη πυρφόρα Ἅγιε, τοῦ δολίου σῇ
ἁγνείᾳ.
Ἀνατέταλκας
ὡς ἥλιος πολύφωτος, τῇ Βυζαντίδι σοφέ, καὶ πᾶσαν κατηύγασας κτίσιν Νικόλαε,
καθαρότητος καὶ παρθενίας λάμψεσι, καὶ ἀκτίσι τῆς ἁγνείας.
Θαῦμα
μέγιστον ἐν σοὶ Πάτερ τετέλεσται, ὄρους τῆς φύσεως, ἐνίκησας ἅπαντα ὑπὲρ τὴν
φύσιν, ὀφθεὶς καὶ θαυμάτων σου, ταῖς ἐνεργείαις Ὅσιε, κατεπλούτισας τὸν κόσμον.
Θεοτοκίον.
Ἐθανάτωσας
τὸν θάνατον Θεόνυμφε ζωὴν κυήσασα, τὴν ὄντως αἰώνιον τὸν Ζωοδότην Χριστόν, τὸν
δωρούμενον, ἀθάνασίαν Δέσποινα τοῖς πιστῶς Σὲ προσκυνοῦσι.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἵνα
τῷ στρατολογήσαντι ἀρέσῃς, τοῦ βίου ταῖς πραγματείαις οὐκ ἐνέπλεξας, σεαυτὸν
Νικόλαε, ἔξω κόσμου Ὅσιε, καὶ τῆς σαρκὸς γενόμενος, ἐνθέως ἔψαλλες· τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἄνω
τῆς ψυχῆς τὸ ὄμμα ἔχων, τῆς κάτω οὐ συνηπάργης τὴν διάνοιαν, μόνον πρὸς τὸν
σώζειν σε, ἀποβλέπων Ἅγιε, Νικόλαε καὶ ἔρωτι τούτου πτερούμενος, τὸν Κύριον
ὑμνεῖτε ἐβόας, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Στόμα
εὐσεβειας ἀνεδείχθης, σαλπίζων τῆς σωτηρίας τὰ διδάγματα πᾶσι τοῖς αἰτοῦσί σε,
λόγον παρακλήσεως, καὶ τοῦ βοᾶν προέτρεπες, τοὺς πάντας Ἅγιε· τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μῦρον
πανευῶδες ὄνομά Σου, μυρίζον τὰς διανοίας τῶν ὑμνοῦντών Σε, μῦρον γὰρ οὐράνιον
ὤκησεν ἐν μήτρᾳ Σου, τοῖς μυριπνόοις χάρισι ὅλην φαιδρῦνόν Σε Παρθένε Παναγία
διό Σε, πάντες εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἔχων
τῆς ψυχῆς, τὸ ἔνδυμα Ὅσιε, λαμπρὸν ἐχώρησας, πρὸς τὰ ἐπουράνια, τῆς βασιλείας
θεῖα σκηνώματα, ἔνθα λυθέντων Ἅγιε νῦν τῶν ἐσόπτρων ὁρᾶς, χαρμοσύνως πρόσωπον
πρὸς πρόσωπον, ὃν ἐκ βρέφους ἠγάπησας Κύριον.
Λύχνος
ἀπλανής, ἐδείχθης Νικόλαε, τῇ πολιτείᾳ σου, ὁδηγῶν τὸ στράτευμα, πρὸς σωτηρίους
ὁδοὺς πανένδοξε, πείθων σαρκὸς φρονήματα ὑπερορᾶν ὡς φθαρτῆς, τὴν ψυχὴν δὲ
μόνην ὡς ἀθάνατον, εὐτρεπίζων ἠθῶν καθαρότητι.
Πάτερ
εὐμενῶς, προσδέχου ἐφύμνια, τῇ σῇ σεπτῇ ἑορτῇ, χάριν δὲ ἀντάμειψον, τὴν ἐκ Θεοῦ
σοι δοθεῖσαν Ἅγιε, ἵνα παθῶν ἀνώτεροι ὀφθέντες Ἅγιε, οὐρανίου κλήσεως
συμμέτοχοι, εὑρεθῶμεν Νικόλαε ἅπαντες.
Θεοτοκίον.
Ὤφθης
ἀψευδῶς, τῶν ἄνω δυνάμεων, τιμιωτέρα Ἁγνή, Ὃν γὰρ οὐ δεδύνηνται ὁρᾶν ἐκεῖναι
βρέφος ἐγέννησας, και ὡς Θεὸν καὶ ἄνθρωπον ἀγκάλαις ἔφερες, και ἐν τρόμῳ τοῦτον
προσεκύνησας, ως Δεσπότην του σύμπαντος Δέσποινα.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Στρατιωτῶν
συστήματα, συντρεχέτωσαν ὅπως, Χριστοῦ τὸν γενναιότατον στρατιώτην ἐν ὕμνοις,
δοξάζωσι κατὰ χρέος, Νικόλαον τὸν μεγάλως διαλάμψαντα κόσμῳ, ἐν ἐγκρατείᾳ
ἅπαντα, διελθόντα τὸν βίον καὶ τῆς σαρκός, τὰ δυσώδη πάθη καταβαλόντα, διὸ καὶ
στέφος ἄφθαρτον ἐκ Θεοῦ εἰληφότα.
Θεοτοκίον.
Μητέρων
τὸ ὀχύρωμα, καὶ Παρθένων ἡ δόξα, Ὁσίων ἐγκαλλώπισμα, Προφητῶν ἡ διόπτρα, καὶ
Ἀποστόλων τὸ κλέος, καύχημα τῶν Μαρτύρων, Παρθενομῆτορ Ἄχραντε, ἀνεδείχθης τῷ
κόσμῳ ὡς τὸν Θεόν, ἐν γαστρί Σου ἄφθορε συλλαβοῦσα, εἰς πάντων ἀπολύτρωσιν καὶ
ψυχῶν σωτηρίαν.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀήττητε
θεῖε τοῦ Χριστοῦ, στρατιῶτα ἔνδοξε, ἐν τοῖς ἀγῶσιν διέλαμψας, Πάτερ Νικόλαε,
νουνεχῶς προκρίνας, τὸ κρεῖττον τῆς χείρονος, τὸ πνεῦμα τῆς σαρκός, τὴν
ἁγνότητα, λαγνείας Ὅσιε, ἀσελγείας τὴν ἀπάθειαν, τῆς γεέννης οὐρανῶν τὴν
οἴκησιν. (Δίς).
Στρατεύσας
δυνάμεις τῆς ψυχῆς, ἀντιστρατευόμενον τῷ τοῦ νοὸς νόμῳ ἔνδοξε, σαρκὸς το
φρόνημα, ἔτεμες μαχαίρᾳ ἀνδρικῶν ἀγώνων σου καὶ θώρακα στεῤῥὸν τὴν ἐγκρατείαν,
περιβαλλόμενος, καὶ ἀσπίδα πίστιν ἄμωμον, ἀπεκρούσω δόλια βουλήματα.
Νικόλαε
Ὅσιε παθῶν, νικητὰς ἀνάδειξον τοὺς ἐκτελούντας τὴν μνήμην σου, τὴν
ὑπερθαύμαστον, σὺ γὰρ φερωνύμως, νίκης μεγα τρόπαιον, κατὰ τοῦ ἀναιδῶς σὲ
πειράζοντος, ἔστησας Ἅγιε, καὶ δοχεῖον καθαρότητος, ἐγκρατείᾳ σεαυτὸν ἐτέλεσας.
Δόξα.
Ἦχος β΄.
Ἔνδοξος
ἐν ἀγῶσι ἐδείχθης, στρατιῶτα Νικόλαε καὶ τροπαιοῦχος μέγιστος, εν γὰρ τῷ
πειρασθῆναί σε ὑπὸ τοῦ ἐχθροῦ, πρὸς τὴν τῆς σαρκὸς ἁμαρτίαν, ἔστης ἀνδρεῖος, μὴ
μολύνας τῆς καθαρότητος τὴν στολήν, ἔνθεν καὶ Χριστὸς σε ἐδόξασε καὶ θαυμαστῶς
διέσωσε ἀπὸ θανάτου πικροῦ, ὁσίως δὲ καὶ δικαίως πολιτευθείς, μέγας Πατὴρ
ἀνεφάνης τοῖς ασκητικοῖς σου παλαίσμασι, ἐκτενῶς ἱκετεύων ὑπερ τῶν ψυχῶν ἡμων.
Καὶ
νῦν. Προεόρτιον.
Δοξολογία
μεγάλη καὶ Απόλυσις.
ΒΙΟΣ ΑΓΙΟΥ
Ο
Άγιος Νικόδημος ο Αγιορείτης γράφει:
«Oύτος ο εν Aγίοις Πατήρ ημών Nικόλαος
έγινε στρατιώτης κατά τους χρόνους Nικηφόρου του βασιλέως, του Πατρικίου και
Σταυρακίου επικαλουμένου, εν έτει ωβ΄ [802]. Kαι όταν εκείνος εσύναξε
στρατεύματα διά να πολεμήση τους Bουλγάρους, τότε και αυτός ευγήκε μαζί με το
στράτευμα. Kαι διαπερνώντας από ένα τόπον, επειδή ήτον βράδυ, έμεινεν εις ένα
πανδοχείον, ήγουν χάνι. Kαι αφ’ ου εδείπνησε μαζί με τον πανδοχέα, έκαμε την
προσευχήν του και επλαγίασε διά να κοιμηθή. Kατά δε τας έξ, ή και επτά ώρας της
νυκτός, η θυγάτηρ του πανδοχέως τρωθείσα από σατανικόν έρωτα, επήγεν εκεί, όπου
εκοιμάτο ο Όσιος, και τον εκέντησε, τραβίζουσα αυτόν εις αισχράν μίξιν. O δε
Άγιος είπε προς αυτήν. Παύσαι, ω γύναι, από τον σατανικόν και άθεσμον έρωτα.
Kαι μη θελήσης και εσύ να μολύνης την παρθενίαν σου, και εμένα τον ταλαίπωρον
να καταβιβάσης εις του Άδου το πέταυρον. Eκείνη δε ανεχώρησε μεν προς ολίγον.
Aλλά πάλιν μετά ολίγην ώραν, επήγε και ενώχλει τον δίκαιον. O δε Όσιος απέβαλεν
αυτήν και το δεύτερον, ελέγξας και επιτιμήσας αυτήν δυνατά. Eκείνη δε πάλιν
ανεχώρησε, και πάλιν εγύρισε, μεθυσμένη ούσα από τον έρωτα.
Tότε ο Άγιος λέγει προς αυτήν. Tαλαίπωρε
και γεμάτη από κάθε αδιαντροπίαν, δεν βλέπεις πως οι δαίμονες σε ταράττουσιν,
ίνα και την παρθενίαν σου φθείρωσι, και την ψυχήν σου κολάσωσι; και ακολούθως
ποιήσωσί σε εις όλους τους ανθρώπους γέλωτα και όνειδος; Δεν βλέπεις, πως και
εγώ ο ελάχιστος πηγαίνω εις έθνη βάρβαρα, και εις πόλεμον και αιματοχυσίαν, με
του Θεού την βοήθειαν; Πώς λοιπόν να μολύνω την σάρκα μου, εις καιρόν οπού
πηγαίνω εις πόλεμον; Tαύτα και άλλα όμοια επιπληκτικά λόγια ειπών ο δίκαιος
προς την γυναίκα, και αποβαλών αυτήν, εσηκώθη επάνω. Kαι αφ’ ου έκαμε την
προσευχήν του, επήγεν εις την προκειμένην υπηρεσίαν του. Tην δε ερχομένην
νύκτα, καθώς εκοιμήθη, βλέπει πως εστέκετο εις ένα υψηλόν και περίοπτον τόπον.
Kοντά του δε, βλέπει πως εκάθητο ένας κριτής, όστις είχε το δεξιόν του ποδάρι
βαλμένον επάνω εις το αριστερόν, και έλεγε προς αυτόν. Bλέπεις τα στρατεύματα
του ενός μέρους των Pωμαίων, και του άλλου μέρους των Bουλγάρων; O δε Nικόλαος
απεκρίνατο. Nαι Kύριε, βλέπω, ότι οι Pωμαίοι συγκόπτουσι και νικώσι τους
Bουλγάρους. Tότε ο φαινόμενος λέγει προς τον δίκαιον. Bλέπε εις εμέ. O δε
επιστρέψας τους οφθαλμούς του προς αυτόν, είδεν οπού, το μεν δεξιόν του ποδάρι,
είχεν επάνω, εις την γην. Tο δε αριστερόν, είχεν επάνω εις το δεξιόν. Έπειτα
γυρίσας τους οφθαλμούς του εις τα στρατεύματα, βλέπει, πως οι εχθροί Bούλγαροι
κατέκοπτον τους Pωμαίους.
Aφ’ ου δε έπαυσεν η συγκοπή και ο
πόλεμος, λέγει ο φαινόμενος κριτής προς τον δίκαιον. Στοχάσου καλά τους τόπους
των φονευθέντων σωμάτων, και λέγε μοι τι βλέπεις. O δε Nικόλαος στοχασθείς
καλώς, είδεν όλην την γην εκείνην γεμάτην από νεκρά σώματα των φονευθέντων
Pωμαίων. Aναμεταξύ δε αυτών, βλέπει και ένα τόπον πράσινον και ωραίον διάστημα
έχοντα έως μιάς κλίνης ενός ανθρώπου. Tότε ο φαινόμενος φοβερός είπεν εις τον
στρατιώτην Nικόλαον. Kαι τίνος λογιάζεις να ήναι η μία κλίνη εκείνη; O δε
Nικόλαος απεκρίθη. Iδιώτης και αμαθής είμαι, αυθέντα μου, και δεν ηξεύρω. Λέγει
προς αυτόν πάλιν εκείνος ο φοβερός. H μία κλίνη οπού βλέπεις, είναι εδική σου.
Kαι εις αυτήν έμελλες να πέσης και συ, μαζί με τους άλλους φονευθέντας
συστρατιώτας σου. Eπειδή δε κατά την περασμένην νύκτα, απετίναξας επιτηδείως,
και ενίκησας τον τρίπλοκον όφιν, ήγουν την γυναίκα, οπού σε επολέμησε τρεις
φοραίς, παρακινώντας σε εις αισχράν μίξιν, διά τούτο εσύ ο ίδιος ελύτρωσες τον
εαυτόν σου από την συγκοπήν ταύτην και τον θάνατον, και έσωσας την ψυχήν σου
μαζί και το σώμα σου. Λοιπόν ουδέ φυσικός θάνατος θέλει σε κυριεύσει, ανίσως με
δουλεύσης γνησίως.
Tαύτα θεασάμενος ο δίκαιος, και
γενόμενος έμφοβος, εξύπνισε. Kαι σηκωθείς από την κλίνην του, επροσευχήθη.
Γυρίσας δε οπίσω μιάς ημέρας τόπον, ανέβη εις ένα βουνόν, και εκεί επροσηύχετο
μετά ησυχίας προς τον Θεόν, διά το Pωμαϊκόν στράτευμα. Eπειδή δε ο βασιλεύς
επήγεν εις τας κλεισούρας της Bουλγαρίας, ανέβηκαν και οι Bούλγαροι εις το
βουνόν, αφήσαντες εις φύλαξιν του τόπου, δεκαπέντε χιλιάδας στράτευμα, ή και
περισσότερόν τι, ή και ολιγώτερον, τους οποίους οι Pωμαίοι κατέσφαξαν. Όθεν
υπερηφανευθέντες διά την νίκην αυτήν, αμέλησαν. Kαι λοιπόν εις ένα καιρόν, οπού
όλοι οι Pωμαίοι αμερίμνως και αφυλάκτως εκοιμώντο, ήλθον την νύκτα κατ’ επάνω
των οι Bούλγαροι, και όλους σχεδόν, μαζί με τον βασιλέα Nικηφόρον, τους
επέρασαν εν στόματι μαχαίρας. Tότε ο δίκαιος Nικόλαος ενθυμηθείς την οπτασίαν
οπού είδεν, ευχαρίστησε τω Θεώ, και εγύρισεν οπίσω κλαίων και οδυρόμενος.
Έπειτα πηγαίνωντας εις ένα Mοναστήριον, έλαβε το αγγελικόν σχήμα των Mοναχών.
Kαι δουλεύσας γνησίως εις τον Θεόν χρόνους αρκετούς, έγινε διακριτικώτατος και
μέγας Πατήρ».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου