ΙΑΝΟΥΑΡΙΟΣ ΚΗ΄!!
ΕΦΡΑΙΜ ΣΥΡΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
Παραδείσου τὰ κάλλη κατοπτρισάμενος, καὶ δαψιλῶς τρυφήσας, ἀκηράτους λειμῶνας,
ἐξήνθησας τῷ κόσμῳ, γνῶσιν Θεοῦ∙ ἧς μετέχοντες Ὅσιε, πνευματικῇ διαθέσει τῇ τῶν
ψυχῶν, ἀναθάλλομεν ἐν πνεύματι.
Τὴν
τοῦ Κριτοῦ παρουσίαν ἱστορησάμενος, τοῖς τῶν δακρύων ῥείθροις, τῶν ψυχῶν τὰς
λαμπάδας, ἀνάπτειν ἐκδιδάσκεις, πᾶσι βοῶν, τοῦ Νυμφίου τὴν ἔλευσιν∙
Περιβαλώμεθα πάντες στολὴν λαμπράν, ὑπαντῆσαι τῷ Νυμφίῳ Χριστῷ.
Τῇ
ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, ἀπενέκρωσας Πάτερ,
εὐχαῖς καὶ ἀγρυπνίαις∙ ὅθεν ἐν σοί, ἡ τοῦ Πνεύματος δύναμις, ἐπισκιάσασα ἔδειξε
νοητόν, σὲ φωστήρα καὶ παγκόσμιον.
Τοῦ
Παρακλήτου τὴν χάριν Πάτερ δεξάμενος, τὸν νοῦν ἀνακαθάρας, ἐγκρατείας τοῖς
πόνοις, φωστὴρ τῆς Ἐκκλησίας περιφανής, ἀναδέδειξαι Ὅσιε, καὶ διδαγμάτων ἀκτῖσι
φωταγωγεῖς, εὐσεβούντων τὰ πληρώματα.
Δόξα. Ἦχος
πλ. β'
Ἐμφρόνως
τῶν ὀχληρῶν τοῦ βίου ἐπαναστάς, Ἐφραὶμ ἀοίδιμε, φιλησυχίᾳ τὴν ἔρημον κατέλαβες∙
καὶ δι’αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῷ κόσμῳ ἔλαμψας φωστήρ, καὶ
ῥήματα ζωῆς τοῖς ἀνθρώποις ἐπήγασας∙ διὸ μὴ παύσῃ ἐν ταῖς εὐχαῖς σου στηρίζων
ἡμᾶς, ἐκ βλάβης τοῦ ἀλλοτρίου, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, Ὅσιε Πάτερ.
Καὶ
νῦν. Θεοτοκίον.
Θεὸν
ἐκ Σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε. Αὐτὸν ἰκέτευε, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος
τῶν ἀρετῶν, συντόνῳ σου ἀσκήσει, Ἐφραὶμ πνευματοφόρε, ὡς ἀληθῶς ἐδείχθης, καὶ
ἄγγελος ἐν σώματι.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις
τῶν μοναστῶν, ὁ θεῖος ὑποφήτης, ἔργῳ καὶ λόγῳ Πάτερ, καὶ πάσης Ἐκκλησίας,
θεοειδὴς διδάσκαλος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Ἤνυσας
ἐν σαρκί, ὡς ἄσαρκος τὸν βίον, καὶ ἅπαντας παιδεύεις, φρονεῖν ἀεὶ τὰ ἄνω, σοφῷ
σου ὑποδείγματι.
Δόξα.
Τριαδικόν.
Στόματι
ἱερῷ, Τριάδα τὴν Ἁγίαν, μιᾷ οὐσίᾳ Πάτερ, κηρύττων ἀποφράττεις, αἱρετικῶν τὰ
στόματα.
Καὶ
νῦν. Θεοτοκίον.
Ὅλως
ὢν τῷ Πατρί, ὅλος ἐν Σοὶ σκηνώσας, ὁ Λόγος Θεοτόκε, ἀτρέπτως ἐσαρκώθη, ἐκ τῶν
ἁγνῶν αἱμάτων Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν
τοῦ Πνεύματος χάριν οὐρανόθεν δεξάμενος, εὐσεβείας ἐδείχθης θεοφόρος
διδάσκαλος, καὶ ῥείθροις τῶν ἁγίων διδαχῶν, ἀρδεύεις τὰς καρδίας τῶν πιστῶν·
διὰ τοῦτό σε τιμῶμεν Πάτερ Ἐφραίμ, ἀπὸ ψυχῆς βοῶντές σοι· δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ βεβαιοῦντι διὰ σοῦ ἡμῶν τὴν διάνοιαν.
Δόξα. Ἦχος γ’. Θείας πίστεως.
Ῥεῖθρον
ἄϋλον, ἐν τῇ ψυχῇ σου, τὸν ζωήῤῥυτον, πλουτήσας φόβον, κατανύξεως κρατὴρ
ἀναδέδειξαι· ὅθεν ἡμᾶς πρὸς ἠθῶν τελειότητα, τοῖς ἱεροῖς σου ῥυθμίζεις
διδάγμασιν· Ἐφραὶμ Ὅσιε, Χριστὸν τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναίον ἐν Μάρτυσιν.
Ὡς
πολύφωτος ἥλιος, ἐκ Συρίας ἀνέτειλας, καταυγάζων ἅπασαν τὴν ὑφήλιον, τῶν ἀρετῶν
σου ταῖς λάμψεσι, καὶ τῆς πολιτείας σου, τῷ φωτὶ τῆς καθαρᾶς, καὶ ἀκτῖσι τῶν
λόγων σου, Ἐφραὶμ Ὅσιε, ὧν τὴν χάριν ἐδέξω οὐρανόθεν, διὰ τοῦτό σου τὴν μνήμην,
τὴν φωταυγῆ ἑορτάζομεν.
Τὸν
Σταυρὸν τοῦ Κυρίου σου, ἐπὶ ὤμων ἀράμενος, ἀπηρνήσω ἅπαντα τὰ ἐπίκηρα, καὶ ἐν
ἐρήμοις ὡς ἄγγελος, ἐβίωσας Ὅσιε, ἀναβάσεσι τὸν νοῦν, ἱεραῖς λαμπρυνόμενος, καὶ
τοῖς δάκρυσιν, ἀρδευόμενος ἤρθης θεοφόρε, ἀρετῶν εἰς θεῖον ὕψος, διὰ πολλῆς
ταπεινώσεως.
Τῇ
ἀσκήσει καθάρας σου, τῆς ψυχῆς τὴν κατάστασιν, θεϊκῶν ἐλλάμψεων ὤφθης ἔμπλεως,
καὶ σκεῦος Πάτερ πολύτιμον, καὶ στόμα θεόσοφον, ἐπιπνοίας θεϊκῆς, θησαυρὸν
θείας γνώσεως, σοφοῖς ῥήμασιν, οἷα κρήνη πολύῤῥυτος πηγάζων, δι’ ὧν ἅπαντας
παιδεύεις, Ἐφραὶμ πρὸς βίον ὑπέρτερον.
Ὡς
τοῦ Πνεύματος ὄργανον, θεοφόρος διδάσκαλος, Ἐκκλησίας πέφηνας Πάτερ Ὅσιε, καὶ
μοναστῶν ὑποτύπωσις, διδάσκων τῷ λόγῳ σου, τῶν φθαρτῶν ὑπερφρονεῖν, καὶ τῶν ἄνω
ἐφίεσθαι, θείῳ ἔρωτι· καὶ προβλέπειν τῆς κρίσεως τὴν ὥραν, ἐγρηγόρσει διανοίας,
καὶ πολιτείας σεμνότητι.
Ὡς
ἐπέγνω τοῦ βίου σου, τὴν λαμπρότητα Ὅσιε, καὶ τὴν ἐνοικοῦσάν σοι χάριν ἄνωθεν,
θεηγόρος Βασίλειος, ἠγάσθη τὴν ἔλλαμψιν, τῆς καρδίας σου σοφέ, ὃν ὡς στῦλον
τεθέασαι, οὐρανόφωτον, ἐν ἐρήμῳ Ἐφραὶμ πνευματοφόρε, ὡς θεάμων τῶν ἀῤῥήτων, καὶ
ἀπαθείας θησαύρισμα.
Χῦμα
θεῖόν σοι δέδοται, τῆς σοφίας τὴν ἄνωθεν, ὡς Θεοῦ θεράποντι Ἐφραὶμ Ὅσιε· ἔνθεν
ἡ γλῶσσά σου ἔβλυσεν, διδάγματα ἄφθονα, ὡς χειμάῤῥους τῆς τρυφῆς, καὶ πηγὴ
ἀνεξάντλητος, θείας χάριτος, καὶ νεφέλη ἀΰλου ἐπομβρίας, γλυκασμὸν ἀθανασίας,
τοῖς ἐπὶ γῆς ἀποστάζουσα.
Δόξα.
Ἦχος πλ. δ΄.
Τοῦ
θείου φόβου τῷ ἄνθρακι, τῆς σαρκὸς τὸ φρόνιμα ἠνάλωσας, δι’ ἐγκρατείας πολλῆς,
Ἐφραὶμ Πάτερ Ὅσιε· ὅλῳ γὰρ νοΐ Χριστοῦ τὴν δόξαν συνορῶν, τῆς ἐκεῖθεν χορηγίας,
ἐν ἀῤῥήτῳ φωτὶ ἐπλήσθης μακάριε. Καὶ ῥήματα ζωῆς αἰωνίου πηγάσας, ποταμὸς θεόβρυτος
καὶ ὑποφήτης ἀρετῶν, καὶ ταμεῖον θείων χαρίτων, τῇ Ἐκκλησίᾳ πέφηνας· ἡ γὰρ
χάρις τοῦ Πνεύματος δαψιλῶς ἐν σοὶ ἐνώκησε. Καὶ νῦν Χριστῷ παριστάμενος,
πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς
προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ
τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν
τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα ὁσιακά.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ
ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή
α’.
Ἀπὸ
νεότητος Χριστῷ σεαυτὸν ἀναθέμενος, τῷ κόσμῳ ἐσταύρωσαι τῇ ἀπαρνήσει τῶν
γεηρῶν, Ἐφραὶμ παμμακάριστε. Καὶ ἀπαθείας τοὺς καρποὺς γεωργήσας, ὡς κατάκαρπος
ἄμπελος, εὐφραίνεις τὰς ψυχὰς ἡμῶν τῇ τοῦ λόγου γλυκύτητι, πράξει καὶ θεωρίᾳ
διαλάμπων. Καὶ τῶν παθῶν ἐξαίρων τὸν γνόφον, τῆς μελλούσης ζωῆς τὰ ἀγαθά,
μυσταγωγεῖς τοὺς βοῶντας· Κύριε, δόξα Σοι.
Ἦχος
β΄.
Ἀσκητικῇ
ἐκλάμπων πολιτείᾳ, ἐναρέτων πράξεων τύπος καὶ πάσης ἀρετῆς ὑπόδειγμα,
ἀνεδείχθης Πάτερ Ὅσιε. Διὰ Χριστὸν γὰρ πτωχεύσας, ἐπλουτίσθης θείῳ Πνεύματι,
καὶ προσύλων ἰδεῶν τὸν νοῦν καθάρας, τῆς ἀπαθείας ἐκφαίνεις τὸ κάλλος, καὶ
ταπεινώσεως τὸ ὕψος. Καὶ στόμα θεῖον γενόμενος, ὡς φησὶν ὁ Προφήτης, διδασκαλίαις
θείαις ῥυθμίζεις πρὸς ἠθῶν εὐπρέπειαν, καὶ θείου φόβου τὴν κτῖσιν καὶ ἀρετῶν
τελειότητα. Ἀλλ’ ὦ Πάτερ Ἐφραὶμ θεόσοφε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
γ΄.
Τῇ
ἐπομβρίᾳ τοῦ Πνεύματος, μυστικῶς καταρδευόμενος, ποταμὸς κατάῤῥυτος ναμάτων
θείων ἀνεδείχθης, Ἐφραὶμ Ὅσιε· ἀσκητικοῖς γὰρ ἱδρῶσι, πάντα ῥύπον παθῶν
καθάρας, ὕδωρ τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, τοῖς θεοσόφοις λόγοις σου,
παρέχεις ταῖς ψυχαῖς ἡμῶν· καὶ τῆς κρίσεως τὴν ὥραν προφαίνων, πάντας
διεγείρεις πρὸς μετάνοιαν, καὶ τῷ Σωτῆρι κράζειν· Κύριε, ἀξίωσον ἡμᾶς τῆς
οὐρανίου Βασιλείας Σου, πρεσβείαις τοῦ Ὁσίου Σου.
Δόξα.
Ἦχος δ'
Προφητικῶς
καταβρέχων τὴν στρωμνὴν τοῖς δάκρυσι, καὶ μελέτην βίου ποιούμενος τὴν
μετάνοιαν, τῆς κρίσεως τὸν φόβον ἔργοις ἡμῖν, καὶ διὰ λόγων ὑπέδειξας. Διὸ τὴν
σὴν τιμῶμεν ἅπαντες, συνελθόντες Παμμάκαρ μνήμην, παραδόξων πραγμάτων αὐτουργέ,
Ἐφραὶμ ἀοίδιμε∙ καὶ νῦν δυσωποῦμέν σε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπέρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις,
ὁ θεοφόρος Ἐφραίμ, τῆς ἐγκρατείας ὁ λειμὼν ὁ μυρίπνοος, καὶ μύστης τῆς
ἀπαθείας, καὶ θησαυρὸς ἀληθής, ταπεινοφροσύνης ἐνδιαίτημα. Τὸ σκεῦος τὸ
πάγχρυσον, ἀρετῶν τῆς ἀσκήσεως, ἀκτημοσύνης, θαυμαστὴ ὑποτύπωσις, θείου
Πνεύματος, τὸ εὐάρμοστον ὄργανον. Λύχνος ὁ παμφαέστατος, τοῦ λόγου τῆς χάριτος,
ὁ ἑωσφόρος ὁ μέγας, τῆς ἐν Χριστῷ τελειότητος, ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
ὁ θεοφόρος Ἐφραίμ, βίου ἀμέμπτου ἡ πολύφορος ἄμπελος, ὡς τοῦτο κατεῖδες Πάτερ,
ἐν νεανίσκοις τελῶν, καὶ ταῖς ἀρεταῖς σου κατεκάλυψας. Τῆς γῆς τὰ πληρώματα,
ἐφαπλώσει μακάριε, τῇ τῶν κλημάτων, ἐξ ὧν γλεῦκος σωτήριον, πᾶσιν ἔσταξεν,
ἐνεργείᾳ τῆς χάριτος, μέθην ἐξαῖρον ἅπασαν, παθῶν τὴν ψυχόλεθρον, καὶ τὰς
δυνάμεις εὐφραῖνον, τῶν καρδιῶν ἡμῶν Ὅσιε. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Χαίροις,
ὁ θεοφόρος Ἐφραίμ, ὁ ἐν ἐρήμῳ βιοτεύσας ὡς ἄγγελος, ἐντεῦθεν Ἄγγελοι θεῖοι, ὡς
ἐθεάθη τινί, ἀοράτως βίβλον θείας γνώσεως, λαμπρῶς ἐνεχείρισαν, ὡς Θεοῦ σοι
θεράποντι, καὶ ἐπλατύνθη, ὡς φησὶν ὁ Δαβὶδ σαφῶς, τὸ θεόσοφον, καὶ μακάριον
στόμα σου· ὅθεν πέλαγος ἔβλυσας, καὶ ῥεῖθρα σωτήρια, διδασκαλίας ἁγίας, καὶ
διδαχῶν θείου Πνεύματος· ὧν Πάτερ τρυφῶντες, ἀναγώμεθα πρὸς ὕψος, ἀγάπης
κρείττονος.
Δόξα.
Ἦχος πλ. β΄.
Ἀσκητικῶς
πολιτευσάμενος, διδασκαλίας τὸ τάλαντον ἐδέξω, παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἐφραὶμ
Πάτερ Ὅσιε· ὅθεν τῇ πλημμύρᾳ τοῦ λόγου, τῆς Ἐκκλησίας τὰς αὔλακας προφητικῶς
μεθύσκεις, καὶ τῶν ψυχῶν τὸν ῥύπον ἐκπλύνεις, καὶ κατανύξεως φωτὶ τὸν νοῦν
πυρσεύεις· ἡ καθαρά σου γὰρ ζωὴ ὡς ἥλιος ἔλαμψεν, πρὸς δόξαν Χριστοῦ, τοῦ σὲ
λαμπρῶς δοξάσαντος.
Καὶ νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν
τοῦ Πνεύματος χάριν οὐρανόθεν δεξάμενος, εὐσεβείας ἐδείχθης θεοφόρος
διδάσκαλος, καὶ ῥείθροις τῶν ἁγίων διδαχῶν, ἀρδεύεις τὰς καρδίας τῶν πιστῶν·
διὰ τοῦτό σε τιμῶμεν Πάτερ Ἐφραίμ, ἀπὸ ψυχῆς βοῶντές σοι· δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ βεβαιοῦντι διὰ σοῦ ἡμῶν τὴν διάνοιαν.
Δόξα. Ἦχος γ’. Θείας πίστεως.
Ῥεῖθρον
ἄϋλον, ἐν τῇ ψυχῇ σου, τὸν ζωήῤῥυτον, πλουτήσας φόβον, κατανύξεως κρατὴρ
ἀναδέδειξαι· ὅθεν ἡμᾶς πρὸς ἠθῶν τελειότητα, τοῖς ἱεροῖς σου ῥυθμίζεις
διδάγμασιν· Ἐφραὶμ Ὅσιε, Χριστὸν τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Φωτὶ
τῷ νοητῷ, λαμπρυνθεὶς τὴν καρδίαν, ἐξέλαμψας ἡμῖν, ὡς ἀστὴρ ἑωσφόρος, ἀκτῖσι
τῶν λόγων σου, καὶ ζωῆς τὴν λαμπρότητι, Ἐφραὶμ Ὅσιε, καταπυρσεύων ἀπαύστως,
τοὺς τελοῦντάς σου, τὴν φωταυγῆ Πάτερ μνήμην, καὶ σὲ μακαρίζοντας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Θεὸν
ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, ἐκύησας ἡμῖν, ἐν δυσὶ ταῖς οὐσίαις, τὸν Λόγον τὸν
ὑπέρθεον, Θεὸν ἅμα καὶ ἄνθρωπον, ἀναλλοίωτον, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων· Ὃν
ἱκέτευε, ἁμαρτιῶν ἡμῖν δοῦναι, συγχώρησιν ἄχραντε.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν
Ὁσίων ἀκρότης καὶ ἐγκαλλώπισμα, καὶ μοναζόντων ἀλείπτης καὶ ὑποφήτης σοφός,
ἀνεδείχθης ἀληθῶς Ἐφραὶμ μακάριε, ἐν ἀσκήσει καθαρᾷ, καὶ συντόνῳ προσευχῇ, καὶ
δάκρυσιν ἀειῤῥύτοις, ἐν τῇ ἐρήμῳ βιώσας· διὸ Χριστός σε ἐμεγάλυνε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐξ
ἁγνῶν Σου λαγόνων ὁ ὑπερούσιος, οὐσιωθεὶς ὥσπερ οἶδε βροτῶν τὸ φύραμα, μείνας
Κόρη ὅπερ ἦν πρὸ τῆς προσλήψεως, ἐκ βαράθρων τῶν παθῶν, πρὸς αἰώνιον ζωήν,
ἀνήγαγε Θεοτόκε, τοὺς εὐλαβῶς προσκυνοῦντας, τοῦ τοκετοῦ Σου τὸ μυστήριον.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς
Εὐφράτης νοητός, ἐκ τῆς Ἐδὲμ τῆς μυστικῆς, προερχόμενος σοφέ, καταποτίζεις
πᾶσαν γῆν, τοῖς τῶν σῶν λόγων ὁρμήμασι θεοφόρε, ῥεῖθρα γὰρ ζωῆς, ἐκ τοῖς
κοιλίας σου, ὡς ἔφη ὁ Σωτήρ, ἔβλυσαν Ὅσιε, καὶ κατευφραίνουσι πᾶσαν διάνοιαν,
τῇ νοημάτων γλυκύτητι, Ἐφραὶμ παμμάκαρ, Ὁσίων δόξα, καὶ μοναζόντων διδάσκαλε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
ἀόρατος Θεός, δι’ ἀγαθότητα πολλήν, σαρκωθεὶς δίχα τροπῆς, ἐξ τῆς ἀχράντου Σου
σαρκός, διπλοῦς ὡράθη τῷ κόσμῳ ὡς ἐλεήμων, καὶ ἔσωσεν ἡμᾶς, ἐκ τῆς ἀρχαίας
ἀρᾶς, νεκρώσας τῷ Σταυρῷ, τὸν παλαμναῖον ἐχθρόν· διὸ τὴν χάριν κηρύττοντες
ἅπαντες, ὑμνολογοῦμεν τὴν δόξαν Σου· ἀλλ’ ὦ Παρθένε, ἀεὶ δυσώπει, σώζεσθαι τοὺς
αἰνοῦντάς Σε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον,
ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
῏Ηχος πλ.β'. Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὁ
δ’ ἀσκήσεως στεῤῥᾶς εἰς ὕψος ἀνελθὼν ἀπαθείας, καὶ νοητὰς κατοπτεύσας μυστήρια,
Ἐφραὶμ παμμακάριστε, τοῦ θείου φόβου τῷ πυρὶ τὰ πάθη ἡμῶν κατάφλεξον, καὶ
πτέρωσον ἡμῶν τὸν νοῦν τὰ ἄνω ποιεῖν καὶ ζητεῖν, ὡς ἂν ζωῆς αἰωνίου τύχωμεν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Ἐφραὶμ γεραίρω
τὸν νοητὸν Εὐφράτην. Θεοφάνους.
ᾨδὴ
α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
Εὐφραντικῇ
ἐπομβρίᾳ σῶν προσευχῶν, τὴν ψυχήν μου ἄρδευσον ξηρανθεῖσαν τῷ αὐχμῷ, τῶν παθῶν,
καὶ λόγων μοι τὴν σήν, εὐφημοῦντι ἑορτήν, Παμμάκαρ ἔμπνευσον.
Φῶς
νοητὸν ἀπαστράψας φωτιστικός, ἀνεδείχθης ἥλιος, φεγγοβόλοις ἀρεταῖς, καὶ
δογμάτων κάλλεσιν Ἐφραίμ, καταυγάζων τῶν Πιστῶν, ἄπαν τὸ πλήρωμα.
Ῥείθροις
δακρύων τὴν φλόγα τὴν τῶν παθῶν, κατασβέσας γέγονας, σκεῦος τίμιον Ἐφραίμ, τοῦ
Ἁγίου Πνεύματος πηγάς, ἀναβλύζων διδαχῶν, θεομακάριστε.
Θεοτοκίον
Ἀδιαφθόρως
τὸν Λόγον ἐν σῇ γαστρί, δεξαμένη τέτοκας, τὸν λυτρούμενον φθορᾶς, τοὺς αὐτὸν
λατρεύοντας ἀεί, Μητροπάρθενε σεμνή, πύλη τῆς ὄντως ζωῆς.
ᾨδὴ
γ'. Οὐκ ἔστιν Ἅγιος
Ἰλύος
πάσης ἐμπαθοῦς, σεαυτὸν ἐκκαθάρας, ἀνεδείχθης δοχεῖον ἀρετῶν ὡς ἀληθῶς, καὶ
σκεῦος χωρητικόν, χαρισμάτων, τοῦ Ἁγίου Πνεύματος.
Μηδόλως
ὕπνον ὀφθαλμοῖς, δεδωκὼς οἶκος ὤφθης, τῆς Ἁγίας Τριάδος, καὶ σοφίας θησαυρός,
τὸν κόσμον καταπλουτῶν, χρυσαυγέσι, δόγμασι Μακάριε.
Γνωρίζει
ἄλλον σε Χριστοῦ, ἡ σεπτὴ Ἐκκλησία, χρυσορρόαν Εὐφράτην, πελαγίζοντα σοφῶν,
δογμάτων ἐπιροαῖς, καὶ τὴν κτίσιν, πᾶσαν καταρδεύοντα.
Θεοτοκίον
Ἐν
δύω φύσεσιν ὁ εἷς, τῆς Ἁγίας Τριάδος, ἐξ ἀγνῶν σου αἱμάτων, σαρκωθεὶς
θεοπρεπῶς, προῆλθε τοὺς ἐξ Ἀδάμ, διασῴζων, Πάναγνε χρηστότητι.
Κάθισμα.
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὸν
θησαυρὸν τῆς σοφίας τῶν μυστηρίων Χριστοῦ, τὸν κρατῆρα τὸν θεῖον τῆς κατανύξεως,
ἀνυμνήσωμεν πιστοί, ἐν τῇ μνήμῃ αὐτοῦ· φερωνύμως γὰρ ἀεί, τὰς καρδίας τῶν
πιστῶν, εὐφραίνει ἔπεσι θείοις, Ἐφραίμ, ὡς πράκτωρ καὶ μύστης, τῶν τοῦ Κυρίου
ἀποκαλύψεων.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Ἡ
θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος
καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱὸν σου καὶ
Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ
μέγα ἔλεος.
ᾨδὴ
δ'. Χριστός μου δύναμις
Ῥημάτων
δύναμις, τῶν σῶν διέδραμεν, ἐπὶ πάντα τὸν κόσμον ὑψοποιῶ, φέγγει ταπεινώσεως,
τὴν ἀβλεψίαν τῶν ψυχῶν, ἐκδιώκουσα Μακάριε.
Ἀμέμπτως
ἤνυσας, τὸν βίον δάκρυσι, σεαυτὸν ἀποπλύνας, καὶ τοῦ Κριτοῦ, πᾶσι τὴν
ἐπέλευσιν, καθιστορῶν λόγοις σοφοῖς, θεοφάντορ ἀξιάγαστε.
Ἰδών
σου Κύριος, τῆς ταπεινώσεως, τὸ περίδοξον ὕψος ὑψοποιόν, λόγον σοι χαρίζεται,
δι οὗ αἱρέσεων δεινά, τεταπείνωται ὑψώματα.
Ῥωσθεὶς
τῇ χάριτι, τοῦ Παντοκράτορος, πρὸς ἀρχὰς παρετάξω δαιμονικάς, Πάτερ καὶ
νενίκηκας, ὑπὲρ ἡμῶν ἐκδυσωπῶν, τῶν θερμῶς ἀνευφημούντων σε.
Θεοτοκίον
Ὡς
θεῖον τέμενος, ὡς ὄρος ἅγιον, ὡς πηγὴν ἀφθαρσίας, ὡς ἐκλεκτήν, μόνην
χρηματίσασαν, τῶ πλαστουργῷ ἡμῶν Θεῷ, τὴν Παρθένον μακαρίσωμεν.
ᾨδὴ
ε'. Τῷ θείῳ φέγγει σου ἀγαθέ
Ταῖς
τῶν δακρύων ἐπιρροαῖς, τὸ τῶν ἡδονῶν ὁλοσχερῶς, Πάτερ ἐξήρανας πέλαγος∙ καὶ τῇ
ἀναβλύσει τῶν διδαγμάτων σου, αἱρέσεων χειμάρρους Μάκαρ κατέκλυσας.
Ὁ
νοῦς σου νεύσει τῇ πρὸς Θεόν, Πάτερ λαμπρυνόμενος Ἐφραίμ, θεοειδὴς ὅλος
γέγονεν, ἔσοπτρον καθάπερ τοῦ θείου Πνεύματος, ἀΰλους τὰς ἐμφάσεις
ὑποδεχόμενος.
Ναὸς
ἐγένου χωρητικός, Πάτερ τῆς Τριάδος ἀληθῶς, πεποικιλμένος τῇ χάριτι, καὶ τῇ
διαυγίᾳ τῶν καθαρῶν ἀρετῶν, καὶ τῇ τῶν διδαγμάτων ἀκεραιότητι.
Θεοτοκίον
Νεκρὸν
με ἔδειξεν ἐν Ἐδέμ, γεῦσις ἡ τοῦ ξύλου πονηρά, ἐπιβουλὴ τῇ τοῦ ὄφεως∙ σὺ δὲ
ζωοδότην Χριστὸν κυήσασα, ἐζώωσάς με μόνη Θεοχαρίτωτε.
ᾨδὴ
ς'. Τοῦ βίου τὴν θάλασσαν.
Οὐ
ψάμμον θεμέλιον, ἀλλὰ πίστιν ἀρραγῆ, ὁ Θεοφόρος θέμενος, ταῖς τοῦ ἐχθροῦ
παντοίαις ἐπιβουλαῖς, ἀκλόνητος ἔμεινεν, ἀηττήτῳ δυνάμει κυβερνώμενος.
Ἡ
γλῶσσά σου κάλαμος, ὀξυγράφου ἀληθῶς, ὡς γραμματέως γέγονεν, ὑφηγουμένη γνῶσιν
πανευσεβῆ, πλαξὶν ἐγχαράττουσα, καρδιῶν Πάτερ νόμον τὸν τοῦ Πνεύματος.
Τὸ
σὸν οἱ ἐκπλέοντες, τῶν δογμάτων γαληνόν, Ἐφραὶμ θεόφρον πέλαγος, τρικυμιῶν
λυτροῦνται ψυχοβλαβῶν, καὶ ζάλης αἱρέσεων, ἀνανεύοντες πίστει διασῴζονται.
Θεοτοκίον
Ὁ
πάσης ἐπέκεινα, νοουμένης ὡς Θεός, καὶ ὀρωμένης κτίσεως, σωματωθεὶς προῆλθεν ἐκ
σῆς γαστρός, τηρήσας σε ἄφθορον, ὥσπερ ἦς πρὸ τοῦ τόκου σου Θεονύμφευτε.
Κοντάκιον.
Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Τὴν
ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρῶς, Ἐφραὶμ ὡς φιλήσυχος∙
πρακτικὸς δὲ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος Ὅσιε. Ὅθεν Πάτερ
παγκόσμιε, ῥαθύμους ἐγείρεις πρὸς μετάνοιαν.
Ὁ
Οἶκος
Ἰχνηλατεῖν
βουλόμενος, Πάτερ, τοῦ Προδρόμου ταῖς τρίβοις, ἐκ τοῦ κόσμου μόνος αὐτὸς
ἀπάρας, εἰς ἔρημον κατῴκησας. Βλέπων σε οὖν οὕτω βιοῦντα ὁ ἐχθρὸς τόν δίκαιον,
γύναιον πάνυ ἀναιδὲς κατὰ σοῦ διεγείρει, οἰόμενος διὰ τοῦ ἀρχαίου ὅπλου τὴν σὴν
ἀνδρείαν καταβαλεῖν, καὶ τὴν ἁγνείαν μολύνειν σου, ἵνα μὴ ἐν τοῖς λόγοις καὶ
ἔργοις σου ῥαθύμους ἐγείρῃς πρὸς μετάνοιαν.
Συναξάριον.
Τῇ
ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ Σύρου
Ἤκουσε
γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω,
Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος.
Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον.
Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος.
Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον.
Οὗτος
γέγονεν ἐξ Ἀνατολῶν, Σύρος τὸ γένος, ἐκ προγόνων τὴν εὐσέβειαν διδαχθείς, ἐν
τοῖς χρόνοις Θεοδοσίου τοῦ μεγάλου. Ἠσπάσατο δὲ ἐξ ἀρχῆς τὸν μοναδικὸν βίον· ᾧ
λέγεται θεόθεν ἐκχυθῆναι χάρις, δι’ ἧς πάσης κατανύξεως πλεῖστα συγγράμματα
ἐκτεθεικώς, πολλοὺς πρὸς ἀρετὴν καθοδήγησε, καὶ τύπος τοῖς ἐφεξῆς ἀσκητικῆς
γέγονεν ἀρετῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παλλαδίου
Κρείττων
ὑπάρξας σαρκικῶν σκιρτημάτων,
Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ.
Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ.
Οὗτος,
ἐν ὄρει τινὶ οἰκίσμον βραχὺν δειμάμενος, ἐν τούτῳ ἑαυτὸν καθεῖρξιν. Ἀγρυπνίᾳ δὲ
καὶ διηνεκεῖ προσευχῇ καὶ νηστείᾳ τὸν ἑαυτοῦ βίον κατακοσμήσας, θαυμάτων χάριν
θεόθεν ἔλαβεν. Ἐμπόρου γάρ τινος, χρυσίον ἐπιφερομένου πολύ, καὶ ὑπὸ ἀνδροφόνου
τινὸς ἀναιρεθέντος, παρὰ τὴν θύραν τοῦ Ἁγίου τῆς κέλλης ὁ νεκρὸς προσεῤῥίφη. Ὡς
δὲ ἡμέρα ἐγένετο, καὶ φανερὸν τὸ πραχθὲν ἦν, πάντες εὐθύνας τὸν Ὅσιον τῆς τοῦ
ἐμπόρου σφαγῆς εἰσέπραττον. Περιστοιχηθεὶς οὖν ὑπὸ τῆς τοσαύτης πληθύος,
προσηύξατο, καὶ τὸν νεκρὸν ἀνέστησεν. Ὁ δέ, ἀναστάς, τὸν φονέα ὑπέδειξε, καὶ
τὸν Ὅσιον ἀμέτοχον εἶπεν εἶναι. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερα πλεῖστα ὁ
Ὅσιος πεποιηκώς, καὶ ἐπὶ πλεῖον θαυμαστωθείς, ἐπὶ τῶν τῆς ἀρετῆς ἔργων, ἐν
εἰρήνῃ πρὸς τὸν Θεὸν μεταβέβηκεν, ἀξιομνημόνευτα συγγράμματα τῇ Ἐκκλησίᾳ
καταλελοιπώς, εἰς τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου
τοῦ ἀσκητοῦ
Ἀπῆλθε
σαρκός, ὥσπερ ἔκ τινος πάγης,
Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις.
Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις.
Οὗτος,
τοῖς πᾶσιν ἀποταξάμενος βιωτικοῖς, ᾤκησεν ἔν τινι σπηλαίῳ, ἔτη 15, πλησίον τῆς
κωμοπόλεως Πορφυριώνης, πᾶσαν ἄσκησιν μετερχόμενος. Τούτῳ ποτὲ τῷ Ὁσίῳ, γύναιον
ἐταιρικὸν ὑπό τινων ακολάστων ὑποβληθέν, ἀναιδῶς ἐπιπηδῆσαν, εἰς ἀσέλγειαν
ἐξεκαλεῖτο. Ὅς, τούτῳ τῷ γυναίῳ τοῦ μέλλοντος πυρὸς ὑπομνήσας τὴν τιμωρίαν, τῷ
Χριστῷ προσάγει μεταγνοῦν. Ἐπεὶ δὲ οὐδεὶς διαφεύγει τοῦ πονηροῦ τὰς ἐνέδρας,
συνέβη καὶ τοῦτον μεγάλῳ πτώματι περιπεσεῖν, ἵνα ὑποτύπωσις γέννηται πᾶσι τοῖς
ἁμαρτάνουσι, καὶ ὁδηγὸς πρὸς μετάνοιαν. Ἄνηρ γάρ τις τῶν ἐνδόξων, θυγάτριον ὑπὸ
δαίμονος ἐνοχλούμενον ἔχων, τῷ Ὁσίῳ πρὸς αὐτοῦ θεραπευθησόμενον προσάγει. Ὃς
εὐξάμενος, παραχρῆμα τοῦ δαίμονος ἐλευθεροῖ τοῦτο. Φοβηθέντος δὲ τοῦ πατρός,
μήποτε πάλιν ὁ δαίμων ἐνοχλήσῃ τῇ κόρῃ, αὐτὸν σὺν ἀδελφῷ κομιδῇ νέῳ, πρὸς τῷ
σπηλαίῳ τοῦ μοναχοῦ καταλιμπάνει. Ἦττων δὲ ὁ μοναχὸς ἐπιθυμίας γενόμενος,
διαφθείρει τὴν κόρην καὶ ἵνα μὴ ἔκφορος ἡ μυσαρὰ πρᾶξις γένηται, κτείνει μὲν
τὴν γυναῖκα, κτείνει δὲ καὶ τὸν ἀδελφόν. Τὰ δὲ σώματα ἐν τῷ παραῤῥέοντι ποταμῷ
προσεπιῤῥίπτει. Ὡς δὲ παντελῶς τῆς ἑαυτοῦ σωτηρίας ἀπέγνω, ὥρμησεν εἰς τὸν
κόσμον ἀπελθεῖν· ὅθεν, ἀπιόντος αὐτοῦ, κατὰ τὴν ὁδόν, συνήντησεν αὐτῷ μοναχός
τις τῶν εὐλαβῶν, οὗ ταῖς παραινέσεσιν ὁ Ὅσιος εἴξας, ἑαυτὸν εἰς τάφον ἐνε΄βαλε,
πᾶσαν σκληραγωγίαν ὑπομένων. Αὐχμοῦ δέ ποτε κατὰ τὴν χώρα γενομένου, τῷ
ἐπισκόπῳ τῆς πόλεως ὁ Θεὸς ἐπισκήπτει, ὁ αὐχμὸς οὐ ληθύσεται. Τότε δὴ πρὸς
αὐτὸν πανδημεὶ παραγενόμενος ὁ ἐπίσκοπος, καὶ πολλὰ παρακαλέσας, ἐπεὶ πεισθεὶς
προσηύξατο ὁ μακάριος, ὄμβρος κατεῤῥύη πολύς, καὶ τὴν γῆν ἐμέθυσεν. Ἔντεῦθεν
χρηστὰς λαβὼν ὁ Ὅσιος τὰς ἐλπίδας, τεκμήριον μέγιστον τὴν τῶν ὄμβρων φορὰν
ἐσχηκώς, προσέθηκε τῇ σκληραγωγίᾳ σκληραγωγίαν, καὶ τοῖς δάκρυσι δάκρυα. Καὶ
οὕτως ἐν πολιτείᾳ καλῇ, τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς
Χάρις, τοὺς πόδας ἐκκοπεῖσα, τελειοῦται.
Πόδας Χάρις
τμηθεῖσα, πρὸς Θεὸν τρέχει·
Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας.
Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Δύο Μάρτυρες, Μήτηρ καὶ Θυγάτηρ,
ξίφει τελειοῦνται.
Τῇ παιδὶ
συγκλίνασα μήτηρ τὴν κάραν,
Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ.
Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν
Ἐρημιτῶν
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος
Γεωργίου τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ
Νοβοτόρζσκϊυ Ῥωσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ
ἐκ Κιέβου, ἐπισκόπου Περεγιασλάβ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου
τῆς Τότμα.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Δροσοβόλον μὲν τὴν κάμινον
Νομοθέτης
Μοναζόντων ἀκριβέστατος, ὤφθης σεβασμιώτατε, ὑπαλείπτης τε, πρὸς ἐχθρῶν
παντοίων συμπλοκάς∙ διό σου τιμῶμεν τὸ σεπτόν, καὶ ἱερὸν ἐπὶ τῆς γῆς Πάτερ
μνημόσυνον.
Ἐναρμόνιον
τοῦ Πνεύματος ἀοίδιμε, ὄργανον ἐχρημάτισας, ὑπηχούμενος, ταῖς αὐτοῦ ἑκάστοτε πνοαῖς,
καὶ μέλος σωτήριον ἡμῖν, τῆς μετανοίας μελῳδοῦν, τοῖς ἀνυμνοῦσί σε.
Θεοτοκίον
Ὑπὲρ
λόγον σου ἡ σύλληψις Θεόνυμφε· Θεὸν γὰρ Λόγον τέτοκας, τὸν ῥυσάμενον, ἀλογίας
πάντας τοὺς βροτούς, καὶ λόγον παρέχοντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
ᾨδὴ
η'. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Φωτοφόρος
ὡς ἄλλος ἐδείχθης ἥλιος, διδαγμάτων ἀκτῖνας πέμπων τοῖς πέρασι, σκότος ἀφεγγές,
ἐκμειώσας Μακάριε, πάσης ἁμαρτίας, φωτὶ τῆς μετανοίας.
Ῥείθροις
θείων δογμάτων περικυκλούμενος, ποταμὸς ὡς ἐξ ἄλλης Ἐδὲμ πεπόρευσαι, πρόσωπον
τῆς γῆς, καταρδεύων θεσπέσιε, καὶ τῆς ἀσεβείας, ζιζάνια συμπνίγων.
Θεοτοκίον
Ἀληθῆ
Θεοτόκον ὁμολογοῦντές σε, τοῦ Ἀγγέλου τὸ Χαῖρε πίστει βοῶμέν σοι∙ μόνη τὴν
χαράν, ἐπὶ τῆς γῆς ἐκύησας, Κεχαριτωμένη, ἀεὶ εὐλογημένη.
ᾨδὴ
θ'. Θεὸν ἀνθρώποις
Τρωθεὶς
ἀγάπῃ τοῦ Παντοκράτορος, ὅλον σαυτοῦ τὸν βίον, θρηνῳδῶν διετέλεσας, ἐκβοῶν μετ’
ἐκπλήξεως Ὅσιε∙ Ἄνες τὰ κύματά σου, Σῶτερ τῆς χάριτος, ταύτην μοι πλουσίως
συντηρῶν, ἐν τῇ μελλούσῃ ζωῇ.
Ἡδὺς
ὁ λόγος σου κατανύξεως, παρεκτικὸς καὶ πλήρης φωτισμοῦ τοῖς προστρέχουσι,
θεοφόρε Ἐφραὶμ ἀξιάγαστε∙ ἄμεμπτος δὲ ὁ βίος, πάσαις κοσμούμενος, ταῖς
θεοφεγγέσιν ἀρεταῖς, καὶ λαμπρυνόμενος.
Ναὸς
τοῦ Πνεύματος ἐχρημάτισας, καὶ ποταμὸς ναμάτων ζωηρύτων πληρούμενος, Ἐκκλησίας
θεμέλιος ἄσειστος, ἔρεισμα μοναζόντων, ῥεῖθρον ἀέναον, θείας κατανύξεως, Ἐφραὶμ
ἀξιοθαύμαστε.
Θεοτοκίον
Νοεῖν
οὐ δύναται νοῦς ἀνθρώπινος, τὸ ὑπὲρ νοῦν τοῦ τόκου σου Παρθένε μυστήριον∙ὁ Θεὸς
γὰρ σκηνώσας ἐν μέσῳ σου, κλεῖθρα τῆς παρθενίας, οὐ παρεσάλευσε, μόνος ὡς
ἐπίσταται αὐτός, ὁ ἀκατάληπτος.
Ἐξαποστειλάριον.
Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὡς
ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόρρυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς
μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον.
Θεοτοκίον
Ἐλπὶς
τῶν ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, πανύμνητε Θεοτόκε, τῶν θλιβομένων ἡ
χαρά, ἐκ πάσης θλίψεως ῥῦσαι, τοὺς ἀναξίους σου δούλους.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
Ἐφραὶμ παμμακάριστε, ἔρωτι θείῳ τρωθείς, κοσμικὴν ματαιότητα, νουνεχῶς
κατέλιπες, καὶ Χριστῷ ἠκολούθησας, βίον Ἀγγέλων πολιτευσάμενος, καὶ τῶν ἐν
κόσμῳ ξένος δεικνύμενος· ὢ τῶν ἀγώνων σου! Δι’ ὧν καταβέβληκας τοῦ δυσμενοῦς,
πάντα τὰ σοφίσματα, ὡς ἐνθεώτατος.
Πάτερ,
Ἐφραὶμ παμμακάριστε, ταῖς τῶν δακρύων πηγαῖς, δαψιλῶς ἀρδευόμενος, δένδρον ὡς
κατάκαρπον, καὶ λειμὼν εὐωδέστατος, τῆς ἀπαθείας, ἄνθη τὰ εὔοσμα, καὶ ἀθανάτου,
ζωῆς τὰς χάριτας, πᾶσιν ἐξήνεγκας, καὶ εὐφραίνεις Ὅσιε, καὶ ὁδηγεῖς, πρὸς ζωὴν
τὴν κρείττονα, τοὺς προσιόντας σοι.
Πάτερ,
Ἐφραὶμ παναοίδιμε, τοῦ Παρακλήτου τὸ φῶς, οὐρανόθεν δεξάμενος, μοναστῶν
διδάσκαλος, καὶ φωστὴρ ὤφθης ἄδυτος, καὶ διδαχαῖς σου ἰθύνεις Ὅσιε, ἡμᾶς ταῖς
θείαις, πρὸς τελειότητα· ὢ τῆς δοθείσης σοι, χάριτος θεσπέσιε ὅτι πληροῖς, ἡμᾶς
κατανύξεως, τῷ θείῳ λόγῳ σου.
Πάτερ,
Ἐφραὶμ παναοίδιμε, ἀσκητικῶς τὴν ζωήν, διανύσας ἐτήρησας, τὴν λαμπάδα ἄσβεστον,
τῆς ψυχῆς πόθῳ κρείττονι, καὶ πρὸς νυμφῶνα τὸν ἐπουράνιον, λαμπαδηφόρος, χαίρων
ἀνέδραμες, ἔνθα τῶν πόνων σου, ἀμοιβὰς δρεπόμενος ὑπὲρ ἡμῶν, πρέσβευε δεόμεθα,
πρὸς τὸν φιλάνθρωπον.
Δόξα.
Ἦχος β'
Ὥσπερ
φοίνιξ δαυϊτικῶς ἐξανθήσας Ὅσιε Πάτερ, τὰς γλώσσας τῶν βλασφήμων ἐξέκοψας, ἐν
τῇ μαχαίρᾳ τῶν λόγων σου Ἐφραίμ∙ τὰς ἀβύσσους τῶν παθῶν ἐξήρανας δι'
ἐγκρατείας∙ ὄργανον ἀνεδείχθης τοῦ Ἁγίου Πνεύματος, τοῦ Σταυροῦ τὸ ὅπλον
ἀναλαβών, Χριστὸν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων τὴν πανέορτον
μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῶν Ὁσίων κλέος σεπτόν, καὶ τῶν μοναζόντων θεοφόρος ὑφηγητής· χαίροις ὁ τῷ
λόγῳ, ἡμᾶς πρὸς θεῖον φόβον, ἀπαύστως διεγείρων Ἐφραὶμ μακάριε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
τῶν Ἀγγέλων μιμητὴς ἐν τῶ βίῳ, τῆς ἰσαγγέλου ἠξιώθης εὐκλείας, παρὰ Χριστοῦ
Ἐφραὶμ Ὁσίων καύχημα· ὅθεν ἀεὶ πρέσβευε, πάσης ῥύεσθαι βλάβης, τοὺς πιστῶς
προστρέχοντας, τῇ πρεσβείᾳ σου Πάτερ, σὲ γὰρ προστάτην ἔχομεν σοφέ, καὶ πρὸς
τὸν Κτίστην, μεσίτην θερμότατον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Δίδου, ὦ Πάτερ, ἡμῖν σὴν χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τῆς χάριτος τοῦ
Θεοῦ, Ἐφραὶμ θεοφόρε, διὰ βίου εἰλικρινοῦς, χαρίτωσον Πάτερ σαῖς πρεσβείαις,
τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Ἰσχὺν ἡμῖν δίδου κατὰ
παθῶν, Ἐφραὶμ θεοφόρε, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, ὡς ἂν τῆς ἰσχύος τοῦ
δολίου, δι’ ἐνάρετου ζωῆς κατισχύσωμεν.
Δυνάμωσον Πάτερ τὸ ἀσθενές,
τῆς ἐμῆς καρδίας, τῇ θερμῇ σου ἐπισκοπῇ, ὡς ἂν διανύσω θεαρέστως, τῶν ἀρετῶν
τὴν ὁδὸν τὴν σωτήριον.
Θεοτοκίον.
Ὁ Λόγος Παρθένε ὁ τοῦ Θεοῦ,
ἐκ Σοῦ ἐσαρκώθη, διαμείνας ὃ ἦν Θεός, καὶ ἔσωσε πάντας τοὺς ὑμνοῦντας, τῆς Σῆς
λοχείας τὸ μέγα μυστήριον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερήφανον
ὄφιν καταβαλὼν ᾔσχυνας, τῇ σῇ θαυμαστῇ ταπεινώσει, Ἐφραὶμ μακάριε· ὅθεν
ταπείνωσιν, δίδου ἡμῖν τὴν ἁγίαν, ὡς ἂν ματαιότητος, κόσμου ῥυσθείημεν.
Ὡς
φωτὸς θείου πλήρης Πάτερ Ἐφραὶμ Ὅσιε, λῦσον τῆς ψυχῆς σου τὸ σκότος, ταῖς
φωτοφόροις σου, πρεσβείαις δέομαι, καὶ ἀρετῶν θείῳ φέγγει, τὴν ζωήν μου ἴθυνον,
ἵνα σωθήσομαι.
Πειρασμῶν
ἀδοκήτων καὶ συμφορῶν λύτρωσαι, τοὺς μετὰ σπουδῆς προσιόντας, τῇ προστασίᾳ σου,
Ἐφραὶμ μακάριε, καὶ πρὸς γαλήνης λιμένα, καὶ ζωὴν ἐνάρετον, ἡμᾶς κυβέρνησον.
Θεοτοκίον.
Ἀποῤῥήτως
τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, καὶ μετὰ τὸν τόκον Παρθένος, ἄμωμος μείνασα,
τοὺς μώμους κάθαρον, τῆς μολυνθείσης ψυχῆς μου, ῥείθροις τοῦ ἐλέους Σου,
Παρθένε ἄχραντε.
Διάσωσον,
ταῖς πρὸς Θεόν σου πρεσβείαις, Ἐφραὶμ παμμάκαρ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ
κακώσεως, τοὺς ἀρωγὸν καὶ προστάτην σε κεκτημένους.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Φωτὶ νοητῷ προσομιλῶν
μακάριε, φωστὴρ παμφαὴς τῆς Ἐκκλησίας πέφηνας, καὶ νῦν πυρσῷ τῶν λόγων σου,
καταυγάζεις πιστῶν τὴν διάνοιαν. Ἀλλ’ ὦ Ἐφραὶμ ὡς ἡμῶν ὁδηγός, σκοτασμοῦ
παθημάτων ἡμᾶς λύτρωσαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῇ πλημμύρᾳ τοῦ λόγου σου,
τὰς ψυχὰς κατάρδευσον Ἐφραὶμ Ὅσιε, τῶν ἐν πίστει εὐφημούντων σε, καὶ τὴν σὴν
αἰτούντων χάριν ἄνωθεν.
Ἐκ δεινῶν περιστάσεων, καὶ
πολυειδῶν κινδύνων καὶ θλίψεων, ἀνωτέρους διαφύλαττε, τοὺς σοὶ προσιόντας
Ἐφραὶμ Ὅσιε.
Ῥήμασί σου πειθόμενοι, τὴν
τῆς μετανοίας χάριν καρπούμεθα, καὶ παθῶν ἰὸν ἐκκρούομεν, οἱ σὲ ἀνυμνοῦντες
Ἐφραὶμ Ὅσιε.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ
τὸν τόκον παρθένος μείνασα, Θεοτόκε ἀειπάρθενε, ῥῦσαί με μανίας τοῦ ἀλάστορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγιστος φωστήρ, ἐκ Συρίας
ἀνατέτελκας, καταυγάζων ταῖς τῶν λόγων ἀστραπαῖς, οἰκουμένης τὰ πληρώματα Πατὴρ
ἡμῶν.
Ἴασαι ἡμῶν, ἰατρὸς ὡς
ἐμπειρότατος, τοῖς φαρμάκοις διδαχῶν σου τῶν σοφῶν, ἀσθενούσας τὰς καρδίας
Ἐφραὶμ Ὅσιε.
Νέκρωσον σοφέ, ζωηφόροις
ἱκεσίαις σου, τῆς σαρκός μου καὶ νοὸς τὰς ἐκτροπάς, καὶ μετάνοιαν Ἐφραὶμ
γνησίαν δίδου μοι.
Θεοτοκίον.
Σύντριψον ἁγνή, τοῦ ἐχθροῦ
τὰ μηχανήματα, τοῦ ὁρμῶντος κατ’ ἐμοῦ μανιωδῶς, καὶ πρὸς τρίβον σωτηρίας με
ὁδήγησον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοός μου, τὸ ὀπτικὸν
ἐκκαθάρας, τῇ θερμῇ σου πρὸς Χριστὸν ἱκεσίᾳ, τῆς χαλεπῆς, ῥαθυμίας με ῥῦσαι,
καὶ μετανοίας τοῖς τρόποις βελτίωσον, τὴν ῥαθυμοῦσάν μου ψυχήν, ὦ Ἐφραὶμ
ὑποφῆτα τῆς χάριτος.
Χειμών με, τῆς ἁμαρτίας
χειμάζει, καὶ ὠθεῖ πρὸς ἀπογνώσεως χάος, ἀλλὰ τῇ σῇ, προστασίᾳ προστρέχω, ὡς
εἰς λιμένα Ἐφραὶμ γαληνότατον, καὶ ἐκβοῶ σοι ἐκ ψυχῆς· τῆς πικρᾶς ἀπωλείας με
λύτρωσαι.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ἐδείχθης,
ἀσυγκρίτως Θεοτόκε Παρθένε, τὸν Ποιητὴν γὰρ ἐκύησας τούτων, ἐκ τῆς ἀρχαίας ἀρᾶς
ἐκλυτρούμενον, τοὺς τοῦ φρικτοῦ σου τοκετοῦ, προσκυνοῦντας τὸ μέγα μυστήριον.
Διάσωσον,
ταῖς πρὸς Θεόν σου πρεσβείαις, Ἐφραὶμ παμμάκαρ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ
κακώσεως, τοὺς ἀρωγὸν καὶ προστάτην σε κεκτημένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς θεωρὸς τοῦ Σωτῆρος τοῦ
βήματος, ἀκατακρίτους ἡμᾶς Πάτερ πρέσβευε, Αὐτῷ παραστῆναι δεόμεθα, ἐν τῇ ἡμέρᾳ
τῆς κρίσεως Ὅσιε· τῇ σῂ γὰρ πρεσβείᾳ προστρέχομεν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν,
εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται
ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ
ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος
εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ
ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὄργανον θεόπνευστον, τοῦ
Παρακλήτου ἐδείχθης, βίου καθαρότητι, καὶ χαρίτων ἔμπλεως Ἐφραὶμ Ὅσιε, καὶ ζωῆς
κρείττονος, κατηξιωμένος, καθικέτευε ἑκάστοτε, Χριστὸν τὸν Κύριον, ἱλασμὸν
πταισμάτων δεόμεθα, καὶ τῶν παθῶν ἐκλύτρωσιν, δίδοσθαι καὶ φῶς ἡμῖν ἄνωθεν, σὺ
γὰρ ἡμῶν πέλεις, προστάτης ἀρωγὸς καὶ βοηθός, καὶ τοῖς σοῖς λόγοις θεόσοφε,
χάριτος πληρούμεθα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥύου πάσης ἀνάγκης καὶ
παθῶν ἀκαθάρτων καὶ πάσης θλίψεως, Ἐφραὶμ πνευματοφόρε, καὶ χαλεπῶν σκανδάλων,
τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰαμάτων σταγόνας ἐπομβρίᾳ
τῇ θείᾳ ἀεὶ ὁ λόγος σου, προῤῥέει καὶ ἰᾶται, ψυχὰς τὰς ἀσθενούσας, καὶ
εὐφραίνει τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νεκρωθῆναι τῷ κόσμῳ ἡμᾶς
δίδου ὑψόθεν δύναμιν Ἅγιε, ζωὴν δὲ τὴν ἁγίαν, ζῆσαι ἐν εὐλαβείᾳ, καὶ βοᾶν μετὰ
πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεωργήσας Παρθένε τὴν
πικρὰν ἁμαρτίαν νοΐ ἀγνώμονι, προστρέχω τῇ Σῇ σκέπῃ, καὶ πίστει ἐκβοῶ Σοι·
συνηθείας με λύτρωσαι, τῆς μολυνούσης ἀεί, ψυχήν μου τὴν ἀθλίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχομεν Πάτερ, σὲ
ἀντιλήπτορα θεῖον, καὶ πληρούμενοι Ἐφραὶμ πνευματοφόρε, θείας εὐφροσύνης,
ὑμνοῦμέν σε τὴν χάριν.
Ῥώμην παράσχου, κατὰ ψυχήν
τε καὶ σῶμα, καὶ βουλεύματα ἐκλύειν τοῦ βελίαρ, ἃ καθ’ ἡμῶν τεκταίνει, Ἐφραὶμ
ὁρμῇ ἀσχέτῳ.
Ἀγγέλων δήμοις,
συναγαλλόμενος Πάτερ, ἀεὶ πρέσβευε Χριστῷ Ἐφραὶμ διδόναι, ἄφεσιν πταισμάτων,
τοῖς σὲ ὑμνολογοῦσι.
Θεοτοκίον.
Σκέπε Παρθένε, ἐπηρειῶν τοῦ
δολίου, τῇ μεγίστῃ Σου καὶ θείᾳ ἀντιλήψει, τοὺς ὑπευψοῦντας, τὸν ἄφραστον Σου
τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, ῥείθροις
τῶν σῶν λόγων, ἀποκαθαίρεις Ἐφραὶμ παμμακάριστε, τοὺς τῇ σεπτῇ διδαχῇ σου,
πιστῶς ἐγκύπτοντας.
Μὴ παύσῃ θεοφόρε, ἐφορῶν
ὑψόθεν, καὶ συνετίζων Ἐφραὶμ θείᾳ χάριτι, τοὺς μελετῶντας ἐν πίστει, τὰς θείας
δέλτους σου.
Ὁ μέγας ἐν Ὁσίοις, Ἐφραὶμ
θεοφόρε, ὡς ἀντιλήπτωρ ἡμῶν καὶ διδάσκαλος, φόβῳ τῷ θείῳ, τὰς ψυχὰς ἡμῶν
συνέτισον.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαί με
Παρθένε, καὶ θείου φόβου τὸ ὕδωρ ἀνάβλυσον, ἐν τῇ αὐχμώσῃ ψυχῇ μου, ἁγνὴ καὶ
σῶσόν με.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τὸν ἐκ τῆς Συρίας ὡς
παμφαῆ, λάμψαντα ἀστέρα, καὶ λαμπρύναντα πᾶσαν γῆν, ἀρετῶν τῷ φέγγει, καὶ λόγων
ταῖς ἀκτῖσιν, Ἐφραὶμ τὸν θεοφόρον, ὕμνοις τιμήσωμεν.
Χαίροις τῆς σοφίας ὁ
θησαυρός, καὶ τῆς Ἐκκλησίας, ὁ διδάσκαλος ὁ σεπτός· χαίροις μοναζόντων,
ἀλείπτης πρὸς τὰ κρείττω, Ἐφραὶμ πνευματοφόρε, Ἀγγέλων σύσκηνε.
Ἔλαμψας ὡς ἄσαρκος ἐπὶ γῆς,
ἀσκήσεως πόνοις, ὡς μισήσας τὰ γεηρά, καὶ τῆς ἀπαθείας, ὑπέρλαμπρον δοχεῖον, ὡς
ἀληθῶς ἐδείχθης, Ἐφραὶμ μακάριε.
Ῥῆμά σοι ἐδόθη ἀπ’ οὐρανοῦ,
σοφίας τῆς θείας, καθαρθέντι δι’ ἀρετῆς· ὅθεν σου τὸ στόμα, ἀνέβλυσε τῷ κόσμῳ,
διδασκαλίας ῥεῖθρα, Ἐφραὶμ θεόσοφε.
Ἄμπελος καθάπερ πνευματική,
βότρυας προβάλλεις, ἐν τῷ κόσμῳ τοὺς νοητούς, ζωῆς μακαρίας, καὶ διδαχῶν ἁγίων,
καὶ τῶν πιστῶν εὐφραίνεις, Ἐφραὶμ τὸ πλήρωμα.
Πρέσβευε ἀπάυστως Πάτερ
Ἐφραίμ, ὑπὲρ τῶν τιμώντων, τοὺς ἀγῶνάς σου τοὺς σεπτούς, καὶ τοῖς μελετῶσι, τὰς
σὰς διδασκαλίας, δίδου σοφίαν θείαν, καὶ νοῦν θεόφρονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς
Χριστόν, οἷάπερ θεράπων Κυρίου, Ἐφραὶμ θεόσοφε, πάσης ἡμᾶς λύτρωσαι, ὀργῆς καὶ
θλίψεως, τῇ θερμῇ προστασίᾳ σου, καὶ ἁμαρτημάτων, αἴτει τὴν συγχώρησιν, καὶ
θείαν ἔλλαμψιν, πᾶσι, τοῖς πιστῶς σε τιμῶσιν, ὅπως τῆς ζωῆς τῆς ἀλήκτου,
τύχωμεν δοξάζοντες τὸν Κύριον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου