Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 28. ΟΣΙΑ ΑΝΘΟΥΣΑ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΗ΄!!
ΑΝΘΟΥΣΑ ΟΣΙΑ ΜΗΤΗΡ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἰστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὡς εὐωδέστατον ἄνθος Χριστοῦ τῆς πίστεως, πανευλαβὲς Ἀνθοῦσα, χρυσοῤῥήμονος μῆτερ, ἐνθέου Χρυσοστόμου περιχαρῶς, σὲ ἀεὶ μακαρίζομεν, ὅτι συγχαίρῃ σὺν τόκῳ σου τῷ σεπτῷ, ἐν σκηναῖς τῆς ἄνω πόλεως.

Χρυσοφαοῦς Πατριάρχου μῆτερ φιλόστοργε, ἡ ἐν χρυσῇ καρδίᾳ, κατακρύπτουσα Λόγον, Ὑψίστου Φωτοδότην καὶ Λυτρωτήν, πάσης κτίσεως πρόσδεξαι, ἡμῶν Ἀνθοῦσα τὸν ὕμνον ὃν νῦν λαμπρῶς, ἐξυφαίνομεν τῇ μνήμῃ σου.

Ἐν μυριπνόῳ λειμῶνι Χριστοῦ ἐξήνθησας, Ἀνθοῦσα θεοφόρε, ἄγαν Ἥδιστον ἄνθος, τὸν μέγαν Ἱεράρχην καὶ ἱερόν, τῶν γραμμάτων διδάσκαλον, τὸν ψυχοτρόφον Χρυσόστομον τὸν κλεινόν, ἀληθῶς καὶ χαριτώνυμον.

Ἀντιοχείας Ἀνθοῦσα λαμπρὲ διάκοσμε, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἐπεβράβευσας δῶρον, τὸν μέγαν Ἰωάννην στόμα χρυσοῦν, τὸν κατέχοντα πάνσεμνε, ὃν νουθεσίαις καὶ θείαις σου συμβουλαῖς, βάθρον ἔδειξας τῆς πίστεως.

Δόξα. Ἦχος β΄.
Τὴν ἐξανθήσασαν ἄνθος εὐωδέστατον τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, καὶ λαβοῦσαν στέφος χρυσοποίκιλτον ἀγωγῆς χριστομιμήτου, Ἀνθοῦσαν τὴν τοῦ Χρυσοστόμου μητέρα τιμήσωμεν κράζοντες· σὺν τῷ σῷ υἱῷ καὶ μεγάλῳ διδασκάλῳ καὶ Ἱεράρχῃ, μὴ παύσῃ δεομένη Κυρίου πανεύφημε, ὑπὲρ στηρίξεως τῆς χριστωνύμου νεολαίας, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄνθος ἡδυτερπές, τῶν ἀρετῶν Ἀνθοῦσα, κατηύφρανας τὸν κόσμον, υἱοῦ σου εὐωδίᾳ, τοῦ θείου χρυσοῤῥήμονος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαῖρε τῶν εὐσεβῶν, μητέρων κοσμιότης, θεοειδὲς Ἀνθοῦσα, ἡμῖν δωρησαμένη, τὸν ἱερὸν Χρυσόστομον.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Πρέσβευε τῷ Χριστῷ, σὺν θείῳ Χρυσοστόμῳ, υἱῷ σου τῷ πανσόφῳ, ὑπὲρ ἡμῶν Ἀνθοῦσα, τρανῶς μακαριζόντων σε.

Δόξα. Τριαδικόν.
Ὕμνοις τε καὶ ᾠδαῖς, δοξάζοντες Σὸν κράτος, Τριὰς ὑπεραγία, Ἀνθοῦσαν τὴν μητέρα, τιμῶμεν ἱεράρχου Σου.

Καὶ νῦν. Θεοτοκίον.
Κλέϊσμα τιμαλφές, μητέρων Θεοτόκε, Ἀνθούσης ἱκεσίαις, μητρὸς τοῦ Χρυσοστόμου, ἡμῖν εἰρήνην βράβευε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐωδέστατον ἄνθος Χριστοῦ τῆς πίστεως, καὶ θεοφόρων μητέρων, ῥόδον ἡδὺ τὸν σοφόν, Ἰωάννην ἐξανθῆσαν Χρυσοῤῥήμονα, ὡς κῆπον θείων ἀρετῶν, μελῳδήσωμεν πιστοί, Ἀνθοῦσαν τὴν τρισολβίαν, αὐτῆς ἐνθέρμου πρεσβείας, πρὸς τὸν Χριστὸν ἀπεκδεχόμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.








ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀνθοῦσα μητέρων καλλονή, εὐσεβῶν καὶ κλέϊσμα, περιφανὲς τῆς σεμνότητος, Θεὸς ἐπέλεξε, σὲ γεννῆσαι τέκνον, τὸν σοφὸν Χρυσόστομον, τὸν οὖς τοῦ Παύλου ῥήμασι κλίναντα, καὶ ἀναλύσαντα, Παρακλήτου θείᾳ χάριτι, καὶ σοφίᾳ, αὐτοῦ τὰ συγγράμματα.

Ἀνθοῦσα σὸν ἔνδοξον υἱόν, ἱερὸν Χρυσόστομον, ἐν νουθεσίᾳ ἐξέθρεψας, τοῦ Παντοκράτορος, καὶ διαγωγῇ σου, τῆ σεμνῇ ὑπέδειξας, αὐτῷ στενὴν ὁδὸν τῆς θεώσεως, ἥνπερ διήνυσας ὥσπερ σύζυγος θεόφιλος, καὶ ὡς χήρα, ἐν βίῳ προσκαίρῳ σου.

Ἀνθοῦσα σεμνῶς παιδαγωγῶν, σὸν υἱὸν Χρυσόστομον, τὸ ἐκμαγεῖον τοῦ Πνεύματος, αὐτὸν παρέδωκας, φιλοσόφῳ πάνυ, Λιβανίῳ ἔνθεε, παιδείαν δόντι πᾶσαν τὴν θύραθεν, αὐτῷ πλὴν χάριτι, τοῦ Θεοῦ μὴ εἰς τὰ εἴδωλα, δυνηθέντι, ἑλκῦσαι τὰ ἄψυχα.

Ἀνθοῦσα σοὶ πρέπει ἀληθῶς, ὁ τῆς δόξης στέφανος, τῶν οὐρανῶν παναοίδιμε, ὅτι ἐξήνθησας, ἄνθος μυροβόλον, θεῖον καὶ ἀμάραντον, τὸν μέγαν Ἰωάννην Χρυσόστομον, τὸν κατευφράναντα, τοῖς αὐτοῦ παγχρύσοις ῥήμασιν, οἰκουμένης, ἁπάσης τὰ πέρατα.

Ἀνθοῦσα δεικνύουσα Χριστῷ, τύλους τῶν γονάτων σου, ἐκ τῶν παννύχων σου στάσεων, καὶ τὸ ποτήριον, πλῆρες ἐκ δακρύων, σῶν ἀπείρων πάνσεμνε, ἃ ἐν παιδαγωγίᾳ ἐξέχεας, τοῦ χρυσοῤῥήμονος, Ἰωάννου εἰσελήλυθας, εἰς σκηνώσεις, ἀφθίτου λαμπρότητος.

Ἀνθοῦσα τὴν μνήμην σου λαμπρῶς, νῦν πανηγυρίζοντες, καὶ σὸν υἱὸν μακαρίζοντες, κλυτὸν Χρυσόστομον, σὲ παρακαλοῦμεν· τὰς μητέρας πάντοτε, ἡμῶν σαῖς ἱκεσίαις ἁγίαζε, καὶ ῥύου θλίψεων, τοὺς ὑμνοῦντάς σε ἀείποτε, ὡς μητέρων, ἐνθέων ὑπόδειγμα.

Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἑαυτὴν ἀναλώσασαν τῇ ἐν Χριστῷ παιδείᾳ καὶ νουθεσίᾳ, τοῦ αὐτῆς τέκνου Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀνθοῦσα τὴν εὐλαβεστάτην καὶ θεόφιλον τιμήσωμεν. Αὕτη γὰρ δαψιλῶς εὐλογηθεῖσα ἐν βίῳ, ἴσχυσε προσευχῇ καὶ ἀγάπῃ πλάνου συντρίψαι τὰ ἔνεδρα, καὶ κατὰ Θεὸν σοφίσαι τὸν αὐτῆς μέγαν υἱὸν καὶ Ἰεράρχην. Καὶ νῦν σὺν αὐτῷ εὐφραινομένη καὶ Ἀγγέλοις συγχορεύουσα, οὐ παύει ἡμᾶς εὐλογοῦσα καὶ ἁγιάζουσα, τοὺς ἑορτάζοντας πόθῳ αὐτῆς τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.



Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄. 1-10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας, ζητήσατε αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστούσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας, ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὰ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.











Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐνθέων μητέρων ἠ ὁμήγυρις, ἡ ἀνατρέφουσα τὰ σὰ τέκνα, ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ ἀγάλλου ἀγωνιζομένων γυναικῶν ἡ χορεία, ἡ ἐπιδεικνύουσα Αὐτῷ τοὺς τύλους τῶν σῶν γονάτων, ἐκ τῶν σῶν ἱκετηρίων πρὸς Αὐτὸν κλίσεων, τὸν σὲ ἀξίαν οἰόμενον τῆς μεγίστης ἀποστολῆς τῆς μητρότητος· ἐξαιρέτως χαῖρε φιλαρέτων ὁ δῆμος, πανηγυρίζον τὴν μνήμην Ἀνθούσης, τῆς σεβασμίας μητρὸς τοῦ Χρυσοστόμου, καὶ πρόβαλλε ταύτην ὡς θερμὴν ἡμῶν πρὸς Κύριον πρέσβειραν.

Ἦχος β΄.
Ὡς ἔκτυπον ἐν Χριστῷ παιδαγωγίας, καὶ πλήρωμα τῆς τοῦ Λιβανίου φιλοσοφίας, ἴθυνας πρὸς σοφίας ἐνθέου τρίβους, τὸν φίλτατόν σου υἱὸν Ἰωάννη, Ἀνθοῦσα τῆς πίστεως πρόβολε. Διὸ καὶ χάριν δαψιλῆ εἴληφας θεόθεν, δεικνύειν καὶ τοῖς τιμῶσί σε ὁδὸν τὴν ἀρίστην, τὴν ἀπάγουσαν πρὸς ζωὴν τὴν αἰώνιον.

Ἦχος γ’.
Τὴν ἀγογγύστως κοπιάσασαν διὰ τὴν ἄμετρον, καὶ φιλόχριστον διαγωγὴν τοῦ αὐτῆς τέκνου, Ἀνθοῦσαν ὡς προσφορᾶς καὶ ἀγάπης τιμήσωμεν ἔπαλξιν, καὶ πύργον ἀκαθαίρετον ταπεινώσεως καὶ πολιτείας ἀμέμπτου. Αὕτη γὰρ οὐκ ἔδωσε νυσταγμὸν τοῖς βλεφάροις, καὶ ὕπνον τοῖς κροτάφοις, ἄχρι παραδόσεως τοῦ αὐτῆς τέκνου τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ. Καὶ νῦν ἐν οὐρανίαις σκηναῖς οἰκοῦσα, σὺν πᾶσι ταῖς ἀπ’ αἰῶνος φιλαρέταις μητράσιν, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῆς ἀγωνιώσης νεότητος, διὰ τὴν κτῆσιν τῆς ἐνθέου ἀρετῆς καὶ σοφίας.

Δόξα. Ἦχος δ’.
Θεῖσα θεμέλιον ἀδιάσειστον τὴν πέτραν τῆς πίστεως, ἐν τῇ ἀγωγῇ τοῦ εὐκλεοῦς υἱοῦ σου Ἰωάννου, ἐν τῇ αὐτοῦ καρδίᾳ ἔκτισας πύργον θεοσοφίας, μὴ κλονούμενον ὑπὸ τῶν ἀνθρώπων, τοῦ αἰῶνος τούτου τοῦ ἀπατεῶνος. Θλάσασα οὖν σῇ ἀμέμπτῳ πολιτείᾳ, τὴν ἐπήρειαν πτερνιστοῦ τοῦ ἀρχαίου, καὶ Χριστῷ εὐαρεστήσασα ἐνεργῷ σου πίστει καὶ ἀγάπῃ, ἀπῆλθες Κυρίῳ συγχαίρειν, καὶ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, παιδαγωγίας πηγή, ἡ ἐν καρδίᾳ ἐνσταλάξασα νάματα, υἱοῦ σου τὰ ζωηφόρα, τοῦ θεανθρώπου Χριστοῦ, θείου Χρυσοστόμου, μῆτερ πάγκαλε, Ἀνθοῦσα πανύμνητε, γυναικῶν ἐγκαλλώπισμα, μητέρων κέρας, φιλοθέων καὶ καύχημα, πολυτίμητον, Ἐκκλησίας τοῦ Κτίσαντος, πρόβολε ἱερώτατε, εὐχῆς καὶ χρηστότητος, Χριστοῦ ἀγάπης ταμεῖον, καὶ ἀρετῆς ἐνδιαίτημα, Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ νοητὴ ἀηδών, ἡ τῇ ψυχῇ τοῦ σοῦ υἱοῦ κελαδήσασα, ἀγάπην τοῦ Ζωοδότου, καὶ παντεπόπτου Θεοῦ, εὐκλεὲς Ἀνθοῦσα, καὶ ἡδύνασα, αὐτοῦ ὦτα πάνσεμνε, δι’ ὧν χάρις τοῦ Πνεύματος, τοῦ Παναγίου, δαψιλῶς εἰσεχώρησε, καὶ ἐκίνησε, γλῶσσαν θεῖα πρὸς λόγια· μὴ οὖν ἐλλίπῃς Κύριον, ἡμῖν σαῖς ἐντεύξεσι, ἱλεουμένη βοῶμεν, τοῖς ἀκλινῶς σε γεραίρουσι, σὺν τῷ Ἰωάννῃ, Χρυσοστόμῳ τῷ υἱῷ σου, τῷ χρυσοῤῥήμονι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Μνήμην, τὴν σὴν τελοῦντες λαμπρῶς, σὺν τῷ υἱῷ σου εὐλαβῶς σε γεραίρομεν, θεόφρονι Χρυσοστόμῳ, τῷ Ἱεράρχῃ Χριστοῦ, θείας Ἐκκλησίας, ἀξιάγαστε, Ἀνθοῦσα πανάριστε, ὁσιότητος σκήνωμα, κανὼν καὶ στῦλε, ἀδιάσειστε πίστεως, καὶ ἀείποτε, στέφομέν σε μελίσμασι, καὶ ἡδυπνεύστοις ᾄσμασι, πιστῶν τὰ συστήματα, ὅτι μετὰ μέγαν Παῦλον, ἡμῖν διδάσκαλον ἔδωκας, σοφὸν καὶ ποιμένα, θεοπρόβλητον ὡς δείκτην, ἀϊδιότητος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ὀλβίαν μητέρα τοῦ ἱεροῦ Χρυσοστόμου, τὴν αὐτῷ ἐπιδειξαμένην ὁδὸν τῆς θεώσεως, Ἀνθοῦσαν τὴν μακαρίαν ἀξιοχρέως μακαρίσωμεν. Αὕτη γὰρ ταμεοῦσα πᾶσαν ἔνυλον σχέσιν, ξίφει τῆς τοῦ Χριστοῦ ἀγάπης, ἠξιώθη πνευματικῶν ἐν γῇ ἀπολαύσεως, διὰ τοῦ ἑαυτῆς πανσόφου τέκνου, καὶ τῶν ἀΰλων καὶ ἀεὶ διαμενόντων ἐν πόλῳ δόξης. Συγχορεύουσα οὖν σὺν τῷ αὐτῆς υϊῷ ἀΰλοις τάξεσιν, ἀδιαλείπτως Χριστῷ πρεσβεύει καὶ ἡμῶν τὰ τέκνα κατευθῦναι, πρὸς ἀρετῆς κτῆσιν καὶ τὴν ἀγήρω μακαριότητα.





Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐωδέστατον ἄνθος Χριστοῦ τῆς πίστεως, καὶ θεοφόρων μητέρων, ῥόδον ἡδὺ τὸν σοφόν, Ἰωάννην ἐξανθῆσαν Χρυσοῤῥήμονα, ὡς κῆπον θείων ἀρετῶν, μελῳδήσωμεν πιστοί, Ἀνθοῦσαν τὴν τρισολβίαν, αὐτῆς ἐνθέρμου πρεσβείας, πρὸς τὸν Χριστὸν ἀπεκδεχόμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Μητέρων θεαυγῶν, ὡς πολύεδρος ὄντως, ἀδάμαντα ἡμεῖς, καὶ λαμπρὸν μαργαρίτην, σὲ πάντες γεραίρομεν, Χρυσοστόμου φιλόστοργε, μῆτερ κράζοντες· πνευματοφόρε Ἀνθοῦσα, παιδαγώγησον, ἡμῶν τὰ τέκνα εὐχαῖς σου, ὀρθῶς ὡς τὸν τόκον σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένων καλλονή, καὶ μητέρων σεμνότης, ἀμφότερα ἐν Σοί, ξένως ᾠκονομήθη, ἁγνείᾳ πανάσπιλε, καὶ μητρότης κραυγάζοντες, μεγαλύνομεν, Σὲ εἰς αἰῶνας αἰώνων, ἀπειρόγαμε, Θεογεννῆτορ Μαρία, πανάχραντε Δέσποινα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁδὸν καθυπέδειξας τὴν σωστικὴν σῷ υἱῷ, Ἀνθοῦσα πανεύφημε μητέρων θεοφιλῶν, ἀτίμητον κόσμημα, ἔμφρονι Χρυσοστόμῳ, Ἱεράρχῃ πανσόφῳ, καὶ θείῳ διδασκάλῳ, τῆς Χριστοῦ Ἐκκλησίας· διόπερ γεγηθότες ἀεί, σὲ μεγαλύνομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρων ὡράϊσμα Θεογεννῆτορ σεμνή, καὶ θεῖε διάκοσμε παρθένων πάντες λαμπρῶς, ἐν ὕμνοις τιμῶμέν Σε, ἄχραντε Παναγία, δυσωποῦντές Σε πόθῳ· τέκνα ἡμῶν πρὸς τρίβον, καθοδήγει εὐθεῖαν, συγκόπτουσα τριβόλους αὐτῶν, πρόῤῥιζον Δέσποινα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὁ ἀξιώσας σε, τεκεῖν Χρυσόστομον, τὸν μέγαν πρύτανιν, ῥητόρων πάνσοφον, ἱεροκήρυκα σεπτόν, διδάσκαλον θεηγόρον, καὶ ποιμένα ἄριστον, Κωνσταντίνου τῆς Πόλεως, κληρονόμον ἔδειξε, σὲ τῆς ἄνω λαμπρότητος, ἐν ᾗ σὺν σῷ υἱῷ συγχορεύεις, μῆτερ Ἀνθοῦσα θεοφόρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς       Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν ἐκ τοῦ βαθυτάτου ἀντλήματος τῆς αὐτῆς καρδίας, ποτίσασαν νάμασι ζωηφόροις τὸ αὐτῆς τέκνον, Ἰωάννην δηλονότι τὸν χρυσοῤῥήμονα, Ἀνθοῦσαν τὴν ἀοίδιμον ἐπαινέσωμεν κράζοντες· χαριτοβρύτων μητέρων ἀκρότης, μὴ παύσῃ σὺν τῷ υἱῷ σου τῷ ὑπερσόφῳ, Χριστῷ ἀδιαλείπτως πρεσβεύουσα, ὑπὲρ τῶν ἑορταζόντων τὴν πανσέβαστον μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας οὗ ἡ ἀκροστιχίς: Ἀνθούσης, μητρὸς Χρυσοστόμου, μολπή. Χ. Μ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀνθούσης νῦν τῆς θεοφόρου σκάμματα, πρὸς θεαυγῆ ἀγωγῆν, θείου Χρυσοστόμου, ὕμνοις καταστέψωμεν, υἱοῦ αὐτῆς θεόφρονος, Ἱεράρχου μεγάλου, καὶ Ἐκκλησίας κοσμήτορος, πάντες καθηκόντως φιλόχρηστοι.
Ναὲ ἡγιασμένε ἀγαθότητος, ναὸν λαμπρὸν ἀρετῆς, εὐπρεπὲς Ἀνθοῦσα, καὶ σοφίας τέμενος, ἀνέδειξας Χρυσόστομον, τὸν υἱόν σου τὸν θεῖον· δι’ ὃν χορεία σεμνύνεται, πᾶσα χοϊκῶν ἡ χριστώνυμος.
Θριαμβευτὴν τοῦ κοσμικοῦ φρονήματος, καὶ μιαρῶν ἀνασσῶν, σὸν υἱὸν Ἀνθοῦσα, θαυμαστὲ κατέδειξας, ὃν ἴσχυσας τοῖς τρόποις σου, ἐν νεότητος χρόνοις, παιδαγωγίας τὸ φρύαγμα, καθελεῖν ἐχθροῦ τοῦ ἀλάστορος.
Θεοτοκίον.
Οὐρανοδρόμον σταθηρῶς ὑπόδειξον, πορείαν δούλοις τοῖς Σοῖς, Μῆτερ τοῦ Ὑψίστου, Θεοτόκε ἄχραντε, τῷ ῥάβδῳ προστασίας Σου, καὶ λιτῶν ἀσιγήτων, πρὸς Ὃν ἀφράστως ἐκύησας, ὡς ἀπλανεστάτη ἰθύντειρα.








ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὑμνῳδίαις σὴν μνήμην τὴν ἱερὰν στέφομεν, μῆτερ Χρυσοστόμου Ἀνθοῦσα, ἄγαν φιλόστοργε, παιδαγωγίᾳ σοφῇ, αὐτὸν ἡ δείξασα κλέος, πίστεως πολύτιμον, θεομακάριστε.
Στρατηλάτου Σεκούνδου τὴν εὐλαβῆ σύζυγον, καὶ μητέρα τοῦ Χρυσοστόμου, ὕμνοις τιμήσωμεν, Ἀνθοῦσαν ὡς καλλονήν, θεοεικέλων μητέρων, καὶ Χριστοῦ τῆς πίστεως, ἔμπνουν ἀγλάϊσμα.
Ἡ καλῶς ἐν χηρείᾳ αὐτῆς υἱὸν θρέψασα, τὸν θεοειδῆ χρυσολόγον, ὅνπερ παρέδωκε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὡς πολυτίμητον δῶρον, νῦν Ἀνθοῦσαν μέλψωμεν, τὴν πανσεβάσμιον.
Θεοτοκίον.
Στηριγμὸς ἀδυνάτων χριστιανῶν ἄσειστος, στῦλος καὶ καμνόντων ὑπάρχεις, βάκτρον ἀκλόνητον, Θεογεννῆτορ σεμνή, εὐλογημένη Παρθένε, κλονουμένων ἔρεισμα, ἀδιατάρακτον.

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Ἄνθος εὔοσμον, Ἀντιοχείας, ῥόδον ἥδιστον, τῆς Ἐκκλησίας, καὶ μητέρων φιλοστόργων λευκάνθεμον, ἡ εὐωδία υἱοῦ τοῦ πανσέπτου σου, τοῦ Χρυσοστόμου ἡδύνασα σύμπαντα, καθικέτευε Ἀνθοῦσα Χριστὸν τὸν εὔσπλαγχνον, παθῶν τῆς δυσωδίας ἀπαλλάξαι με.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παντευλόγητε, Θεογεννῆτορ, Μῆτερ ἄφθορε, τοῦ Ζωοδότου, Ἰησοῦ ὡς παῤῥησίαν κατέχουσα, πρὸς τὸν Υἱόν Σου καὶ Κτίστην τοῦ σύμπαντος, πολλὴν μὴ παύσῃ Αὐτὸν ἱκετεύουσα, δοῦναι ἅπασι, τοῖς πίστει Σε μακαρίζουσιν, ὑγείαν ἰσχὺν χαρὰν καὶ δύναμιν.

ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Μῆτερ σεμνή, τοῦ Χρυσοστόμου ἠνάλωσας, τὴν ἱκμάδα, τοῦ ἐγγάμου βίου σου, καὶ τῆς χηρείας σου τὸν καιρόν, πρὸς παιδαγωγίαν τοῦ τόκου τοῦ πανιέρου σου, ὃν ἔδωκας ὡς δῶρον, Χριστοῦ τῇ Ἐκκλησίᾳ, νῦν Ἀνθοῦσα τιμῶσῃ τὴν μνήμην σου.
Ἡδυτερπές, παιδαγωγίας κιννάμωμον, νουθεσίας, ἴον εὐωδέστατον, καὶ κατευθύνσεως ἀπλανοῦς, θείου Χρυσοστόμου, υἱοῦ σου σεπτοῦ λευκάνθεμον, Ἀνθοῦσα θεοφόρε, λιτῶν σου εὐωδίᾳ, πρὸς Χριστὸν εὐσεβῶν δήμους ηὔφρανας.
Τὴν ἀστραπήν, Ἀντιοχείας τὴν πάμφωτον, νῦν Ἀνθοῦσαν, σέλας ἀγαθότητος, καὶ νουθεσίας θεορτεποῦς, θείου Χρυσοστόμου, ἀρίστου ἱεροφάντορος, τιμήσωμεν ἐκθύμως, ψαλμοῖς καὶ ὑμνῳδίαις, καὶ τερπνοῖς ἐφυμνίοις καὶ ᾄσμασι.
Θεοτοκίον.
Ῥοὰς ἡμῶν, Σῷ μανδηλίῳ ἀπόσμηξον, τῶν δακρύων, Παναγία Δέσποινα, μακαριζόντων Σε εὐλαβῶς, καὶ ἱδρώτων ξήρανον, δούλων Σου Σαῖς ἐντεύξεσι, τὰ ῥεῖθρα Θεοτόκε, πιστῶν τῶν καθ’ ἑκάστην, Υἱὸν τὸν θεῖον δοξαζόντων Σου.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Οὐρανῶν πρὸς σκηνώσεις, τὰς ἀφθίτους ἀπῆλθες συγχαίρειν πάντοτε, τῷ Θεῷ τῶν ὅλων, καὶ Σωτῆρι Ἀνθοῦσα πανεύφημε, σὺν τῷ Χρυσοστόμῳ, τῷ σῷ υἱῷ μῆτερ θεόφρον, ἀρετῆς καὶ σοφίας κοσμήτορι.
Σὲ τιμῶντες ἐκθύμως, ὡς μητέρων ἐνθέων λαμπάδα πάμφωτον, παμφαὲς Ἀνθοῦσα, Χρυσοστόμου πρὸς πόλον ἰθύντειραν, στέφομέν σε ὕμνων, τοῖς ἡδυπνεύστοις λευκανθέμοις, καὶ λειρίοις εὐόσμοις ἀείποτε.
Χαῖρε Μῆτερ Ἀνθοῦσα, ἱεροῦ Χρυσοστόμου καὶ σεμνολόγημα, Ἐκκλησίας Κτίστου, ἐκ μυχίων καρδίας κραυγάζοντες, σὲ παρακαλοῦμεν· σὺν τῷ υἰῶ σου ἐκδυσώπει, τὸν Χριστὸν ὑπὲρ πάντων τιμώντων σε.
Θεοτοκίον.
Ῥητορεύουσα γλῶσσα, οὐκ ἰσχύει Παρθένε ἐγκωμιάσαί Σε, κεχαριτωμένη, τὸν Χριστὸν ἀπειράνδρως ἡ τέξασα· ὅθεν Θεοτόκον, ὡς ἀπειρόγαμον ὑμνοῦντες, Σὲ φωναῖς ἱεραῖς μακαρίζομεν.

ᾨδὴ στ’. Τὴν δέησιν.
Ὑμνοῦντές σε, ὡς μητέρων κλέϊσμα, φιλοθέων θεοφόρε Ἀνθοῦσα, παιδαγωγέ, ἱεροῦ Χρυσοστόμου, καὶ πρὸς Θεὸν εὐσεβῶν πάντων πρέσβειρα, ἐκδυσωποῦμέν σε θερμῶς· τὴν ἡμῶν νεολαίαν ἁγίαζε.
Σεβόμενοι, τοὺς ἀγῶνας τόκου σου, πρὸς ἑδραίωσιν τοῦ κράτους δικαίου, τοῦ τρισμεγίστου φωστῆρος τοῦ κόσμου, καὶ διδασκάλου σεμνοῦ σε γεραίρομεν, Ἀνθοῦσα μῆτερ εὐκλεές, Χρυσοστόμου καὶ πίστεως σέμνωμα.
Ὁμήγυρις, χριστωνύμων ἅπασα, ἐκτελοῦσα νῦν σὴν μνήμην Ἀνθοῦσα, ἐν κατανύξει βοᾷ σοι· δυσώπει, σὺν Χρυσοστόμῳ υἱῷ τῷ πανσέπτῳ σου, τὸν πανευΐλατον Θεόν, καταπέμψαι ἡμῖν θεῖον ἔλεος.
Θεοτοκίον.
Σὲ μέλποντες, ἱεροῖς μελίσμασι, καθ’ ἑκάστην Θεοτόκε Παρθένε, ὡς ἀρωγόν, καὶ προστάτιν τοῦ κόσμου, ἐν πειρασμοῖς καὶ δειναῖς περιστάσεσι, προσφεύγομεν Σαῖς προσευχαῖς, καὶ πρεσβείαις πρὸς Κτίστην τὸν εὔσπλαγχνον.








Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὴν ὁμιλοῦσαν καθ’ ἑκάστην τῷ παντάνακτι, διὰ τὸν τόκον τὸν αὐτῆς ὃν κατηξίωται, ἀπολαῦσαι Ἱεράρχην πνευματοφόρον, Ἰωάννην τὸν Χρυσόστομον τιμήσωμεν, νῦν Ἀνθοῦσαν ὡς μητέρων ἐγκαλλώπισμα, θείων κράζοντες· χαίροις ἔσοπτρον χάριτος.
Ὁ Οἶκος.
Ἄγγελοι νουθεσίας, σῆς ἐθαύμασαν τρόπους, Ἀνθοῦσα χρυσοῤῥήμονος μῆτερ, Ἰωάννου μεθ’ οὗ ἐκτενῶς, τὸν Χριστὸν δυσώπει δοῦναι σοῖς πρόσφυγξιν, ἰσχὺν ἄμφω καὶ δύναμιν, σοὶ κράζουσιν ἐν κατανύξει·
Χαῖρε, τὸ ἕρνος τῆς Ἀντιοχείας·
χαῖρε, τὸ εὖχος τῆς Ἐκκλησίας.
Χαῖρε, τιμαλφὲς τῶν μητέρων ὡράϊσμα·
χαῖρε, φωταυγὲς ταπεινώσεως σέμνωμα.
Χαῖρε, ὅτι τὸν Χρυσόστομον, ἴθυνας πρὸς οὐρανόν·
χαῖρε, ὅτι πόθον ἔνθεον, ἔσχες σῶσαι σὸν υἱόν.
Χαῖρε, πάντων μητέρων διαυγὲς ἐκμαγεῖον·
χαῖρε, θείων γυναίων, φωτοβόλον πυξίον.
Χαῖρε, ἡμῶν πρὸς πόλον ἰθύντειρα·
χαῖρε, πιστῶν πρὸς Κύριον πρέσβειρα.
Χαῖρε, λειμὼν θείας παιδαγωγίας·
χαῖρε, εἰκὼν ἐν Χριστῷ νουθεσίας
Χαίροις ἔσοπτρον χάριτος.

Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Ἀνθούσης τῆς μητρὸς τοῦ ἱεροῦ Χρυσοστόμου.
Νουθεσίαις σου ἔδειξας Χρυσόστομον,
ἄνθος Ἐκκλησίας εὐῶδες, Ἀνθοῦσα.
Αὕτη, ἐκ τῆς Ἀντιοχείας ὁρμωμένη καὶ σύζυγος οὖσα τοῦ στρατηγοῦ Σεκούνδου, ἠνάλωσεν ἑαυτὴν τῇ θεοφιλεῖ ἀρωγῇ τοῦ υἱοῦ αὐτῆς. Τόσον ἐν τῇ συζυγίᾳ ὅσον καὶ ἐν τῷ καιρῷ τῆς χηρείας, ἥτις ἦλθεν ἐκ τῷ 20ῳ ἔτος τῆς αὐτῆς ἡλικίας, ὅλην αὐτῆς τὴν ἱκμάδα κατέθεσεν ἐν τῇ ἀνατροφῇ καὶ χριστοκεντρικῇ τοῦ υἱοῦ αὐτῆς νουθεσία. Ἐκοιμήθη ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ Σύρου
Ἤκουσε γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω,
Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος.
Οὗτος γέγονεν ἐξ Ἀνατολῶν, Σύρος τὸ γένος, ἐκ προγόνων τὴν εὐσέβειαν διδαχθείς, ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ μεγάλου. Ἠσπάσατο δὲ ἐξ ἀρχῆς τὸν μοναδικὸν βίον· ᾧ λέγεται θεόθεν ἐκχυθῆναι χάρις, δι’ ἧς πάσης κατανύξεως πλεῖστα συγγράμματα ἐκτεθεικώς, πολλοὺς πρὸς ἀρετὴν καθοδήγησε, καὶ τύπος τοῖς ἐφεξῆς ἀσκητικῆς γέγονεν ἀρετῆς.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παλλαδίου
Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων,
Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ.
Οὗτος, ἐν ὄρει τινὶ οἰκίσμον βραχὺν δειμάμενος, ἐν τούτῳ ἑαυτὸν καθεῖρξιν. Ἀγρυπνίᾳ δὲ καὶ διηνεκεῖ προσευχῇ καὶ νηστείᾳ τὸν ἑαυτοῦ βίον κατακοσμήσας, θαυμάτων χάριν θεόθεν ἔλαβεν. Ἐμπόρου γάρ τινος, χρυσίον ἐπιφερομένου πολύ, καὶ ὑπὸ ἀνδροφόνου τινὸς ἀναιρεθέντος, παρὰ τὴν θύραν τοῦ Ἁγίου τῆς κέλλης ὁ νεκρὸς προσεῤῥίφη. Ὡς δὲ ἡμέρα ἐγένετο, καὶ φανερὸν τὸ πραχθὲν ἦν, πάντες εὐθύνας τὸν Ὅσιον τῆς τοῦ ἐμπόρου σφαγῆς εἰσέπραττον. Περιστοιχηθεὶς οὖν ὑπὸ τῆς τοσαύτης πληθύος, προσηύξατο, καὶ τὸν νεκρὸν ἀνέστησεν. Ὁ δέ, ἀναστάς, τὸν φονέα ὑπέδειξε, καὶ τὸν Ὅσιον ἀμέτοχον εἶπεν εἶναι. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερα πλεῖστα ὁ Ὅσιος πεποιηκώς, καὶ ἐπὶ πλεῖον θαυμαστωθείς, ἐπὶ τῶν τῆς ἀρετῆς ἔργων, ἐν εἰρήνῃ πρὸς τὸν Θεὸν μεταβέβηκεν, ἀξιομνημόνευτα συγγράμματα τῇ Ἐκκλησίᾳ καταλελοιπώς, εἰς τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ ἀσκητοῦ
Ἀπῆλθε σαρκός, ὥσπερ ἔκ τινος πάγης,
Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις.
Οὗτος, τοῖς πᾶσιν ἀποταξάμενος βιωτικοῖς, ᾤκησεν ἔν τινι σπηλαίῳ, ἔτη 15, πλησίον τῆς κωμοπόλεως Πορφυριώνης, πᾶσαν ἄσκησιν μετερχόμενος. Τούτῳ ποτὲ τῷ Ὁσίῳ, γύναιον ἐταιρικὸν ὑπό τινων ακολάστων ὑποβληθέν, ἀναιδῶς ἐπιπηδῆσαν, εἰς ἀσέλγειαν ἐξεκαλεῖτο. Ὅς, τούτῳ τῷ γυναίῳ τοῦ μέλλοντος πυρὸς ὑπομνήσας τὴν τιμωρίαν, τῷ Χριστῷ προσάγει μεταγνοῦν. Ἐπεὶ δὲ οὐδεὶς διαφεύγει τοῦ πονηροῦ τὰς ἐνέδρας, συνέβη καὶ τοῦτον μεγάλῳ πτώματι περιπεσεῖν, ἵνα ὑποτύπωσις γέννηται πᾶσι τοῖς ἁμαρτάνουσι, καὶ ὁδηγὸς πρὸς μετάνοιαν. Ἄνηρ γάρ τις τῶν ἐνδόξων, θυγάτριον ὑπὸ δαίμονος ἐνοχλούμενον ἔχων, τῷ Ὁσίῳ πρὸς αὐτοῦ θεραπευθησόμενον προσάγει. Ὃς εὐξάμενος, παραχρῆμα τοῦ δαίμονος ἐλευθεροῖ τοῦτο. Φοβηθέντος δὲ τοῦ πατρός, μήποτε πάλιν ὁ δαίμων ἐνοχλήσῃ τῇ κόρῃ, αὐτὸν σὺν ἀδελφῷ κομιδῇ νέῳ, πρὸς τῷ σπηλαίῳ τοῦ μοναχοῦ καταλιμπάνει. Ἦττων δὲ ὁ μοναχὸς ἐπιθυμίας γενόμενος, διαφθείρει τὴν κόρην καὶ ἵνα μὴ ἔκφορος ἡ μυσαρὰ πρᾶξις γένηται, κτείνει μὲν τὴν γυναῖκα, κτείνει δὲ καὶ τὸν ἀδελφόν. Τὰ δὲ σώματα ἐν τῷ παραῤῥέοντι ποταμῷ προσεπιῤῥίπτει. Ὡς δὲ παντελῶς τῆς ἑαυτοῦ σωτηρίας ἀπέγνω, ὥρμησεν εἰς τὸν κόσμον ἀπελθεῖν· ὅθεν, ἀπιόντος αὐτοῦ, κατὰ τὴν ὁδόν, συνήντησεν αὐτῷ μοναχός τις τῶν εὐλαβῶν, οὗ ταῖς παραινέσεσιν ὁ Ὅσιος εἴξας, ἑαυτὸν εἰς τάφον ἐνε΄βαλε, πᾶσαν σκληραγωγίαν ὑπομένων. Αὐχμοῦ δέ ποτε κατὰ τὴν χώρα γενομένου, τῷ ἐπισκόπῳ τῆς πόλεως ὁ Θεὸς ἐπισκήπτει, ὁ αὐχμὸς οὐ ληθύσεται. Τότε δὴ πρὸς αὐτὸν πανδημεὶ παραγενόμενος ὁ ἐπίσκοπος, καὶ πολλὰ παρακαλέσας, ἐπεὶ πεισθεὶς προσηύξατο ὁ μακάριος, ὄμβρος κατεῤῥύη πολύς, καὶ τὴν γῆν ἐμέθυσεν. Ἔντεῦθεν χρηστὰς λαβὼν ὁ Ὅσιος τὰς ἐλπίδας, τεκμήριον μέγιστον τὴν τῶν ὄμβρων φορὰν ἐσχηκώς, προσέθηκε τῇ σκληραγωγίᾳ σκληραγωγίαν, καὶ τοῖς δάκρυσι δάκρυα. Καὶ οὕτως ἐν πολιτείᾳ καλῇ, τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Χάρις, τοὺς πόδας ἐκκοπεῖσα, τελειοῦται.
Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει·
Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Δύο Μάρτυρες, Μήτηρ καὶ Θυγάτηρ, ξίφει τελειοῦνται.
Τῇ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν,
Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γεωργίου τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ Νοβοτόρζσκϊυ Ῥωσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ ἐκ Κιέβου, ἐπισκόπου Περεγιασλάβ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τῆς Τότμα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Τόμε χρηστότητος Ἀνθοῦσα, χρυσοποίκιλτε κατέγραψας ἐν δέλτοις, οὐρανῶν σὸν υἱόν, Χρυσόστομον τὸν πάνυ, μεθ’ οὗ εὐφραίνῃ πάντοτε, ἐν παστάδι οὐρανίῳ.
Ὄμβρισον ἅπασι ψεκάδας, πρεσβειῶν σου πρὸς τὸν Ὕψιστον Ἀνθοῦσαν, τοῖς τιμῶσι λαμπρῶς, τὴν πάσεπτόν σου μνήμην, καὶ ὕμνοις μεγαλύνουσιν, Ἰωάννην τὸν υἱόν σου.
Μῆτερ τοῦ θείου Χρυσοστόμου, ὑπερύμνητε Ἀνθοῦσα μὴ ἐλλίπῃς, δυσωποῦσα Χριστόν, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ ᾄσμασι τὸν τόκον σου, τὸν σεπτὸν μεγαλυνόντων.
Θεοτοκίον.
Ὄλβε πολύτιμε μητέρων, φιλοθέων χαριτόβρυτε Παρθένε, τῆς Ἀνθούσης λιταῖς, κατάπεμψον θεόθεν, ἡμῖν Σε μεγαλύνουσιν, ὑετὸν Σῆς προστασίας.

ᾨδὴ η’. Τὸν ἐν ὄρει ἁγίῳ.
Ὑπὲρ πάντων ἱκέτευε Ἀνθοῦσα, τὸν Δεσπότην Χριστόν, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ δοξαζόντων τόκον σου τὸν πάνσεπτον, θεῖον Ἰωάννην, ἔχοντα τὴν γλῶσσαν, χρυσῆν καὶ τὴν καρδίαν.
Μνήμην νῦν ἑορτάζοντες Ἀνθοῦσα, σὴν σεπτὴν καὶ λαμπρράν, παιδαγωγίας πόνους, οὓς ἔτλης Χρυσοστόμου πρὸς τελείωσιν, τοῦ σεπτοῦ υἱοῦ σου, καὶ φωστῆρος πάσης, ὑμνοῦμεν οἰκουμένης.
Οὐ παυόμεθα ἔνθεε Ἀνθοῦσα, ἀνυμνεῖν ἐκτενῶς, τὸν ἄμεμπτον σου βίον, καὶ σοὺς ἀγῶνας πρὸς πανσέμνου τόκου σου, τὴν παιδαγωγίαν, θείου διδασκάλου, τῆς οἰκουμένης πάσης.
Θεοτοκίον.
Λυπηρῶν ἀποδίωξον ὁμίχλην, τῷ φωτὶ Σῶν εὐχῶν, Κυρία Θεοτόκε, πρὸς Σὸν Υἰὸν καὶ φωτοδότην σύμπαντος, κεχαριτωμένη, πάντων τῶν ἐν σκότει, φῶς ἄδυτον Παρθένε.
ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Πανεύφημε Ἀνθοῦσα σῶν ἱκετῶν, θεοφόρε οὐράνωσον φρόνημα, καὶ τῆς σαρκός, πράϋνον κινήσεις ταῖς σαῖς εὐχαῖς, πρὸς Ἰησοῦν τὸν πάνσεπτον, Οὗ τὸ κράτος πίστει ὁ σὸς υἱός, Χρυσόστομος ὁ θεῖος, σοφαῖς διδασκαλίαις, καὶ θείοις λόγοις ἐμεγάλυνεν.
Ἡ ἔνθεος χορεία τῶν εὐσεβῶν, μεγαλύνει τὴν πάντιμον μνήμην σου, καὶ ἀκλινῶς, σπεύδουσι σῇ θείᾳ ἐπισκοπῇ, κραυγάζει σοι· φιλόστοργε καὶ σεμνὴ Ἀνθοῦσα, θεοειδὲς τοῦ Χρυσοστόμου μῆτερ, σὺν τούτῳ τῷ ὀλβίῳ, ἴσθι ἡμῶν πρὸς Κτίστην πρέσβειρα.
Χρυσόστομον τεκοῦσα τὸν ἱερόν, Πατριάρχην καὶ θεῖον διδάσκαλον, σαῖς προσευχαῖς, σκέπασον χορείαις τῶν εὐσεβῶν, σπευδόντων τῇ σῇ χάριτι, σκέπῃ καὶ προνοίᾳ καὶ ἀρωγῇ, θεοειδὲς Ἀνθοῦσα, σεπτῶν μητέρων κλέος, καὶ χαρμονὴ καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Μὴ παύσῃ δεομένη ὑπὲρ ἡμῶν, τῶν ἑκάστοτε μακαριζόντων Σε, πανευλαβῶς, ὡς Μητέρα ἄχραντον τοῦ Χριστοῦ, τοῦ ἐκ φθορᾶς λυτρώσαντος, τοῦ θανάτου πάντας τοὺς χοϊκούς, τοὺς μεγαλύνοντάς Σε, ὡς τῆς Ζωῆς Μητέρα, τῆς αἰωνίου Μητροπάρθενε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Πανευλαβὲς Ἀνθοῦσα, ἡ ἐξανθήσασα ἡμῖν, ἄνθος τερπνὸν καὶ εὐῶδες, τὸν στόμα ἔχοντα χρυσοῦν, θεοειδῆ Ἰωάννην, μητέρων πέλεις λαμπρότης.
Θεοτοκίον.
Ὑπεραγία Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Λυτρωτοῦ, ἡ ἐποπτεύουσα πάντας, ἐξ ὕψους δόξης Σου ἡμᾶς, Σὲ μεγαλύνοντας πόθῳ, ἁγίασόν μου τὰ ἔργα.
















Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν γυναῖκα τὴν σύζυγον, τὴν μητέρα τὴν εὔστοργον, τὴν ἀνδρείαν ὄντως καὶ θεοτίμητον, ὑπεραρθεῖσαν τῆς φύσεως, τοῦ θήλεος μέλχωμεν, καὶ ἀγῶσιν ἀνδρικοῖς, τὴν αὐτῆς διαθρέψασαν, θεῖον βλάστημα, ἐξαιρέτως μετὰ αὐτῆς χηρείαν, πνευματέμφορον Ἀνθοῦσαν, τὴν θεαυγῆ καὶ πανεύφημον.

Χρυσοστόμου φιλόστοργον, νῦν μητέρα ὑμνήσωμεν, τοῦ πνευματοφόρου ἱεροφάντορος, καὶ Κωνσταντίνου τῆς Πόλεως, μεγίστου κοσμήτορος, μελιῤῥύτοις ἐν ᾠδαῖς, ὁλοθύμως κραυγάζοντες· καθικέτευε, ὑπὲρ πάντων τιμώντων σε Ἀνθοῦσα, Ἰησοῦν τὸν ζωοδότην, καὶ πολυέλεον Κύριον.

Ῥίζαν πάντες τιμήσωμεν, εὐγενῆ χρυσοῤῥήμονος, ἄνθος εὐθαλέστατον ἐκβλαστήσασαν, τὸν θεοφόρον διδάσκαλον, καὶ κλέος περίβλεπτον, εὐσθενῶν Ἱεραρχῶν, Ἰωάννην Χρυσόστομον, τὸν πανεύφημον, καὶ ἑδραῖον τῇ πίστει νῦν Ἀνθοῦσαν, γυναικῶν ὡς θεοσόφων, περιφανὲς σεμνολόγημα.

Δεῦτε πάντες γηθόμενοι, καταστέψωμεν σήμερον, μνήμην τῆς Ἀνθούσης τῆς οὐρανόφρονος, ᾠδαῖς εὐτάκτοις καὶ ᾄσμασιν, εὐήχοις κραυγάζοντες· σὺν υἱῷ σου τῷ σεπτῷ, Χρυσοστόμῳ ἱκέτευε, τὸν παντάνακτα, ὑπὲρ πάντων μητέρων Ὀρθοδόξων, ποθουσῶν αὐτῶν τὰ τέκνα, φιλεῖν καὶ σέβειν τὸν Ὕψιστον.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν γάλακτι τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως διαθρέψασαν, τὸν μέγιστον τῶν Ἱεραρχῶν καὶ Πατέρων, Ἰωάννην τὸν Χρυσόστομον, Ἀνθοῦσαν τὴν μακαρίαν ἐγκωμιάσωμεν κράζοντες· ἡ σὺν αὐτῷ ἀξιωθεῖσα καὶ ἡμᾶς γάλακτι εὐχῶν σου πρὸς Κύριον, ἵνα εἰς τὴν αἰώνιον καταντήσωμεν ἀνάπαυσιν, καὶ εἰς τὴν ἄληκτον μακαριότητα.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάριον.
Χαίροις εὐωδίας Χριστοῦ πηγή· χαίροις Χρυσοστόμου, μῆτερ πάνσεπτε καὶ σοφή· χαίροις τῶν μητέρων, Ἀνθοῦσα ὡραιότης, καὶ τῆς Χριστοῦ ἁγίας, πίστεως κόσμημα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου