Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 25. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΥΞΕΝΤΙΟΣ ΒΕΛΛΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΕ΄!!
ΑΥΞΕΝΤΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΒΕΛΛΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Αὐξήσας τὸν πόθον πρὸς Χριστόν, Ἀθλητὰ Αὐξέντιε, ὑπὲρ Αὐτοῦ χαίρων ἤθλησας, στεῤῥῷ φρονήματι, καὶ τῆς ἀσεβείας, ᾔσχυνας τὴν φάλαγγα, δυνάμει ἀηττήτῳ τῆς πίστεως, δι’ ἧς ἠρίστευσας, καὶ Μαρτύρων ἰσοστάσιος, ἀνεδείχθης ἐν ὑστέροις ἔτεσι.

Ἠπείρου ἀγλάϊσμα σεπτόν, Ἀθλητὰ Αὐξέντιε, καὶ Ἐκκλησίας ἑδραίωμα, ἐδείχθης Ἅγιε, ἐν τῇ Κωνσταντίνου, πόλει θείῳ ἔρωτι, ἀνύσας μαρτυρίου τὸ στάδιον· διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες, ἀνυμνοῦμεν τὸν σὲ ἐνισχύσαντα.

Κηρύξας τὸ ὄνομα Χριστοῦ, Ἀθλητὰ Αὐξέντιε, ἐπὶ ἀπίστων στεῤῥότατα, οὐδόλως ἔπτηξας, τούτων τὴν μανίαν, καὶ θυμὸν τὸν ἄλογον, ἀλλ’ ἤνεγκας σαρκὸς τὰ ἐπίπονα, ὡς ἄλλου πάσχοντος, καὶ Μαρτύρων διαδήματι, ἐκοσμήθης τμηθεὶς τὸν αὐχένα σου.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἀνδρείως ἠγώνισαι, Νεομάρτυς Αὐξέντιε, τὸν Χριστὸν ἐδόξασας τῇ ἀθλήσει σου, καὶ εὐσεβείας τὴν δύναμιν, τοῖς πᾶσιν ὑπέδειξας, καρτερίᾳ αἰκισμῶν, καὶ ἐχθρῶν καταβέβληκας, τὰ φρυάγματα· διὰ τοῦτο τὴν μνήμην σου τελοῦντες, ὡς Χριστοῦ σε στρατιώτην, περιφανῆ μακαρίζομεν.

Καὶ εἱρκτὴν χαίρων ἤνεγκας, καὶ κακώσεις τοῦ σώματος, ῥαβδισμοὺς καὶ μάστιγας ὥσπερ ἄσαρκος, καὶ ὀφθαλμοῦ σου τὴν ἔκχυσιν, ὀδόντων τὴν σύντριψιν, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἀνενδότως ῥωννύμενος, Μάρτυς ἔνδοξε, καὶ τμηθεὶς τὸν αὐχένα καταρδεύεις, τῶν αἱμάτων σου τοῖς ῥείθροις, τῆς Ἐκκλησίας τοὺς αὔλακας.

Τῆς Ἠπείρου τὸ βλάστημα, τῶν Μαρτύρων τὸν σύναθλον, τὸν κλεινὸν Αὐξέντιον εὐφημήσωμεν· τῷ γὰρ Χριστῷ στρατευσάμενος, ὑστέροις ἐν ἔτεσιν, ἠγωνίσατο καλῶς, καὶ θεόθεν δεδόξασται, θείοις θαύμασι, καὶ παρέχει ἰάσεις τοῖς ἐν πίστει, προσκυνοῦσι καὶ τιμῶσιν, αὐτοῦ τὴν κάραν τὴν πάντιμον.
Δόξα. Ἦχος β΄.
Τῶν Μαρτύρων ὑπελθὼν τὸ σκάμμα, μαρτυρικῆς εὐκλείας ἠξιώθης, Ἀθλοφόρε Αὐξέντιε. Φερωνύμως γὰρ αὐξήσας, τὴν πρὸς Χριστὸν ἀγάπην, ὡς ὄναρ πάντα λελόγισαι, καὶ αὐτοκλήτως ὥρμησας, πρὸς τοὺς ἀγῶνας τῆς ἀθλήσεις. Καὶ ἀνδρείᾳ γνώμῃ, διελέγξας τὴν πλάνην, τὸν Χριστὸν ἐδόξασας, λόγοις καὶ ἄθλοις ἀτρέπτοις, καὶ τῇ χύσει τοῦ αἵματος· ὅθεν ἀξίως ἐδοξάσθης, ὡς γενναῖος ὁπλίτης, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀθλητικὸν ἀνύσας ἀγῶνα, τῆς ἀφθαρσίας ἐδέξω τὸ γέρας, Νεομάρτυς Αὐξέντιε. Σαὐτὸν γὰρ ἀρνησάμενος, ἠκολούθησας Χριστῷ, καὶ σύμμορφος Αὐτοῦ ἐγένου, ἐν τῇ ἀπεκδύσει τῆς ὕλης. Καὶ οἰκείοις αἵμασι βαφείς, ὡς καλὸς στρατιώτης, ταῖς ἄνω συνήφθης χορείαις, καὶ μαρτυρικῆς στάσεως ἠξίωσαι, πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Τῇ εὐσεβείᾳ ἐγγυμνασάμενος, ἀθλητικὴν ἐπεδείξω ἀνδείαν, Ἀθλοφόρε Αὐξέντιε, ἀναθεὶς γὰρ Κυρίῳ, ἀπειλὰς τυράννων οὐκ ἔπτηξας, ἀλλ’ εὐθαρσῶς ὡμολόγησας, τὴν καλὴν ὁμολογίαν. Καὶ Χριστοῦ τὸ ὄνομα, παῤῥησίᾳ κηρύξας, τὴν ἀπάτην ἐθριάμβευσας, ἀπεριτρέπτῳ στάσει. Αἰκισμῶν γὰρ ἀνώτερος ὤφθης, καὶ ἀλγηδόνων σαρκὸς οὐκ ἐφρόντισας, βοῶν ἐν χαρᾷ· οὐδέν με χωρίσει, τῆς ἀγάπης Χριστοῦ, τοῦ παρέχοντος πιστοῖς, ζωὴν τὴν αἰώνιον.

Ἦχος γ΄.
Ἀναστροφῇ ἁγίᾳ, πτερωθεὶς θείῳ ἔρωτι, ἀπτοήτως ὥρμησας πρὸς τοὺς ἀγῶνας τῆς ἀθλήσεως. Καὶ τῆς σαρκὸς μὴ φεισάμενος, οἷα διαπιπτούσης, πόνων ὑπερεῖδες, καὶ δωρεῶν ἠλόγησας, οὐρανίῳ φρονήματι. Καὶ τοῦ ἐχθροῦ καθελὼν τὸ θράσος, τὸ τῆς νίκης στέφος, παρὰ Χριστοῦ ἐδέξω, Νεομάρτυς Αὐξέντιε. ᾯ πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.




Ἦχος δ΄.
Μαρτυρικῇ ἐνστάσει καλλωπιζόμενος, τυραννικὴν ἐξεφαύλισας ἰσχύν, ἐν δυνάμει τῆς πίστεως, καὶ στεῤῥότητι ψυχῆς, Ἀθλητὰ Αὐξέντιε. Καὶ γενναίως ἐνεγκών, ὀφθαλμοῦ τὴν κάκωσιν, καὶ τῶν ὀδόντων τὴν συντριβήν, τῶν ἐχθρῶν τὸ κράτος συνέτριψας, καὶ τοῖς πιστοῖς χαρὰν παρέσχες, ἐν τῇ ἁγία ἀθλήσει σου. Δι’ αὐτῆς γὰρ πᾶσιν ἀνακηρύττεις, ὅτι Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον, ὁ Αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

Δόξα. Ἦχος πλ. β΄.
Τῆς θείας ἀγάπης γεωργῶν τὸν πλοῦτον, τῆς εὐσεβείας τοὺς καρποὺς προήγαγες, ἀθλητικαῖς ἀριστείαις, Ἀθλοφόρε Αὐξέντιε. Νομίμως γὰρ ἠγωνίσω, καὶ τῇ σῇ ἀνδρείᾳ ἀνεζωγράφησας, τῶν πάλαι Μαρτύρων τὸ σθένος. Αὐτῶν γὰρ ὤφθης μιμητής, καὶ ἐν ζήλῳ κοινωνός, καὶ τῆς δόξης μέτοχος. Μεθ’ ὧν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.






















Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ τῶν Μαρτύρων κτησάμενος τὸν ζῆλον, ὅτε πρὸς τὸ στάδιον, τὸ τῆς ἀθλήσεως, ἀνδρειοφρόνως ἐχώρησας, τῶν ἐπιγείων, καταφρονήσας τὴν ματαιότητα, τότε ὡμολόγησας Χριστοῦ τὸ ὄνομα, ἐπὶ ἀπίστων Αὐξέντιε, φωνῇ μεγάλῃ, καὶ τῆς ἀγάπης τὸ ψεῦδος ἤλεγξας· ὅθεν ἀθλήσας καρτερώτατα, ἀφθαρσίας ἐδέξω τὸν στέφανον, καὶ πρεσβεύεις ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τοὺς αἰκισμοὺς τῆς σαρκὸς μὴ δειλιάσας, μηδὲ τὴν ἀτίθασον, γνώμην Αὐξέντιε, τῶν δυσσεβούντων πτοούμενος, νοΐ τελείῳ, ἁπάντων ὤφθης Μάρτυς ὑπέρτερος, ὧν σοι καθυπέσχοντο δοῦναι μακάριε, πρὸς τὰ ἀεὶ διαμένοντα, σκοπῶν ἐμφρόνως, ὧν ἠξιώθης ἀθλήσας ἄριστα, καὶ μεγαλύνας τοῖς σοῖς μέλεσι, τὸν Σωτῆρα τῶν ὅλων καὶ Κύριον, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τοῦ μαρτύριου τὸν δρόμον ἐκτελέσας, καὶ ῥείθροις αἱμάτων σου φοινίξας Ἅγιε, τῆς ἀφθαρσίας τὸ ἔνδυμα, χαίρων ἀνῆλθες, πρὸς τὸν νυμφῶνα δόξης τῆς κρείττονος· ἐντεῦθεν ἰάματα πηγάζεις ἄφθονα, τοῖς προσιοῦσιν ἐκ πίστεως, τῇ δοξασθείσῃ, Πνεύματος χάριτι θείᾳ κάρᾳ σου. Ἀλλὰ καὶ πᾶσι τοῖς γεραίρουσι, τὴν σεπτὴν Ἀθλητά σου πανήγυριν, πειρασμῶν λύσιν αἴτει, καὶ πταισμάτων ἀπολύτρωσιν.

Δόξα. Ἦχος πλ. δ΄.
Τὰ ὅπλα τῆς πίστεως, περιζωσάμενος Αὐξέντιε, τὸν ἐχθρὸν κατέτρωσας, ἀθλητικῷ παραστήματι. Οὐ κατεπλάγης γὰρ Ἅγιε, τὴν φρυαττομένην τούτου ἰσχύν, ἀλλ’ εὐτόνως αὐτὴν κατέλυσας, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ. Καὶ νῦν τῆς μακαρίας ἀπολαύων θεώσεως, σὺν Μάρτυσι πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ἠπείρου τὸν γόνον καὶ θεῖον βλάστημα, ὡς Χριστοῦ Ἀθλοφόρον καὶ Νέον Μάρτυρα, εὐφημοῦμέν σε πιστῶς Μάρτυς Αὐξέντιε· σὺ γὰρ ἀθλήσας ἀνδρικῶς, ἐτροπώσω τὸν ἐχθρόν, καὶ δόξης μετέσχες θείας, διὰ παντὸς ἱκετεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Νεομάρτυρα μέλψωμεν ἀκατάβλητον, Βελλᾶς Ἠπείρου τὸν γόνον, ἐν Βασιλίδι καλῶς, τὸν ἀγῶνα μαρτυρίου περατώσαντα, πάνυ Αὐξέντιον, πιστοὶ ἀπολαῦσαι βιοτῆς, ἐν πόθῳ ἀξιωθέντα, ἀλήκτου καὶ θεῖον πρέσβυν, ἡμῶν πρὸς Κύριον γενόμενον.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Αὐξήσας πρὸς Χριστόν, τὴν ἀγάπησιν μάκαρ, ὑπῆλθες σταθερῶς, μαρτυρίου τὸ σκάμμα, καὶ πᾶσαν καταβέβληκας, τῶν ἐχθρῶν τὴν παράταξιν· ὅθεν σήμερον, τὴν ἄθλησίν σου ὑμνοῦντες, ἑορτάζομεν, τὴν σὴν Αὐξέντιε μνήμην, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀφράστως τὸν Χριστόν, ἀπεκύησας Κόρη, τὸν σώσαντα ἡμᾶς, τῆς ἀρχαίας κατάρας, Αὐτὸν οὖν καθικέτευε, ὡς Αὐτοῦ Μήτηρ εὔσπλαγχνος, δοῦναι ἄφεσιν, καὶ φωτισμὸν σωτηρίας, τοῖς δοξάζουσι, τοῦ ἀνεκφράστου Σου τόκου, τὸ μέγα μυστήριον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνδρείῳ φρονήματι καὶ ἀπτοήτῳ ψυχῇ, σαρκὸς τὰ ἐπίπονα καθυποστὰς Ἀθλητά, τὴν πλάνην κατήσχυνας· ξίφει δὲ τὸν αὐχένα, ἐκτμηθεὶς Νεομάρτυς, ἔτεμες τοῦ βελίαρ, τὴν δεινὴν κακουργίαν· διό σε ὁ Δεσπότης, Αὐξέντιε ἐδόξασε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν Ὃν ἐκύησας ἐκ τῶν αἱμάτων τῶν Σῶν, δι’ ἄφατον ἔλεος καινοποιοῦντα ἡμᾶς, φθαρέντας τοῖς πάθεσι, πάντοτε ἐκδυσώπει, Θεοτόκε Παρθένε, δοῦναι τῇ οἰκουμένῃ, τῆς εἰρήνης τὸν πλοῦτον, καὶ ἄφεσιν πταισμάτων, τοῖς Σὲ μεγαλύνουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν τῇ πόλει ἤθλησας, τοῦ Κωνσταντίνου, καὶ χαρὰν οὐράνιον, καὶ δόξαν νέμεις ἀληθῆ, τῇ σῇ πατρίδι Αὐξέντιε, ἀνευφημούσῃ τὰ θεῖά σου σκάμματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἁγνῶν αἱμάτων Σου, ἀνερμηνεύτως, σαρκωθεὶς ὁ Κύριος, σώζει ἁγνὴ ἐκ τῆς ἀρᾶς, τοὺς εὐσεβῶς Σοι κραυγάζοντας· χαῖρε Παρθένε, ἀνθρώπων βοήθεια.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα’, 12-19)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῷ θείῳ πόθῳ τρωθείς, σφαλλομένης ἀγωγῆς ἀνανήψας, τὸν Χριστὸν ἐδόξασας, μαρτυρικοῖς ἀγῶσι, Νεομάρτυς Αὐξέντιε. Καὶ τῆς πλάνης ταπεινώσας τὴν ὀφρύν, ῥείθροις τῶν αἱμάτων σου, τοὺς πιστοὺς ἡγίασας· ἀλλ’ ἀπαύστως πρέσβευε Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἐν σοί, ὦ Αὐξέντιε, Ἤπειρος χαίρει. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἐν ταῖς λαμπρότησι Μάρτυς τῶν οὐρανῶν, σὺν Μαρτύρων τάγμασι, ἐν χαρᾷ χοροβατῶν, φωτισμόν μοι αἴτει πρὸς Χριστοῦ, ἀνυμνοῦντί σου Αὐξέντιε τὴν ἄθλησιν.
Νενευρωμένος τῇ χάριτι τοῦ Χριστοῦ, Νέος Μάρτυς πέφηνας, ἐναθλήσας ἀνδρικῶς, καὶ καθεῖλες πᾶσαν τὴν ἰσχύν, τοῦ ἀρχαίου πολεμήτορος Αὐξέντιε.
Σαρκὸς ὑπείξας Αὐξέντιε ταῖς ῥοπαῖς, ἀλλὰ γνώμῃ κρείττονι, τὴν ψυχὴν ἀλλοιωθείς, ἐναρέτοις τρόποις σεαυτόν, προεγύμνασας ἐμφρόνως πρὸς τὴν ἄθλησιν.
Ὁλολαμπὴς ἐξ Ἠπείρου νέος ἀστήρ, ἐναθλήσας πέφηνας, ἐν ὑστέροις τοῖς καιροῖς, καὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, καταυγάζεις νοηταῖς ἀκτῖσιν Ἅγιε.
Θεοτοκίον.
Ἱερωτάτων αἰνίγματα Προφητῶν, καὶ ῥήσεις θεόφθογγοι, καὶ φωναὶ πνευματικαί, ἐν Σοὶ πέρας ἔλαβον ἁγνή, ὡς τεκούσῃ τὸν ἐν τούτοις πρὶν λαλήσαντα.

ᾨδὴ γ’. Οὐκ ἔστιν Ἅγιος.
Ὡς πλήρης θάρσους θεϊκοῦ, ἀπτοήτως εἰσῆλθες, πρὸς ἀθλήσεως πόνους, τοῖς ἀπίστοις ἐκβοῶν· Χριστῷ λατρεύω πιστῶς, ὡς Θεῷ μου, σύνετε ὦ ἄνομοι.
Αὐξήσας Μάρτυς πρὸς Χριστόν, τῆς ψυχῆς σου τὸν πόθον, τῶν γηΐνων τὴν σχέσιν, ἀπηρνήσω νουνεχῶς, καὶ ἐν ἀθλήσει στεῤῥᾷ, ἠγωνίσω, εὐσεβῶς Αὐξέντιε.
Ὑπὸ τῆς ἄνωθεν ῥοπῆς, κρατυνθεὶς Ἀθλοφόρε, τῆς σαρκὸς οὐκ ἐφείσω, αἰκιζομένης σφοδρῶς· ἀλλ’ ὡς Χριστοῦ ἀριστεύς, πάντα φέρεις, καρτερῶς Αὐξέντιε.
Θεοτοκίον.
Ξενοπρεπῶς δίχα φθορᾶς, ἐν μορφῇ τῇ βροτείᾳ, τὸν ἀσώματον Λόγον, προαγαγοῦσα ἡμῖν, φθοροποιῶν με παθῶν, Θεοτόκε, λύτρωσαι καὶ σῶσόν με.



Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν αἱμάτων τοῖς ῥείθροις ἐχθρὸν κατέκλυσας, καὶ στεφάνῳ τῆς δόξης λαμπρῶς κεκόσμησαι, ἐν ὑστέροις τοῖς καιροῖς ἀθλήσας ἔνδοξε, καὶ δοξάσας τὸν Χριστόν, ἐν τοῖς μέλεσι τοῖς σοῖς, Αὐξέντιε Νεομάρτυς· Ὃν ἐκδυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν ὑπερούσιον, μορφωθέντα δι’ οἶκτον ἐκ Σοῦ τὸν ἄνθρωπον, τὴν κατάραν τοῦ Ἀδὰμ πᾶσαν ἠφάνισας, καὶ ἠνέῳξας ἡμῖν, εὐλογίας τὴν πηγήν, τῷ τόκῳ Σου Θεοτόκε· διό Σε ὑμνολογοῦμεν, ὡς σωτηρίας ἡμῖν πρόξενον.

ᾨδὴ δ’. Χριστός μου δύναμις.
Ἐγγυμνασάμενος, σαφῶς τὸ πρότερον, πολιτείᾳ ἀμέμπτῳ καὶ καθαρᾷ, εἶτα πρὸς τὴν ἄθλησιν, ἀναφθλεχθεὶς πόθῳ Χριστοῦ, προσεχώρησας Αὐξέντιε.
Νομίμως ἤθλησας, ἐχθρὸν κατήσχυνας, καὶ χαρᾶς πολλῆς ἔπλησας τοὺς πιστούς, ἐν ὑστέροις ἔτεσι, τῶν Ἀθλητῶν τὴν ἀρετήν, μιμησάμενος Αὐξέντιε.
Τὸ τῆς καρδίας σου, ὄμμα πρὸς Κύριον, ἀνατείνων Αὐξέντιε ὁλικῶς, καρτερῶς ὑπέμεινας, τοῦ ὀφθαλμοῦ σου τὴν δεινήν, διαστρέβλωσιν καὶ ἔκχυσιν.
Ἰσχύϊ κρείττονι, ἐνδυναμούμενος, τῶν ὀδόντων τὴν πτῶσιν φέρεις στεῤῥῶς, ἀπηνῶς τυπτόμενος, καὶ τὴν τῆς πλάνης συντριβήν, ἐργαζόμενος Αὐξέντιε.
Θεοτοκίον.
Ἐκ Σοῦ γεγέννηται, δι’ ἀγαθότητα, ὁ πρὸ πάντων αἰώνων ἐκ τοῦ Πατρός, προελθὼν πανάμωμε, καὶ ἀναγέννησιν ἡμῖν, σωτηρίας ἐδωρήσατο.

ᾨδὴ ε’. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Ἤνεγκας Μάρτυς καρτερικῶς, τῶν ποδῶν ῥαβδίσματα πολλά, ἀπεριτρέπτῳ φρονήματι, ὡς βαδίζων τρίβον τὴν τῆς ἀθλήσεως, καὶ τοῦ ἐχθροῦ πατήσας τὰ μηχανήματα.
Πεπυρσευμένος θείῳ φωτί, ἔλυσας ἀπάτης τὴν ἀχλύν, ἀκτῖσι τῆς καρτερίας σου, καὶ τοῖς τῶν αἱμάτων ῥείθροις Αὐξέντιε, ἐτύφλωσας τὸν πτέρναν τηροῦντα δράκοντα.
Ἐν εὐφροσύνῃ τὴν τῆς εἱρκτῆς, φέρεις ἐγκατάκλεισιν σοφέ, νοΐ τελείῳ σκοπούμενος, τὰ τῆς ἄνω δόξης θεῖα σκηνώματα, ὧν ὡς Χριστοῦ ὁπλίτης ἤδη ἠξίωσαι.
Θεοτοκίον.
Ἰσχὺν ἀήττητον ἐνδυθείς, ἐν τῷ Σῷ ναῷ πίστει θερμῇ, ὁ Νεομάρτυς Αὐξέντιος, Κόρη προσεδρεύων πᾶσαν ἐπάτησεν, ἰσχὺν τὴν ὀλεθρίαν τοῦ κοσμοκράτορος.
ᾨδὴ στ’. Τοῦ βίου τὴν θάλασσαν.
Ῥημάτων σου Ἅγιε, ὁ ἐχθρὸς μὴ ἐνεγκών, τὴν δύναμιν Αὐξέντιε, σὲ προστάττει ῥαβδίζεσθαι ἀπηνῶς· Χριστὸν γὰρ ἐκήρυττες, ἀλγηδόνων ὑπέρτερος δεικνύμενος.
Ὁ Μάρτυς Αὐξέντιος, τῆς Ἠπείρου ὁ βλαστός, Μαρτύρων ἰσοστάσιος, μαρτυρήσας νομίμως ὑπὲρ Χριστοῦ, ἐδείχθη καὶ ἄφθονα, ἀναβλύζει τοῖς πάσχουσιν ἰάματα.
Συνέσει κοσμούμενος, οὐκ ἐφείσω τῆς σαρκός, ἀλλὰ ταύτην παρέδωκας, δι’ ἀγάπην Κυρίου πρὸς αἰκισμούς, καὶ θάνατον Ἅγιε, ἀθανάτου ζωῆς καταξιούμενος.
Θεοτοκίον.
Χαρᾶς ἡμῖν πρόξενος, καὶ ζωῆς ἀληθινῆς, ἐδείχθης Μητροπάρθενε, τῆς ζωῆς τετοκυῖα τὸν ἀρχηγόν, τὸν λύσαντα ἅπασαν, τοῦ θανάτου τὴν δύναμιν δι’ ἔλεος.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν λαμπράν σου ἄθλησιν, ἀνευφημοῦντες, δι’ ἧς ὤφθης σύμμορφος, τῶν πάλαι θείων Ἀθλητῶν, χαῖρέ σοι πάντες κραυγάζομεν, ὦ Νεομάρτυς, παμμάκαρ Αὐξέντιε.
Ὁ Οἶκος.
Φερωνύμως αὐξήσας Αὐξεντιε, πρὸς Χριστὸν τῆς ψυχῆς σου τὸν ἔρωτα, τῶν γηΐνων ἁπάντων ἠλόγησας, καὶ Μαρτύρων τοῖς ἴχνεσιν ἔδραμες, ἀγωνισάμενος καλῶς, καὶ καθελὼν τὸν δυσμενῆ· σὺ γὰρ ἐσφαλμένης ἀποστὰς πολιτείας, ἐν εὐσεβείᾳ ἀληθεῖ, καὶ ἐγκρατείᾳ συντόνῳ, καὶ νηστείᾳ καὶ προσευχῇ, πρὸς ἀθλητικοὺς ἀγῶνας σεαυτὸν προεγύμνασας. Οὓς θεοπρεπῶς ὑπελθών, καὶ Χριστὸν δοξάσας μαρτυρικῶς, αἰκισμῶν στεῤῥότερος ὤφθης, καὶ ξίφει τὸν αὐχένα ἐτμήθης. Καὶ στεφάνῳ δόξης παρὰ Χριστοῦ ταινιωθείς, χάριν ἰαμάτων παρέχεις, καὶ προΐστασαι τῶν σὲ τιμώντων, καὶ τὴν σὴν μνήμην τελούντων, ὦ Νεομάρτυς παμμάκαρ Αὐξέντιε.













Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου
Θεοῦ γινώσκειν ὀρθοδόξως οὐσίαν,
Χριστιανοῖς λεγάτον ἐκ Γρηγορίου.
Εἰκάδι Γρηγόριος Θεορήμων ἔκθανε πέμπτῃ.
Ὁ μέγας Γρηγόριος ὁ Θεολόγος, ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Οὐάλεντος· ᾧ πατρὶς μὲν ἐπίγειος, Δευτέρα τῶν Καππαδοκῶν. Πατέρες δὲ αὐτῷ εὐπατρίδαι τε καὶ δίκαιοι, Γρηγόριος καὶ Νόννα, οἳ τὰ εἴδωλα πρότερον δι’ ἄγνοιαν ἐσέβοντο. Γεννήσαντες δὲ τὸν μέγαν Γρηγόριον, ὑπὸ τοῦ Ἁγίου Πνεύματος δι’ ὕδατος καὶ πνεύματος ἀνεγεννήθησαν, καὶ γνήσιος μύστης καὶ Ἀρχιερεὺς Ναζιανζοῦ, ὁ πατὴρ τοῦ Ἁγίου καθίσταται. Ἀναχθεὶς δὲ εἰς μέτρον ἡλικίας, καὶ πᾶσαν τὴν ἐγκύκλιον παίδευσιν, ὡς ἄλλος οὐδεὶς μετελθών, ἐξηγητὴς καὶ διδάσκαλος τοῦ κατ’ αὐτῶν γεγένηται βίου. Ἐν οἷς τὸν μέγαν Βασίλειον, καὶ Γρηγόριον τὸν πατέρα, καὶ τὸν ἀδελφὸν Καισάριον, καὶ Γοργονίαν τὴν ἀδελφήν, λόγοις ἐπιταφίοις τιμᾷ. Τοσοῦτον οὖν μόνον εἰπεῖν ἀναγκαίον, ὅτι εἰ ἔδει γενέσθαι ἐν ἀνθρώποις εἰκόνα τινὰ καὶ στήλην, κατὰ μέρος ἐκ πασῶν συγκειμένην τῶν ἀρετῶν, τοῦτο ἦν ὁ μέγας Γρηγόριος. Βίου γὰρ λαμπρότητι τοὺς κατὰ πρᾶξιν εὐδοκίμους ὑπερβαλών, ἐπὶ τοσοῦτον θεωρίας προήχθη, ὡς πάντα, ἠττᾶσθαι τῆς σοφίας αὐτοῦ, τῆς ἔν τε λόγοις, ἔν τε δόγμασιν· ὅθεν καὶ τὴν Θεολόγος προσηγορίαν ἐκτήσατο. Προέστη δὲ τῆς Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως ἔτη 12 μέχρι τῆς δευτέρας Συνόδου. Ἦν δέ, κατὰ τὸν τύπον τοῦ σώματος, τὴν ἡλικίαν μέτριος, ὕπωχρος βραχὺ μετὰ τοῦ χαρίεντος, σιμός, ἔχων ἐπ’ εὐθείας τὰς ὀφρῦς, ἥμερον βλέπων καὶ προσηνές, θάτερον τῶν ὀφθαλμῶν, ὃς ἦν δεξιός, ἔχων στυγνότερον, ὃν καὶ οὐλὴ κατὰ τὸν κανθὸν συνῆγε, τὸν πώγωνα οὐ βαθύς, δασὺς δὲ ἱκανῶς, φαλακρός, λευκὸς ταῖς θριξί, τὰ ἄκρα τῆς γεννοιάδος ὡς περικεκαπνισμένα ὑποφαίνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Αὐξέντιος, ἐκ Βέλλας Ἰωαννίνων, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1720, ξίφει τελειοῦται.
Aὐξεντίῳ στέφανος ηὐξήθη μέγας,
Eἰς οὐράνια διὰ τοῦ μαρτυρίου.
Εἰκάδι πέμπτῃ Αὐξεντίοιο κέρσαν ἀπηνεῖς δειρήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πουπλίου
Ζωὴν ἔνυλον Πούπλιος καταστρέφει
Καὶ τὴν ἄϋλον καὶ νοητὴν λαμβάνει.
Οὗτος ἐκ βουλευτικῆς συμμορίας ὥρμητο, πόλεως Ζεύγματος, κειμένης παρὰ τῷ Εὐφράτῃ ποταμῷ. Εἰς ὑψηλὸν δὲ ὄρος ἀνελθὼν οὐ πλείῳ 30 σταδίων ἀφεστικὸς τῆς προειρημένης πόλεως, μικρὸν σπήλαιον ᾠκοδόμησε. Πάντα δὲ ὅσα πατρόθεν ἐδέξατο, πένησι διένειμεν, ἐν πάσῃ ἀρετῇ καὶ ἀσκήσει βιοτεύων. Τῆς φήμης οὖν πανταχοῦ διαβοωμένης, παρεγένοντο πολλοὶ πρὸς αὐτόν, τῶν ἀγώνω κοινωνήσαντες αὐτῷ τῶν ἀσκητικῶν, οἷς καὶ κελλία μικρὰ οἰκοδομῆσαι κελεύσας, συχνῶς αὐτοὺς ἐπεσκέπτετο, μή τι πέρα τῆς χρείας ἐν τοῖς αὐτῶν κελλίοις ἐναπόκειται. Ἀλλὰ γὰρ καὶ αὐτὸν τὸν ἄρτον ζυγοῖς ἐστάθμιζε, καὶ εἰ περιττὸν τοῦτον ἔν τινι εὗρε, γαστρίμαργόν τε ἀπεκάλει, καὶ εἰς κόρον φιλόσαρκον. Εἰ δὲ καὶ πιτύρων τὸ ἄλευρον ἐθεάσατο ἀποκεκριμμένον, συβαριτικῆς τροφῆς ἀπολαύειν ἔλεγε τὸν μετέχοντα. Καὶ νύκτωρ ἐξάπινα κατὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μὴν εὗρε προσευχομένους, σιγῇ πάλιν ὑπεχώρει. Εἰ δέ τινος ὑπνοῦντος ᾔσθετο τῇ χειρὶ τὴν θύραν πατάσσων, πολλὰ τὸν ὑπνοῦντα τῇ γλώσσῃ ἔβαλε· ὥς τε ἐκ τῆς τούτου συχνοτέρας ἐπισκέψεως, πολλοί, εἰκόνες τινές, τὴν αὐτοῦ ὅλην ἐναπομαξάμενοι ἀρετήν, γεγόνασιν, ὧν εἰσὶ Θεότεκνος καὶ Ἀφθόνιος. Οἳ καὶ τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν ἀδελφῶν, μετὰ τὴν αὐτοῦ ἀναδεξάμενοι ἦσαν τελευτήν. Οὕτω καλῶς ἀγωνισάμενος, τὴν ψυχὴν τῷ Θεῷ ἐν εἰρήνῃ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρη
Πάσης ἀποστὰς ἀγάπης κόσμου Μάρης
Εἰ θεῖον ὕψος ἧκε θείας ἀγάπης.
Οὗτος, νέος ὢν καὶ εὐείδης, καὶ ἐν τῷ κόσμῳ ὤν, καλόφωνος ἦν· καὶ πανηγύρεις Ἁγίων ἐπιτελῶν, καὶ ψάλτης τέλειος ὑπάρχων ἠγάπα μὲν ἀεὶ τὸν Θεόν, καὶ τὰς ἐντολὰς αὐτοῦ ἀτρώτους διεφύλαττε, καὶ τὸ σῶμα καθαρὰν καὶ ἀκίβδηλον διετήρει, καὶ τὴν ψυχὴν ἄσπιλον καὶ ἄμωμον εἶχεν, ἐν μέσῳ πολλῶν παγίδων πορευόμενος, καὶ τοῖς ἐν τῷ κόσμῳ συναναστρεφόμενος, ὡς προέφημεν. Ὅτε δὲ ἠθέλησεν ἀποτάξασθαι ἀπεθὼν ἐν Ὀμήρου κώμῃ, καὶ μικρὸν οἰκίδιον ἐκεῖσε οἰκοδομήσας, καθεῖρξεν ἑαυτόν 37 χρόνους τελέσας. Καί περ πολλὴν νοτίδαν ἐκ τοῦ παρακειμένου ὄρους δεχόμενος, καὶ βλάβην πολλὴν ἐξ αὐτῆς ἐπισπώμενος, ἀλλ’οὐκ ἤθελε ἀμείψασθαι τὸν τοιοῦτον οἰκίσκον· ἀλλ’ ἐκεῖσε διμένεινε, ἕως οὗ τὸν δρόμον διήνυσεν. Οὗτος τὴν ἁπλότητα ἠγάπα, καὶ τὰ ποικίλα ἤθη παντάπασιν ἐβδελύττετο. Τὴν πενίαν δὲ ὑπὲρ τὴν ἄγαν εὐπορίαν ἠγάπησεν. Ἐνενήκοντα δὲ ἔτη βεβιωκώς, τοῖς ἐξ αἰγίων τριχῶν κατασκευασμένοις ἱματίοις ἐχρῆτο. Ἄρτος δὲ καὶ ἅλας ὀλίγον τῆς τροφῆς αὐτοῦ τὴν χρείαν ἐπλήρου. Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν θυσίαν προσφερομένην ἰδεῖν, ταῖς τῶν διακόνων χερσίν, ἀντὶ θυσιαστηρίου, χρησάμενος ὁ ἱερεύς, τὴν μυστικὴν θυσίαν καὶ σωτήριον προσήνεγκεν ἐνώπιον αὐτοῦ. Ὁ δέ, πάσης ἡδονῆς πλήρης γενόμενος, καὶ αὐτὸν τὸν οὐρανὸν ὁρᾷν ὑπελάμβανεν. Οὕτω καλῶς βιώσας, καὶ εἰς οὐρανοὺς ἀναπτάς, χορεύει σὺν πᾶσι τοῖς Ἁγίοις ἐν ταῖς τῶν πρωτοτόκων σκηναῖς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπολλώ
Χριστὸν βιώσας μέχρι καὶ τέλους βίον,
Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θράσος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μεδούλη, μετὰ τῆς συνοδεία αὐτῆς, πυρὶ τελειοῦται.
Σεπτὴ Μεδούλη, τοῦ Θεοῦ Λόγου δούλη,
Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Καστίνου, ἐπισκόπου Βυζαντίου
Τὸν πάντα χρηστὸν καὶ δίκαιον Καστίνον,
ἔδειξε Χριστὸς ἐξ ἀπίστου καὶ θύτην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δημητρίου τοῦ Σκευοφύλακος
Τῶν γηΐνων οὐκ ἦν τι τῷ Δημητρίῳ,
ἤδη βλέποντι πρὸς μόνην ἀϋλίαν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βρεττανίου, ἐπισκόπου Κωστάντζας Ῥουμανίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγία Μαργαρίτας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μωϋσέως, ἐπισκόπου Νόβγκοροντ


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνατολίου τῆς Ὄπτινα

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γαβριήλ, ἐκ Γεωργίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἀπερίτρεπτος τυράννων δελεάσμασι, καὶ ἀπειλαῖς διέμεινας, τῇ ἀγάπῃ ἐρηρεισμένος, μάκαρ ἀκλινῶς, Χριστοῦ ᾧ ἐβόας Ἀθλητά· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον, ἡ σεβασμία κάρα σου, καὶ ἰᾶται νόσους ποικίλας, χάριτι Χριστοῦ, ἐμφαίνουσα πᾶσιν ἐμφανῶς, ἣν εὗρες ἐν τοῖς οὐρανοῖς, θείαν ἀπόλαυσιν.
Ῥείθροις ἔσβεσας αἱμάτων σου τοὺς ἄνθρακας, τῆς ἀσεβείας ἔνδοξε, καὶ θυμηδίας ἁγίας δρόσον, ἔβλυσας ἡμῖν, Αὐξέντιε νέε Ἀθλητά, τοῖς μεγαλύνουσι Χριστόν, τὸν σὲ δοξάσαντα.
Έκτμηθείς σου τὸν αὐχένα πᾶσαν ἔτεμες, τῆς πλάνης ματαιότητα, καὶ ἐν δόξῃ Χριστῷ ἀνῆλθες, ᾧ καὶ συναφθείς, ὁρᾷς τελεώτερον Αὐτοῦ, Αὐξέντιε τὴν ὑπὲρ νοῦν, θείαν λαμπρότητα.
Θεοτοκίον.
Ἰατῆρα τῶν ἀνθρώπων ἡ κυήσασα, Χριστὸν τὸν παντοδύναμον, ἴασαί μου ψυχῆς τὸ ἄλγος, καὶ τὰς τοῦ νοός, θεράπευσον Κόρη ἐκτροπάς, τοῖς οἰκτιρμοῖς Σου τοῖς πολλοῖς, ἐπικαμφθεῖσα ἁγνή.












ᾨδὴ η’. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Γενναιότητι γνώμης ἀντιταξάμενος, τῇ ὁρμῇ τῶν τυράννων Μάρτυς Αὐξέντιε, ἤθλησας στεῤῥῶς, καὶ ψυχὰς ἐβεβαίωσας, τὰς κλονιζομένας, τῇ πίστει τοῦ Σωτῆρος.
Ἐπαυξήσας Μαρτύρων τὸ θεῖον στράτευμα, ὡς προσθήκη γενόμενος τούτοις Ἅγιε, δόξης ὑπὲρ νοῦν, ἠξιώθης Αὐξέντιε, σὺν αὐτοῖς δοξάζων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥαντισθὲν ταῖς σταγόσι ταῖς τῶν αἱμάτων σου, τὸ σὸν λείψανον Μάρτυς πιστοὶ ἐκήδευσαν, σὺν τῷ εὐκλεεῖ, Πατριάρχῃ Αὐξέντιε, πόνοις μαρτυρίου, λαμπρῶς δεδοξασμένον.
Θεοτοκίον.
Ἀνωτέρα Ἀγγέλων καὶ πάσης κτίσεως, λαμπροτέρα ἡλίου καὶ πάσης φαύσεως, ὤφθης ἀληθῶς, Θεοτόκε κυήσασα, τῆς δικαιοσύνης, τὸν Ἥλιον ἀφράστως.

ᾨδὴ θ’. Θεὸν ἀνθρώποις.
Στεφάνῳ δόξης κατακοσμούμενος, ὡς Ἀθλητὴς Κυρίου καὶ ὁπλίτης περίδοξος, θεϊκῆς μετουσίας τὴν ἔλλαμψιν, δρέπῃ πλουσιωτάτως Μάρτυς Αὐξέντιε, καὶ τὴν ὑπὲρ λόγον, ἀπολαύεις ὡραιότητος.
Ἰδόντες Μάρτυς τὴν ἐπιλάμπουσαν, τοῖς σοῖς σεπτοῖς λειψάνοις Παρακλήτου ἐνέργειαν, ὅτε ἤνοιξαν τὸν τάφον σου Ἅγιε, ὀσμῆς ἐπουρανίου πάντες ἐπλήσθησαν, καὶ ᾔνεσαν θεόφρον, τὸν δοξάσαντά σε Κύριον.
Μετ’ εὐλαβείας τὴν θείαν κάραν σου, πηγάζουσαν ἰάματα ποικίλα Αὐξέντιε, ὡς ἁγίασμα θεῖον μετήνεγκαν, ἐν τῷ Ἁγίῳ Ὄρει καθαγιάζουσαν, τοὺς πίστει ἀδιστάκτῳ, προσιόντας ταύτῃ Ἅγιε.
Νεομάρτυς Χριστοῦ Αὐξέντιος, τὸ τῆς Ἠπείρου θεῖον καὶ σεπτὸν ἐγκαλλώπισμα, τὴν παροῦσάν μου αἴνεσιν πρόσδεξαι, ὡς προσφορὰν ἁγίαν καὶ δῶρον τίμιον, καὶ δίδου μοι πταισμάτων, ἱλασμὸν ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ὑμνοῦμεν Κόρη τὸ τῆς λοχείας Σου, τῆς ὑπὲρ νοῦν καὶ λόγον μέγα ὄντως μυστήριον, τὸν Θεὸν γὰρ ἀφράστως ἐκύησας, ἐκ Σοῦ σάρκα λαβόντα καὶ κόσμον σώσαντα, τὸ χαῖρέ Σοι Παρθένε, ὀρθοδόξως ἀνακράζοντες.








Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῦ μαρτυρίου ἤνυσας, καρτερῶς τοὺς ἀγῶνας, στοιχειωθεὶς Αὐξέντιε, τοῦ Χριστοῦ τῇ ἀγάπῃ, καὶ τῶν Μαρτύρων τῆς δόξης, κοινωνὸς ἀνεδείχθης. Μεθ’ ὧν ἀπαύστως πρέσβευε, ἱλασμὸν καὶ πταισμάτων ἀπαλλαγήν, δοῦναι τοῖς τιμῶσί σε Νεομάρτυς, καὶ τὴν ἁγίαν μνήμην σου, ἑορτάζουσι πόθῳ.
Θεοτοκίον.
Τὸν Ποιητὴν τῆς κτίσεως, καὶ Θεὸν τῶν ἁπάντων, ἀνερμηνεύτως τέτοκας, Θεοτόκε Παρθένε· Ὃν ὡμολόγησαν δῆμοι, τῶν Μαρτύρων ἀθλοῦντες, ἐν οἷς ἀρτίως ἔλαμψε, καὶ Αὐξέντιος Κόρη καταβαλών, τὴν τοῦ παλαμναίου ἐχθροῦ κακίαν. Μεθ’ οὗ Σε μεγαλύνομεν, ὡς ἡμῶν προστασίαν.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων τὸν πόθον δεχθεὶς Αὐξέντιε, πρὸς μαρτυρίου ἄθλους, ἀπεδύσω ἀνδρείως, Χριστοῦ τὴν θείαν κλῆσιν ὁμολογῶν, παῤῥησίᾳ ἀτρέπτῳ σου, καὶ ἐκτμηθεὶς τὸν αὐχένα τῶν Ἀθλητῶν, ταῖς χορείαις συνηρίθμησαι.

Ὁ ἀθλοθέτης δοξάζων τοὺς θείους ἄθλους σου, φωτὶ ἐπουρανίῳ, τὸ σὸν ἅγιον σκῆνος, κατηύγασε δεικνύων πᾶσι τρανῶς, Νεομάρτυς Αὐξέντιε, ἥν σοι παρέσχετο δόξαν ἐν οὐρανοῖς, καὶ ἀΐδιον λαμπρότητα.

Ἠπείρου παῖδες προθύμως καὶ φιλεόρτων χοροί, τὸν νέον τοῦ Σωτῆρος, Ἀθλητὴν καὶ ὁπλίτην, ὑμνήσωμεν συμφώνως καὶ πρὸς αὐτόν, ἐκ καρδίας βοήσωμεν· χαίροις Αὐξέντιε Μάρτυς τοῦ Ἰησοῦ, Ἐκκκλησίας νέον στήριγμα.

Τοῦ Παρακλήτου ἡ χάρις ἐπισκιάσασα, τῇ σῇ ἁγίᾳ κάρᾳ, πηγὴν ἔδειξε ταύτην, ποικίλων ἰαμάτων τοῖς εὐλαβῶς, προσιοῦσιν Αὐξέντιε· ἀλλ’ ἐκ παντοίων κινδύνων ῥῦσαι ἡμᾶς, τοὺς ὑμνοῦντάς σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν δοθεῖσάν σοι κλῆσιν, ἀληθεύουσαν ἔδειξας, Ἀθλοφόρε Αὐξέντιε· ἐν γὰρ αὐξήσει θείας ἀγάπης, ὅλος ἀναφλεχθείς, μαρτυρικῶς διέπρεψας, οἰκείῳ αἵματι δοξάσας, τὸν τῆς δόξης Κύριον. Καὶ ἐν ἀθλήσει τελειωθείς, τῶν Ἀθλητῶν τὸν δῆμον ηὔξησας, συνόμιλος αὐτῶν γενόμενος. Μεθ’ ὧν ἱκέτευε Νεομάρτυς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.





Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ζήλῳ τῶν Μαρτύρων πυρποληθείς, ἤθλησας νομίμως, καὶ κατήσχυνας τὸν ἐχθρόν· ὅθεν σε γεραίρει, Ἤπειρος ἡ πατρίς σου, ἣν σκέπε πάσης βλάβης, Μάρτυς Αὐξέντιε.














































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Βελλᾶς τὸν γόνον καὶ Ἠπείρου τὸ εὖχος, ἐν Βασιλίδι τὸν ἀθλήσαντα ἄρτι Αὐξέντιον τιμήσωμεν πιστοὶ ἐκτενῶς, ὥσπερ ἰσοστάσιον τῶν ἀρχαίων Μαρτύρων, τὸν κατακοσμούμενον ἀρετῇ καὶ συνέσει, πανευλαβῶς βοῶντες· δαψιλῶς ἡμῖν σὴν χάριν γενναῖε κατάπεμψον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.




Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Αὐξεντίου, ἐκ Βελλᾶς, νεοάθλου, ἱκεσία. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Αὐξέντιον νέον ἐν Ἀθληταῖς, λαμπροῖς εὐσεβείας, ἀνυμνήσωμεν ἐν χορῷ, βοῶντες· Κυρίου Νεομάρτυς, ὑπὲρ ἡμῶν Ἰησοῦν καθικέτευε.
Ὑπέμεινας ἔκχυσιν ὀφθαλμοῦ, τοῦ σοῦ Νεομάρτυς, ὁ τὸ ὄμμα σου τῆς ψυχῆς, Αὐξέντιε πίστει ἀνατείνας, πρὸς τὸν Θεὸν Ὃν ἡμῖν καθιλέωσαι.
Ξιφήρους ὑπέμεινας εὐθαρσῶς, Αὐξέντιε μῆνιν, ἀποτμήσαντος κεφαλήν, τὴν θείαν σου Ἄγαρ ἀπογόνου, πιστῶν θερμὲ ἀντιλῆπτορ καὶ ἔφορε.
Θεοτοκίον.
Ἐκ Σοῦ ὁ πρὸ πάντων ἐκ τοῦ Πατρός, αἰώνων Παρθένε, παντευλόγητε προελθών, ἐθέωσε γένος τῶν ἀνθρώπων, τὸ εἰς αἰῶνας λαμπρῶς μεγαλῦνόν Σε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεομάρτυς γενναῖε τῆς τοῦ Χριστοῦ πίστεως, ἀνδρικῶς ἀθλήσας καθεῖλες, πᾶσαν τὴν δύναμιν, στυγνῶν τῆς Ἄγαρ υἱῶν, νενευρωμένος ὑψίστου, χάριτι Αὐξέντιε, φύλαξ προσφύγων σου.
Τῶν ὀδόντων σου πτῶσιν Μάρτυς στεῤῥὲ ἤνεγκας, καὶ ἐχθρὸν κατέκλυσας ῥείθροις, θείων αἱμάτων σου, Βελλᾶς βλαστὲ ἱερέ· διό σε πόθῳ τιμῶντες, χάριν σου Αὐξέντιε, ἀπεκδεχόμεθα.
Ἰσχυρὸς ἐν ἀγῶσιν ὑπὲρ Χριστοῦ πίστεως, πέφηνας Αὐξέντιε μάκαρ, περιφανέστατε, ὁ τὴν δειλίαν ἡμῶν, ἐλαύνων καὶ πρὸς ἀγῶνας, ἐνισχύων πίστεως, τοὺς εὐφημοῦντάς σε.
Θεοτοκίον.
Οὐρανῶν δεῖξον δρόμον τὸν σωστικὸν Δέσποινα, κεχαριτωμένη Παρθένε, τοῖς μακαρίζουσι, Σὲ εἰς αἰῶνας λαμπρῶς, καὶ Σὸν Υἱὸν καὶ Δεσπότην, κτίσεως δοξάζουσι, ὕμνοις ἀείποτε.

Διάσωσον, σοὺς ὑμνηπόλους Αὐξέντιε Νεομάρτυς, ἐκ δολίας ἐπιβουλῆς τοῦ πλάνου ἀλάστορος, τοὺς σπεύδοντας πίστει ταῖς σαῖς πρεσβείαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Βελλᾶς τιμαλφὲς διάκοσμε Αὐξέντιε, τῶν νέων Χριστοῦ Μαρτύρων σεμνολόγημα, Κωνσταντινουπόλεως ὁ φοινίξας τὴν χθόνα σοῖς ῥεύμασι σεπτῶν αἱμάτων, πρέσβευε Χριστῷ, ὑπὲρ τῶν τιμώντων σου τὴν ἄθλησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνολόγους στερέωσον, ἐν Χριστοῦ τῇ πίστει στεῤῥὲ Αὐξέντιε, σέλας τῆς Βελλᾶς νεόφωτον, τοὺς τιμῶντας ἄθλησιν τὴν θείαν σου.
Ἐξ Ἠπείρου ὁρμώμενος, ἐν τῇ Βασιλίδι λαμπρῶς Αὐξέντιε, μαρτυρίου δρόμον ἤνυσας, ὑπερασπιστὰ θερμῶν προσφύγων σου.
Κρατυνθεὶς ὑπὸ ἄνωθεν, φύλαξ ἱκετῶν σου ῥοπῆς Αὐξέντιε, οὐκ ἐφείσω τοῦ σαρκίου σου, ἀλλ’ ὡς ἄλλου πάσχοντος ἐνήθλησας.
Θεοτοκίον.
Βαρυθύμους Σου πρόσφυγας, κεχαριτωμένη ταχὺ εὐθύμησον, Αὐξεντίου παρακλήσεσι, νεοάθλου ἄγαν γενναιότητος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔρωτι Θεοῦ, πτερωθεὶς σοφῶς Αὐξέντιε, ἀπεδύθης πρὸς ἐνάθλησιν στἐρῥάν, πρεσβευτὰ ἡμῶν πρὸς Κύριον θερμότατε.
Λύχνος παμφαής, γενναιότητος Αὐξέντιε, ἐποφθεὶς ἡμῶν φωτίζεις τῶν δειλῶν, τὰς ψυχὰς ὁμολογεῖν Χριστὸν ἑκάστοτε.
Λύσον τὴν ἀχλύν, τῶν ἡμῶν ἀνόμων πράξεων, θείας πίστεως Αὐξέντιε, πυρσέ, ἀστραπαῖς σῶν πρὸς Χριστὸν θερμῶν δεήσεων.
Θεοτοκίον.
Αὔξησον ἡμῶν, τὴν ἀγάπην πρὸς τὸν Τόκον Σου, τὸν εὐΐλατον Δεσπότην καὶ Θεόν, Αὐξεντίου Θεοτόκε παρακλήσεσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Στεῤῥόψυχε, Ἀθλητὰ Αὐξέντιε, ὁ τὸ στράτευμα αὐξήσας Μαρτύρων, σῇ εὐσταλεῖ, καὶ γενναίᾶ ἐνστάσει, τῶν σὲ τιμώντων τὸν πόθον ἐπαύξησον, πρὸς κτῆσιν πάσης ἀρετῆς, καὶ ζυγοῦ ἄρσιν βίου στενώσεων.
Νεόαθλε, γεραρὲ Αὐξέντιε, συντριβὴν ὁ ὑπομείνας ὀδόντων, καὶ ὀφθαλμῶν, σοῦ τὴν ἔκχυσιν πάντων, ἡμῶν λιτῶν διαθέρμων ἐπάκουσον, καὶ καταξίωσον καλῶς, ἀρετῆς πάντας δρόμον πορεύεσθαι,
Ἐξέχεας, ῥεῖθρα τῶν αἱμάτων σου, πρὸς ἀπόπνιξιν τῆς Ἄγαρ ἐκγόνων, ἐν τοῖς ὑστέροις Αὐξέντιε χρόνοις, καὶ πρὸς ψυχῶν εὐσεβῶν ἀγαλλίασιν, τῶν εὐφημούντων νῦν λαμπρῶς, τὴν στεῤῥάν σου καὶ πάνσεπτον ἄθλησιν.
Θεοτοκίον.
Ὁλόλαμπρον, τοῦ ὑψίστου σκήνωμα, Θεοτόκε τῷ ἀφράστῳ Σου τόκῳ, ἡ τὴν ἀράν, ἀφανίσασα Εὔας, καὶ τὸν κρουνὸν εὐλογίας ἀνοίξασα, ἡμῖν ἀφάνισον ἀχλύν, οἰκετῶν Σου τῶν πόνων καὶ θλίψεων.
Διάσωσον, σοὺς ὑμνηπόλους Αὐξέντιε Νεομάρτυς, ἐκ δολίας ἐπιβουλῆς τοῦ πλάνου ἀλάστορος, τοὺς σπεύδοντας πίστει ταῖς σαῖς πρεσβείαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Βλαστὲ Βελλᾶς Νεομάρτυς Αὐξέντιε, ὁ νουνεχῶς τῶν φθαρτῶν ἀρνησάμενος, μετὰ σὸν ἔκλυτον βίον νεότητος, καὶ ὑπομείνας βασάνους καὶ θάνατον, διὰ Χριστόν, ἴσθι φύλαξ προσφύγων σου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Γνώμης γενναιότητι, ἀντιταξάμενος Μάρτυς, τῶν ἐχθρῶν θρασύτητι, Ἀθλητὰ Αὐξέντιε χαίρων ἤθλησας, καὶ τομὴν ἤνεγκας, τοῦ σεπτοῦ αὐχένος, Νεομάρτυς καρτερόψυχε, Βελλᾶς ἐκβλάστημα, Κωνσταντινουπόλεως κόσμημα, καὶ θεῖον ἐγκαλλώπισμα, εὐσεβείας· ὅθεν τιμῶντές σε, μελιχροῖς ἐν ὕμνοις, αἰτούμεθα θερμάς σου προσευχάς, πρὸς τὸν εὐΐλατον Κύριον, ἅπαντας τὸν σώζοντα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀθλητὰ τροπαιοῦχε μαρτυρίου ἀνύσας ὁδὸν Αὐξέντιε, μετ’ ἄκρας εὐλαβείας, κατήντησας εἰς πόλον, ἔνθα χαίρων τὸν Κύριον, ὑπὲρ ἡμῶν δυσωπεῖς, τῶν σὲ μακαριζόντων.
Θαυματόβρυτος ὤφθη ἡ τιμία σου κάρα λαμπρὲ Αὐξέντιε, Μονὴ Ξηροποτάμου, ὡς θησαυρὸν ἣν ἔχει, τιμαλφῆ καὶ ἀκένωτον, τῶν ἰαμάτων πηγήν, Νεομαρτύρων κλέος.
Λυπηρῶν καὶ κινδύνων ἀπολύτρωσαι τάχος τοὺς σοὶ προσφεύγοντας, καὶ ἀνυμνολογοῦντας, τὴν πάνσεπτόν σου μνήμην, Νεομάρτυς Αὐξέντιε, Βελλᾶς βλαστὲ ἱερέ, καὶ τῆς Ἠπείρου θρέμμα.
Θεοτοκίον.
Οἱ πιστοὶ καθ’ ἑκάστην Θεοτόκε Παρθένε Σὲ μακαρίζομεν, ὡς πάντων σωτηρίας, τῶν χοϊκῶν αἰτίαν, καὶ πηγὴν ἁγιάσματος, τῶν μελῳδούντων πιστῶς, τοῦ Αὐξεντίου ἄθλους.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὲρ τῶν πίστει, ἐπιτελούντων σὴν μνήμην, ἐκδυσώπει Χριστὸν Νεομάρτυς, τῆς Βελλᾶς κοσμῆτορ, Αὐξέντιε τρισμάκαρ.
Ἰσχύϊ θείᾳ, ἐνδυναμούμενος Μάρτυς, τῶν ὀδόντων σου ἤνεγκας πτῶσιν, ὁ ἐγείρων πάντας, ἐκ πτώσεως θανάτου.
Κακίας ῥῦσαι, τοὺς σοὺς ἱκέτας ἡμέρας, ὁ κακίαν υἱῶν ὑπομείνας, Ἄγαρ καὶ εὐτόλμως, Αὐξέντιε ἀθλήσας.
Θεοτοκίον.
Εὐλογημένη, Μῆτερ Χριστοῦ τοῦ Σωτῆρος, περιφρούρει καὶ σκέπε Σοὺς δούλους, ἄθλους εὐφημοῦντας, ἐνδόξου Αὐξεντίου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεῤῥῶς ἐν βασιλίδι, ἄρτι ὁ ἀθλήσας, καὶ καταισχύνας ἀπίστων τὰς φάλαγγας, ἡμῶν γεγένησαι φύλαξ ταχὺς Αὐξέντιε.
Ἰσχύσας τῶν ἀπίστων, καθελεῖν τὸ θράσος, σοῦ μαρτυρίου βασάνοις Αὐξέντιε, ἡμῶν ἐλαύνεις τοὺς πόνους, εὐχῶν ἰσχύϊ σου.
Αὐξήσας μαρτυρίου, πόθον σῇ συνέσει, καὶ σωφροσύνῃ θεόφρον Αὐξέντιε, ἡμῖν δεικνύεις ἀπαύστως ὁδὸν συνέσεως.
Θεοτοκίον.
Χαρᾶς καρδίας πλῆσον, κεχαριτωμένη, τῶν μελιῤῥύτοις ᾠδαῖς εὐφημούντων Σε, παραμυθίαν ὡς πάντων βροτῶν ἐν θλίψεσι.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις εὖχος πάνσεπτον τῆς Βελλᾶς, κλέϊσμα Ἠπείρου, Νεομάρτυς περικλεές, ὁ ἐν Βασιλίδι, τομὴν καθυπομείνας, σῆς θείας ἀγογγύστως, κάρας Αὐξέντιε.
Χαίροις ὁ αἰσχύνας Ἄγαρ υἱούς, σῇ λαμπρᾷ ἐνστάσει, καὶ αὐχένος σου ἐκτομῇ· χαίροις Νεομάρτυς, ὁ ἐκ Βελλᾶς Ἠπείρου, ὁρμώμενος στεῤῥόφρον, Μάρτυς Αὐξέντιε.
Χαίροις ὁ βασάνους παντοδαπάς, πτῶσιν σῶν ὀδόντων, διαστρέβλωσιν ὀφθαλμῶν, ῥαβδισμοὺς αἰκίας, εἱρκτὴν καὶ κεφαλῆς σου, καθυπομείνας τμῆσιν, μᾶκαρ Αὐξέντιε.
Ἔλυσας ἀπάτης Ἄγαρ υἱῶν, τὴν ἀχλὺν φωτί σου, καρτερίας ἐν τοῖς δεινοῖς, καὶ αἱμάτων ῥείθροις, Αὐξέντιε ἀλκίφρον, Νεομαρτύρων κλέος καὶ σεμνολόγημα.
Εὐθαρσῶς τὸ ὄνομα τοῦ Χριστοῦ, καθομολογήσας, πρὸ βλεφάρων Ἄγαρ υἱῶν, παρ’ Αὐτοῦ στεφάνους, εὐκλείας ἀϊδίου, ἀπείληφας ἀξίως, Μάρτυς Αὐξέντιε.
Ῥύου τοὺς ἱκέτας σου συμφορῶν, καὶ δολίου πλάνης, νέον σέμνωμα τῆς Βελλᾶς, καὶ ἀπαύστως φρούρει, τοὺς σὲ ὑμνολογοῦντας, ἑκάστοτε εὐήχοις, ὕμνοις Αὐξέντιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.







Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, ἀγωγῆς ὁ τρυφηλῆς, ἀποπλύνας ῥύπον εὐχαῖς σου, καὶ προγυμνάσας σαὐτόν, ἐλεημοσύναις σου, νηστείαις δάκρυσι, καὶ σαρκίου στερήσεσι, καὶ εἶτα χωρήσας, πρὸς στεῤῥὸν μαρτύριον, σεπτὲ Αὐξέντιε, ῥύπου, ἁμαρτίας ἱκέτας, κάθαρον τοὺς σοὺς ῥυπτικαῖς σου, προσευχαῖς πρὸς Κύριον τὸν εὔσπλαγχνον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου