ΙΑΝΟΥΑΡΙΟΥ 24!!
ΞΕΝΗΣ ΟΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ Κύριε ἐκέκραξα,
μετὰ τὴν α΄ στιχολογίαν τοῦ Μακάριος ἀνήρ, ἱστῶμεν στίχ. στ΄, καὶ ψάλλομεν
στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Μεταναστεύουσα
πρῴην τῇ διαθέσει Σεμνή, καὶ βεβαιοῦσα ἔργῳ τὸ κριθέν σοι ἐννοίᾳ ἐξῆλθες τῆς
ματαίας τῶν ἡδονῶν, Μακαρία λειότητος, καὶ ἀρετῶν τῇ τραχείᾳ εὐθυδρομεῖς,
ἀναβάσει ξενιτεύσασα.
Ἐν
τῷ λιμένι τοῦ θείου προσορμισθεῖσα ἰσθμοῦ, διαπερω κυμάτων τῶν τοῦ κόσμου τὸν
σάλον ψυχῆς δὲ σου τὸ πλοῖον ὅλον. Σεμνή, ἀδιάκλυστον φέρουσα, ἐξ ἡδονῶν τῆς
πικρίας, τῶν μυστικῶν ἀγωγίμων μένεις ἔμπλεως.
Θεοπρεπεῖ
τῇ μιμήσει σὺ ξενιτεύσασα, τοῦ δι’ ἡμᾶς ἐξ ἄνω πρὸς ἡμᾶς κατελθόντος, ὑψῶσαι
τοὺς πεσόντας, μένεις Σοφή, συγγενέσι μὲν ἄγνωστος, ἀλλ’ εὐσεβέσι γνωστός, ὡς
πρὸς τὸν Θεόν, Ξένη, πάντοτε πρεσβεύουσα.
Ἕτερα
δ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν
ἀμνάδα τιμήσωμεν, τὴν Χριστοῦ καλλιπάρθενον, ἡμῶν τὸ στερέωμα καὶ τὸ στήριγμα,
τῆς παρθενίας κειμήλιον, τὴν Ξένην τὴν πάνσοφον, ἀρετῶν ὑπογραμμὸν καὶ
θεόπνευστον κήρυκα καὶ συνόμιλον, τῶν ἀγγέλων φαιδραῖς χοροστασίαις, καὶ τῆς
ἄνω βασιλείας ἱερομύστην πανάριστον.
Ἐκ
δυσμῶν ἀνατέταλκας, ὡς ἀστὴρ φαεινότατος, καὶ ἡμᾶς αὐγάζεις τοῖς Σοῖς
χαρίσμασι, καὶ τὸν ἀρχέκακον δράκοντα, δεινῶς ἐτραυμάτισας τῇ δυνάμει τοῦ
Σταυροῦ, καὶ τὸν στέφανον εἴληφας τῆς ἀσκήσεως, καὶ θαυμάτων τὴν χάριν
δαψιλεύεις, τοῖς νοσοῦσι καὶ πρεσβεύεις πλημμελημάτων συγχώρησιν.
Τὴν
σωρὸν τῶν λειψάνων σου, τὴν τὰ μύρα πηγάζουσαν, ἀφθαρσίας νάματα καὶ
προχέουσαν, τοῖς εὐσεβῶς προσιοῦσί σοι, ἀπείρων ἰάσεων καὶ χαρίτων δαψιλῶς,
προσκυνοῦμεν καὶ σέβομεν εὐφημοῦντές σε, χαῖρε Μῆτερ ἡμῶν Ὁσία Ξένη, ἀθλοφόρων
καὶ Ὁσίων καὶ τῶν ἀγγέλων ὁμόσκηνε.
Δόξα
Πατρί. Ἦχος β΄.
Ταῖς
καλλοναῖς τῶν ἀρετῶν ἐλλαμφθεῖσα Πανόλβιε, καὶ τῷ ὕψει τῆς εὐσεβείας πτερουμένη
φερώνυμε εἰς οὐρανίους σκηνάς, κατέλιπας πατρίδα, γεννήτορας, πλοῦτον καὶ
δόξαν. Καὶ τῷ θείῳ ἐρωτι τῷ νυμφίῳ Χριστῷ ὅλης ἐκδεδωκυῖα, γεηρὸν νυμφίον
διέλαθες. Ὅθεν εἰς τὴν ξένην ὡς Ξένη ξενοτρόπως ξενιτεύσασα, καὶ τοῖς ἱδρῶσι τῶν
καμάτων ὄφιν τὸν πολυμήχανον δήσασα, ἄτρωτον σεαυτὴν διεφύλαξας. Διὸ καὶ τὰ
Μύλασσα σήμερον φαιδρύνεται τοὺς Σοὺς ἀγῶνας ὡς γέρα καρπούμενα καὶ τὴν θήκην
τῶν λειψάνων ὡς θησαυρὸν πολυτίμητον κεκτημένη ἡ πόλις σου ἀγάλλεται. Πρέσβευε
σὺν ταῖς δυσὶ θεραπαινίσι καὶ Παύλῳ τῷ θεοσοφῷ καὶ πρύτανι ὑπὲρ εἰρήνης τοῦ
κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Παρῆλθεν
ἡ σκιὰ τοῦ Νόμου τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο
καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες καὶ Παρθένος ἔμεινας. Ἀντὶ στύλου πυρὸς
δικαιοσύνης ἀνέτειλεν Ἥλιος. Ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ
ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον
ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν
βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς
θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς,
κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας
αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται
ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ
ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε
πιστοὶ τὴν καλλιπάρθενον καὶ ἄσπιλον Νύμφην τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ
ὕμνοις ἐγκωμίων εὐφημήσωμεν. Αὕτη γὰρ τὸν Σταυρὸν Αὐτῆς ἐπ᾿ ὤμων ἄρασα, τὰ ἴδια
κατέλιπε. Καὶ ὡς ἔλαφος διψῶσα ἀθανάτου μνηστῆρος, κατ’ ἴχνος ἠκολούθησε, ξένην
ἐννοήσασα ζωὴν ἐν οὐρανοῖς τὴν μενοῦσαν· καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν τῷ Σωτῆρι
καὶ Θεῷ, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β´.
Τὴν
τοῦ βίου περιφάνειαν, καταλιποῦσα ὡς πρόσκαιρον, ἐπτερώθης θείῳ ἔρωτι, πρὸς
δόξαν τὴν κρείττονα· καὶ τῷ Χριστῷ νυμφευθεῖσα, φθαρτοῦ νυμφίου κοινωνίαν,
ἐμφρόνως ἀπώσω, ἀπανθούσης μακρυνθεῖσα εὐκλείας· σὺ γὰρ ἐν κόσμῳ νεκρωθεῖσα,
πρὸς ζωὴν ὑπερκόσμιον, διὰ μεγίστων καμάτων, ἔσπευσας Μῆτερ· καὶ νῦν τυχοῦσα
τῆς ἐφέσεως, ἐν οὐρανίοις αὐλίζῃ θαλάμοις, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύουσα, Ξένη
παναοίδιμε.
Ἦχος
γ΄.
Ἡ
Ῥώμη ἐγκαυχᾶται σοῦ τοῖς σπαργάνοις, Ὁσία Ξένη ἀξιάγαστε· τὰ δὲ Μύλασσα τὸ Σὸν
κεκτημένα πανσέβαστον λείψανον ποταμοὺς ἐμπιπλῶνται ἰαμάτων. Διὸ καὶ οἱ πιστοὶ
συνελθόντες σήμερον ἐν τῇ μνήμῃ σου ἐπαξίως γεραίρομεν τῶν σῶν ἀγώνων τὰ
ἔπαθλα, δι’ ὧν ἐτροπώσω τὸν ἀρχέκακον ἐχθρόν, μοναζουσῶν τὸ κλέος καὶ τῶν παρθένων
καύχημα, θεοφόρε Ξένη.
Ἦχος
δ΄.
Τὸ
τοῦ νυμφίου σου Χριστοῦ ἐράσμιον κάλλος ἐπιποθήσασα, Ὁσία Ξένη Σεμνή, ἀνέδραμες
ὀπίσω Αὐτοῦ καθάπερ τρυπῶν ὡραιότατη, ἀρνησαμένη πᾶσαν κοσμικὴν ἀπάτην καὶ
σαρκικὸν μνηστῆρα, ἐν σκληραγωγίᾳ καὶ ἀσκήσει τῆς σαρκὸς τὸ φρόνημα
ἀπενέκρωσας. Διὸ καὶ ὁ Χριστὸς ἐν τῇ σεπτῇ σου κοιμήσει οὐρανόθεν σοὶ ἠμείψατο
τὸν στέφανον, δι’ ἀστέρων φαιδρῶν δεικνύων τοῖς πᾶσι τῶν ἀρετῶν σου τὴν
λαμπρότητα. Δι’ ὧν ἐκέκτησο κεχρυσωμένας πτέρυγας, πρὸς οὐρανὸν ἀνιπταμένη, ὡς
περιστερὰ ἀδιάφθορος πρεσβεύουσα ἀπαύστως ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ἦχος
πλ. α΄.
Δεῦτε
πάντες οἱ γηγενεῖς ἐγκωμίων ἄνθεσι καταστέψωμεν Χριστοῦ Ὁσίαν Ξένην τὴν
πάντιμον, καὶ οὕτω βοήσωμεν· χαίροις καλλιπάρθενε Κόρη καὶ ἀξιάγαστε, ὅτι
κατεπάτησας τοῦ Βελίαρ τὴν δύναμιν, καὶ παρίσταται δαφνηφόρος εἰς τὰς αὐλὰς τοῦ
Κυρίου σου, πρεσβεύουσα ἀεὶ ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὴν
τῶν παρθένων καλλονήν, μοναζουσῶν τὸ κλέος, ἀσκητριῶν τὴν εὐπρέπειαν, Μυλασσέων
τὸ καύχημα, Ξένην τὴν ἀξιέπαινον, δεῦτε πιστοὶ ἀνευφημήσωμεν, ὕμνοις ἐπαξίοις
τὴν μνήμην αὐτῆς πανηγυρίζοντες· Αὕτη γὰρ ὑπάρχει, φύλαξ καὶ προπύργιον ἡμῶν,
ῥυομένη ἡμᾶς ἀπὸ πάσης ζάλης καὶ τρικυμίας τῶν παθῶν καὶ ἀεὶ πρεσβεύει Χριστῷ
τῷ Θεῷ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Ὁ αὐτός.
Δέσποινα
πρόσδεξαι...
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητῶν ἀληθῶς.
Χαίροις,
τῆς ἀρετῆς ὁ κανών, τῆς εὐσεβείας τὸ εὐῶδες κειμήλιον, Μυλάσσων ἡ θεία δόξα,
καὶ τῆς Καρίας φωστήρ, καὶ τῆς Σηλυβρίας ἀγαλλίαμα, παρθένων τὸ κλέος, καὶ
ἀσκητῶν ἡ εὐπρέπεια. Ἐκκλησίας τε, καὶ τῆς πίστεως στήριγμα, Ξένη ἡ
παμμακάριστος, δαιμόνων τὸ φρύαγμα καὶ τῶν Ὁσίων τὸ κλέος καὶ ἀθλητῶν
ἐγκαλλώπισμα· πηγὴ σωτηρίας, τοῖς τιμῶσί σου τὴν μνήμην, καὶ ἀνυμνοῦσί σε.
Παύλῳ,
τῷ θεοσοφῷ σοφῶς, θείᾳ προνοίᾳ ἠκολούθησας πάνσεμνε, καὶ τούτου τὰς εἰσηγήσεις
καὶ τὰς ἐνθέους βουλάς, ἐν τῇ σῇ καρδίᾳ ἐθησαύρισας. Τὴν γῆν τῶν Μυλάσσων, ταῖς
ἀρεταῖς κατελάμπρυνας, καὶ τοῖς δάκρυσι, τὴν ψυχὴν καθηγίασας. Ὅθεν τὴν θείαν
μνήμην σου, φαιδρῶς ἑορτάζοντες, καὶ τῶν λειψάνων τὴν θήκην περιχαρῶς
ἀσπαζόμεθα. Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Χαίροις,
ἡ νοητὴ χελιδών, τὸ θεῖον ἔαρ ψυχῶν μελωδήσασα, νηστείαις καὶ ἀγρυπνίαις καὶ
προσευχαῖς συνεχῶς, ἰαμάτων ῥεῖθρα ἀναβλύζουσα· ψυχῶν καὶ σωμάτων ἀῤῥώστιας
διώκουσα, καὶ ἰωμένη τῇ δυνάμει τοῦ Πνεύματος. Μέμνησο καὶ τῶν δούλων σου, καὶ
δὸς ἡμῖν ἄνεσιν, λύσιν κακῶν καὶ κινδύνων καὶ πειρασμῶν ἀπομάκρυνσιν, παρθένων
ἡ δόξα, ἀσκητῶν τε καὶ Ὁσίων τὸ ἐγκαλλώπισμα.
Δόξα
Πατρί. Ἦχος πλ. δ΄.
Σήμερον
ἐπεφάνη ἡμῖν ἡ σεπτή σου μνήμη, Μῆτερ ἡμῶν ἀξιάγαστε κόρη, Ὁσία Ξένη· σὺ γὰρ
ὤφθης ἡμῖν κανῶν ἀρετῆς ἀκριβέστατος, καταλιποῦσα πατρίδα, γεννήτορας καὶ δόξαν
ἐπίκηρον διὰ ὄντως ζωὴν εὐαγγελικῶς κατηκολούθησας Χριστῷ τῷ Θεῷ, ᾧ καὶ ἐκ
νεότητος ἐπόθης συναυλίζεσθαι. Καὶ νῦν περιπολεύουσα ἐν οὐρανῷ, πρέσβευε σὺν
ταῖς δυσὶ θεραπαινίσι σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν
οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων.
Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον. Ἕτερον. Ἦχος
γ΄. Θείας πίστεως.
Ξένην
ἤνυσας, ζωὴν ἐν κόσμῳ, ξένην ἔσχηκας, προσηγορίαν, ὑπεμφαίνουσαν τῇ κλήσει τὸν
τρόπον σου. σὺ γὰρ νυμφίον λιποῦσα τὸν πρόσκαιρον, τῷ ἀθανάτῳ Ὁσίως
νενύμφευσαι. Ξένη ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Ἦχος
α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς
Ῥώμης τὸ θρέμμα, τῶν Μυλάσσων τὸ κόσμημα, τῆς Καρίας ἁπάσης καὶ Σηλυβρίας
ἀγλάϊσμα, τὴν Ξένην τιμήσωμεν ᾠδαῖς καὶ ᾄσμασιν ὑμνήσωμεν πιστῶς. Διὰ τοῦτο
ἀθροισθέντες ἐν τῷ Ναῷ βοῶμέν σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἀξιώσαντι ἡμᾶς πλούτει σε πάνσεμνε.
Ἕτερον. Ὅμοιον.
Τὴν
ξένην βιοτήν σου μεγαλύνων ὁ Κύριος, Ὁσία Μήτερ Ξένη θαυμαστῶς σὲ ἐδόξασε, καὶ
μέτοχον πλουσίων δωρεῶν, ὡς νύμφην σε ἀνέδειξεν Αὐτοῦ. Διὰ τοῦτο ἀναβλύζεις
χάριν ἀεί, τοῖς κράζουσί σοι πάνσεμνε· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Θεοτοκίον.
Τοῦ
Γαβριήλ...
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ὁ ὑψωθείς. Ἦχος δ΄.
Τῇ
θεοφόρῳ οἱ πιστοὶ νῦν προσέλθωμεν, οἱ ἐμπεσόντες τοῖς κακοῖς καὶ βοήσωμεν, ἐν
ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς, πρόφθασον βοήθησον Θεομύριστε Ξένη, τάχυνον
ἐκλύτρωσαι ἐκ παντοίων κινδύνων, καὶ εἰρηναίαν δώρησαι ζωήν, τὴν Σὴν γὰρ σκέπην
βεβαίαν κεκτήμεθα.
Δόξα
Πατρί. Καὶ νῦν. Θεοτοκίον.
Τῇ
Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν...
Εἰς
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ὁ ὑψωθείς.
Πεποικιλμένη
καλλοναῖς σῶν ἀγώνων, καὶ λαμπομένη ταῖς αὐγαῖς τῶν θαυμάτων, κύκλῳ νῦν
παρίστασαι τῷ Παντάνακτος Θρόνῳ. Ὅθεν ἱκετεύουσα μὴ ἐλλίπῃς, Ὁσία, ὑπὲρ ἡμῶν
τῶν δούλων σου τῶν ἐκ πόθου τελούντων καὶ εὐφημούντων σου τὴν ἱεράν, καὶ
φωτοφόρον πανήγυριν, ἔνδοξε.
Δόξα
Πατρί. Καὶ νῦν. Θεοτοκίον.
Οὑ
σιωπήσωμέν ποτε, Θεοτόκε...
Μετὰ
τὸν Πολυέλαιον. Κάθισμα γ΄. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Εὐφραίνεται
λαμπρῶς, Μυλασσέων ἡ πόλις, κατέχουσα τὸ Σὸν καλλιπάρθενε σῶμα, καὶ πόθῳ
ἑορτάζει σου τὴν πανέορτον κοίμησιν, ἣν περισῷζε ἐκ πειρασμῶν καὶ κινδύνων ταῖς
πρεσβείαις σου, Ὁσία Ξένη, Ὁσίων Μητέρων τὸ καύχημα.
Δόξα
Πατρί. Καὶ νῦν. Θεοτοκίον.
Μαρία
τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον...
Ἀντίφωνον. Ἦχος δ΄.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ...
Στίχ.: Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν...
Εὐαγγέλιον τῶν 10 παρθένων.
Μετὰ ὁ Ν΄.
Δόξα: Ταῖς τῆς θεοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος β΄.
Ἡ
ἐκ ψυχῆς τὸν Θεὸν ἀγαπήσασα, καὶ πάντα πλοῦτον καταλιποῦσα, καὶ νῦν ἐν ὑψίστοις
ἀγαλλομένη καὶ περιχορεύουσα· τῷ θρόνῳ τοῦ Θεοῦ, αἴτησαι καὶ ἡμῖν τὸν ἐλεήμονα
Θεὸν δωρηθῆναι τὸ μέγα ἔλεος.
Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τῆς Ὁσίας.
ᾨδὴ α' Ἦχος πλ. δ'. ᾌσμα ἀναπέμψωμεν λαοί.
Ξένον ὄντα πάσης ἀρετῆς, καὶ
μακρυνθέντα πράξεσιν, ἀπὸ Θεοῦ ἀτόποις, οἰκείωσόν με τούτῳ, εὐχαῖς εὐπροσδέκτοις
σου, Ξένη σεμνὴ Ὁσία, σοῦ τὸν ξένον βίον εὐφημοῦντα.
Πῦρ σε ἀναφλέξαν νοητόν, ὡς ὕλην
εὐκατάπρηστον, τὴν κοσμικὴν ἀπάτην, καὶ σαρκικὸν μνηστῆρα, ἀρνήσασθαι ἔπεισε,
γνώμῃ ἀνδρειοτάτῃ, καὶ Κυρίῳ ἀγνῶς μνηστευθῆναι.
Ξένην ἐννοήσασα ζωήν, ἐν οὐρανοῖς
τὴν μένουσαν, καὶ μὴ παρεχομένην τὴν κλῆσιν ὡς τὴν πρᾶξιν, ἠμείψω καὶ ἔδραμες, ἔλαφος
ὡς διψῶσα, ἀθανάτου κατ’ ἴχνος μνηστῆρος.
Θεοτοκίον
Ὕμνοις τὴν πανάχραντον πιστοί,
Μαρίαν εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν
εὔδιον λιμένα, τὴν τῶν πάντων πιστῶν σωτηρίαν.
ᾨδὴ γ'. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.
Κατακρατήσας ἔρως ὁ θεϊκός, τῆς ἁγνῆς
ψυχῆς σου, λήθην λαμβάνειν σε, τῶν τῆς ἀσκήσεως πόνων ἔπεισε, Σεμνὴ καὶ τῆς φύσεως.
Τοῦ ἀθανάτου μνηστῆρος καλλοναῖς,
ἡδομένη κάλλη σαρκὸς ἐμάρανας, καὶ ὤφθης, ὡραιοτάτη, θεῖον πρὸς νυμφῶνα σκηνώσασα.
Κεχρυσωμένας πτέρυγας ἀρετῶν
κτησαμένη ὕψος πρὸς οὐράνιον, ἐπέτασας Μακαρία, ὡς περιστερὰ ἀδιάφθορος.
Θεοτοκίον
Ἡ φωτεινὴ νεφέλη τοῦ νοητοῦ, καὶ
φαιδροῦ Ἡλίου τοῦ ἀνατείλαντος, ἐκ τῆς γαστρός σου Παρθένε, φώτισον τὰς ψυχὰς τῶν
ὑμνούντων σε.
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν δι’ οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς,
ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ Πανόλβιε, καὶ φθαρτὸν
νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον· ὅθεν ἐπὶ ξένης,
φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε.
Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω,
τὴν Ἁγίαν μνήμην σου.
Θεοτοκίον, ὅμοιον
Πειρασμοῖς πολυτρόποις περιπεσών,
ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ
ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος·
ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων
σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν Πανάγιον τόκον σου.
ᾨδὴ δ'. Ἐξ ὄρους κατασκίου.
Προῖκα τῷ Χριστῷ προσῆξας τὴν ἁγνείαν,
νέκρωσιν μελῶν, καὶ πόνους ἐγκρατείας, καὶ ἀντεδέξω οὐράνιον βασιλείαν, καὶ αἰωνίζουσαν
ἀπόλαυσιν.
Βρέχουσα στρωμνήν, τοῖς δάκρυσιν Ὁσία,
καὶ μετὰ σποδοῦ, ἐσθίουσα τὸν ἄρτον, τῆς παρακλήσεως ἔτυχες τῆς ἀγήρω, καὶ
Παραδείσου ἀπολαύσεως.
Τύπον σεαυτήν, καλῶν παρεχομένη,
εἵλκυσας πολλάς, ψυχὰς εἰς σωτηρίαν, ἀπορραγείσας τοῦ κόσμου τῆς προσπαθείας, Ξένη
θεόφρον ἀξιάγαστε.
Θεοτοκίον
Χαίροις παρ’ ἡμῶν, Ἁγία Θεοτόκε,
χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη
Θεοτόκε ἁγνή.
ᾨδὴ ε'. Τὸν ζόφον τῆς ψυχῆς μου διασκέδασον.
Ὡς δάμαλις ποθοῦσα, τοῦ ποιμένος
τὸ θεῖον κάλλος ἐκραύγαζες. Ποῦ νῦν ποιμαίνεις Νυμφίε; ποῦ κοιτάζῃ εἰπὲ μοι; ἐπιποθῶ
σου ἰδεῖν, τὴν ὑπερβάλλουσαν θέαν, καὶ φλέγομαι πάντοθεν.
Ἐράσμιον τὸ κάλλος, τὸ ἐμὸν βοᾷ ὁ
Νυμφίος, ζητοῦσα Σεμνή, ταῖς ἀρεταῖς λαμπρυνθεῖσα, εἰς οὐρανοὺς με σκόπει· ἐκεῖ
ποιμαίνω ἐγώ, καὶ τὰ ἐμὰ προσκαλοῦμαι, ἑκάστοτε θρέμματα.
Τρυγὼν ὡραιοτάτη, χελιδὼν λαμπροτάτη,
καὶ νοητὴ ἀηδών, τῶν ἰξευτῶν διαδρᾶσα, τῶν νοητῶν παγίδας, ἐδείχθης Ξένη σεμνή,
καὶ ἐναπόθετον κάλλος, Χριστοῦ ἀξιάγαστε.
Θεοτοκίον
Ἀμήτορα τῶν ἄνω, ἐπ’ ἐσχάτων τοῖς
κάτω τίκτεις ἀπάτορα, οὐσιωθέντα Παρθένε, τὸ ἡμέτερον ὅλον, δι’ εὐσπλαγχνίαν
πολλήν, ὃν ἐκδυσώπει σωθῆναι, φθορᾶς τούς ὑμνοῦντάς σε.
ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ.
Τὴν ξένην σου βιοτήν, καὶ ὑπὲρ ἄνθρωπον
ἄσκησιν, δοξάζων ὁ διὰ σέ, ξενιτεύσας ἔνδοξε, σημείοις καὶ τέρασι, παραδόξοις, ὄντως,
σὲ Ὁσία κατεκόσμησε.
Τὸν ξενωθέντα μακράν, τῶν ἐντολῶν
τοῦ Θεοῦ ἡμῶν, οἰκείωσόν με ταῖς σαῖς, Ὁσία δεήσεσι, καὶ ξένον με ποίησον, τῆς
δεινῆς γεέννης, καὶ παθῶν συνεχόντων με.
Τῷ κύκλῳ τῶν ἀρετῶν, καταστεφθεῖσα
ἀνέδραμες, πρὸς ὃν ἐπόθεις Χριστόν, κύκλου δι’ ἀστέρων σε, ὑπὲρ νοῦν μηνύοντος,
τοῖς ἐγγὺς καὶ πόρρω, ξενοτρόπως Ξένη ἔνδοξε.
Θεοτοκίον
Ὁ νώτοις χερουβικοῖς ἀπεριγράπτως
καθήμενος, περιγραπτὸς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε, σαρκὶ οὐ θεότητι, καὶ ἐκ σοῦ
προῆλθε, διασῴζων τὸ ἀνθρώπινον.
Τὸ
Κοντάκιον.
Ταῖς
ὑπερφώτοις καλλοναῖς λαμφθεῖσα, ἔνδοξε, κατεδουλώθης τὴν ψυχὴν τῷ θείῳ ἔρωτι,
καὶ πάντα κατεμάρανας πάθη τῆς σαρκός σου· ὅθεν γέγονας Τριάδος θεῖον τέμενος,
καὶ παρίστασαι Αὐτῇ ἀεὶ κραυγάζουσα τῶν βοώντων σοι· χαίροις Μῆτερ Πανόλβιε.
Ὁ
Οἶκος.
Ἄγγελος
καθωράθης ἐπὶ γῆς τοῖς ἀνθρώποις ὡς ἄϋλὸς βιώσασα Ξένη· ἰσάγγελον γὰρ πολιτείαν
ἐπὶ γῆς σαφῶς ἐπεδείξω πάνσεμνε, τοὺς πάντας καταπλήττουσα καὶ προτρέπουσα βοᾶν
σοι ταῦτα·
Χαῖρε,
τῆς Ἐκκλησίας διαυγέστατη σελήνη·
χαῖρε,
τῆς εὐσεβείας ἡ λαμπροστάτη σαγήνη.
Χαῖρε,
τὸ τῆς Ῥώμης σεπτὸν ἐγκαλλώπισμα·
χαῖρε,
τὸ τῶν Μυλάσσων εὐκλεὲς περιήχημα.
Χαῖρε,
ἡ κορωνὶς Ἀσκητῶν καὶ Ὁσίων·
χαῖρε,
ἡ βασιλὶς τῶν ἀθλούντων γυναίων.
Χαῖρε,
ἡ σεπτὴ μυροθήκη τοῦ Πνεύματος·
χαῖρε,
ἀρετῆς κανὼν ἀκριβέστατος.
Χαῖρε,
τῆς ἡσυχίας τὸ ἄνθος τὸ εὔοσμον·
χαῖρε,
τῆς ἀκτησίας ὁ πλοῦτος ὁ ἔντιμος.
Χαῖρε,
ἡμῶν ἡ κραταιὰ προστασία·
χαῖρε,
τῶν αὐτῶν πρὸς Θεὸν θερμὴ πρεσβεία.
Χαίροις
Μῆτερ Πανόλβιε.
Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας
Μητρὸς ἡμῶν Ξένης, καὶ τῶν
δύο αὐτῆς θεραπαινίδων.
Ἀποξενοῦται τοῦδε τοῦ βίου
Ξένη,
Οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνήσκουσιν ἄμφω τῆς Ξένης αἱ
δουλίδες,
Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Εἰκάδι οὐρανοῦ εἰς ξενίην
Ξένη ἦλθε τετάρτῃ.
Ἡ μακαρία αὕτη καὶ ἀοίδιμος Ξένη ἐκ τῆς μεγαλοδόξου γέγονε πόλεως
Ῥώμης, γένους ἐντίμου καὶ ζηλωτοῦ. Τῶν οὖν γεννητόρων αὐτῆς, γάμῳ ταύτην
ἐκδοῦναι βουλομένων, καὶ τῶν κατὰ τὸν γάμον πάντων εὐτρεπισθέντων, ἐξ αὐτῆς τῆς
παστάδος, μεθ᾿ ἑτέρων γυναικῶν, δύο παιδισκῶν, ἀποφυγοῦσα, καὶ διὰ θαλάσσης τὴν
πορείαν ποιησαμένη, ἄλλους ἀμείψασα τόπους, τὴν πόλιν τῶν Μυλασσῶν κατέλαβε.
Μᾶλλον δὲ παρὰ τοῦ θεσπεσίου Παύλου τοῦ Μοναχοῦ (ὃς αὐτῇ θεόθεν, ἐν Ἀλεξανδρείᾳ
φανείς, ὁδηγὸς γέγονε τῶν κρειττόνων), εἰς τὴν τοιαύτην πόλιν κατέστη. Ἔνθα μικρὸν
εὐκτήριον ἐπ᾿ ὀνόματι τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου πηξαμένη, ἅμα ταῖς δυσὶ
θεραπαινίσι, καί τινων ὀλίγων Παρθένων συνελθουσῶν, πολλὴν ἄσκησιν ἐπεδείξατο,
διὰ πάσης καρτερίας καὶ ἀποχῆς τῶν κατ᾿ αἴσθησιν ἡδονῶν, εἰς τὴν οὐράνιον
ἑαυτὴν ἄγουσα πολιτείαν.
Καλῶς οὖν διεξελθοῦσα τὸν βίον, μετὰ τὴν ὁσίαν ἐκείνην καὶ
μακαρίαν τελευτήν, ἄνωθεν ἔσχε τὴν μαρτυρίαν. Καὶ γὰρ μεσούσης ἡμέρας, ἡλίου
κατὰ γῆν φωτίζοντος, δι᾿ ἀστέρων ὤφθη Σταυρός· ὃν συνέκλειε, καὶ εἰς τὸ μέσον
συνεῖχεν ἕτερος ἀστέρων χορός, ὡς δοκεῖν στέφανον αὐτὸν εἶναι τῆς μακαρίας, τῆς
μακρᾶς ἕνεκα νηστείας καὶ ἀγρυπνίας καὶ ἀφθορίας ἀντιδοθέντα αὐτῇ πρὸς Θεοῦ.
Καὶ τοῦτο δῆλον, ὅτι τῇ τοῦ λειψάνου ταύτης ὑπὸ γῆν ἀποθέσει, οὐκέτι θεατὸς ἦν
ὁ τῶν ἀστέρων χορός τε καὶ κύκλος. Ἐγνώσθη δὲ τὰ κατὰ τὴν Ὁσίαν, μιᾶς τῶν
θεραπαινίδων αὐτῆς, ἐν τῷ μέλλειν τελευτᾶν, διηγησαμένης τὴν τῆς μακαρίας
πατρίδα, καὶ τὸ τοῦ γένους ἐπίσημον, καὶ τὴν ἐκ γονέων προσηγορίαν. Εὐσεβεία
γὰρ ἐκαλεῖτο· καὶ ὅτι λαθεῖν σπουδάζουσα, Ξένην ἑαυτὴν ἐπωνόμασεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Παυσίριον καὶ Παῦλον ἄμφω
συγγόνους,
Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ
ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν Βασιλέων, καὶ
Ἀρειανοῦ ἡγεμόνος, ἐν Κλεοπάτριδι τῆς Αἰγύπτου, ἀδελφοὶ κατὰ σάρκα. Ὑπῆρχον δὲ
χρόνων, ὅτε κατεσχέθησαν, ὁ μὲν Παῦλος τριάκοντα ἑπτά, ὁ δὲ Παυσίριος πέντε καὶ
εἴκοσιν, ἐκ νεαρᾶς ἡλικίας τό σχῆμα τῶν Μοναχῶν περιβεβλημένοι. Μαθὼν δὲ τῆν κατάσχεσιν
αὐτῶν Θεοδοτίων, ὁ ἀδελφὸς αὐτῶν, καταλιπὼν τὰς ἐν ὄρεσι διατριβὰς τῶν ληστῶν
(ἦν γὰρ τρόπων αὐτοῖς κοινωνῶν), ἦλθε θεάσαθαί τε αὐτοὺς ἅμα καὶ ἀσπάσασθαι.
Καὶ ἰδὼν ἀνακρινομένους αὐτούς, προσεγγίσαι μὲν οὐκ ἐτόλμησεν· ἔν τινι δὲ
γενόμενος τόπῳ, καθ᾿ ἑαυτὸν ἐλογίζετο, ποίας ἄρα τεύξονται κληρουχίας οἱ
ἀδελφοί. Καὶ διαθερμανθείς, ὑπέστρεψε, καὶ ὡμολόγησεν ἑαυτὸν Χριστιανόν,
ἐνώπιον Ἀρειανοῦ τοῦ τυράννου· καὶ ἐπιπηδήσας, κατέβαλεν αὐτὸν τοῦ θρόνου.
Εὐθέως οὖν ἥλοις πυρωθεῖσι κατὰ τῶν πλευρῶν διελαύνεται, ἔτι δὲ καὶ κατὰ τῆς
γαστρός· καὶ τὸ τοῦ βίου δέχεται τέλος, ξίφει τὴν κεφαλὴν τμηθείς· Παῦλος δὲ
καὶ Παυσίριος ἐν ποταμῷ βληθέντες, διήνυσαν τὸ μαρτύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου,
τῶν μαθητῶν αὐτοῦ.
Πρὶν Βαβύλας ἤθλησε κατὰ
δαιμόνων,
Ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Τὸν Ἀγάπιον συνάμα Τιμοθέῳ
Σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.
Σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.
Οὗτος ὁ Ἅγιος Μάρτυς Βαβύλας, εὐγενὴς ὤν, κατὰ τὸν μέγαν Ἰώβ, ἐκ
τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν, γεννᾶται ἐξ εὐγενῶν καὶ φιλοθέων γεννητόρων ἐν τῇ
ἐπισήμῳ Θεουπόλει (τὴν μεγάλην Ἀντιόχειαν ἴσως ἐννοεῖ). Καὶ παιδευθεὶς ἐν αὐτῇ
ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ τὰ ἱερὰ γράμματα, εἰς Θεὸν τάχιον
ἀναφέροντα, ἐπιμελῶς ἐκδιδαχθείς, καὶ ἐκ νεαρᾶς ἡλικίας ποθήσας τὸν Χριστόν,
ἐμίσησε τὸν κόσμον· καὶ τάχιον τῶν γονέων ἀποῤῥαγείς, διεσκόρπισε τὸν πλοῦτον
εἰς πτωχοὺς καὶ χήρας καὶ ὀρφανούς. Καὶ ἀποτινάξας ἑαυτὸν πάσης βιωτικῆς ἰλύος,
ἀνελθὼν πρὸς τὸ ὄρος ἡσύχαζεν, ἔχων μεθ᾿ ἑαυτοῦ καὶ τοὺς δύο μαθητάς αὐτοῦ,
Ἀγάπιον καὶ Τιμόθεον. Γενόμενος δὲ καὶ Ἱερεύς, ἀξίως τὸ τῆς ἱερωσύνης ἀξίωμα
ἐτίμησεν.
Ἐπεὶ δὲ ἀπειθεῖς καὶ αἱμοβόροι Ἕλληνες ἔσπευδον καταπροδοῦναι
τοῦτον τοῖς ἄρχουσιν, ἀφεὶς τὴν Ῥώμην, κατέλαβε τὴν Σικελίαν σὺν τοῖς δυσὶ
μαθηταῖς αὐτοῦ. Καὶ χρονοτριβήσας ἐκεῖσε, πολλοὺς τῇ ἐνοικούσῃ αὐτῷ χάριτι
κατεφώτισεν, εἰς θεογνωσίαν μεταβιβάσας. Ἀλλ᾿ ἐπεὶ πόλις οὐ δύναται κρυβῆναι,
ἐπάνω ὄρους κειμένη, ὡς γέγραπται, οὐδὲ αὐτὸς διέλαθε τὸν ἐκεῖσε Ἄρχοντα. Διὸ
καὶ κρατήσας αὐτόν, σὺν τοῖς δυσὶ μαθηταῖς αὐτοῦ, ὡς εἶδε μετὰ παῤῥησίας
ὁμολογήσαντας τὸν Χριστόν, Θεὸν ἀληθινόν, πρῶτον μὲν ἔτυψε, μάστιγας διαφόρους
ἐπιθεὶς αὐτοῖς, καὶ καταπορφυρώσας τὰ σώματα αὐτῶν. Ἔπειτα δέ, κατὰ πόλιν
περιάγων αὐτούς, ποικιλοτρόπως καὶ ἀπανθρώπως ᾔκιζε, πῇ μέν, τὰς τῆς Σικελίας
πόλεις ἐκφοβῶν δι᾿ αὐτῶν, πῇ δέ, ἴδιον πάθος ἐκπληρῶν διὰ τῆς μαρτυρίας αὐτῶν.
Οἱ δὲ Ἅγιοι Μάρτυρες ἐνισχύοντο, εἰς τὰ αἰώνια ἀποβλέποντες ἀγαθά. Τῇ δὲ
ὑστεραίᾳ, τοῖς ξίφεσι κατασφάξας αὐτούς, εἰς πῦρ ἐναπέῤῥιψεν. Οὐκ ἐλυμήνατο δὲ
τοὺς ἀληθεῖς Χριστοῦ στρατιώτας τὸ καθόλου τὸ πῦρ, ἀλλὰ σῴους καὶ ἀσπίλους
διεφύλαξεν· οὓς καὶ λαβόντες πιστοί τινες, ἐν τῇ αὐτῇ νήσῳ τῆς Σικελίας ἀξίως
ἐκήδευσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς
ἡμῶν Μακεδονίου.
Μονῶν ἀπείρων πατρικῆς σῆς
οἰκίας,
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.
Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Μακεδόνιος, παλαίστραν εἶχε καὶ
στάδιον τὰς τῶν ὀρέων κορυφάς, οὐκ ἐφ᾿ ἑνὸς ἱδρυμένος χωρίου, ἀλλὰ νῦν μὲν
τούτῳ ἐνδιαιτώμενος, νῦν δὲ εἰς ἐκεῖνο μεταβαίνων, ἐν Φοινίκῃ, Συρίᾳ, καὶ
Κιλικίᾳ. Ἐποίει δὲ τοῦτο, τῶν εἰς αὐτὸν συντρεχόντων ἐκφεύγων τὴν ὄχλησιν.
Τεσσαράκοντα οὖν καὶ πέντε ἔτη διετέλεσεν οὕτως, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ,
ἀλλ᾿ ἐν ὀρύγματι βαθεῖ τὴν στάσιν ἔχων. Πρεσβύτης δὲ γενόμενος, εἷξε τοῖς
ἱκετεύουσι, καὶ καλύβην ἐπήξατο. Ὕστερον δὲ οἰκιδίοις οὐκ οἰκείοις, ἀλλ᾿
ἀλλοτρίοις ἐχρήσατο. Πέντε δὲ καὶ εἴκοσι διετέλεσεν ἔτη, τῇ καλύβῃ καὶ τοῖς οἰκίοις
διαιτώμενος· ὡς συνάγεσθαι τοὺς χρόνους τῶν ἀγώνων αὐτοῦ εἰς ἑβδομήκοντα, κριθῇ
καὶ ὕδατι ἐπὶ χρόνοις τεσσαράκοντα τρεφόμενος. Ὕστερον δὲ νόσῳ περιπεσών, ἄρτου
μικρῷ κλάσματι ἐτρέφετο καὶ ὕδατι.
Οὗτος ὁ θαυμάσιος, θαυματουργὸς γενόμενος μέγας, δαίμονας ἐξ
ἀνθρώπων ἀπήλασε, καὶ νοσήματα παντοῖα ἐθεράπευσε, καὶ ἄλλα οὐκ ὀλίγα ἐποίει
παράδοξα. Τούτῳ ποτὲ γυναῖκα προσήγαγον, πλεῖστα εἰς ὑπερβολήν, ἐξ ἐπηρείας
δαιμόνων, ἐσθίουσαν· καὶ πολλὰ περὶ αὐτῆς τῶν οἰκείων θρηνούντων, παρεκάλουν οἱ
προσαγαγόντες τὸν Ἅγιον· ὁ δὲ προσευξάμενος, παρεσκεύασεν αὐτὴν κατὰ φύσιν
ἐσθίειν. Λέγεται δὲ τριάκοντα ὄρνεις ἐσθίειν κατοικιδίους· διὰ δὲ προσευχῆς τοῦ
Ἁγίου, μηδὲ τὸ ἥμισυ δαπανῆσθαι δύνασθαι. Καὶ τῷ Θεῷ γνησίως καὶ ἐπιμόνως
δουλεύσας ἐπὶ χρόνοις ἑβδομήκοντα, ἀπῆλθε πρὸς Κύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ
τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Στεφθεὶς Ἀναστάσιε τῶν ἄθλων
χάριν,
Παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
Παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
Τοῦ Βασιλέως Ἡρακλείου ἀπελθόντος ἐν Περσίδι, καὶ τοῦ Χοσρόου
ἀποθανόντος, μοναχός τις ἐκ τῆς μονῆς τοῦ Μάρτυρος, ἰδὼν τὸν στρατὸν τοῦ
Βασιλέως ἐχάρη, καὶ ἦν μετὰ τοῦ τῶν Χριστιανῶν λαοῦ, ὡς ὑποστρεφόντων εἰς τὰ
ἴδια. Ἐλθὼν δὲ εἰς τὸν Ἡγούμενον αὐτοῦ, ἀπεκόμισεν αὐτῷ τὸ κολόβιον (μανδύαν)
τοῦ Μάρτυρος, καὶ διηγήσατο αὐτῷ, ὅτι ἐν Περσίδι δαιμονῶντα ἰάσατο περιβαλόντα
αὐτό. Καὶ ὁ μὲν Ἡράκλειος, ἐν τῷ εἰκοστῷ ἔτει τῆς αὐτοῦ βασιλείας, ἀνεκόμισεν
εἰς Ἱερουσαλὴμ τὸ τίμιον Ξύλον. Ἐπίσκοπος δέ τις ἀποσταλεὶς παρὰ τοῦ
Ἀρχιεπισκόπου τῶν εἰς Περσίδα Ῥωμαϊκῶν μερῶν, ἀνελάβετο τὰ λείψανα τοῦ Ἁγίου,
καὶ ἀνεκόμισεν εἰς Καισάρειαν· καὶ ἐκεῖ δόντες μικρὰν μερίδα, τὸ λοιπὸν
κατέσχον. Ἡ δὲ τιμία κεφαλὴ τοῦ Μάρτυρος, καὶ ἡ εἰκὼν προσκυνεῖται παρὰ τῶν
πιστῶν ἐν τῇ μεγάλῃ καὶ παλαιᾷ Ῥώμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμογένους καὶ Μηνᾶ·
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Φίλωνος, Ἐπισκόπου
γενομένου τοῦ Καλπασίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Φιλίππου Πρεσβυτέρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύο αὐτοῦ ἀδελφῶν.
Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος
εἷς συσχὼν πόθος,
Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.
Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται.
Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος
αὐχένα.
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.
Τίς τοὺς μακρούς σου Ζωσιμᾶ
φράσει πόνους;
Καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη;
Καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη;
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ Ταύρου.
Ἐμή σε γλῶσσα κήρυξ πῶς ἄν
αἰνέσῃ,
Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Νεοφύτου τοῦ
Ἐγκλείστου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος.
Ἔχει σε τύμβος, ἀλλὰ μέχρι
σαρκίου,
Καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Χρυσοπλοκής.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν Ἁγίων τῆς Ἱ. Μ. Φιλοθέου τοῦ Ἁγίου Ὄρους· Φιλοθέου, πρωτίστου δομήτορος τῆς
ἱερᾶς ταύτης ἐπωνύμου αὐτοῦ Μονῆς· Θεοδοσίου ἡγουμένου ταύτης καὶ Μητροπολίτου
Τραπεζοῦντος· Διονυσίου καὶ Συμεῶν ἡγησάντων αὐτῆς· Δομετίου τοῦ ἡσυχαστοῦ καὶ
σημειοφόρου· Δαμιανοῦ, μαθητοῦ αὐτοῦ καὶ Ὁσιομάρτυρος· καὶ Κοσμᾶ τοῦ
Ἰσαποστόλου καὶ Ἱερομάρτυρος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς
ἡμῶν Ξένης τῆς Ῥωσσίδος,
τῆς διὰ Χριστὸν σαλῆς.
Ξένον
βίον ζήσασα ἐν κόσμῳ Ξένη,
Ξένων
δωρεῶν παρὰ Θεοῦ μετέσχες.
Αὕτη ἧν Ῥωσὶς καὶ ἔζησεν ἐν Πετρουπόλει, τῷ 18ῳ αἰῶνι. Συνεχεύχθη
ἀνδρί, οὗ ἡ κλῆσις Ἀνδρέας, μεθ’ οὗ ὀλίγῳ χρόνῳ συνέζησεν, αἰφνιδίῳ γὰρ οὗτος
θανάτῳ τὸ ζῆν ἀπέλιπε, καὶ τότε αὕτη ἐβουλεύσατο ἀκολουθῆσαι Κυρίῳ, καὶ ζῆσαι
βίον ἀσκητικὸν ἐν μωρίᾳ ἐπιπλάστῳ. Διανείμασα καλῶς τὸν προσόντα πλοῦτον,
ἤρξατο τῶν πνευματικῶν ἀγώνων. Καὶ δὴ περιβληθεῖσα εὐτελῆ ἱμάτια, ἤ κάλλιον
εἰπεῖν ῥάκη, ἔζη βίον ἀσκητικὸν ἐν ταλαιπωρίᾳ καὶ νηστείαις καὶ διηνεκέσι
προσευχαῖς, καὶ ἐν ὑποκρίσει μωρίας περιέκρυβε τὴν ἑαυτῆς ἀρετήν. Τίς δύναται
διηγήσασθαι οὕς ὑπέστη πόνους, καὶ καμάτους, ἐν πολλῇ πτωχείᾳ ἡ μακαρία; Ἐν
περιόδοις ἀφορήτου χειμῶνος, ὑπέμεινεν ὡς ἀδάμας τὸν δριμύτατον κρυμὸν καὶ
παγετόν, ὑμνοῦσα καὶ δοξολογοῦσα τὸν Κύριον, καὶ ὡς ἔξηχος ἐν ταῖς ὁδοῖς καὶ
ῥύμαις περιάγουσα τῆς Πετρουπόλεως. Διὸ πλουσίας ἠξιώθη παρὰ Κυρίου χάριτος, προλέγειν
τὰ μέλλοντα καὶ προβλέπειν τὰ μακράν. Καὶ μετὰ τὴν ὁσίαν αὐτῆς τελευτήν, πηγὴ
ἰαμάτων ἀναδέδεικται ὁ ἱερὸς αὐτῆς τάφος, τῇ ἐπισκιάσει τοῦ Παναγίου Πνεύματος.
Πᾶς γὰρ ὁ πίστει προστρέχων, λαμβάνει τὸ αἰτούμενον, δοξάζων τὸν Κύριον, καὶ
διαπρυσίως κηρύττων, ἥν δέδωκε χάριν τῇ θεραπαίνῃ Αὐτοῦ Ὁσίᾳ Ξένῃ· ὄντως
θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις Αὐτοῦ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείας, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ.
Τοῖς σπαργάνοις ἡ Ῥώμη ἐκκαυχᾶται,
ἡ δὲ Μύλασσα πλέον τοῖς λειψάνοις, ἐξ ὧν πηγάζεις θαύματα, τοῖς πιστοῖς Θεονύμφευτε.
Ποταμὸς ἀνεδείχθης ἰαμάτων, παθημάτων
θαλάσσας κατακλύζων, τῶν μελῳδούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.
Κατεκοίμισας πάθη ψυχοφθόρα, ἐν
πολλαῖς ἀγρυπνίαις Μακαρία, καὶ τὸν δικαίοις ὕπνον ὕπνωσας, ὑπὲρ τοῦ κόσμου
πρεσβεύουσα.
Θεοτοκίον
Τὸν ἐκ σοῦ σαρκωθέντα ὑπὲρ λόγον,
δυσωποῦσα μὴ παύσῃ Θεοτόκε, ἐκ τῶν παγίδων ῥύσασθαι, τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ η'. Ὁ στεγάζων ἐν ὕδασι.
Ἁρμοσθεῖσα γέγραπται, ἑνὶ ἀνδρὶ τῶ
Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν εὐσεβῶς, ἤσκησας Ἔνδοξε, καὶ πρὸς θάλαμον
θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας.
Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη
Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα· σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε· σοὶ τοὺς ὄμβρους
προσφέρω τῶν δακρύων· σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας.
Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὂν ἐφετόν,
ἐδοξάσθης Κόρη δεδοξασμένῳ κολληθεῖσα Χριστῷ· σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων,
τῷ Σωτῆρι σὲ μιμησαμένων, μεθ’ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας.
Θεοτοκίον
Μονὴν σε ἐξελέξατο, καὶ καλλονὴν Ἰακώβ,
τοῦ Πατρὸς ὁ Λόγος, καὶ σοῦ ἐν μέσῳ κατεσκήνωσε· καὶ ὡς ηὐδόκησεν, ὑπὲρ πάντας ὡραῖος,
τοὺς ἀνθρώπους Πάναγνε προῆλθε, τὴν ἀμαυρωθεῖσαν, ἡμῶν καθᾶραι φύσιν.
ᾨδὴ θ'. Εὐλογητὸς Κύριος.
Δι’ ἀσθενείας Ἔνδοξε, τὸν ἀνίσχυρον
ἐχθρόν, ἐτροπώσω ξένην μετελθοῦσα ζωήν, καὶ πάθη σαρκὸς θανατώσασα· καὶ νῦν οὐρανοὺς
περιπολεῖς, ἔνθα τὸ σὸν ὑπῆρχεν, ἀληθῶς πολίτευμα, ὡς Ἁγνὴ Παρθένος.
Εὐλογητὸς Κύριος, ὁ λιμένα γαληνόν,
ἰαμάτων δείξας τὴν σεπτήν σου σορόν, τοῖς ἀεὶ κινδυνεύουσι πελάγει, καὶ ζάλῃ τῶν
παθῶν, Μοναζουσῶν τὸ κλέος, καὶ Παρθένων καύχημα, θεοφόρε Ξένη.
Τῶν ἐφετῶν τὸ ἀκρότατον, καθαρώτερον
ὁρᾷς, θεουμένη λάμψεσι ταῖς θείαις Ἁγνή· Ὁρᾷς δὲ ἃ βλέπουσιν Ἄγγελοι· χορεύεις
σὺν πᾶσιν ἐκλεκτοῖς ἁμαρτημάτων λύσιν, αἰτουμένη πάντοτε, τοῖς σὲ εὐφημοῦσιν.
Ὡς παρθενίας τέμενος, ὡς ἁγνὴν
περιστεράν, ὡς τρυγόνα ἄμωμον, ὡς νύμφην Χριστοῦ, ὡραίαν καλὴν σε καὶ ἄμεμπτον,
ὡς ἄγαλμα θείων ἀρετῶν, ὡς κῆπον κεκλεισμένον, οἱ πιστοὶ γεραίρομεν, θεοφόρε Ξένη.
Θεοτοκίον
Ῥήμασι σοῖς ἑπόμενοι, γενεαὶ τῶν
γενεῶν, Μαρία σε μακαρίζομεν ἀεί· Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἐκύησας ἄχραντε Ἁγνή,
τὸν πάντας μακαρίους, τοὺς αὐτῷ δουλεύοντας ἀψευδῶς ποιοῦντα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη
πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας·
τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι
βροτοὺς ἐκ Παρθένου.
Ἕτερον.
Ὅμοιον.
Τὴν
Ξένην ἀνυμνήσωμεν, Χριστοῦ τὴν Καλλιπάρθενον καὶ τὴν Ἀμνάδα Κυρίου, τὴν
χαριτόβρυτον Κόρην, Ἀγγέλων ἰσοστάσιον ἀνθρώπων φυλακτήριον, φυγαδευτῆρα
δαιμόνων, ὑπὲρ ἡμῶν γὰρ πρεσβεύει ἀδιαλείπτως Κυρίῳ.
Θεοτοκίον, ὅμοιον
Ὡράθης ὑπερέχουσα, τῶν Ποιημάτων
Δέσποινα, σαρκὶ τεκοῦσα Παρθένε, Θεὸν τῶν ὅλων καὶ Κτίστην, οὗ τῷ Σταυρῷ ῥωννύμεναι,
γυναῖκες αἱ θεόφρονες, νεανικῶς ἠρίστευσαν, μεθ' ὧν σε πάντες ὑμνοῦμεν, εὐλογημένη
Μαρία.
Εἰς
τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Οἱ
τῶν Μυλάσσων νῦν παῖδες, τοῦδε συνδράμετε, ἰδεῖν τῆς Πολιούχου, τὸ πανάγιον
σώμα, ταμεῖον γὰρ ὑπάρχει τῶν ἀρετῶν, καὶ μυροθήκη τοῦ Πνεύματος· πανευλαβῶς
οὖν ἀσπάσασθε τὴν σωρόν, τῆς παρθένου καὶ ἀμώμου μητρός. (Δίς).
Ξένην
τὴν θείαν ἀξίως νῦν μακαρίσωμεν, τὸ βλάστημα τῆς Ῥώμης, τῶν Μυλάσσων τὸ κλέος,
Καρίας τε ἁπάσης τὴν χαρμονήν, καὶ Σηλυβρίας ἀγλάϊσμα, ὑπὲρ ἡμῶν πρεσβεύει τῷ
Λυτρωτῇ, δοῦναι λύσιν τῶν πταισμάτων ἡμῶν.
Τῆς
ἀρετῆς τὸν ἀγῶνα ὄντως διήνυσας, ἐπὶ τῆς γῆς Ὁσία, ὥσπερ ἆθλος οὖσα, σέβει τε
τὰ θεῖα διηνεκῶς τοὺς ἀνθρώπους διδάξασα, καὶ τὴν οὐράνιον δόξαν ἐπιποθεῖν, διὰ
τοῦτο ἠξιώθης αὐτῆς.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
τῆς Καλλιπαρθένου τὴν κοίμησιν φαιδρῶς πανηγυρίσωμεν. Δεῦτε καὶ χορείαν
στησώμεθα ᾄσμασιν ἐγκωμίων γεραίροντες τὸ σεπτὸν καὶ μυροβόλον σῶμα τῆς
πολιούχου ἡμῶν. Ὡς ἥλιος γὰρ ἐξήστραψε τῇ λάμψει τῶν ἀρετῶν καὶ πᾶσαν τὴν
Καρίαν ἐνέπλησε θαυμάτων. Ὡς ἄγγελος χορεύει ἐν οὐρανοῖς σὺν ταῖς δυσὶ
θεραπαινίσι, καὶ τοῦ Βελίαρ τὴν δύναμιν ἐπὶ τῆς γῆς κατεστόρεσε. Δεῦτε
φιλέορτοι μυστικῶς Αὐτὴν πανηγυρίσωμεν λέγοντες· Χαίροις, Παράδεισε, ὁ τὰ μύρα
βλύζων καὶ τὰς ψυχὰς εὐωδίας πληρῶν. Χαίροις τῆς Ῥώμης τὸ βλάστημα, τῶν
Μυλάσσων τὸ ἀγαλλίαμα καὶ πάσης τῆς Καρίας τὸ ἐγκαλλώπισμα. Χαίροις, ὅτι τὸ
ἄφθαρτον στέφος σὺν τῷ τιμίῳ Σταυρῷ ἀστράσι πεποικιλμένω ὥσπερ καὶ Κωνσταντίνῳ
τῷ Ἄνακτα, τῇ σεπτῇ σου Κοιμήσει ἐδείχθη σοι. Ἀλλ᾿ ᾧ Μῆτερ ἀξιάγαστε, τῶν
πολεμίων τὰ θράση κατάβαλε καὶ τῶν ψυχῶν ἡμῶν τὰ ἕλκη θεράπευσον ταῖς πρὸς Θεὸν
μεσιτείαις σου.
Καὶ
νῦν. Ὁ αὐτός, Θεοτοκίον.
Μακαρίζομεν
σε Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον. τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
μεγάλη
ΜΕΓΑΛΥΝΑΡΙΑ
Τὴν
λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας τὸν ἀσύλητον θησαυρόν, τὴν Νύμφην
Κυρίου καὶ ἀσπιλον Ἀμνάδα, τὴν Ξένην τὴν Ὁσίαν πάντες ὑμνήσωμεν.
Ῥόδον
ἐξωρμίσθη ἀπὸ δυσμῶν, καὶ εὐωδιάζει τὰς καρδίας τῶν εὐσεβῶν, ἡ Ξένη ἡ μήτηρ
ἡμῶν τῶν Μυλάσσων, αὐτὴν οὖν ἐπαξίως ἀνευφημήσωμεν.
Γλῶσσα
γὰρ οὐ σθένει σε ἐξειπεῖν, τῶν σῶν θαυμασίων τὸ ὑπέρμετρον τὴν πληθύν, πηγάζεις
ἰάσεις, ποικίλων νοσημάτων τοῖς πίστει προσιοῦσι καὶ εὐφημοῦσί σε.
Χαίροις
τῶν Παρθένων ἡ καλλονή, καὶ τῶν ἐναρέτων καὶ ὁσίων ἡ χαρμονή, ἱερέων δόξα,
ἀδικουμένη ῥύστις, ἡμῶν δὲ προστασία, Ξένη πανεύφημε.
Τέρπου
καὶ ἀγάλλου σὺν τῇ Μητρί, τοῦ Παμβασιλέως καὶ Θεοῦ ἡμῶν ὦ Σεμνή· ἀνεγηγερμένον,
τὸν Σὸν Ναὸν τηροῦσα, Θεοῦ τῇ εὐδοκίᾳ, ὃν φρούρει πάντοτε.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος τοῦ Ἱερέως,
τὸ Κύριε εἰσάκουσον. Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς
ξενωθεῖσα τῶν ἐν κόσμῳ πραγμάτων, πολλῶν χαρίτων ἐκ Θεοῦ ἠξιώθης, Ὁσία Ξένη
βίου καθαρότητι· Ὅθεν ἀεὶ πρέσβευε, τῷ νυμφίῳ σου Μῆτερ, πάσης περιστάσεως, καὶ
ἀνάγκης λυτροῦσθαι, τούς τῳ σεπτῷ σπεύδοντας ναῷ, καὶ τὴν θερμήν σου, ζητοῦντας
ἀντίληψιν.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσωμέν ποτε Θεοτόκε...
Ψαλμὸς Ν᾿ (50).
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: ΔΙΔΟΥ ΞΕΝΗ ΗΜΙΝ ΘΕΙΑΝ ΧΑΡΙΝ ΓΕΡΑΣΙΜΟΥ.
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Δοχεῖον
ἀΰλοῦ οὖσα φωτός, λαμπρότητι βίου, ἐξ ἀχλύος ἁμαρτιῶν, ταῖς σαῖς φωτοφόροις
ἱκεσίαις, Ὁσία Ξένη ἡμᾶς ἐλευθέρωσον.
Ἰλύος
ῥυσθεῖσα τῆς τῶν παθῶν, ἐκ ταύτης Ὁσία, ἀποκάθαρον τὰς ψυχὰς ἡμῶν τῇ θερμῇ σου
ἱκεσίᾳ, καὶ πᾶσιν αἴτει πταισμάτων συγχώρησιν.
Δυνάμωσον
Μῆτερ τὸ ἀσθενές, ἡμῶν τῆς καρδίας, κατὰ πάσης ἐπιβουλῆς, ἐχθρῶν ὁρατῶν καὶ
ἀοράτων, Ὁσία Ξένη. ταῖς σαῖς ἀντιλήψεσι.
Θεοτοκίον.
Ὁλόφωτον
σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, παγίδων τοῦ σκότους
λύτρωσαί με, καὶ τὴν ζοφώδη ψυχήν μου καταύγασον.
ᾨδὴ
γ´. Οὐρανίας ἁψῖδος.
Ὑπερτέρα
τοῦ κόσμου, τῇ σῇ ζωῇ πέφηνας, ὅθεν ὑπερτέρους ἁπάσης ἡμᾶς κακώσεως. Ξένη
ἀνάδειξον, καὶ θλιβερῶν συμπτωμάτων, τοὺς πιστῶς προστρέχοντας, ταῖς ἱκεσίαις
σου.
Ξενοτρόπως
ἀγῶνα, τὸν ἱερὸν ἥνυσας, Ξένη θεοφόρε Ὁσία, ἁγίῳ ἔρωτι, ὅθεν ἐκ πάσης φθορᾶς,
καὶ συμφορὰς καὶ ἀνάγκης, ξένωσον δεόμεθα, τοὺς προσιόντας σοι.
Ἐκ
παθῶν ἀκαθάρτων, καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν πολυτρόπων, τοῦ πολεμήτορος,
ἡμᾶς ἀπάλλαξον, τούς τῳ ἁγίῳ ναῷ σου, Ξένη παμμακάριστε, πίστει προστρέχοντας.
Θεοτοκίον.
Νέον
τέτοκας βρέφος, ὑπερφυῶς Ἄχραντε, τὸν Δημιουργὸν τῶν αἰώνων, καὶ πάντων Κύριον,
ὅθεν νεούργησον, παλαιωθέντα τὸν νοῦν μου, πλείσταις παραβάσεσιν, ἵνα γεραίρω
σε.
Διάσωσον
Ὁσία Ξένη πρεσβείαις σου πρὸς τὸν Κτίστην, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως,
τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπιβλέψον
ἐν εὐμενείᾳ...
Αἴτησις
καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Παθῶν
χαλεπῶν, καὶ συνοχῆς καὶ θλίψεως, καὶ νόσων δεινῶν, ἀτρώτους ἡμᾶς φύλαττε, Ὁσία
Ξένη πάνσεμνε, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον, καὶ τῶν πταισμάτων αἴτει
ἱλασμόν, τοῖς πίστει προστρέχουσι τῇ σκέπῃ σου.
ᾨδὴ
δ´. Εἰσακήκοα Κύριε.
Ἡ
πρεσβεία σου γένοιτο, θείας εὐφροσύνης καὶ παρακλήσεως, Θεοφόρε Ξένη, πρόξενος,
τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.
Ἥν
θεόθεν ἀπείληφας, τῇ σῇ πολιτείᾳ χάριν σωτήριον, ἡμῖν ἅπλωσον θεόσοφε, ὡς ἂν
τῶν δεινῶν περιγινώμεθα.
Μανικῶν
ἐπιθέσεως. Ξένη ἡμᾶς λύτρωσαι τοῦ ἀλάστορος, καὶ ὑγείαν δίδου ἅπασι. τὴν κατὰ
ψυχὴν καὶ σῶμα πάνσεμνε.
Θεοτοκίον.
Ἰατρὸν
πάντων τέξασα, καὶ Σωτῆρα Κόρη Χριστὸν τὸν Κύριον, ἀσθενοῦντα πολλοῖς πάθεσι,
ἴασαι με, Δέσποινα καὶ σῶσόν με.
ᾨδὴ
ε´. Φώτισαν ἡμᾶς.
Νέκρωσον
σεμνή, τῶν παθῶν ἡμῶν σκιρτήματα, καὶ πρὸς τρίβον μετανοίας ἀληθοῦς,
καθοδήγησον ἡμᾶς ταῖς ἱκεσίαις σου.
Θαύμασι
πολλοῖς, θεοφόρε διαλάμπουσα, τὴν συνέχουσαν ὀδύνην χαλεπήν, τὴν ζωὴν ἡμῶν
θεράπευσον δεόμεθα.
Ἔχουσα
πολλήν, παῤῥησίαν πρὸς τὸν Κύριον, Μῆτερ Ξένη. καθικέτευε ἀεί, τοῦ διδόναι τῶν
πταισμάτων ἡμῖν ἄφεσιν.
Θεοτοκίον.
Ἴθυνον
ἡμᾶς, πρὸς ζωῆς θείας ἐντάλματα, Θεοτόκε ἀπαλλάττουσα ἡμᾶς, τῶν δεσμῶν τῆς
ἁμαρτίας ὡς φιλάγαθος.
ᾨδὴ
ς´. Τὴν δέησιν.
Ἀγγέλων,
τὴν πολιτείαν μετῆλθες, μετὰ σώματος θεόληπτε Ξένη· ὅθεν ἡμᾶς τῶν δαιμόνων
μανίας, καὶ τῶν ἐν βίῳ κινδύνων καὶ θλίψεων, ῥῦσαι τῇ σῇ ἐπισκοπῇ, καὶ χαρᾶς
θεϊκῆς ἡμᾶς πλήρωσον.
Νοσοῦσι,
τὴν θεραπείαν παρέχεις, καὶ τοῖς πάσχουσι τὴν ἴασιν Μῆτερ, καὶ θλιβομένοις
παράκλησιν θείαν, ὡς δοξασθεῖσα δυνάμει τοῦ Πνεύματος ὅθεν βοῶμεν σοι θερμῶς·
τὰς αἰτήσεις ἡμῶν πλήρου πάντοτε.
Χειμάζει
με, ἁμαρτίας ἡ ζάλη, καὶ καθέλκει εἰς βυθὸν ἀπωλείας, ἀλλὰ τῷ σῷ καταφεύγω
λιμένι. Ξένη Ὁσία καὶ πίστει κραυγάζω σοι· ὁδήγησόν με ἀσφαλῶς, σωτηρίας πρὸς
ὅρμον καὶ σῶσόν με.
Θεοτοκίον.
Ἀφράστως,
τὸν Ποιητὴν τῶν ἁπάντων, τετοκυῖα εἰς ἀνάπλασιν κόσμου. Εὐλογημένη Παρθένε
Μαρία, συντετριμμένον τὸν νοῦν μου ἀναπλασον, ἐξ ἁμαρτίας χαλεπῆς, πρὸς ζωῆς
ἐνάρετου κατόρθωσιν.
Διάσωσον
Ὁσία Ξένη πρεσβείαις σου πρὸς τὸν Κτίστην, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως,
τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον...
Αἴτησις
καὶ τὸ Κοντάκιον. Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.
Ὡς
προστασία ἡμῶν καὶ ἀντίληψις, Ὁσία Ξένη ἀπαύστως περίσωζε, ἐκ πάσης ἀνάγκης καὶ
θλίψεως, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου ἔνδοξε, τοὺς πίστει καὶ πόθῳ τιμῶντάς
σε.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην·
Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ξένη
παμμακάριστε, νύμφη Χριστοῦ θεοφόρε, τοῦ Ἁγίου Πνεύματος, σκεῦος πολυτίμητον τῇ
ἀσκήσει σου, ἐκτενῶς πρέσβευε, ἀπὸ πάσης βλάβης, καὶ παθῶν καὶ περιστάσεων, καὶ
νόσων ῥύεσθαι, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ βίον δίδου ἄλυπον, καὶ
εἰρήνην Μῆτερ οὐράνιον, τοῖς ἐν εὐλαβείᾳ, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ τῆς
θερμῆς προστασίας σου, τὴν χάριν κηρύττουσι.
ᾨδὴ
ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις
θείων χαρίτων, ὧν ἐκτήσω ἀξίως παρὰ Κυρίου σου, κατάσβεσον τὴν φλόγα, παθῶν τῶν
συνθλιβόντων, τὰς ψυχὰς καὶ τὰ σώματα, Ξένη Ὁσία σεμνή, τῶν σὲ παρακαλούντων.
Ἰαμάτων
τὴν χάριν, ἐπομβρίᾳ τῇ θείᾳ βλύζει ἑκάστοτε, Εἰκών σου ἡ ἁγία, καὶ ἡ σεπτὴ
σορός σου, τοῖς πιστῶς καταφεύγουσι τῷ ἱερῷ σου ναῷ, Ξένη Ὁσία Μῆτερ.
Νοσημάτων
παντοίων, καὶ δεινῶν συμπτωμάτων ἡμᾶς ἀπάλλαξον. καὶ ῥῶσιν καὶ ὑγείαν, καὶ
θείαν εὐφροσύνην, καὶ πταισμάτων τὴν ἄφεσιν, αἴτει ἡμῖν ἐκ Θεοῦ, Ξένη Ὁσία
Μῆτερ.
Θεοτοκίον.
Γνώμην
ἔμφρονα δίδου, καὶ ψυχῆς καρτερίαν βίου ταῖς θλίψεσι, καὶ πᾶσαν τοῦ Βελίαρ, τὴν
καθ᾿ ἡμῶν μανίαν, Θεοτόκε ἀπότρεπε, ὡς προστασία ἡμῶν, καὶ τεῖχος ἀσφαλείας.
ᾨδὴ
η´. Τὸν Βασιλέα.
Ἐπικειμένης,
ἡμᾶς ἐκλύτρωσαι βλάβης, καὶ πᾶν σκάνδαλον ἀπότρεπε Ὁσία, ἐκ τῶν προσιόντων, τῇ
θείᾳ σου πρεσβείᾳ.
Ῥῦσαι
Ὁσία, τῇ σωστικῇ σου πρεσβείᾳ, τῆς τοῦ ὄφεως κακίστης ἐπηρείας, τοὺς
ἐκδεχομένους τὴν σὴν ἐπιστασίαν.
Ἄνωθεν
ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τῇ εἰκόνι σου Ὁσίᾳ τῇ ἁγίᾳ, καὶ τὰς ἱκεσίους
φωνὰς αὐτῶν προσδέχου.
Θεοτοκίον.
Σῶσόν
με Κόρη. τῆς τοῦ ἐχθροῦ ἑξαπάτης, καὶ παράσχου μοι μετάνοιαν, γνησίαν, ἵνα
ἐπιτύχω, τῆς ἄνω βασιλείας.
ᾨδὴ
θ´. Κυρίως Θεοτόκον.
Ἱκετεύω
ἀπαύστως, Ξένη μακαρία, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, καὶ τῶν ἐν βίῳ
κινδύνων τὴν ἀπολύτρωσιν.
Μαστίγων
ὀλεθρίων, καὶ πάσης ἀνάγκης, καὶ παντὸς φθόνου ἀνώτερον τήρησον, ἡμῶν τὸν βίον
Ὁσία τῇ ἀντιλήψει σου.
Ὁλόφωτον
παστάδα, ἤδη κατοικοῦσα, τῆς ζοφερᾶς ἁμαρτίας ἀπάλλαξον, Ὁσία Ξένη τοὺς πόθῳ σὲ
μεγαλύνοντας.
Θεοτοκίον.
Ὑπέρφωτε
λυχνία, τῆς ἀΰλου δόξης, θεοχαρίτωτε Δέσποινα λάμπρυνον, τὴν σκοτισθεῖσαν ψυχήν
μου τοῖς πλημμελήμασι.
Ἄξιόν
ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίρουσα
ἀγάπῃ τῇ θεϊκῇ, Ξένη μακαρία, ἠκολούθησας τῷ Χριστῷ, καὶ τῶν ἐν τῷ κόσμῳ,
ἁπάντων ξενωθεῖσα, Κυρίῳ ᾠκειώθης, τῷ σε δοξάσαντι.
Ἔλιπες
μνηστῆρα τὸν γεηρόν, καὶ ἀσχέτῳ πόθῳ, νύμφη ὤφθης θεοειδής, Ξένη μακαρία·
Χριστοῦ τοῦ Ζωοδότου, ἀνύσασα ἐν κόσμῳ, ζωὴν ἰσάγγελον.
Λάθρα
ἀπεμάκρυνας σεαυτήν, γονέων καὶ πλούτου, δι᾿ ἀγάπην τὴν τοῦ Χριστοῦ, καὶ ἐν
ξένῃ χώρᾳ, ὡς ξένη γεγονυῖα, ξενοπρεπῶν χαρίτων, Ξένη ἠξίωσαι.
Δι᾿
ἀστέρων ἄνωθεν ὁ Χριστός, ὑπέρφηνε πᾶσι, τὴν ἁγίαν σου βιοτήν, Ξένη Θεοφόρε, ᾧ
πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν προσιόντων, τῇ προστασίᾳ σου.
Νόσων
ἐκλυτροῦνται καὶ πειρασμῶν, οἱ πίστει τελείᾳ, προσιόντες τῷ σῷ ναῷ, ἐξ ὧν ἡμᾶς,
ῥύου, ὦ Ξένη πανολβία, καὶ πλῆρον τὰς αἰτήσεις, τῶν εὐφημούντων σε.
Πάσης
ἀθυμίας καὶ συνοχῆς, ἀπάλλαξον Μῆτερ, καὶ ἐκ νόσων πολυειδῶν, τοὺς
ὑμνολογοῦντας, τοὺς θείους σου ἀγῶνας, ὦ Ξένη θεοφόρε, πιστῶν ἀντίληψις.
Πᾶσαι
τῶν Ἀγγέλων...
Τὸ τρισάγιον, τὰ συνήθη
τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἥν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β΄. Ὅτε ἐκ τοῦ
ξύλου.
Ξένη,
τῶν Ὁσίων καλλονή, νύμφη τοῦ Χριστοῦ θεοφόρε, αὐτὸν ἱκέτευε, πάσης περιστάσεως,
καὶ πάσης θλίψεως, ἀσινεῖς διασῴζεσθαι, τοὺς ἐν εὐλαβείᾳ, σπεύδοντες ἑκάστοτε
τῇ προστασίᾳ σου, λύουσα παθῶν τὰς ὀδύνας, καὶ χαρὰν παρέχουσα πᾶσι, ταῖς πρὸς
τὸν Σωτῆρα ἱκεσίαις σου.
Δέσποινα
πρόσδεξαι...
Τὴν
πᾶσαν ἐλπίδα μου...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου