Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 24. ΟΣΙΑ ΞΕΝΗ ΣΑΛΛΗ ΡΩΣΣΙΔΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΔ΄!!
ΞΕΝΗ ΟΣΙΑ ΣΑΛΛΗ ΡΩΣΣΙΔΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τρωθεῖσα ἀγάπῃ τοῦ Χριστοῦ, Ξένη παναοίδιμε, τῶν γεηρῶν ἀπεξένωσας, νοΐ θεόφρονι, σεαυτὴν Ὁσία, καὶ ἐν μέσῳ ἔζησας, τοῦ κόσμου πολιτείαν ἰσάγγελον, μωρίαν ἔμφρονα, ὑπελθοῦσα δι’ ἧς ᾔσχυνας, τοῦ βελίαρ πάντα τὰ βουλεύματα.

Συζύγου τὴν στέρησιν σεμνή, ἀνδρικῶς ἐνέγκασα, ὅλην σαὐτὴν καθιέρωσας, ἀσχέτῳ ἔρωτι, Χριστῷ τῷ Σωτῆρι, Ξένη παμμακάριστε, καὶ ἔλαθες τοὺς πάντας βιώσασα, βίον ἐνάρετον, ἐν μωραῖς ταῖς προσποιήσεσι, κατὰ Παῦλον τὸν μέγαν Ἀπόστολον.

Νεκρώσασα Μῆτερ τῆς σαρκός, πάντα τὰ κινήματα, ἀσκητικοῖς ἀγωνίσμασι, τοῦ θείου Πνεύματος, τὴν ζωοποιοῦσαν, εἴληφας ἐνέργειαν, δι’ ἧς σαφῶς τὰ πόῤῥω προέλεγες, καὶ προσποιήσεσι, ταῖς μωραῖς Ξένη ἀπέκρυπτες, τῶν θαυμάτων ἣν ἔλαβες δύναμιν.

Δοξάζων Ὁσία ὁ Χριστός, τὸν ἅγιον βίον σου, πηγὴν θαυμάτων τὸν τάφον σου, Ξένη ἀνέδειξεν, ᾧ οἱ προσιόντες, καὶ πιστῶς προσπίπτοντες, λαμβάνουσι ποικίλα ἰάματα, τῇ μεσιτείᾳ σου, καὶ κινδύνων ἀπαλλάττονται, ἀνυμνοῦντες τὸν σὲ θαυμαστώσαντα.

Δόξα. Ἦχος β΄.
Τῇ ἐναρέτῳ ζωῇ, ὁσίως καὶ σωφρόνως Χριστῷ λατρεύσασα, ὡς θυσίαν εὐπρόσδεκτον Αὐτῷ προσήγαγες, τοῦ σοῦ βίου τὰς πράξεις, Ξένη θεόληπτε. Καὶ ἐν σοφίᾳ φρενῶν, καὶ μωρίᾳ πλασματικῇ, τοῦ δολίου ἐχθροῦ, νουνεχῶς περιεγένου. Διὸ Χριστὸς ὁ Σωτήρ, ὁ τῶν κρυπτῶν γνώστης καὶ Θεός, ἀξίως σὲ ἐδόξασε, καὶ παρέχει διὰ σοῦ ἡμῖν τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄνθος ὡς νοητόν, ἐκ τῆς Ῥωσίας ἔφυς, ὦ Ξένη θεοφόρε, καὶ κόσμῳ διαπνέεις, ὀσμὴν τὴν ὑπερκόσμιον.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ξένη τῶν ἐπὶ γῆς, ἡδέων φερωνύμως, ἐδείχθης Μῆτερ Ξένη, καὶ ξενοτρόπῳ βίῳ, Κυρίῳ εὐηρέστησας.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Τάφος σου ὁ σεπτός, ἐπισκιάσει θείᾳ, ὡς ἄλλον ἰατρεῖον, ἰᾶται μακαρία, τοὺς εὐλαβῶς προστρέχοντας.

Δόξα. Τριαδικόν.
Ἔχουσα ὦ Τριάς, τὴν θείαν δύναμίν Σου, ἡ θεοφόρος Ξένη, ὥσπερ γυνὴ ἀνδρεία, τὰς ἀρετὰς κατώρθωσε.

Καὶ νῦν. Θεοτοκίον.
Ξένη ἡ θαυμαστή, Παρθένε Θεοτόκε, τῷ πόθῳ τοῦ Υἱοῦ Σου, ἔξηχον ἐν τῷ κόσμῳ, ζωὴν ἐπολιτεύσατο.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λογον.
Ξενοτρόπως ἐν κόσμῳ Ξένη βιώσασα, τὸν σοφιστὴν τῆς κακίας κατεσοφίσω στεῤῥῶς, προσποιήσεσι μωραῖς νοὶ θεόφρονι, ὅθεν τὰ πόῤῥῳ προορᾶν, καὶ προλέγειν ἐμφανῶς, ἐδέξω χάριν θεόθεν, καὶ μεταστᾶσα τῶν τῇδε, χοροῖς Ἁγίων συνηρίθμησαι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς Ῥωσίας τὸ βλάστημα, τῶν Ὁσίων τὴν σύναθλον, Ξένην τὴν θεόφρονα μακαρίσωμεν, ἐν μέσῳ κόσμου γὰρ ἤνυσε, ζωὴν τὴν ἰσάγγελον, ἐν μωρίᾳ τῇ πλαστῇ, καὶ τὸν δόλιον δράκοντα, κατεπάτησε, καὶ θαυμάτων δυνάμει δοξασθεῖσα, ἱκετεύει ὑπὲρ πάντων, ἡμῶν τὸν μόνον φιλάνθρωπον.

Τοῦ συνεύνου τὴν στέρησιν, νουνεχῶς ὑπομείνασα, ὁλικῶς ἀνέθηκας τῷ Κυρίῳ σου, πάντα τὰ σὰ Ξένη πάνσεμνε, καὶ ξένην προέκρινας, φερωνύμως βιοτήν, ἐν μωραῖς προσποιήσεσι, θείῳ ἔρωτι, διανῦσαι δι’ ἧς ὑπερκοσμίων, ἠξιώθης χαρισμάτων, οἷα Κυρίου θεράπαινα.

Τὴν προσοῦσάν σοι ὕπαρξιν, καὶ τὸν πλοῦτον τὸν πρόσκαιρον, εὐσεβῶς σκορπίσασα Ξένη ἔνδοξε, εἴλου βαδίσαι τοῖς ἴχνεσι, Χριστοῦ τοῦ παντάνακτος, ἐν πτωχείᾳ ἀληθεῖ, καὶ πενίᾳ καὶ δάκρυσι, ὑποκρύπτουσα, τῇ μωρίᾶ τοῦ βίου σου τὸν πλοῦτον, καὶ τοῦ Πνεύματος τὴν χάριν, ἣν οὐρανόθεν ἀπείληφας.

Ἐθελούσιον στένωσιν, καὶ μωρίαν ἐπίπλαστον, ἐν σοφίᾳ κρείττονι ἐπεπόθησας, καὶ περιήρχου ὡς ἔξηχος, καὶ ξένη καὶ πάροικος, Πετρουπόλεως σεμνή, τὰς ὁδοὺς περιπαίζουσα, καὶ αἰσχύνουσα, τοῦ δολίου ἐχθροῦ τὰς πανουργίας, τοῖς ἐχέφροσι δὲ χάριν, Ξένη θεόφρον παρέχουσα.

Γυναικείῳ ἐν σώματι, ἀνδρικὰ ἀγωνίσματα, Ξένη παναοίδιμε διανύουσα, λαθεῖν τοὺς πάντας ἐσπούδαζες, τοῖς τρόποις σου πάνσεμνε, ἀλλ’ ὁ βλέπων τὰ κρυπτά, θαυμαστῶς σε ἐδόξαζε, ξένοις θαύμασι, τὰ γὰρ μέλλοντα Μῆτερ προετύπους, καὶ τὰ πόῤῥω προεδήλους, αἰνιγματώδεσι λόγοις σου.

Τὸ τοῦ βίου σου στάδιον, ἐκτελέσασα πάνσεμνε, χαίρουσα ἀνέδραμες πρὸς οὐράνια, τοῦ Παρακλήτου ἡ χάρις δέ, τὸν τάφον σου ἔδειξεν, ἰατρεῖον νοητόν, οἱ γὰρ πίστει προστρέχοντες, θεραπεύονται, νοσημάτων ποικίλων καὶ κινδύνων, παραδόξως ἐκλυτροῦνται, τὰ σὰ κηρύττοντες θαύματα.




Δόξα. Ἦχος δ΄.
Ἀνακειμένη τῷ Χριστῷ, ξενοτρόπως Αὐτῷ εὐηρέστησας, τῇ ἐῖπλάστῳ μωρίᾳ, Ξένη Μῆτερ Ὁσία. Οὐκ ἐφείσω γὰρ ἀσθενείας σώματος, οὐδὲ τὴν βίαν τῆς φύσεως ἔπτηξας, ἀλλ’ ἀνδρείῳ φρονήματι, πρὸς τὸν ἀγῶνα τὸν μέγαν ἀπεδύσω. Τὸ γὰρ πῦρ τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐν σοὶ περιφέρουσα, ὡς ἀδάμας στεῤῥός, τὰς κακουχίας ἤνεγκας, καὶ πάντων περιεγένου, ἐν τῇ ἀηττήτῳ δυνάμει τῆς πίστεως· ὅθεν ἀξίως ἐδοξάσθης τῇ ἄνωθεν χορηγίᾳ, καὶ πᾶσι παρέχεις ἰάματα ψυχῆς τε καὶ σώματος, πρεσβεύουσα Κυρίῳ ὑπὲρ τῶν πόθῳ τελούντων, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

















Λιτή. Ἦχος α΄.
Τὴν ἐν Ἁγίοις Ὁσίαν Μητέρα, τὴν ἀμέμπτῳ βίῳ Χριστῷ δουλεύσασαν, Ξένην τὴν θεόφρονα, μελῳδικῶς εὐφημήσωμεν. Φερωνύμως γὰρ ξενωθεῖσα τῶν γεηρῶν, τοῖς ἀϊδίοις ᾠκειώθη, τῇ ξενοτρόπῳ βιώσει. Τὸν γὰρ ξένον δι’ ἡμᾶς γενόμενον Κύριον, ὁλοτρόπως ἀγαπήσασα, τὸν ζυγὸν Αὐτοῦ ἤρατο καὶ τῆς σαρκὶς πρόνοιαν, οὐδόλως ἐπεδείξατο. Καὶ ἀξίως δοξασθεῖσα, τῆς ἄνω ξενίας ἠξίωται, καὶ πρεσβεύει τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Τὴν ἐν σαρκὶ πολιτείαν σου πάνσεμνε, Ἄγγελοι ἠγάσθησαν, καὶ δαίμονες ἔπτηξαν, ὅτι ὡς ἄσαρκος ἐν σαρκί, ὑπερφυεῖς ἠγωνίσω ἀγῶνας, οἰκείας φύσεως ἀλογήσασα, καὶ ὡς ξένη καὶ πάροικος, ἐν ἐπιπλάστῳ σαλότητι, ἐν γῇ ἐπολιτεύσω. Τὰ γὰρ ἄνω σκοποῦσα θεολήπτῳ ψυχῇ, ἐν κόποις καὶ μόχθοις, ἑκουσίως καὶ νηστείαις, καὶ παννύχοις στάσεσι, τὸ σῶμα ὑπεπίεζες. Διὸ ἐπανεπαύσατο ἐν σοί, τὸ Πνεῦμα τὸ Ἅγιον, Ξένη θεοδόξαστε.

Ἦχος γ΄.
Ἀποθεμένη τὰ ἐπίγεια, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, τὸν σὸν κατεύθυνας βίον, Ξένη ἀειμακάριστε. Καὶ ἐν φρονήσει τελείᾳ, καὶ ψυχικῇ ἀνδρείᾳ, ὑπεκρίνου μωρίαν, ὡς ἂν τὸν σοφιστὴν τῆς κακίας ὑποσκελίσῃς, καὶ τῆς κεκρυμμένης ἐν Χριστῷ σοφίας, ἴδῃς τὰ ἀγαθά, τοῖς καθαροῖς τῆς καρδίας ὄμμασι. Καὶ νῦν τοῦ πόθου τυχοῦσα, πρέσβευε δεόμεθα, τυχεῖν καὶ ἡμᾶς, τῆς θείας μακαριότητος.

Ἦχος δ΄.
Ἐρηρεισμένη ἀκλινῶς, ὑπομονῆς ἐν τῇ πέτρᾳ, ἀπτότος ἔστης ἐν τῷ ἀγῶνι τῆς ἀρετῆς, Ξένη Ὁσία μακαρία. Καὶ καλῶς ἀγωνιζομένη, τοῦ μὲν ἐχθροῦ καθεῖλες τὴν ὀφρύν, τὸν δὲ νοῦν ἀνεπιθόλων ἐτήρησας, καὶ ἀτάραχον Μῆτερ, ἐν ταῖς τοῦ κόσμου συγχύσεσιν, ὑπερκοσμίοις γὰρ ἐννοίαις αὐτὸν ἐτείχισας, Χριστοῦ τὸ κάλλος συνορῶσα, καὶ Αὐτοῦ τυχεῖν ἐφιεμένη. Οὗ νῦν ἀπολαύουσα, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. β΄.
Τῇ φερωνύμῳ σου κλήσει, κατάλληλον ζωὴν ἐπεδείξω, οὐρανόφρονι νοΐ, Ξένη θεόπνευστε, ὡς γὰρ ξένη καὶ πάροικος πεπολίτευσαι, ξενωθεῖσα τῶν ῥεόντων, καὶ τῆς ἀπαθείας τὴν στολὴν ἠμφιάσω, ἐν τῇ ἀπαρνήσει τῶν φθειρομένων, ὁ γὰρ νυμφίος Χριστὸς ἐνεδυνάμου σε, καὶ ἐν τῇ προσποιητῇ μωρίᾳ, σοφωτάτοις πράξεσιν, ἐβεβαίους τοὺς πιστούς. Διὸ νομίμως ἀθλήσασα, οὐρανίων ἀμοιβῶν ἔτυχες, καὶ πρεσβεύεις Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τὴν ἐπίπλαστον σεμνή, περιεποιήσω μωρίαν, τῇ ἀγαπήσει Χριστοῦ, τότε ὥσπερ ἔξηχος εἴλου διέρχεσθαι, τὰς ἡμέρας τοῦ βίου σου, εὐχαῖς καὶ νηστείαις, Ξένη θεραπεύουσα, Χριστὸν τὸν Κύριον· ὅθεν, τῆς Αὐτοῦ Βασιλείας, μετὰ τὸ σὸν ἅγιον τέλος, μέτοχος ἐγένου ἀξιάγαστε.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅτε, διεσκόρπισας τὸν σόν, πλοῦτον νουνεχῶς πειθομένη, Χριστοῦ τοῖς ῥήμασι, τότε Μῆτερ ἔκρινας βίον ξενότροπον, ἐν νηστείαις καὶ δάκρυσι, ἐν ὁδοῖς καὶ ῥύμαις, ταῖς τῆς Πετρουπόλεως, τελέσαι θείᾳ στοργῇ, ὅνπερ, ὡς θυμίαμα θεῖον, ὁ Χριστὸς δεξάμενος δόξης, τῆς ὑπερκοσμίου σε ἠξίωσε.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χάρις, ἡ τοῦ Πνεύματος σεμνή, ἐν τῇ καθαρᾷ σου καρδίᾳ, κατασκηνώσασα, θείας ἐνεργείας σε, δοχεῖον ἔδειξεν, καὶ τὸν ἅγιον τάφον σου, πηγὴν ἰαμάτων, ἀληθῶς εἰργάσατο, μετὰ τὸ τέλος σου, νόσους γὰρ ἰᾶται παντοίας, καὶ κινδύνων Ξένη λυτροῦται, τοὺς εἰλικρινῶς αὐτῷ προστρέχοντας.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸ τῆς φύσεως ἀσθενές, τῇ τοῦ Χριστοῦ ἀγάπῃ στομώσασα, ὑπερφυεῖς πόνους διήνυσας, ἐν μέσῳ κόσμου, Ξένη θεόληπτε. Καθαρῷ γὰρ νοΐ, ἐκδημοῦσα Χριστῷ, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, ταῖς ἐναντίαις ἀντικαθισταμένη δυνάμεσι. Καὶ ἐν μωρίᾳ πλαστῇ, τὸν τῆς κακίας καταπαλαίσασα ἀρχηγόν, τὸ βραβεῖον τῆς νίκης ἐκομίσω, παρὰ τοῦ πάντων Βασιλέως καὶ Σωτῆρος, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λογον.
Ξενοτρόπως ἐν κόσμῳ Ξένη βιώσασα, τὸν σοφιστὴν τῆς κακίας κατεσοφίσω στεῤῥῶς, προσποιήσεσι μωραῖς νοὶ θεόφρονι, ὅθεν τὰ πόῤῥῳ προορᾶν, καὶ προλέγειν ἐμφανῶς, ἐδέξω χάριν θεόθεν, καὶ μεταστᾶσα τῶν τῇδε, χοροῖς Ἁγίων συνηρίθμησαι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν βίον σου σεμνή, καθαρὸν ὡς θυσίαν, προσήγαγες Χριστῷ, διανοίᾳ εὐθείᾳ, ἐντεῦθεν χάριν ἄφθονον, παρ’ Αὐτοῦ Μῆτερ εἴληφας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, ἀνύψωσας ἡμῶν, τὴν πεσοῦσαν οὐσίαν· διὸ δοξολογοῦμέν Σε, ὡς αἰτίαν καὶ πρόξενον, ἀναπλάσεως, καὶ σωτηρίας Παρθένε, ὡς κυήσασαν, τὴν σωτηρίαν τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἔργοις ἀσκήσεως, Ὁσία ἔλαμψας, ἐν ὑποκρίσεσι, μωρίας κρύπτουσα, τὸν θησαυρὸν τῆς σῆς ψυχῆς, ἐξ ὄψεως τῶν ἀνθρώπων· ὅθεν ὁ τὰ κρύφια, τῶν βροτῶν ἐπιστάμενος, Χριστὸς ὁ φιλάνθρωπος, θαυμαστῶς σε ἐδόξασεν. ᾯ πρέσβευε δεόμεθα Ξένη, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ τῶν ἀχράντων Σου, αἱμάτων πάναγνε, δι’ ἀγαθότητα, Θεὸς σεσάρκωται, καὶ τὴν οὐσίαν τῶν βροτῶν, ἐθέωσεν ὡς οἰκτίρμων· ὅθεν δυσωποῦμέν Σε, ὡς Αὐτοῦ Μήτηρ πάναγνος, πρέσβευε δωρήσασθαι, τῶν πταισμάτων συγχώρησιν, τοῖς πόθῳ Σοι βοῶσι Παρθένε· χαῖρε ἡ κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσά σοι σεμνή, χάρις πολλὴ παρὰ Θεοῦ, ἀντὶ τῶν πόνων καὶ τῶν θείων καμάτων σου· ἐντεῦθεν οἱ πιστοί, τῷ θείῳ τάφῳ σου, προστρέχοντες παθῶν, ταχεῖαν ἴασιν, καὶ συμφορῶν καὶ κινδύνων τὴν λύτρωσιν, Ξένη Ὁσία λαμβάνουσι, Χριστὸν ὑμνοῦντες, τὸν σὲ πλουσίως, θαυμαστώσαντα πάνσεμνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Μαριάμ, ἡ τῶν Ἀγγέλων βασιλίς, καὶ βροτῶν ἡ προσφυγή, καὶ σωτηρία ἀσφαλής, τῆς συνεχούσης με ἐμπαθείας λύτρωσαι. Γέλως γὰρ ἀεί, τῷ πλάνῳ πρόκειμαι, πράττων ἃ μισεῖ, Χριστὸς ὁ Κύριος, οὗ τῆς πικρᾶς τυραννίδος ἀπάλλαξον, τὴν ῥυπωθεῖσαν καρδίαν μου, καὶ μετανοίας φωτί με θείῳ, λάμπρυνον καὶ σῶσόν με.





Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῶν Δέκα Παρθένων.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς ἐν Χριστῷ ζωῆς τοὺς καρποὺς γεωργήσασα, ἐν πολλῇ φρονήσει, δι’ αὐτῶν ἐκτρέφεις, τὰς διανοίας τῶν πιστῶν, ἐν Ἁγίῳ Πνεύματι Ξένη θεόληπτε. Ξένων γὰρ χαρίτων παρὰ Χριστοῦ ἀξιωθεῖσα, ξενίζεις ἡμᾶς τῷ ξένῳ βίῳ σου, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Τὴν θεόφρονα γεραίρω Ξένην. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὴν χάριν τοῦ Πνεύματος, εἰσδεδεγμένην θεόπνευστε, τὸν νοῦν ἐκκαθάρασα, ἰλύος τῆς τῶν παθῶν, λόγου δίδου μοι, ἰσχὺν Ὁσία Ξένη, ὑμνῆσαι τοῦ βίου σου, τὰ κατορθώματα.
Ἡλίου λαμπρότερον, ἡμῖν ἐξέλαμψεν σήμερον, ἡ πάμφωτος μνήμη σου, Ξένη θεόληπτε, καὶ κατηύγασε, πιστῶν τὰς διανοίας, ἣν πόθῳ γεραίρομεν, Χριστὸν δοξάζοντες.
Νεκρώσασα φρόνημα, τὸ τῆς σαρκὸς θείαις πράξεσι, ζωὴν τὴν ἰσάγγελον, ἐν κόσμῳ ἔζησας, τὴν ἐπίπλαστον, μωρίαν ὑπελθοῦσα, δι’ ἧς ἀπεμώρανας, Ξένη τὸν δόλιον.
Θεοτοκίον.
Θεὸν μετὰ σώματος, προαγαγοῦσα δι’ ἔλεος, ἡμᾶς ἐκκαλούμενον, πρὸς τὴν ἀρχαίαν χαράν, Κόρη πάναγνε, καρδίας μου τὴν λύπην, διάλυσον δέομαι, ὡς χαροπάροχος.












ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Ἐτρώθης τῷ ἔρωτι τῷ θείῳ, ὡς ἤνεγκας Μῆτερ καρτερῶς, συζύγου σου τὴν στέρησιν, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ὁσίως ἠκολούθησας, Ξένη μωραῖς προσποιήσεσιν.
Οὐδόλως ἐκάμφθης ἐν τῇ βίᾳ, τῆς φύσεως Ξένη ἀληθῶς, ἀλλ’ ἔστης ἀκατάβλητος, τῷ ἱερῷ ἀγῶνί σου, ὃν ἐν ὁδοῖς διήνυες, τῆς Πετρουπόλεως πάνσεμνε.
Φόβῳ θεϊκῷ στοιχειουμένη, διένειμας Μῆτερ εὐσεβῶς, τὸν πλοῦτόν σου τοῖς πένησι, τὸν πλοῦτον θησαυρίζουσα, τὸν ἀληθῆ καὶ κρείττονα, τῆς ἐν Χριστῷ τελειότητος.
Θεοτοκίον.
Ῥείθροις τοῦ ἐλέους Σου Παρθένε, ἀπόπλυνον ῥύπον τῶν παθῶν, τῶν τῆς ψυχῆς μου δέομαι, καὶ ῥῦσαί με πανάμωμε, τῆς ψυχοφθόρου ἔξεως, τῇ κραταιᾷ ἀντιλήψει Σου.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν σοφίαν τὴν θείαν ἔνδον κατέχουσα, ὑπεκρίνου μωρίαν Μῆτερ τῷ βίῳ σου, δι’ ἧς ὤφθης ἐν παντὶ φρονίμη πάνσεμνε, καὶ οὐρανίων δωρεῶν, ἐπληρώθης ἀληθῶς, τῇ ἄνωθεν χορηγίᾳ, καὶ νῦν Ἀγγέλοις συνοῦσα, ὑπὲρ ἡμῶν Ξένη ἱκέτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν πάντων Κύριον, ἀναλαβόντα Παρθένε ἡμῶν τὸ φύραμα, καὶ ἐκστάντα τῆς Αὐτοῦ φύσεως ἄχραντε, ἀνεκαίνισας ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τῷ τόκῳ Σου Θεοτόκε· διό Σε ὑμνολογοῦμεν, ὡς σωτηρίας ἡμῶν πρόξενον.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁλοτρόπως ἀνετέθης τῷ Κυρίῳ πανεύφημε, καὶ πάντα ἀπώσω, γνώμῃ οὐρανόφρονι, καὶ ἐν ἀγῶσι καὶ πόνοις διετέλεσας, ὡς ἀσώματος, Ξένη τὸν βίον σου ἅπαντα.
Νοητῶς τῆς ἀφθαρσίας τὴν στολὴν ἐξυφαίνουσα, ῥάκεσι τὸ σῶμα, Μῆτερ εὐτελέσιν ἐκάλυπτες, καὶ τοῦ ἀσάρκου ἐχθροῦ κακίαν ἅπασαν, ἀπεγύμνωσας, συντονωτάτῃ ἀσκήσει σου.
Ἀφορήτῳ ἐν χειμῶνι ἐν τῇ θέρμῃ τοῦ Πνεύματος, ἤνεγκας ἀνδρείως, τὸν κρυμὸν σεμνὴ τὸν δριμύτατον, καὶ τῶν παθῶν τὸν χειμῶνα, Ξένη ἔλυσας, τῶν ὁρώντων σου, τὰ ὑπὲρ φύσιν παλαίσματα.
Θεοτοκίον.
Γεωργὸν ἀγεωργήτως τοῦ παντὸς γεωργήσασα, κεχαριτωμένη, ὅτι Σὲ ἡ ῥάβδος ἐδήλωσεν, ἡ ἀποτίστως ἀνθήσασα πανύμνητε, ἀποξήρανον, τὰ τῶν παθῶν μου βλαστήματα.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐξίσταντο βλέποντες, ἐν γυναικείῳ σώματι, φέρουσαν τοὺς πόνους ἀνενδόως, τῶν εὐσεβούντων σε τάξεις πάνσεμνε, καὶ τὴν καρτερίαν σου σεμνή, τὴν πολλὴν ἐθαύμαζον, ἣν Χριστός σοι παρέσχετοι.
Ῥυσθεῖσα τοῦ σώματος, φροντίδων καὶ ἀνέσεων, ἐν ταλαιπωρίᾳ καὶ στενώσει, τῷ Ζωοδότῃ Χριστῷ ἐλάτρευσας· ὅθεν ὑπεδέξω παρ’ Αὐτοῦ, χάριν τὰ ἐσόμενα, προορᾶν Ξένη πάνσεμνε,
Ἀγρύπνοις ἐν στάσεσι, καὶ τῶν γονάτων κλίσεσι, καὶ ταῖς παννυχίοις προσευχαῖς σου, ἱλεουμένη Χριστὸν τὸν Κύριον, ἔλαβες πλουσίως παρ’ Αὐτοῦ, θεϊκὰ χαρίσματα, τοὺς πιστοὺς καταπλήττοντα.
Θεοτοκίον.
Ἰάτρευσον Δέσποινα, νοσοῦσαν τὴν καρδίαν μου, πάθεσι καὶ πταίσμασιν ἀμέτροις, καὶ ταύτην πλῆσον τοῦ θεϊκοῦ φωτισμοῦ, ὡς ἂν τοῦ ἐχθροῦ τὰς προσβολάς, πάσας ἀποκρούσωμαι, καὶ σωθῶ τῇ Σῇ χάριτι.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ῥωσίας ἄνθος τὸ εὔοσμον, καὶ πάσης Ἐκκλησίας τὸ καύχημα, ὕμνοις τιμήσωμεν, Ξένην τὴν θείαν καὶ πάνσεμνον, τὴν ἐν πλαστῇ μωρίᾳ, Χριστὸν δοξάσασαν.
Ὡς πλήρης θείας ἐλλάμψεως, τὰ μέλλοντα Ὁσία προέβλεπες, καὶ προεκήρυττες, συμβολικοῖς Μῆτερ λόγοις σου, τὰ πόῤῥω τοὺς ἀκούοντας καταπλήττουσα.
Ξενίζει πᾶσαν διάνοιαν, ὁ ξένος ἀληθῶς Μῆτερ βίος σου, καὶ τὰ θαυμάσια, ἃ ἐνεργοῦντα ἑκάστοτε, τῷ ἱερῷ σου τάφῳ Ξένη πανθαύμαστε.
Θεοτοκίον.
Ἐκ τῶν ἀχράντων λαγόνων  Σου, ὁ τῆς δικαιοσύνης ἀνέτειλεν, ἄδυτος Ἥλιος, σωματικῶς καὶ κατηύγασε, Παρθενομῆτορ κόσμου τὰ πέρατα.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν σὸν πλοῦτον νείμασα, τοῖς ἐνδεέσι, τὴν πτωχείαν ἔστερξας, ἔρωτι θείῳ τοῦ Χριστοῦ, καὶ ἰσαγγέλως βιώσασα, Ξένης τῆς ἄνω εὐκλείας ἠξίωσαι.
Ὁ Οἶκος.
Ἀρνησαμένη σεαυτήν, ἀπεριτρέπτῳ γνώμῃ, καὶ ἀραμένη τὸν ζυγὸν ἐπ’ ὤμων τοῦ Σωτῆρος, εὐαγγελικῶς ἀπώσω τὰ ἐν κόσμῳ καὶ ἀσκητικῶς ἀκολουθῆσαι, διέγνως τοῖς ἴχνεσιν Αὐτοῦ Ὁσία. Τὸν γὰρ σύζυγον τέλει βίου ἀπολαβοῦσα, πάντα σκύβαλα ἡγήσω, θεολήπτῳ ψυχῇ, καὶ ὅλον τὸν πόθον ἀνέτεινας τῷ Κυρίῳ, τὰ ἄνω ζητοῦσα καὶ ποθοῦσα Μῆτερ. Καὶ ξένον βίον ὑπελθοῦσα, μωρίαν ἐπίπλαστον ἐνδυσαμένη, ξενοτρόπως Χριστὸν ἐδόξασας, καὶ χαρισμάτων παρ’ Αὐτοῦ τὴν δωρεὰν ἔλαβες. Θαύματα γὰρ πηγάζεις, καὶ προφθάνεις τοὺς καλοῦντάς σε· ὅτι Ξένη, τῆς ἄνω εὐκλείας ἠξίωσαι.

Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Ξένης τῆς Ῥωσσίδος, τῆς διὰ Χριστὸν σαλῆς.
Ξένον βίον ζήσασα ἐν κόσμῳ Ξένη,
ξένων δωρεῶν παρα Θεοῦ μετέσχες.
Ξενότρπον ξενίην δέχοιο παρ’ ἡμῶν ὦ Ξένη.
Αὕτη ἧν Ῥωσὶς καὶ ἔζησεν ἐν Πετρουπόλει, τῷ 18ῳ αἰῶνι. Συνεζεύχθη ἀνδρί, οὗ ἡ κλῆσις Ἀνδρέας, μεθ’ οὗ ὀλίγῳ χρόνῳ συνέζησεν, αἰφνιδίῳ γὰρ οὗτος θανάτῳ τὸ ζῆν ἀπέλιπε, καὶ τότε αὕτη ἐβουλεύσατο ἀκολουθῆσαι Κυρίῳ, καὶ ζῆσαι βίον ἀσκητικὸν ἐν μωρίᾳ ἐπιπλάστῳ. Διανείμασα καλῶς τὸν προσόντα πλοῦτον, ἤρξατο τῶν πνευματικῶν ἀγώνων. Καὶ δὴ περιβληθεῖσα εὐτελῆ ἱμάτια, ἤ κάλλιον εἰπεῖν ῥάκη, ἔζη βίον ἀσκητικὸν ἐν ταλαιπωρίᾳ καὶ νηστείαις καὶ διηνεκέσι προσευχαῖς, καὶ ἐν ὑποκρίσει μωρίας περιέκρυβε τὴν ἑαυτῆς ἀρετήν. Τίς δύναται διηγήσασθαι οὕς ὑπέστη πόνους, καὶ καμάτους, ἐν πολλῇ πτωχείᾳ ἡ μακαρία; Ἐν περιόδοις ἀφορήτου χειμῶνος, ὑπέμεινεν ὡς ἀδάμας τὸν δριμύτατον κρυμὸν καὶ παγετόν, ὑμνοῦσα καὶ δοξολογοῦσα τὸν Κύριον, καὶ ὡς ἔξηχος ἐν ταῖς ὁδοῖς καὶ ῥύμαις περιάγουσα τῆς Πετρουπόλεως. Διὸ πλουσίας ἠξιώθη παρὰ Κυρίου χάριτος, προλέγειν τὰ μέλλοντα καὶ προβλέπειν τὰ μακράν. Καὶ μετὰ τὴν ὁσίαν αὐτῆς τελευτήν, πηγὴ ἰαμάτων ἀναδέδεικται ὁ ἱερὸς αὐτῆς τάφος, τῇ ἐπισκιάσει τοῦ Παναγίου Πνεύματος. Πᾶς γὰρ ὁ πίστει προστρέχων, λαμβάνει τὸ αἰτούμενον, δοξάζων τὸν Κύριον, καὶ διαπρυσίως κηρύττων, ἥν δέδωκε χάριν τῇ θεραπαίνῃ Αὐτοῦ Ὁσίᾳ Ξένῃ· ὄντως θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις Αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης, καὶ τῶν δύο αὐτῆς θεραπαινίδων.
Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη,
οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες,
οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Ἡ μακαρία αὕτη καὶ ἀοίδιμος Ξένη ἐκ τῆς μεγαλοδόξου γέγονε πόλεως Ῥώμης, γένους ἐντίμου καὶ ζηλωτοῦ. Τῶν οὖν γεννητόρων αὐτῆς, γάμῳ ταύτην ἐκδοῦναι βουλομένων, καὶ τῶν κατὰ τὸν γάμον πάντων εὐτρεπισθέντων, ἐξ αὐτῆς τῆς παστάδος, μεθ᾿ ἑτέρων γυναικῶν, δύο παιδισκῶν, ἀποφυγοῦσα, καὶ διὰ θαλάσσης τὴν πορείαν ποιησαμένη, ἄλλους ἀμείψασα τόπους, τὴν πόλιν τῶν Μυλασσῶν κατέλαβε. Μᾶλλον δὲ παρὰ τοῦ θεσπεσίου Παύλου τοῦ Μοναχοῦ (ὃς αὐτῇ θεόθεν, ἐν Ἀλεξανδρείᾳ φανείς, ὁδηγὸς γέγονε τῶν κρειττόνων), εἰς τὴν τοιαύτην πόλιν κατέστη. Ἔνθα μικρὸν εὐκτήριον ἐπ᾿ ὀνόματι τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου πηξαμένη, ἅμα ταῖς δυσὶ θεραπαινίσι, καί τινων ὀλίγων Παρθένων συνελθουσῶν, πολλὴν ἄσκησιν ἐπεδείξατο, διὰ πάσης καρτερίας καὶ ἀποχῆς τῶν κατ᾿ αἴσθησιν ἡδονῶν, εἰς τὴν οὐράνιον ἑαυτὴν ἄγουσα πολιτείαν.
Καλῶς οὖν διεξελθοῦσα τὸν βίον, μετὰ τὴν ὁσίαν ἐκείνην καὶ μακαρίαν τελευτήν, ἄνωθεν ἔσχε τὴν μαρτυρίαν. Καὶ γὰρ μεσούσης ἡμέρας, ἡλίου κατὰ γῆν φωτίζοντος, δι᾿ ἀστέρων ὤφθη Σταυρός· ὃν συνέκλειε, καὶ εἰς τὸ μέσον συνεῖχεν ἕτερος ἀστέρων χορός, ὡς δοκεῖν στέφανον αὐτὸν εἶναι τῆς μακαρίας, τῆς μακρᾶς ἕνεκα νηστείας καὶ ἀγρυπνίας καὶ ἀφθορίας ἀντιδοθέντα αὐτῇ πρὸς Θεοῦ. Καὶ τοῦτο δῆλον, ὅτι τῇ τοῦ λειψάνου ταύτης ὑπὸ γῆν ἀποθέσει, οὐκέτι θεατὸς ἦν ὁ τῶν ἀστέρων χορός τε καὶ κύκλος. Ἐγνώσθη δὲ τὰ κατὰ τὴν Ὁσίαν, μιᾶς τῶν θεραπαινίδων αὐτῆς, ἐν τῷ μέλλειν τελευτᾶν, διηγησαμένης τὴν τῆς μακαρίας πατρίδα, καὶ τὸ τοῦ γένους ἐπίσημον, καὶ τὴν ἐκ γονέων προσηγορίαν. Εὐσεβεία γὰρ ἐκαλεῖτο· καὶ ὅτι λαθεῖν σπουδάζουσα, Ξένην ἑαυτὴν ἐπωνόμασεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου, τῶν μαθητῶν αὐτοῦ.
Πρὶν Βαβύλας ἤθλησε κατὰ δαιμόνων,
ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Τὸν Ἀγάπιον συνάμα Τιμοθέῳ
σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.
Οὗτος ὁ Ἅγιος Μάρτυς Βαβύλας, εὐγενὴς ὤν, κατὰ τὸν μέγαν Ἰώβ, ἐκ τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν, γεννᾶται ἐξ εὐγενῶν καὶ φιλοθέων γεννητόρων ἐν τῇ ἐπισήμῳ Θεουπόλει (τὴν μεγάλην Ἀντιόχειαν ἴσως ἐννοεῖ). Καὶ παιδευθεὶς ἐν αὐτῇ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ τὰ ἱερὰ γράμματα, εἰς Θεὸν τάχιον ἀναφέροντα, ἐπιμελῶς ἐκδιδαχθείς, καὶ ἐκ νεαρᾶς ἡλικίας ποθήσας τὸν Χριστόν, ἐμίσησε τὸν κόσμον· καὶ τάχιον τῶν γονέων ἀποῤῥαγείς, διεσκόρπισε τὸν πλοῦτον εἰς πτωχοὺς καὶ χήρας καὶ ὀρφανούς. Καὶ ἀποτινάξας ἑαυτὸν πάσης βιωτικῆς ἰλύος, ἀνελθὼν πρὸς τὸ ὄρος ἡσύχαζεν, ἔχων μεθ᾿ ἑαυτοῦ καὶ τοὺς δύο μαθητάς αὐτοῦ, Ἀγάπιον καὶ Τιμόθεον. Γενόμενος δὲ καὶ Ἱερεύς, ἀξίως τὸ τῆς ἱερωσύνης ἀξίωμα ἐτίμησεν.
Ἐπεὶ δὲ ἀπειθεῖς καὶ αἱμοβόροι Ἕλληνες ἔσπευδον καταπροδοῦναι τοῦτον τοῖς ἄρχουσιν, ἀφεὶς τὴν Ῥώμην, κατέλαβε τὴν Σικελίαν σὺν τοῖς δυσὶ μαθηταῖς αὐτοῦ. Καὶ χρονοτριβήσας ἐκεῖσε, πολλοὺς τῇ ἐνοικούσῃ αὐτῷ χάριτι κατεφώτισεν, εἰς θεογνωσίαν μεταβιβάσας. Ἀλλ᾿ ἐπεὶ πόλις οὐ δύναται κρυβῆναι, ἐπάνω ὄρους κειμένη, ὡς γέγραπται, οὐδὲ αὐτὸς διέλαθε τὸν ἐκεῖσε Ἄρχοντα. Διὸ καὶ κρατήσας αὐτόν, σὺν τοῖς δυσὶ μαθηταῖς αὐτοῦ, ὡς εἶδε μετὰ παῤῥησίας ὁμολογήσαντας τὸν Χριστόν, Θεὸν ἀληθινόν, πρῶτον μὲν ἔτυψε, μάστιγας διαφόρους ἐπιθεὶς αὐτοῖς, καὶ καταπορφυρώσας τὰ σώματα αὐτῶν. Ἔπειτα δέ, κατὰ πόλιν περιάγων αὐτούς, ποικιλοτρόπως καὶ ἀπανθρώπως ᾔκιζε, πῇ μέν, τὰς τῆς Σικελίας πόλεις ἐκφοβῶν δι᾿ αὐτῶν, πῇ δέ, ἴδιον πάθος ἐκπληρῶν διὰ τῆς μαρτυρίας αὐτῶν. Οἱ δὲ Ἅγιοι Μάρτυρες ἐνισχύοντο, εἰς τὰ αἰώνια ἀποβλέποντες ἀγαθά. Τῇ δὲ ὑστεραίᾳ, τοῖς ξίφεσι κατασφάξας αὐτούς, εἰς πῦρ ἐναπέῤῥιψεν. Οὐκ ἐλυμήνατο δὲ τοὺς ἀληθεῖς Χριστοῦ στρατιώτας τὸ καθόλου τὸ πῦρ, ἀλλὰ σῴους καὶ ἀσπίλους διεφύλαξεν· οὓς καὶ λαβόντες πιστοί τινες, ἐν τῇ αὐτῇ νήσῳ τῆς Σικελίας ἀξίως ἐκήδευσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φίλωνος, Ἐπισκόπου γενομένου τοῦ Καλπασίου.
Φῦλον βροτῶν προσῆξε τῷ Χριστῷ Φύλων,
ἄτε πρὸς αὐτοῦ προσλαβὼν θείαν χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους,
Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν Βασιλέων, καὶ Ἀρειανοῦ ἡγεμόνος, ἐν Κλεοπάτριδι τῆς Αἰγύπτου, ἀδελφοὶ κατὰ σάρκα. Ὑπῆρχον δὲ χρόνων, ὅτε κατεσχέθησαν, ὁ μὲν Παῦλος τριάκοντα ἑπτά, ὁ δὲ Παυσίριος πέντε καὶ εἴκοσιν, ἐκ νεαρᾶς ἡλικίας τό σχῆμα τῶν Μοναχῶν περιβεβλημένοι. Μαθὼν δὲ τῆν κατάσχεσιν αὐτῶν Θεοδοτίων, ὁ ἀδελφὸς αὐτῶν, καταλιπὼν τὰς ἐν ὄρεσι διατριβὰς τῶν ληστῶν (ἦν γὰρ τρόπων αὐτοῖς κοινωνῶν), ἦλθε θεάσαθαί τε αὐτοὺς ἅμα καὶ ἀσπάσασθαι. Καὶ ἰδὼν ἀνακρινομένους αὐτούς, προσεγγίσαι μὲν οὐκ ἐτόλμησεν· ἔν τινι δὲ γενόμενος τόπῳ, καθ᾿ ἑαυτὸν ἐλογίζετο, ποίας ἄρα τεύξονται κληρουχίας οἱ ἀδελφοί. Καὶ διαθερμανθείς, ὑπέστρεψε, καὶ ὡμολόγησεν ἑαυτὸν Χριστιανόν, ἐνώπιον Ἀρειανοῦ τοῦ τυράννου· καὶ ἐπιπηδήσας, κατέβαλεν αὐτὸν τοῦ θρόνου. Εὐθέως οὖν ἥλοις πυρωθεῖσι κατὰ τῶν πλευρῶν διελαύνεται, ἔτι δὲ καὶ κατὰ τῆς γαστρός· καὶ τὸ τοῦ βίου δέχεται τέλος, ξίφει τὴν κεφαλὴν τμηθείς· Παῦλος δὲ καὶ Παυσίριος ἐν ποταμῷ βληθέντες, διήνυσαν τὸ μαρτύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μακεδονίου.
Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας,
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.
Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Μακεδόνιος, παλαίστραν εἶχε καὶ στάδιον τὰς τῶν ὀρέων κορυφάς, οὐκ ἐφ᾿ ἑνὸς ἱδρυμένος χωρίου, ἀλλὰ νῦν μὲν τούτῳ ἐνδιαιτώμενος, νῦν δὲ εἰς ἐκεῖνο μεταβαίνων, ἐν Φοινίκῃ, Συρίᾳ, καὶ Κιλικίᾳ. Ἐποίει δὲ τοῦτο, τῶν εἰς αὐτὸν συντρεχόντων ἐκφεύγων τὴν ὄχλησιν. Τεσσαράκοντα οὖν καὶ πέντε ἔτη διετέλεσεν οὕτως, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ, ἀλλ᾿ ἐν ὀρύγματι βαθεῖ τὴν στάσιν ἔχων. Πρεσβύτης δὲ γενόμενος, εἷξε τοῖς ἱκετεύουσι, καὶ καλύβην ἐπήξατο. Ὕστερον δὲ οἰκιδίοις οὐκ οἰκείοις, ἀλλ᾿ ἀλλοτρίοις ἐχρήσατο. Πέντε δὲ καὶ εἴκοσι διετέλεσεν ἔτη, τῇ καλύβῃ καὶ τοῖς οἰκίοις διαιτώμενος· ὡς συνάγεσθαι τοὺς χρόνους τῶν ἀγώνων αὐτοῦ εἰς ἑβδομήκοντα, κριθῇ καὶ ὕδατι ἐπὶ χρόνοις τεσσαράκοντα τρεφόμενος. Ὕστερον δὲ νόσῳ περιπεσών, ἄρτου μικρῷ κλάσματι ἐτρέφετο καὶ ὕδατι.
Οὗτος ὁ θαυμάσιος, θαυματουργὸς γενόμενος μέγας, δαίμονας ἐξ ἀνθρώπων ἀπήλασε, καὶ νοσήματα παντοῖα ἐθεράπευσε, καὶ ἄλλα οὐκ ὀλίγα ἐποίει παράδοξα. Τούτῳ ποτὲ γυναῖκα προσήγαγον, πλεῖστα εἰς ὑπερβολήν, ἐξ ἐπηρείας δαιμόνων, ἐσθίουσαν· καὶ πολλὰ περὶ αὐτῆς τῶν οἰκείων θρηνούντων, παρεκάλουν οἱ προσαγαγόντες τὸν Ἅγιον· ὁ δὲ προσευξάμενος, παρεσκεύασεν αὐτὴν κατὰ φύσιν ἐσθίειν. Λέγεται δὲ τριάκοντα ὄρνεις ἐσθίειν κατοικιδίους· διὰ δὲ προσευχῆς τοῦ Ἁγίου, μηδὲ τὸ ἥμισυ δαπανῆσθαι δύνασθαι. Καὶ τῷ Θεῷ γνησίως καὶ ἐπιμόνως δουλεύσας ἐπὶ χρόνοις ἑβδομήκοντα, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Στεφθεὶς Ἀναστάσιε τῶν ἄθλων χάριν,
παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
Τοῦ Βασιλέως Ἡρακλείου ἀπελθόντος ἐν Περσίδι, καὶ τοῦ Χοσρόου ἀποθανόντος, μοναχός τις ἐκ τῆς μονῆς τοῦ Μάρτυρος, ἰδὼν τὸν στρατὸν τοῦ Βασιλέως ἐχάρη, καὶ ἦν μετὰ τοῦ τῶν Χριστιανῶν λαοῦ, ὡς ὑποστρεφόντων εἰς τὰ ἴδια. Ἐλθὼν δὲ εἰς τὸν Ἡγούμενον αὐτοῦ, ἀπεκόμισεν αὐτῷ τὸ κολόβιον (μανδύαν) τοῦ Μάρτυρος, καὶ διηγήσατο αὐτῷ, ὅτι ἐν Περσίδι δαιμονῶντα ἰάσατο περιβαλόντα αὐτό. Καὶ ὁ μὲν Ἡράκλειος, ἐν τῷ εἰκοστῷ ἔτει τῆς αὐτοῦ βασιλείας, ἀνεκόμισεν εἰς Ἱερουσαλὴμ τὸ τίμιον Ξύλον. Ἐπίσκοπος δέ τις ἀποσταλεὶς παρὰ τοῦ Ἀρχιεπισκόπου τῶν εἰς Περσίδα Ῥωμαϊκῶν μερῶν, ἀνελάβετο τὰ λείψανα τοῦ Ἁγίου, καὶ ἀνεκόμισεν εἰς Καισάρειαν· καὶ ἐκεῖ δόντες μικρὰν μερίδα, τὸ λοιπὸν κατέσχον. Ἡ δὲ τιμία κεφαλὴ τοῦ Μάρτυρος, καὶ ἡ εἰκὼν προσκυνεῖται παρὰ τῶν πιστῶν ἐν τῇ μεγάλῃ καὶ παλαιᾷ Ῥώμῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμογένους καὶ Μηνᾶ·
Ἑρμογένης Μάμας τε τοῦ Xριστοῦ φίλοι,
θανεῖν δι’ αὐτὸν οὐδόλως ἐδειλίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλιππικοῦ τοῦ Πρεσβυτέρου.
Καθώς περ ἵπποις τοῖς πόνοις κεχρημένος,
χαίρων ἀνέπτη Φιλιππικὸς πρὸς πόλον.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύο αὐτοῦ ἀδελφῶν.
Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,
θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.
Τὶς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους;
καὶ τὶς θανόντος τῶν πόνων σου τὰ στέφη;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φιλήμονος, ἐπισκόπου Καρπάθου

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται.
Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα,
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος.
Ἔχει σε τύμβος, ἀλλὰ μέχρι σαρκίου,
καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κάντοκ (Cadoc) Οὐαλίας

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Χρυσοπλοκής.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τῆς Ἱ. Μ. Φιλοθέου τοῦ Ἁγίου Ὄρους· Φιλοθέου, πρωτίστου δομήτορος τῆς ἱερᾶς ταύτης ἐπωνύμου αὐτοῦ Μονῆς· Θεοδοσίου ἡγουμένου ταύτης καὶ Μητροπολίτου Τραπεζοῦντος· Διονυσίου καὶ Συμεῶν ἡγησάντων αὐτῆς· Δομετίου τοῦ ἡσυχαστοῦ καὶ σημειοφόρου· Δαμιανοῦ, μαθητοῦ αὐτοῦ καὶ Ὁσιομάρτυρος· καὶ Κοσμᾶ τοῦ Ἰσαποστόλου καὶ Ἱερομάρτυρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου τοῦ ἐν Καζάν.
Ταῖς αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.










ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Νοῦν ἀλάστορα εἰς τέλος ἐταπείνωσας τῇ ταπεινώσει σου, διὰ Χριστὸν τὸν Θεόν· διὸ ὑπερύψωσαι, Ξένη κραυγάζουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἡ τοῦ βίου σου λαμπρότης Ξένη πάνσεμνε ἣν μόνοι ἔβλεπον, οἱ καθαροὶ τῇ ψυχῇ, τὴν σὴν προϋπέφαινεν, δόξαν οὐράνιον, ἧς μετέσχηκας, τελέσασα τὸν δρόμον σου, τὸν Χριστὸν δοξολογοῦσα.
Νοῦν θεόφρονα καὶ πλήρη θείας χάριτος πλουτοῦσα ἔνδοξε, μωρίαν πλασματικήν, μετήρχου μωραίνουσα, τὸν παναλάστορα, Χριστῷ ψάλλουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γῆ ἀνήροτος ἐδείχθης Μητροπάρθενε ὡς προεκήρυξαν, Προφῆται οἱ τοῦ Θεοῦ, ἀσπόρως γὰρ ἔτεκες, Χριστὸν τὸν Κύριον, Ὃν δυσώπησον, Παρθένε ἱκετεύω Σε, οἰκτειρῆσαι τὴν ψυχήν μου.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς
Ἔχει ἡ πληθὺς τῶν εὐσεβούντων, τὸν τάφον σου ἰατρεῖον ὡς ἀδάπανον, Ξένη παναοίδιμε, Ὀρθοδόξων καύχημα, ᾧ πίστει προσερχόμενοι, ἀεὶ λαμβάνομεν, τὰς δόσεις, τὰς ἁγίας Ὁσία, καὶ τὴν θεραπείαν, ψυχῶν τε καὶ σωμάτων.
Ῥώμῃ θεϊκῇ δυναμουμένη, τῆς φύσεως τοὺς θεσμοὺς Μῆτερ ἐκβέβηκας· ἔνθεν ὡς ἀσώματος, ἤνυσας τὸ στάδιον, τὸ μέγα τῆς ἀσκήσεως, Ξένη κραυγάζουσα· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄνωθεν μὴ παύσῃ ἐφορῶσα, Ὁσία καὶ ἐποπτεύουσα ἑκάστοτε, τοὺς πανηγυρίζοντας, τὴν ἁγίαν μνήμην σου, καὶ τοῖς πιστῶς κραυγάζουσι, χάριν παρέχουσα· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σύντριψον ἐχθροῦ τὴν δυναστείαν, Παρθένε δι’ ἧς πειρᾶται ἀπολέσαι με, καὶ τὴν ἀνειμένην μου, πάθεσι καὶ θλίψεσι, καρδίαν ἐνδυνάμωσον, ψάλλειν ἑκάστοτε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ δοξολογεῖτε, τὴν μόνην Θεοτόκον.










ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἴθυνας σεμνή, τὰ σὰ διαβήματα πρὸς τὴν ἐκπλήρωσιν, τοῦ θείου θελήματος, πᾶσαν λιποῦσα φροντίδα πρόσκαιρον, καὶ τῷ Χριστῷ δουλεύσασα ψυχῆς θερμότητι, ἐπαξίως, οὐρανίως ἔτυχες, φερωνύμως ξενίας θεόπνευστε.
Μόνον τοῦ Χριστοῦ, τὸ κάλλος ποθήσασα κάλλη τὰ πρόσκαιρα, ὁλοψύχως ἔλιπες, Ξένη Ὁσία ἀειμακάριστε, καὶ βίον καθαρώτατον ἀμέμπτως ἔζησας· διὰ τοῦτο, πρὸς τὰ ὑπερκόσμια, μεταβέβηκας κάλλη καὶ ἄῤῥητα.
Ὄμβροις μυστικοῖς, τῶν σῶν παρακλήσεων Ξένη κατάσβεσον, τῶν παθῶν τὴν κάμινον, τὴν ταπεινήν μου ψυχὴν φλογίζουσαν, καὶ ὡς τερπνὸν θυμίαμα, τοῦτον τὸν ὕμνον μου, δεχομένη, αἴτει μοι τὴν ἄφεσιν, ἐκ Θεοῦ τῶν ἀπείρων πταισμάτων μου.
Θεοτοκίον.
Ὕψιστον Θεόν, γενόμενον ἄνθρωπον ἐκ τῶν αἱμάτων Σου, τέξασα πανάμωμε, ἡμῶν ὑψοῦντα φύσιν τὴν ἔκπτωτον, ἀνύψωσόν με δέομαι, ἐκ κατωτάτου βυθοῦ ἁμαρτίας, καὶ ἐν πέτρᾳ, στῆσον με μετανοίας γνησίας καὶ σῶσόν με.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Μωρίαν τὴν ἐπίπλαστον, ὑπελθοῦσα Ὁσία, τὴν σὴν ψυχὴν ἀθόλωτον, διετήρησας Μῆτερ, ἐκ γεηρῶν φρονημάτων, καὶ ἀξίως ἐδέξω, παρὰ Χριστοῦ τὸν στέφανον, τῶν πολλῶν σου καμάτων ἐν οὐρανοῖς, καὶ θαυμάτων χάριν πλουσιωτάτην, Ξένη θεομακάριστε, Ὀρθοδόξων λαμπρότης.
Θεοτοκίον.
Ἀνερμηνεύτως τέτοκας, τὸν Θεὸν τῶν ἁπάντων, καὶ μετὰ τόκον ἔμεινας, ὥσπερ ᾗς πρὸ τοῦ τόκου, πανάχραντε Θεοτόκε, τῶν Ἀγγέλων τὸ θαῦμα, καὶ τῶν βροτῶν διάσωσμα· διὰ τοῦτο ὑμνοῦμεν πανευλαβῶς, τῆς κυοφορίας Σου τῆς ἀφράστου, τὸ ὑπὲρ νοῦν μυστήριον, δι’ οὗ σέσωσται κόσμος.












Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸ πῦρ τῆς θείας ἀγάπης ἐν τῇ καρδίᾳ σου, εἰσδεξαμένη Μῆτερ, ξένη ὤφθης ἐν κόσμῳ, καὶ βίον ὑπελθοῦσα ἀσκητικόν, ἐν μωραῖς προσποιήσεσι, Ξένη ἐδέξω ἀξίως παρὰ Χριστοῦ, τῶν καμάτων σου τὰ ἔπαθαλα.

Τῆς ἐν σαρκὶ πολιτείας σου Ξένη πάνσεμνε, ξενίζουσι τὰς φρένας, τῶν πιστῶν οἱ ἀγῶνες, ὡς ἄσαρκος γὰρ ἔζησας ἐπὶ γῆς, ἐν νηστείαις καὶ δάκρυσι, καὶ ἐπιπλάστῳ μωρίᾳ τὸν σοφιστήν, τῆς κακίας καταβέβληκας.

Ἐν ταπεινώσει καρδίας σεμνὴ ἀνύσασα, τοὺς σοὺς στεῤῥοὺς ἀγῶνας, τὴν τοῦ Πνεύματος χάριν, ἐδέξω οὐρανόθεν· ὅθεν σαφῶς, προαγγέλλεις τὰ μέλλοντα, αἰνιγματώδεσι λόγοις καὶ προορᾶς, ὡς ἐγγὺς τὰ πόῤῥω ἔνδοξε.

Τοῦ Παρακλήτου ἡ χάρις ἐπισκιάσασα, τῷ τάφῳ σου Ὁσία, τοῦτον ἔδειξε πᾶσιν, ἰάσεων ἀκένωτον θησαυρόν, τοῖς ἐν πίστει προστρέχουσι· διὸ κηρύττομεν πάντες Ξένη σεμνή, τῶν θαυμάτων σου τὰς χάριτας.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσία Μῆτερ, τὴν σὴν ἁγίαν ζωήν, θαυμαστῶς ἐδόξασεν, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος Θεός, ὁ κατ’ ἀξίαν νέμων τὰ ἔπαθλα· ἐν γὰρ ἀγῶσιν ἀήττητόν σε ἔδειξε, καὶ μετὰ τέλος τὸ ἅγιον, ἰατρεῖον ἄμισθον, τὸν τάφον σου εἰργάσατο, οἱ γὰρ ἐν τούτῳ προσιόντες, θᾶττον κομίζονται τὰ αἰτήματα, τῇ σῇ μεσιτείᾳ. Ἀλλ’ ὦ Ξένη θεόφρον, τῇ παναγίᾳ Τριάδι πρέσβευε, τὸ θεῖον ἡμῖν διδόναι ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ἔξηχον διήνυσας βιοτήν, ἐν σκληραγωγίᾳ, καὶ ἀσκήσει θεοφιλεῖ· ὅθεν οὐρανίου, ξενίας ἠξιώθης, ὦ Ξένη μακαρία, Χριστὸν δοξάσασα.



ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς μετασχοῦσα τῆς χαρᾶς τοῦ Κυρίου, καὶ θεουμένη ἐν μεθέξει ἀΰλῳ, διὰ παντὸς ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, Ξένη παμμακάριστε, καὶ δεινῶν συμπτωμάτων, οἱ προσιόντες πίστει ἀκλινεῖ, τῇ θερμοτάτῃ, πρεσβείᾳ σου πάνσεμνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ξένων κινδύνων, Ξένη, μὲ ῥύου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ξενίζεις τῇ ξένῃ σου βιοτῇ, Ξένη θεοφόρε, τὰς καρδίας τῶν εὐσεβῶν· διὸ ξένον δεῖξόν με Ὁσία, πολυειδῶν συμφορῶν καὶ κακώσεων.
Ἐλέους δυσώπει τὸν χορηγόν, Ξένη θεοφόρε, ἐλέῆσαί μου τὴν ψυχήν, καὶ ἔλεος θεῖον καταπέμψαι, τοῖς προσιοῦσι τῇ θείᾳ πρεσβείᾳ σου.
Ναμάτων τρυφῶσα τῶν θεϊκῶν, ὄμβρησόν μοι Μῆτερ, τὸν τῆς χάριτος γλυκασμόν, ὡς ἂν τὸν ἰὸν τῆς ἁμαρτίας, καὶ τῶν παθῶν τὴν πικρίαν ἐκκρούσωμαι.
Θεοτοκίον.
Ὡς τέξασα Κόρη τὸν Ποιητήν, λυτρούμενον κόσμον, καταδίκης τῆς τοῦ Ἀδάμ, λύτρωσαι ψυχήν μου τὴν ἀθλίαν, τῆς τῶν παθῶν συνοχῆς καὶ κακώσεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεκρωθεῖσα τῷ κόσμῳ ἐν τῷ Χριστῷ ἔζησας, Ξένη τῇ ἁγίᾳ ζωῇ σου· ὅθεν θανάτωσον, τὴν ἐν καρδίᾳ μου, ζῶσαν δεινὴν ἁμαρτίαν, καὶ τὸν νοῦν μου τείχισον, φόβῳ τῷ κρείττονι.
Κινδυνεύοντας Μῆτερ καὶ χαλεπῶς πάσχοντας, τῆς τῶν πειρασμῶν καταιγίδι, καὶ περιστάσεων, θᾶττον ἐκλύτρωσαι, τῆς ἐπελθούσης ἀνάγκης, Ξένη παναοίδιμε, ἡμᾶς δεόμεθα.
Ἰησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς Κύριον, Ξένη μακαρία δυσώπει, δοῦναι δεόμεθα, πταισμάτων ἄφεσιν, καὶ ἱλασμὸν καὶ εἰρήνην, τοῖς πιστῶς προστρέχουσι, τῇ προστασίᾳ σου.
Θεοτοκίον.
Δυναστείας με ῥῦσαι τοῦ πονηροῦ ἄχραντε, δι’ ἧς τὴν ψυχήν μου μολύνει, λόγοις καὶ πράξεσι, καὶ καθοδήγει με, πρὸς μετανοίας εἰσόδους, ὅπως εἰσελεύσομαι, ζωὴν εἰς ἄληκτον.
Διάσωσον, τῇ πρὸς Θεόν σου πρεσβείᾳ Ὁσία Ξένη, ψυχοφθόρων ἐπιφορῶν τε καὶ θλίψεων, τοὺς τὸν ξενότροπον βίον σου εὐφημοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν ξένην ζωὴν ξενοπρεπῶς ἀνύσασα, χαρίτων πολλῶν, παρὰ Χριστοῦ ἠξίωσαι, δι’ ὧν Ξένη θεόληπτε, πειρασμῶν καὶ κινδύνων ἀπάλλαττε, τοὺς ἐξαιτοῦντας τὴν σὴν ἀρωγήν, καὶ μέλποντας Μῆτερ τοὺς ἀγῶνάς σου.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ πάντων ἱκέτευε, Ξένη θεοφόρε Χριστὸν τὸν εὔσπλαγχνον, τὰς ψυχὰς ἡμῶν ἰάσασθαι, ἃς ἡ ἁμαρτία ἐτραυμάτισε.
Νοσημάτων τὴν ἴασιν, καὶ παθῶν παντοίων τὴν ἀπολύτρωσιν, καὶ πταισμάτων τὴν συγχώρησιν, Ξένη ἡμῖν αἴτει δυσωποῦμέν σε.
Ὡς μωρίαν ἐπίπλαστον, Μῆτερ ὑπελθοῦσα νοΐ θεόφρονι, οὕτως μώρανον καὶ σύντριψον, καθ’ ἡμῶν ἰσχὺν τὴν τοῦ ἀλάστορος.
Θεοτοκίον.
Νεκρωθέντα τοῖς πάθεσι, ζώωσον με Κόρη καθικετεύω Σε, ἡ ζωὴν τὴν ἐνυπόστατον, τὸν Χριστὸν τεκοῦσα μετὰ σώματος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ξένωσον ἡμᾶς, ἐννοιῶν τῶν τοῦ ἀλάστορος, καὶ οἰκείωσαι τῷ φόβῳ τοῦ Θεοῦ, τὰς καρδίας ἡμῶν Ξένη θεοδόξαστε.
Ἔχουσα πολλήν, παῤῥησίαν πρὸς τὸν Κύριον, Ὃν ἐδόξασας τῷ βίῳ σου σεμνή, μὴ ἐλλίπῃς ἐκπληροῦν ἡμῶν πᾶν αἴτημα.
Νόμῳ τοῦ Θεοῦ, πολιτεύεσθαι ἐνίσχυσον, ἐν ἀγάπῃ καὶ πολλῇ ὑπομονῇ, Μῆτερ Ξένη τοὺς προστρέχοντας τῇ σκεπῃ Σου.
Θεοτοκίον.
Ηὔγασας ἡμῖν, φῶς ἀνέσπερον τῷ τόκῳ Σου, φωτοτόκε Θεοτόκε Μαριάμ· διὸ σκέδασον νοός μου τὴν σκοτόμαιναν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μεγίστους, ἀγῶνας γνώμῃ τελείᾳ, διανύσασα πλαστῇ ἐν μωρίᾳ, μεγάλων πόνων καὶ θλίψεων ῥῦσαι, τοὺς μεγαλύνοντας Μῆτερ τὸν βίον σου, οἷα μεγάλων δωρεῶν, καὶ θαυμάτων τυχοῦσα θεόπνευστε.
Ἐδέξω, παρὰ Χριστοῦ Μῆτερ Ξένη, τὴν πλουσίαν δωρεὰν τῶν θαυμάτων· ὅθεν ἀεί, ὁ σὸς τάφος βλυστάνει, ψυχῶν ὁμοῦ καὶ σωμάτων ἰάματα· διὸ θεράπευσον κἀμέ, τὸν νοσοῦντα κατ’ ἄμφω θεόληπτε.
Ῥυσθῆναι, πάσης φθορᾶς με Ὁσία, ἐννοιῶν τε καὶ παθῶν ἀκαθάρτων, ἰσχύν μου δίδου τῇ σῇ ἀντιλήψει, ὡς ἂν ἐν γήρατι βίον ἐνάρετον, ζήσω καὶ τύχω τῆς ζωῆς, τῆς ἀλήκτου Χριστοῦ ἀγαθότητι.
Θεοτοκίον.
Ὑψίστου, ὁ ὑψηλότατος θρόνος, Θεοτόκε ἀειπάρθενε Κόρη, ἁμαρτωλῶν, σωτηρία βεβαία, ἐκ κατωτάτου με λάκκου ἀνύψωσον, ἁμαρτιῶν τε καὶ παθῶν, πρὸς γνησίαν μετάνοιαν δέομαι.
Διάσωσον, τῇ πρὸς Θεόν σου πρεσβείᾳ Ὁσία Ξένη, ψυχοφθόρων ἐπιφορῶν τε καὶ θλίψεων, τοὺς τὸν ξενότροπον βίον σου εὐφημοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῷ ξενοτρόπῳ σου βίῳ ἐδόξασας, τὸν τὰ κρυπτὰ ἡμῶν βλέποντα Κύριον· διό σε πλουσίοις χαρίσμασιν, ὁ Ζωοδότης Ὁσία ἠμείψατο, Ὃν αἴτει ὑπὲρ τῶν τιμώντων σε.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ξένη παμμακάριστε, Ῥωσίας ἄνθος εὐῶδες, ἀρετῶν κειμήλιον, καὶ σκεῦος πολύτιμον θείας χάριτος, ἐκτενῶς πρέσβευε, τῷ Χριστῷ Ὁσία, πάσης ῥύεσθαι κακώσεως, καὶ περιστάσεως, καὶ δυσπραγιῶν τε καὶ θλίψεων, τοὺς πόθῳ καταφεύγοντας, τῇ σῇ ἀντιλήψει καὶ χάριτι, ἡμῖν αἰτουμένη, τῶν θείων οἰκτιρμῶν τὴν δωρεάν, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.





ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ τῷ τάφῳ σου Μῆτερ προσιόντες ἐν πίστει χάριν λαμβάνουσι· διὸ καὶ ἡμῖν δίδου, ψυχῶν τε καὶ σωμάτων, θεραπείαν τοῖς κράζουσι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑπερήφανον ὄφιν καθ’ ἡμῶν ἐπαιρόμενον Ξένη σύντριψον, καὶ πᾶσαν εὐπραξίαν, καὶ σταθηρὰν εἰρήνην, τοῖς κραυγάζουσι αἴτησαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γεωργεῖν θείῳ φόβῳ ἀρετῶν θεοφόρε τὰ θεῖα σπέρματα, ἰσχὺν ὑψόθεν δίδου, καὶ δύναμιν ἐν πᾶσιν, ὁμοφώνως τοῖς ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐκ πικρᾶς συνηθείας πρὸς τὰ χείρω Παρθένε τὸν νοῦν μου ἕλκυσον, φωτὶ τῆς μετανοίας, Αὐτὸν φωταγωγοῦσα, ἵνα πίστει κραυγάζω Σοι· χαῖρε λαμπὰς παμφαής, τοῦ ἀνεσπέρου φέγγους.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, τῇ ἀσθενούσῃ ψυχῇ μου, καὶ τοῦ σώματος θεράπευσον τὸ ἄλγος, τῇ σῇ θεοσδότῳ, χάριτι μακαρία.
Ἅγιον βίον, ἐν ἐπιπλάστῳ μωρίᾳ, ὡς διέδραμες ἡμῶν καθαγιάζεις, Ξένη τὰς ἐννοίας, ξένῃ ἐπισκιάσει.
Σκέπε Ὁσία, πειρατηρίων παντοίων, τοὺς τὴν θείαν σου βοήθειαν αἰτοῦντας, ἄφεσιν πταισμάτων, ἡμῖν ἐξαιτουμένη.
Θεοτοκίον.
Ἰσχύν μοι δίδου, καταπατεῖν τοῦ δολίου, τὴν ὀλέθριον δύναμιν Θεοτόκε, ἵνα Σὲ δοξάζω, τὴν κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μανίας τοῦ βελίαρ, ἀσινεῖς συντήρει, καὶ πολυπλόκων σκανδάλων ἀπάλλαττε, τοὺς σὲ γεραίροντας Ξένη ἀειμακάριστε.
Ὁ τάφος σου πηγάζει, πᾶσι τὰς ἰάσεις, ἡμῖν δὲ νῦν ἡ πρεσβεία σου γένοιτο, πηγὴ χαρᾶς οὐρανίου Ξένη θεόπνευστε.
Ὑδάτων ψυχοτρόφων, ἐκ πηγῶν ἀΰλων, βλύσον σταγόνα κἀμοὶ τὴν σωτήριον, Ξένη Ὁσία δροσίζουσαν τὴν καρδίαν μου.
Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, τὸν φρικτόν Σου τόκον, δι’ οὗ φθορᾶς καὶ θανάτου ἐῤῥύσθημεν. Σὺ γὰρ ἐκύησας Κόρη ζωῆς τὸν πρύτανιν.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· χαίροις ἡ μωρία, ἐπιπλάστῳ τὸν πονηρόν, Ξένη καθελοῦσα, καὶ ξένων χαρισμάτων, παρὰ Χριστοῦ τυχοῦσα, στεῤῥῶς βιώσασα.
Ὕλην ἀποῤῥίψασα γεηράν, ἀπεδύσω Μῆτερ, πρὸς ἀγῶνας πνευματικούς, οὓς καὶ διανοίᾳ, διήνυσας τελείᾳ, ἐν μέσῳ κόσμου Ξένη, λαμπρῶς ἀσκήσασα.
Χαίροις τὴν ἀκήρατον νῦν χαράν, Ξένη πανολβία, ἐν σκηνώμασιν οὐρανῶν· ὅθεν πάσης λύπης, καὶ πάσης ἀθυμίας, μὴ παύσῃ λυτρουμένη ἡμᾶς δεόμεθα.
Ἤνυσας ὡς ἄσαρκος ἐν σαρκί, τὸν μέγα ἀγῶνα, ἐν τῷ κόσμῳ καρτερικῶς· ὅθεν οὐρανίων, ἐπάθλων ἠξιώθης, ἡμῖν αἰτοῦσα Ξένη, πταισμάτων ἄφεσιν.
Βρύει σου ὁ τάφος θείᾳ ῥοπῇ, ἰάματα πλεῖστα, τοῖς προστρέχουσιν εὐλαβῶς· ὅθεν κἀμὲ Μῆτερ, ἰᾶσαι ἀσθενοῦντα, κατὰ ψυχὴν καὶ σῶμα, πταισμάτων ἕλκεσιν.
Ἔχουσα μεγίστην πρὸς τὸν Χριστόν, Μῆτερ παῤῥησίαν, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνω, καὶ πάσης δεινῆς βλάβης, ὦ Ξένη μακαρία, ἡμᾶς δεόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ξένην, διανύσασα ζωήν, ἔρωτι Χριστοῦ τετρωμένη, θαυμάτων εἴληφας, χάριν τὴν θεόσδοτον, Ξένη πανεύφημε, καὶ παρέχεις τοῖς χρήζουσι, τῆς σῆς προστασίας, θᾶττον τὴν βοήθειαν, δυνάμει κρείττονι· ὅθεν σοῦ δεόμεθα πλήρου, πάντων τὰ αἰτήματα Μῆτερ, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου