Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 23. ΟΣΙΟΣ ΔΙΟΝΥΣΙΟΣ ΟΛΥΜΠΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΓ΄!!
ΔΙΟΝΥΣΙΟΣ ΟΣΙΟΣ ΟΛΥΜΠΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων ἁψίδων περιϊπτάμενος, δι’ ἀρετῆς ἐνθέου, Διονύσιε Πάτερ, ὑπέδυς ἐν τῷ γνόφῳ δι’ ἧς ἀληθῶς, οὐκ ἐν αἰνίγμασιν Ὅσιε, ἀλλ’ ἐν τῇ χάριτι ὤφθης τῇ τοῦ Θεοῦ, τὰς ἐλλάμψεις εἰσδεχόμενος.

Ταῖς ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, εἰς Χριστοῦ Βασιλείαν, Διονύσιε τρισμάκαρ προσφέρων Αὐτῷ, τὰ τῶν πόνων σου δράγματα, ἐν τῷ Ὀλύμπῳ φωστὴρ γὰρ ἀναδειχθείς, τῆς ἀγήρω ἀπολαύεις τρυφῆς.

Τὸ ὁμοούσιον ὄντως Τριὰς ἡ ἄναρχος, ἐν σοὶ γὰρ ἀνεφάνη, ἐν Ὀλύμπῳ τῷ ὄρει, Ὅσιε τρισμάκαρ, τρισάκτινον φῶς, ἔνθα νῦν κεκαλλώπισται, ὁ πανσεβάσμιος οὗτος θεῖος ναός, ἐν ᾧ ἑστῶτες ἀγαλλόμεθα.

Τὸν ἀσκητὴν τοῦ Κυρίου δεῦτε τιμήσωμεν, τὸν ἐν Ὀλύμπῳ ὄρει, ἀναλάμψαντα μέγαν, τὸν θεῖον νῦν φρουρόν τε ἡμῶν τῶν πιστῶς, ἐκτελούντων τὴν μνήμην αὐτοῦ, τὸν Διονύσιον τοίνυν τὸν παμφαῆ, τὸν πρεσβεύοντα σωθῆναι ἡμᾶς.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ Διονύσιε, σὺ ἄλλος Ἠλίας ὤφθης ἐν ὄρεσι διαιτώμενος, ἕως οὗ καὶ ἐν τῷ Ὀλύμπῳ ὄρει ἐλθών, ἔλλαμψας ὡς ἀστὴρ φαεινότατος, ἐν μέσῳ δὲ δύο αὐτοῦ πανυψήλων κορυφῶν, ἔνθα ὕδωρ κάλλιστον καὶ κρυεὸν μετ’ ἤχου σφοδροῦ κατέρχεται. Τῇ ὄψει τῶν ὁρωμένων θελχθείς, τὴν τῆς ζωαρχικῆς Τριάδος Μονήν, ἰδίαις χερσὶν ἔπηξας, καὶ πλῆθος τῶν μοναστῶν συνήθροισας, ἥτις ἐσύστερον μεγίστη παρ’ εὐλαβῶν χριστιανῶν ἀνῳκοδομήθη· ἐν ᾗ καὶ ἡμεῖς νῦν οἱ εὐτελεῖς ἑστῶτες, ὑμνοῦμεν τὸν τρισυπόστατον Θεόν. Ἀλλ’ ὦ Πατέρων τρισόλβιε, καὶ ἡμῶν ἀντιλῆπτορ μέγιστε, μὴ ἐλλείπῃς πρεσβεύων ἀεί, τὸν τῶν ὅλων Κύριον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν· Χριστοῦ Πάτερ Διονύσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἤρθης ὡς Ἠλιού, ἐν τῷ Ὀλύμπῳ ὄρει, καὶ συνεκράθης μάκαρ, ἀμέσως τῇ Τριάδι, Διονύσιε πανόλβιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Φέρων ἐν ταῖς χερσί, σοῦ Πάτερ τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα τελείως, Διονύσιε ἠφάνισας.

Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ Διονύσιε, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ἐν τῷ τοῦ Ἄθωνος ὄρει, ἐκεῖθεν ἀπάρας καὶ ἑτέροις ὄρεσι, τῷ κρύει καὶ τῷ παγετῷ πιεζόμενος. Μᾶλλον δὲ ἐν τῷ Ὀλύμπῳ τῆς Πιερίας ὄρει, πολλῶν ψυχῶν ὠφελείας ἕνεκα θαυματουργὸς ἀναδειχθείς, ὄργανον τέτοκας τοῦ Ἁγίου Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῷ θείῳ φωτὶ καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοῦ Ὀλύμπου οἰκήτωρ Πιερίας ἀγλάϊσμα, καὶ τῆς ἐπωνύμου Μονῆς σου ἱερὸν περιτείχισμα, ἐδείχθης Διονύσιε σοφέ, βιώσας ὥσπερ Ἄγγελος ἐν γῇ, καὶ παρέχεις τὴν ταχεῖάν σου ἀρωγήν, τοῖς εὐλαβῶς κραυγάζουσιν· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀνδρειοφρόνως τελέσας τὸν τῆς ἀσκήσεως, δρόμον καὶ νῦν μετέστης, πρὸς τὸν ἄπονον βίον, ζωῆς τῆς ἀκηράτου ἐν ᾗ ἀληθῶς, τῇ Τριάδι παρίστασαι, ὑπὲρ ἡμῶν ἐντυγχάνων αὐτῇ σοφέ, Διονύσιε θεσπέσιε.

Σὺ τὰ ἐπίκηρα πάντα λόγῳ παρεῖδες ὁμοῦ, ἐκ βρέφους γὰρ τὴν τούτων, κατεφρόνησας δόξαν, προσέδραμες ἐμφρόνως τῷ πάντων Θεῷ, ὡς διψῶσά τις ἔλαφος· ὅθεν ναμάτων ἐκεῖθεν ἐμφορηθείς, καὶ ἡμῖν μετάδος Ἅγιε.

Σκλάταινα τέρπου καὶ χαῖρε ἐκ σοῦ γὰρ ἤνθησεν, ὁ ἐν πατράσι θεῖος, Διονύσιος πάλαι, τὰς κύκλῳ δὲ προσκάλει κώμας σὺν σοί, ἑορτάσαι τὴν ἔνδοξον, καὶ φωτοφόρον ἡμέραν τῆς ἑορτῆς, νῦν δ’ ἀπόθου τὴν κατήφειαν.

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, Αὐτῷ ἠκολούθησας, ἐν ὑστέροις Ὅσιε Διονύσιε, τῆς φωνῆς τούτου γάρ, νουνεχῶς ἔνδοξε, ἐπακούσας τὰ προσόντα σοι, πάντα διένειμας, πένησι καὶ τούτῳ προσέδραμες, σαρκὸς ἀποσεισάμενος, βάρος ἐπαχθὲς καὶ δυσήνιον· ὅθεν τῆς ἀλήκτου, μετέσχες εὐφροσύνης τοῦ Χριστοῦ, ἐν παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὅλην σου τὴν ἔεφεσιν, πρὸς τὸν Θεὸν κεκτημένος, σαρκὸς ἔξω γέγονας, καὶ παθῶν ἀνώτερος Διονύσιε, τὸν Σταυρὸν ἄρας γάρ, τοῦ Χριστοῦ Ὅσιε, ἐκ ψυχῆς Αὐτῷ προσέδραμες, τὰ δικαιώματα, τούτου ἐκπληρῶν τὰ ἐντάλματα· διὸ πρὸς τὴν ἀνώλεθρον, ἤρθης εὐφροσύνην σαφέστατα, ὑπὲρ τῶν ἐν πίστει, τιμώντων σε δεόμενος Θεοῦ, τοῦ τὴν ἁγίαν καὶ ἔνδοξον, μνήμην σου δοξάζοντος.

Πᾶσαν ἡδυπάθειαν, ἐκ σῆς ψυχῆς ἀποῤῥίψας, κοσμικῆς συγχύσεως, σεαυτὸν ἐμάκρυνας παναοίδιμε, τῶν παθῶν ῥίζας γάρ, ἐκτεμὼν Ὅσιε, τῆς Τριάδος οἶκος γέγονας, ᾗ καὶ τὸ τέμενος, ἤγειρας τουτὸ τὸ πανέντιμον· διὸ καὶ τῆς ἐλλάμψεως, ταύτης συμμετέσχες ἑκάστοτε, ὑπὲρ τῶν ἐκ πόθου, τελούντων τὴν σεπτήν σου ἑορτήν, ἐν παῤῥησίᾳ δεόμενος, Πάτερ Διονύσιε.



Δόξα. Ἦχος πλ. β΄.
Φῶς τὸ νοερόν, ἐν τῇ καρδίᾳ σου δεξάμενος, Ὅσιε Πάτερ, σκεῦος ἀνεδείχθης σεβάσμιον, καὶ ἐνδιαίτημα τῶν θεουργῶν ἀρετῶν. Σὺ γὰρ ἐκ βρέφους τὰ παρόντα εἰς οὐδὲν λογισάμενος, δέδωκας σαὐτὸν τοῖς μένουσιν, ὡς ἐχέφρων καὶ μεγαλέμπορος. Καὶ νῦν ὡς οἰκονόμος τῆς χάριτος πιστός, τὸ δηνάριον ἀπολαύων τῶν ἔργων, εὐφραίνῃ σὺν χοροῖς Ὁσίων, Διονύσιε θεόφρον, ἀεὶ τῇ πανμνήτῳ παριστάμενος Τριάδι. Αὐτὴν ὑπὲρ ἡμῶν ἱκέτευε, ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, τοὺς τελοῦντάς σου τὴν μνήμην πιστῶς.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.




















Λιτή. Ἦχος α΄.
Ἑνώσει θείᾶ καθόπλισον ἡμᾶς, ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, καὶ τὸν νοῦν ἡμῶν δόξῃ ἐλλαμφθῆναι τῇ σῇ, καὶ πνεύματι φαιδρυνθῆναι ἀγαλλιάσεως, ἵνα τὰ σὰ πανταχοῦ κηρύττωμεν μεγαλεῖα· καὶ ὡς οἰκονόμοι τῆς χάριτος πιστοί, τὸ δηνάριον ἀποληψώμεθα, ἐν τῇ τῶν ἔργων ἀποδόσει, παρὰ σοῦ τοῦ ἀθλοθέτου Θεοῦ, εὐχαῖς τοῦ Σοῦ θεράποντος Διονυσίου, τοῦ ἀμέμπτως τὸ κατ’ εἰκόνα διαφυλάξαντος, καὶ τὰς γραμμὰς σώας τοῦ πρωτοτύπου καὶ ἀπαχαράκτους. Καὶ νῦν παριστάμενός σοι τῷ Θεῷ, πρεσβεύει ὑπὲρ τῆς Ἐκκλησίας, ἐκφυγεῖν πάσης ἀνάγκης καὶ περιστάσεως, καὶ ἡμᾶς τοιούτων ἀξιωθῆναι δωρεῶν, παρὰ σοῦ τοῦ φιλανθρώπου Θεοῦ ἡμῶν.

Ἦχος β΄.
Θεῖος ἔρως ἐκ νεότητος, σοῦ τὴν ψυχὴν κατέτρωσε, Διονύσιε Πάτερ, ἀναβάσεσι γὰρ ἱεραῖς αὐτὴν καταφαιδρύνας, κόσμον καὶ τὰ ἐν κόσμῳ ἐμφρόνως παρεῖδες, τοῦ Σταυροῦ δυναμούμενος ἰσχύϊ, ὅς τις καὶ νηπιάζοντι, τοῖς γεννήτορσιν ἐφαίνετο τοῖς σοῖς· ὅθεν τῶν κοσμικῶν ἐπαναστὰς θορύβων, ἰσχὺν κατὰ δαιμόνων εἴληφας ἐκ Θεοῦ, σημειοφόρος γενόμενος. Καὶ νῦν πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.

Ἦχος γ΄.
Ὡς ἀσκητὴς πανάριστος, καὶ τῶν Ὁσίων συνεφάμιλλος, ἐν Παραδείσῳ Πάτερ διηνεκῶς αὐλιζόμενος, τὰ τῶν πόνων ἔπαθλα κομίζῃ, καὶ ζωὴν ἀντὶ θανάτου ἀΐδιον εὕρηκας· ὅθεν καὶ ἡμᾶς ὡς συμπαθὴς περιφρούρησον, ἐκ τῶν κινδύνων λυτρούμενος, καὶ ἐξ ἐχθρῶν ἀοράτων, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Σήμερον τῶν Ἀγγέλων ἐπευφραίνονται αἱ τάξεις, ἐν οὐρανοῖς πανηγυρίζουσαι, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ θεοφόρου Πατρὸς ἡμῶν, καὶ μοναστῶν τὸ γένος ἐπὶ γῆς, χορείαν στησάμενον, ἐν ὕμνοις κατακοσμεῖ τὸν Διονύσιον. Οὗτος γὰρ τῶν πόνων εὐωχίαν προτιθέμενος, πρὸς εὐφροσύνην συγκαλεῖται τοὺς μονάζοντας. Δεῦτε συνδράμωμεν πιστοί, καὶ τοὺς ἀγῶνας ἐπαινέσωμεν εὐφρόνως, καὶ τὸν ζῆλον μιμησώμεθα, καὶ τὴν ἀνδρείαν μακαρίσωμεν. Καὶ γὰρ ἄνθρωπος τῇ φύσει ὑπάρχων, ὑπὲρ ἄνθρωπον ἐχρημάτισε τοῖς ἔργοις, νηστείαν κατωρθωκώς, καὶ ἐγκράτειαν ἀσκήσας, καὶ πᾶσαν ἄλλην ἀρετὴν ἐκτελέσας. Καὶ νῦν ἐν οὐρανοῖς ἀπολαύει δωρεῶν ἀπείρων, ὧνπερ καὶ ἡμᾶς τυχεῖν καθικετεύει, τοὺς πιστῶς ἀνευφημοῦντας καὶ γεραίροντας τὴν μνήμην αὐτοῦ.




Δόξα. Ἦχος πλ. δ΄.
Τῶν λαμπρῶν σου ἀγώνων τὰ ἐξαίρετα τρόπαια, οὐρανῶν αἱ δυνάμεις κατεπλάγησαν. Καὶ γὰρ ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρὸν ἀπενέκρωσας, καὶ τοῖς σοῖς γενναίοις ἀγωνίσμασι πανάριστε, τὴν αὐτοῦ ἀνδρείαν σταθερῶς καταβέβληκας· ὅθεν ὁ Χριστός, τῷ στεφάνῳ τῆς δόξης σε ἀντημείψατο, καὶ τῆς ἄνω τρυφῆς κληρονόμον ἀπειργάσατο· ἔνθα διηνεκῶς αὐλιζόμενος Διονύσιε, ἡμᾶς περιφρούρησον, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατείᾳ κατέτρωσας, καὶ ἀσκήσει τοῦ σώματος, τὸν ἐχθρὸν μακάριε τὸν ψυχόλεθρον, καὶ νίκης στέφος ἀπείληφας, δι’ ὅπερ καλλίνικος, νῦν τῷ θρόνῳ παρεστώς, τῆς Τριάδος φῶς δεύτερον, ὡς ἀσώματος· ὅθεν νῦν ἐκδυσώπει ὑπὲρ πάντων, σοῦ τὴν μνήμην ἐκτελούντων, τὴν φωταυγῆ Διονύσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἀπειλαῖς ὁ διώκων σε, Πάτερ πρότερον βάρβαρος, τελευταῖος αὖθις δὲ καὶ μετάμελος, αὐτὸς ἐκεῖνος ἐγένετο, Θεοῦ σε δοξάζοντος, Ὃν ἐδόξασας πολλοῖς, θεαρέστοις σου πράξεσι, Διονύσιε· ἀρετὰς γὰρ θαυμάζει καὶ μὴ θέλων, ὁ πολέμιος πολλάκις, ὡς τῶν λογίων ἀκούομεν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Φαειναῖς αὐγαζόμενος, ἀρεταῖς τὴν διάνοιαν, τὴν ψυχὴν ἐφώτισας Διονύσιε, καὶ χαρισμάτων ἠξίωσαι, πολλῶν τῶν τοῦ Πνεύματος, τοῦ Ἁγίου ἀπλανῶς, τὰ γὰρ πόῤῥῳ προέλεγες, τοῖς συνοῦσί σοι, ὡς παρόντα καὶ ταῦτα διὰ τοῦτο, σοῦ τὴν μνήμην ἐπαξίως, ἐπιτελοῦμεν μακάριε.

Δόξα. Ἦχος δ΄.
Τῷ τῆς χάριτος λόγῳ τῷ θείῳ ἠρτημένῳ ἅλατι, Διονύσιε, τὰς καρδίας τῶν ἀνθρώπων φωτίσας μετέβαλες, καὶ πρὸς ἐπίγνωσιν ἤγειρας, καὶ δόξαν Χριστοῦ· ὅθεν καὶ βαρβάρους ἔπεισας τὴν ἀρετὴν θαυμάζειν, καὶ τὰ θεῖα εὐλαβεῖσθαι δυνάμει Θεοῦ, τὸν γὰρ λύκον μετεποίησας εἰς πρόβατον, καὶ εἰς ἡμερότητα τὴν θηριωδίαν ἠμείδω τοῦ βαρβάρου, πάντα παραδόξως ἐνεργοῦντος τοῦ Ἁγίου Πνεύματος. Καὶ νῦν ἐν οὐρανοῖς μετὰ Δικαίων συναυλιζόμενος σοφέ, τῇ θείᾳ παρεστὼς Τριάδι, αἴτησαι πειρασμῶν, καὶ θλίψεων ῥυσθῆναι τὴν Ἐκκλησίαν, καὶ ἡμᾶς ἐν εἰρήνῃ βιοτεῦσαι, καὶ εὑρεῖν τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοῦ Ὀλύμπου οἰκήτωρ Πιερίας ἀγλάϊσμα, καὶ τῆς ἐπωνύμου Μονῆς σου ἱερὸν περιτείχισμα, ἐδείχθης Διονύσιε σοφέ, βιώσας ὥσπερ Ἄγγελος ἐν γῇ, καὶ παρέχεις τὴν ταχεῖάν σου ἀρωγήν, τοῖς εὐλαβῶς κραυγάζουσιν· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τριάδος τῆς σεπτῆς, τῇ δυνάμει τὸ θεῖον, σεμνεῖον ἀληθῶς, ἐδομήσω θεόφρον, εἰς δόξαν τοῦ ἑνὸς Θεοῦ, καὶ ψυχῶν ὁρμητήριον· ὅθεν πρέσβευε, ὑπὲρ Αὐτοῦ διαμένειν, Διονύσιε, διὰ παντὸς ἐν εἰρήνῃ, εὐχαῖς σου πρὸς Κύριον.
Δόξα.
Ἐξήνθησας σεπτῶς, ἐν αὐλαῖς τοῦ Κυρίου, ὡς κρίνον ψαλμικῶς, τὰς ψυχὰς καθηδῦνον, τῶν πίστει ἐκτελούντων σου, τὴν φωσφόρον πανήγυριν, καὶ βοώντων σοι, ὡς παῤῥησίαν πλουτήσας, πρὸς τὸν εὔσπλαγχνον· μὴ ἐπίλαθου παμμάκαρ, ἡμῶν τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὰς χεῖρας πρὸς Θεόν, ἐκτενῶς ὑπὲρ πάντων, ὑφάπλωσον καὶ νῦν, Θεοτόκε ῥυσθῆναι, πταισμάτων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, τοὺς λατρεύοντας, τὸν Σὸν πανάγιον τόκον, καὶ διάσωσον, γεγηρακότα με Κόρη, πρὸς ὅρμον πανεύδιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζωῆς ἐφιέμενος τῆς ἀκηράτου σοφέ, τοῦ κόσμου τερπνότητα ὥσπερ ἐπίβουλον, παρεῖδες καὶ σκύβαλα· ὅθεν ἐν εὐφροσύνῃ, Διονύσιε Πάτερ, ἦλθες ἐπὶ τὸ ὄρος, τοῦ Ὀλύμπου προθύμως, ἐν ᾧ τῶν μεμνημένων σου, μέμνησο πάντοτε.
Δόξα.
Νομίμως ἠγώνισαι σθένει τοῦ Πνεύματος, σοφὲ Διονύσιε καὶ κατηδάφισας, δαιμόνων τὴ ἔπαρσιν· ὅθεν οὖν συνελθόντες, εὐφημοῦμεν ἐν ὕμνοις, μνήμην σου τὴν ἁγίαν, ἐτησίως τελοῦντες· διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν δούλων Σου.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία Θεόνυμφε καὶ παντευλόγητε, πιστῶν ἡ ἀντίληψις καὶ τὸ προσφύγιον, πρὸς Σὲ καταφεύγοντα, οἴκτειρόν με καὶ σῶσον, ἐκ χειρὸς πολεμίων, λύτρωσαί με κινδύνων, καὶ παντοίας ἀνάγκης, ἵνα ὑμνῶ σεσωσμένος, Σὲ τὴν πανάμωμον.










Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν δαιμόνων τὸ θράσος καταβαλών, καὶ τελέσας τὸν βίον ἀσκητικῶς, χοροῖς συνηρίθμησαι, ἀσκητῶν Διονύσιε, διηνεκῶς ἀπλέτου φωτὸς ἐμφορούμενος, καὶ τῆς σεπτῆς Τριάδος τὴν δόξαν θεώμενος, ἧς περ τοὺς ἐν πίστει, ἐκτελοῦντας τὴν θείαν, καὶ ἔνδοξον μνήμην σου, μετασχεῖν καθικέτευε, ἵνα πάντες βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικούς, ὁ Υἱός Σου ἀτρέπτως ἐπὶ τοὺς Σούς, νῦν κόλπους καθέζεται, ἀναπλάσαι βουλόμενος, τὸ φθαρὲν κακίᾳ τοῦ ὄφεως ἄχραντε, καὶ τοῦ Θεοῦ μακρὰν ἐξωσθὲν ὡς παρήκοον· ὅθεν σὺν Ἀγγέλοις, νῦν αὐλίζεται χαῖρον, δοξάζον τὸν Κύριον, ἐν σκηναῖς τῶν δικαίων Σου, διὰ τοῦτο βοῶμεν ἁγνή· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς πιστῶς προσκυνοῦσι τὸν ἄχραντον τόκον Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν τῶν Ὁσίων καλλονήν, τῶν μοναστῶν τὸ κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν παμφαῆ ἀντιλήπτορα, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· χαίροις, τῆς οἰκουμένης φωστήρ, καὶ φύλαξ κραταιός, Διονύσιε Ὅσιε· χαίροις, λιμὴν γαληνότατε, τῶν δεινῶς χειμαζομένων, καὶ πρὸς σὲ καταφευγόντων· χαίροις, τῶν μοναζόντων ἐντρύφημα, καὶ τῶν ἐν ἀνάγκαις θερμότατος προστάτης. Ἀλλ’ ὦ Πατέρων ἀγλάϊσμα, μὴ ἐλλείπῃς πρεσβεύειν Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀεί, τὴν χαρμόσυνον καὶ σεβάσμιον μνήμην σου.








Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Νέον μέλισμα, νέῳ πατρὶ προσφέρω. Ἐν δὲ τοῖς Θεοτοκίοις: Εὐγένιος.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ναοὺς θείας χάριτος, τὴν σὴν πανήγυριν ἄγοντας, γενέσθαι δυσώπησον, Χριστὸν τὸν Κύριον, Διονύσιε, κἀμὲ τὸν σὸν ἱκέτην, εὐχαῖς σου ῥυσθῆναί με, κακῶν καὶ θλίψεων.
νέκρωσας χάριτι, τὰ ἐκ παιδός σου σκιρτήματα, σαρκὸς Διονύσιε, τοῦ ζωηφόρου Σταυροῦ, ὡς ἐφαίνετο, τοῖς σοῖς φίλοις γονεύσιν, ὑπνοῦντι μηνύων σοι, τὴν θείαν ἔλλαμψιν.
νοῦς σοῦ ταῖς νεύσεσι, πρὸς τὸν Θεὸν Διονύσιε, ὑψοῦτο μετάρσιος, πρὸς οὐρανοὺς ἀπὸ γῆς· ὅθεν πάντιμον, σκεῦος ἐδείχθης πᾶσι, Τριάδος τῇ χάριτι, τῆς πανυμνήτου σαφῶς.
Ναὸς ἐχρημάτισας, τῆς τρισηλίου Θεότητος, ἐκ βρέφους μακάριε, τῶν ἀρετῶν τὴν καλήν, τρίβον ὥδευσας, προθύμως ὡς ἐχέφρων, πρὸ πλάτος κατήντησας, τὸ ἐπουράνιον.
Θεοτοκίον.
Ἐπῆλθεν ὡς γέγραπται, τὸ θεῖον Πνεῦμα πανύμνητε, ἐν Σοὶ καὶ ἐσκήνωσεν, ὁ ἐπουράνιος, καὶ σεσάρκωται, ἀτρέπτως ὃ ἦν μείνας, Θεός τε καὶ Κύριος, ἐν δύο φύσεσιν.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς, κατ’ ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
μαρτιῶν μου καὶ παθῶν τὴν ζόφωσιν μακρὰν ἀπέλασον, μονογενὲς Λόγε, τῇ παναλκεστάτῃ σου, δυνάμει καὶ καταύγασον, τῆς ψυχῆς μου τὰς κόρας, ἀμαυρωθείσας τοῖς πάθεσιν, ὅπως σοῦ αἰνέσω τὸν Ὅσιον.
Βεβηλωμένον με σαρκὸς τοῖς πάθεσιν ὑσσώπῳ κάθαρον, σῶν πρεσβειῶν Πάτερ, καὶ τὴν τῶν αἰσθήσεων, διπλῆν πεντάδα φώτισον, κληρουχίας τῆς ἄνω, συγκληρονόμον δεικνύων με, καὶ τρυφῆς ἐνθέου συμμέτοχον.
Γῆθεν μετέστης πρὸς τρυφὴν ἀδάπανον τὴν γεηρὰν καὶ φθαρτήν, ὑπεριδὼν δόξα, καὶ τὰ δικαιώματα, Χριστοῦ πληρώσας ἄριστα, καὶ σαρκὸς τὰς ὀρέξεις, τῇ ἐγκρατείᾳ σβεσάμενος, Πάτερ Διονύσιε Ὅσιε.
Θεοτοκίον.
Τὸν ὑπεράγαθον Θεὸν ἡ τέξασα κεκαμωμένην ἀεί, τὴν ψυχήν μου μόνη, ἀρεταῖς ἀγάθυνον, ὡς ἀγαθὴ ὑπάρχουσα, Θεοτόκε Παρθένε, ὅπως ἀξίως δοξάζω Σε, τὴν βροτῶν τὸ γένος δοξάσασαν.





ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Μετέστης γηθόμενος πρὸς θεῖα, σκηνώματα πάντα τοῦ Θεοῦ, ἐκεῖθεν τοῖς τελοῦσί σου, τὴν ἱερὰν πανήγυριν, ὦ Πάτερ ἐξαιτούμενος, καταπεμφθῆναι συγχώρησιν.
πέστης ἐν Ὄρει τῷ Ἁγίῳ, τοῦ Ἄθωνος θείαις ἀρεταῖς, καταυγασθεὶς τοῦ Πνεύματος, ἤστραψας Διονύσιε, μέσον πολλῶν θεσπέσιε, Πατέρως ὥς τις ἀσώματος.
Λιπάνας ψυχὴν τοῖς θείοις λόγοις, ἀκάκοις διδάσκαλος παισίν, ἐγένου πρὶν ἀλλ’ ὕστερον, λόγοις ποτίμοις ηὔφρανας, τοῦ Παναγίου Πνεύματος, πολλῶν πατέρων συστήματα.
Θεοτοκίον.
Ὑμνοῦσι τὸν τόκον Σου Παρθένε, Ἀγγέλων αἱ θεῖαι στρατιαί, μεθ’ ὧν καὶ τὰ πολύσπορα, γένη βροτῶν λυτρούμενα, ἀρᾶς τῆς πρίν· διὸ καὶ νῦν, Σὲ Θεοτόκον κηρύττουσιν.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Δυναμωθεὶς ὁ Δανιήλ, τῇ τοῦ Θεοῦ πανοπλίᾳ, ἐξελθών τε ἀσινὴς ἐκ τοῦ λάκκου, ἐξωλόθρευσε δεινῶς, τοὺς τοῦτον κατακρίναντας, σὺ δὲ τῇ καρτερίᾳ, δαιμόνων στῖφος διώλεσας.
πὶ τὴν ἄβυσσον τῆς σῆς, φιλανθρωπίας προσπίπτω, ἐξαιτούμενος κακῶν μου τὴν λύσιν· ἀλλ’ ὡς μόνος συμπαθής, καὶ φύσει πολυέλεος, πρεσβείαις οἴκτειρόν με, Διονύσιε φιλάνθρωπε.
Ζῶσι φησὶν ὁ Σολομών, οἱ δίκαιοι ἐν Κυρίῳ, τῶν καμάτων ἀπολαύοντες γέρα· διὸ τούτων γεγονός, μιμητὴς μακάριε, διάδημα τοῦ κάλλους, ἐκ τῆς χειρὸς Θεοῦ δέδεξαι.
Θεοτοκίον.
Ὁ καταβὰς ἐξ οὐρανοῦ, καὶ τὴν Σὴν μήτραν οἰκήσας, οὐρανόν Σε λογικόν τοῖς ἀνθρώποις, ἀναδείκνυσιν ἀεί, τῶν οὐρανῶν ὑπέρτερον· διὸ μὴ παύσῃ τοῦτον, ὑπὲρ ἡμῶν εὐμενίζουσα.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ νεότητος πάντα καταλιπών, τὰ τοῦ βίου τερπνά τε καὶ γεηρά, προθύμως ἠκολούθησας, τῷ καλοῦντί σε Ὅσιε, καὶ ἐπ’ ὤμων ἄρας, Σταυρὸν ὡς ἀκήκοας, ἐν νηστείαις Πάτερ, τὸ σῶμα κατέτηξας· ὅθεν σε ποιμένα, τῶν οἰκείων προβάτων, καλῶς προχειρίζεται, ὁ Δεσπότης καὶ Κύριος, Διονύσιε ἔνδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ὅμοιον.
Πανδαισίαν προτίθεται μυστικήν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἡμῖν ὦ φιλέορτοι, καὶ προτρέπεται ἅπαντας, διὰ τοῦ θείου τούτου πατρὸς ἐντρυφήσασθαι, Διονυσίου σήμερον εἰς δόξαν ἀθάνατον· ὅθεν τῆς Σκλαταίνης, ὁ λαὸς νῦν ἀγάλλου, καὶ Ὄλυμπος τέρπεται, καὶ Μονὴ ἡ ἁγία σου, Πιερίας τὸ πλήρωμα. Πρέσβευε νῦν Πάτερ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

ᾨδὴ δ’. Τῆν ἀνεξιχνίαστον.
να δόξης κρείττονος ἐπὶ τῆς γῆς, Πάτερ τὰς ὀρέξεις τοῦ σώματος, παιδαγωγήσας, ἀποχῇ τῶν ἡδονῶν, πηγὴ θαυμάτων γέγονας, πᾶσι τοῖς πιστῶς σοι προστρέχουσιν.
Σήμερον ἐξέλαμψεν ἡ φωταυγής, μνήμη Διονύσιε φέρουσα, ἡ σὴ τοὺς πάντας, εἰς χαρὰν πνευματικήν, καὶ εὐφροσύνην κράζοντας· δόξα τῇ δυνάμει Σου Κύριε.
Μαράθροις καστάνοις τε τρέφων σαὐτόν, δίαιταν ἁπλὴν καὶ ἀπέριττον, ἐν τῇ ἐρήμῳ, ὡς ὁ θεῖος Βαπτιστής· διὸ θείου χαρίσματος, Πάτερ ἠξιώθης σαφέστατα.
Θεοτοκίον.
Γένος βροτῶν λέλυται ἐπὶ γῆς, διὰ Σοῦ πανύμνητε Δέσποινα, ἀρᾶς τῆς πάλαι, ἀνυψώθης δ’ ἀπὸ γῆς, πρὸς οὐρανοὺς τ’ ἀνέδραμε, καὶ μετὰ Ἀγγέλων εὐφραίνεται.

Ἕτερος. Σύ μου ἰσχύς.
φωταυγής σου, καὶ φωσφόρος πανήγυρις, νῦν ἐπέστη, πάντας καταυγάζουσα, τοὺς περιθέοντας ἐν αὐτῇ, καὶ τὸν δεδωκότα, ὑπομονήν σοι δοξάζοντας, καὶ σὲ μακαριοῦντας, τῶν ἐχθρῶν τὰς ἐπάρσεις, καθελόντα σοφὲ Διονύσιε.
Θέσει Θεόν, σὲ ἀπειργάσατο Κύριος, ὅνπερ πάλαι, ἐκ ψυχῆς ἠγάπησας, καὶ εὐηρέστησας ἐπὶ γῆς· ὅθεν οἱ τιμῶντες, τὴν φωταυγῆ σου πανήγυριν, δειχθείημεν τῆς ἄνω, μέτοχοι Βασιλείας, σαῖς πρεσβείαις σοφὲ Διονύσιε.
δοιμί σε, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἱλεοῦντα, Κύριον τὸν εὔσπλαγχνον, ὑπὲρ ἡμῶν τῶν ἐπὶ τῆς γῆς, σὲ μακαριούντων, καὶ κεκτημένων σε πρόμαχον, φρουρόν τε καὶ προστάτην, καὶ προθύμως ᾠδήν σοι, κομιζόντων παμμάκαρ ἱκέσιον.
Θεοτοκίον.
Ὑψοποιῶν, τοὺς γηγενεῖς ὁ φιλάνθρωπος, ἐκ γαστρός Σου, σάρκα προσλαβόμενος, ὤφθη βροτοῖς ἀνθρώποις ὁμοῦ, καὶ Θεὸς ὑπάρχων, τὸ πᾶν ἀνεκαλέσατο, πρὸς φῶς θεογνωσίας· Ὃν ἱκέτευε Κόρη, καὶ ἡμᾶς οἰκτειρῆσαι τοὺς δούλους Σου.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
ραῖς καθυπέβαλες, τὸν ἄφρονα σοῖς ῥήμασι, τὸν τῆς μετανοίας ἀθετοῦντα, τοῖς λόγοις Πάτερ καὶ καθυβρίζοντα, θανάτῳ παρέδωκας αὐτόν, καὶ τὴν πατριὰν αὐτοῦ, προφανῶς εἰς ἀπώλειαν.
Νομίμως τὸν βίον σου, ἰθύνας τοῖς τοῦ Πνεύματος, λόγοις καὶ διδάγμασι πανσόφοις· ὅθεν σοι Πάτερ τὸν τὰς ἐπαύλεις κακῶς, πηξάμενον πέλας τῇ Μονῇ, νόσοις Διονύσιε, σὺ φρονοῦντα ἀπέλυσας.
ξήμειψας Ὅσιε, σπουδῇ τὰ ἀξιώματα, ὥσπερ Μωϋσῆς ὁ θεῖος πάλαι, ἅμα σὺν τούτῳ καὶ ὁ πολύδακρυς, Ἱερεμίας ὁ κλεινός, κρίσει δεδοκίμακας, θειοτέρᾳ τὰ κρείττονα.
ς φῶς ἐναπήστραπτες, πᾶσι τοῖς προσπελάζουσι, λόγοις ἐκδιδάσκων τε καὶ ἔργοις, τῶν νῦν ματαίων καταφρονεῖν ἐκ ψυχῆς, ἕπεσθαι δὲ πᾶσιν ἀκλινῶς, τοῖς τιμίοις Ὅσιε, ὁλοψύχως ἐδίδασκες.
Θεοτοκίον.
Εἰρήνης τὸν αἴτιον, τεκοῦσα τὸν οὐράνιον, Λόγον τοῦ Πατρὸς ἀναλλοίωτως, Παρθενομῆτορ σάρκα λαβόντα βροτούς, ἐθέωσε πάντα συμπαθῶς, πάλιν καὶ ἀνύψωσε, τοῖς οἰκείοις παθήμασιν.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Κρῖνον ὥσπερ παμμάκαρ, ψαλμικῶς ἐν αὔλαξι, ταῖς τοῦ Κυρίου σου, ἱερῶς ἀνέφυς τὰς ψυχάς, καθηδύνον τῶν πίστει σοι, προσιόντων Πάτερ, ἱκετικῶς σε ἐξαιτούντων, τῆς γεέννης ῥυσθῆναι πρεσβείαις σου.
Λυμανθεὶς ταῖς δουλείαις, μηχαναῖς τοῦ δράκοντος, πρὸς σὲ κατέφυγον, ἰαθῆναι τάχος, ἱκετεύω σε Πάτερ ὡς ἔχοντα, παῤῥησίαν ὄντως, πρὸς τὸν ἁπάντων Βασιλέα, ὑπὲρ Οὗ τοὺς ἀγῶνας διήνυσας.
Μιμητὴς κατὰ πάντα, τῶν πρὸ σοῦ γενόμενος, Ὁσίων ἔνδοξε, νῦν ἐπαπολαύεις, σὺν αὐτοῖς ἐν Ἁγίων σκηνώμασι, δωρεῶν ἀπείρων, ὧνπερ ἱκέτευε τυχεῖν με, Διονύσιε Πάτερ μακάριε.
Θεοτοκίον.
Ἀφθαρσίας τὸν στάχυν, ἄρουρα βλαστήσασα ἡ ἀγεώργητος, τὴν ψυχήν μου πάσης, ἀρετῆς τῇ ἐνδείᾳ λιμώττουσαν, ἔμπλησον καὶ δεῖξον, καρποὺς ἐνθέους ταῖς ἀρδείαις, τῶν δακρύων βλαστάνουσαν ἄχραντε.








ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Πατὴρ φιλόστοργος γέγονας, χηρῶν καὶ ὀρφανῶν παραμύθιον, καὶ ὁρμητήριον, χειμαζομένων πανεύφημε, καὶ τῶν κακῶς ἐχόντων ἰατρὸς ἄμισθος.
Ἀνέτειλας ὡς ἄλλος ἥλιος, τοῦ ψύχους ἰατρὸς πολυφάρμακος, ὦ Διονύσιε, καὶ νῦν Σκλαταίνης τὸ καύχημα, καὶ Πιερίας πέλεις τὸ σεμνολόγημα.
Τῷ θείῳ πόθῳ βαλλόμενος, τοὺς τόπους τοὺς ἁγίους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα, πάθη ὑπέστη ὁ Κύριος, κἀκεῖθεν ἐπανῆλθες Μάρτυς ἀναίμακτος.
Ῥωννύμενος θείᾳ χάριτι, σεμνεῖα πολλαχοῦ ᾠκοδόμησας, ψυχῆς σωτήρια, σὺ δὲ σαὐτὸν θείαις πράξεσι, ναὸν εἰργάσω Πάτερ τοῦ θείου Πνεύματος.
Ἱκέτευε πάσης θλίψεως, ῥυσθῆναι τοὺς τελοῦντας τὴν μνήμην σου, ὦ Διονύσιε, καὶ τῆς βαρβάρων θρασύτητος, τῆς νῦν ἐπικρατούσης ἀῤῥήτοις κρίμασιν.
Θεοτοκίον.
Νενέκρωται δεινοῖς πάθεσι, βαρβάρων ὠμοτάτων πανύμνητε, ὁ περιούσιος, λαὸς καὶ κλῆρος τοῦ τόκου Σου, ταῖς ἱκεσίαις τοῦτον Κόρη ἀπάλλαξον.

Ἕτερος. Τὴν δέησιν.
Ναμάτων, τῶν ζωηρῶν τερπόμενος, ἐν σκηναῖς ἐπουρανίοις παμμάκαρ, διηνεκῶς, ἀπολαύεις γενναίως, αὐτομολήσας πρὸς ἆθλα καὶ σκάμματα· διὸ μὴ παύσῃ χαλεπῶν, ἐκ κινδύνων ἐξαίρων τοὺς δούλους σου.
Ξενάγησον, καὶ ἡμᾶς τοὺς πόθῳ σου, τὴν φαιδρὰν ἐπιτελοῦντας ἡμέραν, ἐν τῇ φρικτῇ, τοῦ Δεσπότου τραπέζῃ, ὡς παῤῥησίαν πλουτήσας πανένδοξε, τρανώτερόν τε καθορῶν, ὃν ἐν γῇ ἐκ καρδίας ἐπόθησας.
πάλαι, τῷ Νομοθέτῃ Κύριος, ἀμυδρότερον ὀφθεὶς ἐν τῷ ὄρει, πλάκας διδούς, γεγραμμένας τὸν Νόμον, αὐτός σοι Πάτερ καὶ ῥώμην παρέσχετο, πληρῶσαι πάσας ἀρετάς, καὶ παθῶν κατευνάσαι οἰδήματα.
Θεοτοκίον.
Ὑπέφηνεν, ὁ Δαβὶδ Μητέρα Σε, τοῦ τῶν ὅλων Βασιλέως Παρθένε, κράζων τρανῶς, διαχρύσῳ ἐσθῆτι, πεποικιλμένη ἐν δόξῃ παρέστη Σοι, Βασίλισσα ἡ Σὲ φρικτῶς, τετοκυῖα τῆς δόξης τὸν Κύριον.







Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νουνεχῶς τὴν ἄσκησιν, τῆς ἐγκρατείας, σὺ ἐκτήσω χάριτι, ὦ Διονύσιε πολλῇ· διὸ Τριὰς σὲ ἐδόξασε, πλουσίοις ἔργοις, ὁμοῦ καὶ θαύμασιν.
Ὁ Οἶκος.
Ἀκαταμάχητον ἰσχὺν καὶ σθένος οὐρανόθεν, νῦν μοι παράσχου ὦ Τριάς. Σὺ γὰρ ἁπάντων χορηγὸς τῶν τελείων καὶ ἀγαθῶν ἐξ ὕψους δωρημάτων, ἐνίσχυσόν με πανσέβαστε, τοῦ λοιποῦ πράξεσιν ἐναρέτοις ἀεὶ εὐαρεστεῖν σοι, πράττειν τε καὶ λέγειν ὁμοῦ, καὶ μὴ ὡς τὴν ἄκαρπόν με συκῆν ἐκκόψης, φύλλοις μόνον κομπάζουσαν. Νῦν δὲ ὑψίθρονε Τριάς, καὶ μονόσεπτε, τὰς βαρβαρικὰς κοίμησον ἐφόδους, τὰς ὠμῶς κατὰ τῆς Ἐκκλησίας ἐπεγειρομένας, λόγοις καταπραΰνον ἀῤῥήτοις, οἷς μόνος οἶδας τῇ σοφῇ σου προνοίᾳ, καὶ τῷ βάθει τῶν πολλῶν κριμάτων. Πᾶν ἰσχύεις τῷ παντοδυνάμῳ σου προστάγματι, ὅπως καὶ ἡμεῖς, ἐν ἀνέσει γενόμενοι ἐν ἀκυμάντῳ λιμένι, αἰνοῦμεν καὶ εὐλογοῦμέν σε τὸν Δεσπότην καὶ Θεὸν τοῦ παντός, εἰς αἰῶνας ἀπεράντους, εὐχαῖς Διονυσίου τοῦ Σοῦ θεράποντος, ὃν ἐδόξασας ἐπὶ γῆς πλουσίοις ἔργοις, ὁμοῦ καὶ θαύμασιν.

Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Διονυσίου, τοῦ ἐν Ὀλύμπῳ.
Ἐν σαρκὶ ὡς ἄσαρκος ἔζησας Πάτερ,
Καὶ τοῖς ἀσάρκοις νῦν συνευφραίνῃ Νόοις.
Εἰκάδι Διονύσιος ἔβη τριτάτῃ Πόλον ἐκ γῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κλήμεντος Ἐπισκόπου Ἀγκύρας καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.
Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,
Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.
Ὁ μακάριος οὗτος καὶ θεσπέσιος Κλήμης, ἐν ὅλῃ σχεδὸν τῇ ἀνθρωπίνῃ αὐτοῦ ζωῇ διήνυσε τὸ μαρτύριον. Ἐν γὰρ ὀκτὼ χρόνοις καὶ εἴκοσιν, αὐτῷ παρετάθη ὁ πρὸς τοὺς τυράννους ἀγών, οὐ διακοπτόμενος ἐκκεχειρίᾳ, οὐδὲ ἐκ παραγγέλματος ἐφ᾿ ἡμέραις ῥηταῖς τακτήν τινα λαμβάνων ἀνακωχὴν καὶ εἰρήνην, ὥσπερ ἐπὶ τοῖς ἐν πολέμῳ παρατασσομένοις ἑκατέρωθεν νόμοις, ἵν᾿ αὖθις ἐπ᾿ ἀλλήλοις νεαροὶ συμπέσωσι καὶ ἀκμάζοντες· ἀλλὰ σύντονοι καὶ ὀξεῖς, ὡς μὴ εἶναι μᾶλλον τὸν χρόνον θαυμάζειν, ἐν ᾧ ὡς ἄλλου πάσχοντος αὐτὸς ἐκαρτέρει ἢ τὸ πλῆθος καὶ τὴν ἐπιφορὰν τῶν κακῶν· μᾶλλον δὲ θαυμάζειν ἐπίσης ἀμφότερα. Διὰ γὰρ πάσης ἰδέας βασάνων ὑπελθών, καὶ τοὺς τότε κρατοῦντας τυράννους καὶ βασιλεῖς ἐλέγξας, καὶ πάσῃ σχεδὸν τῇ οἰκουμένῃ θέατρον γεγονώς, καὶ Ἀγγέλους καταπλήξας τῇ καρτερίᾳ, οὕτω τῆς δόξης τὸν στέφανον ἐκομίσατο.
Ἦν δὲ ἐκ πόλεως Ἀγκύρας τῆς Γαλατίας, πατρὸς μὲν Ἕλληνος, μητρὸς δὲ εὐσεβοῦς καὶ πιστῆς, τοὔνομα Σοφίας. Ὑπέδυ δὲ τὸν μονήρη βίον δωδεκαετὴς ὑπάρχων. Εἰς δὲ τὸν εἰκοστὸν γενόμενος χρόνον, εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον ἄγεται. Ἤθλησε δὲ ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων.
Ὁ δὲ μακάριος Ἀγαθάγγελος, Ῥωμαῖος ἦν τὸ γένος. Μετὰ δὲ τὸ ἀναιρεθῆναι τοὺς μετὰ τοῦ Ἁγίου Κλήμεντος ὄντας Ἁγίους, ἐναποκλείστους ἐν Ῥώμῃ (ὧν εἷς ἢν ὁ Ἀγαθάγγελος), πρῶτος μὲν τῶν ἄλλων προσελθών, καὶ βαπτισθεὶς ὑπὸ τοῦ Ἁγίου Κλήμεντος, ἀποδράσας δὲ καθ᾿ ὃν καιρὸν ἀποτμηθῆναι ἔμελλον οἱ σὺν αὐτῷ ἀπόκλειστοι, μέλλοντος τοῦ Ἁγίου Κλήμεντος ὑπὸ τῶν ὑπηρετῶν τοῦ Μαξιμιανοῦ ἀπαχθῆναι, καὶ ἐμβληθῆναι τῷ πλοίῳ, καὶ ἀποπλεῦσαι εἰς Νικομήδειαν, προλαβὼν ὁ Ἀγαθάγγελος, εἰσῆλθε λαθὼν εἰς τὸ πλοῖον, καὶ περιέμενε τὸν Κλήμεντα. Ὡς δὲ καὶ οὗτος εἰσῆλθε, καὶ προσπεσόντα τὸν Ἀγαθάγγελον τοῖς ποσὶν αὐτοῦ εἶδεν, ἐχάρη, καὶ τὴν αὐτοῦ μεταμέλειαν καὶ ἐπιστροφήν, ὡς ἀγαθοῦ παρουσίαν, ἐνόμισε. Καὶ ἦν συναθλῶν αὐτῷ ἄχρις ἄν, φθάσαντες εἰς Ἄγκυραν, πρὸς Λούκιον παρεγένοντο. Κἀκεῖσε τὴν κάραν ἀποτμηθεὶς, προστάξει τοῦ Λουκίου, μετὰ τῶν λοιπῶν σὺν αὐτῷ ἀνδρῶν τε καὶ γυναικῶν καὶ παιδίων τῷ Χριστῷ προσελθόντων, πρὸς τὰς οὐρανίους ἀπέπτη μονάς.
Τὰ δὲ εἴδη τῶν βασάνων εἰσὶ ταῦτα. Ὁ μὲν μακάριος Κλήμης ἰδίως πέπονθε ταῦτα· ξύλῳ ἀναρτᾶται, καὶ ξέεται· λίθοις κατὰ τοῦ στόματος καὶ τῶν παρειῶν τύπτεται· εἱρκτῇ βάλλεται· τροχῷ δεσμεῖται· βάκλοις τύπτεται· μαχαίραις κατατέμνεται· σιδηροῖς στύλοις τὸ στόμα τύπτεται· τὰς σιαγόνας συντρίβεται· ὀδόντων ἀποστερεῖται· σιδήροις πεδεῖται, καὶ εἱρκτῇ ἐναποῤῥίπτεται. Ταῦτα ὁ θεῖος Κλήμης ἰδίως.
Ἅμα δὲ Ἀγαθαγγέλῳ, βουνεύροις ξηροῖς τύπτονται· ξύλῳ ἀναρτῶνται· λαμπάσι πυρὸς τὰς πλευρὰς καίονται· θηρίοις ἐκδίδονται· σούβλας πεπυρωμένας διὰ τῶν μεσοδακτύλων τῶν χειρῶν δέχονται· ἐν ἀσβέστῳ βληθέντες, δυσὶν ἡμέραις προσεκαρτέρησαν· λώρους τῆς δορᾶς τοῦ σώματος τῶν ὤμων ἀφαιροῦνται· βάκλοις αὖθις τύπτονται· ἐπὶ κραββάτων σιδηρῶν πυρωθέντων ἀνακλίνονται· εἰς κάμινον πυρὸς νυχθήμερον ἐμβάλλονται· κατὰ τῶν ψοῶν σφοδρῶς ξέονται· ὀβελίσκοις ὀξέσι, κατὰ γῆς ἐμπαρεῖσιν, ἄνω τὰς εὐθείας ἔχουσιν, ἐπακοντίζονται, οἳ δεινῶς αὐτοὺς κατεκέντησαν, καὶ κατέτρωσαν· μόλυβδον λυθέντα κατὰ κεφαλῆς μόνος ὁ Ἅγιος Ἀγαθάγγελος ἐπιχέεται· λίθοις μυλίταις τοῖς τραχήλοις ἐξαρτῶνται ἀμφότεροι, καὶ διὰ τῆς πόλεως ἑλκόμενοι, λίθοις βάλλονται.
Ἰδίως πάλιν ὁ Ἅγιος Κλήμης, περόνας σιδηρᾶς πεπυρωμένους εἰς τὰς ἀκοὰς δέχεται· λαμπάσι πυρὸς αὖθις προσομιλεῖ· λίθῳ μεγάλῳ προσδεθείς, βάκλοις κατὰ τοῦ προσώπου καὶ τῆς κεφαλῆς τύπτεται· καὶ ἐφ᾿ ἑκάστης ἡμέρας πεντήκοντα πληγὰς λαμβάνων ἐκαρτέρει. Τὸ δὲ τελευταῖον, καρατομοῦνται τὰς κεφαλὰς ἀμφότεροι ἐν Ἀγκύρᾳ τῆς Γαλατίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐσεβίου.
Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου,
Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαϋσιμᾶ τοῦ Σύρου.
Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων,
Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους.
Ἐγένετό τις ἀνὴρ ἐν τῇ Κύρῳ, Μαϋσιμᾶς μὲν ὄνομα, Σύρος δὲ τὴν φωνήν. Ἀγροίκως δι’ ἀναχθεὶς ἐν τῷ βίῳ, διέλαμψε ταῖς ἀρεταῖς φυσικῶς. Μονοχίτων δὲ ὤν, λέγεται μὴ δεύτερον κτήσασθαι χιτῶνα, ἀλλ’ ἐν αὐτοῖς τοῖς γενομένοις ῥήγμασιν ἕτερα ῥάκη συῤῥάπτειν, καὶ τοῦτον τὸν τρόπον σκέπειν τὴν σάρκα. Τῆς δὲ τῶν ξένων καὶ πενήτων θεραπείας, οὕτως ἐπεμελεῖτο προθύμως, ὡς τοῖς παριοῦσιν ἅπασιν ἀναπετάννυσθαι τὰς θύρας. Δύῳ δὲ πίθους ἐσχηκέναι λέγεται, τὸν μὲν σίτου, τὸν δὲ ἐλαίου, ἐξ ὧν ἐχορήγει ἅπασι τοῖς δεομένοις, ὡς τῆς τῇ Σαραφθίᾳ χήρᾳ δοθείσης εὐλογίας, ἐπενεχθείσης, καὶ ἐπὶ τοὺς αὐτοῦ πίθους. Ὁ γὰρ πάντας τοὺς ἐπικαλουμένους αὐτὸν ἐπισκεπτόμενος Θεός, ὥσπερ τὴν ὑδρίαν ἐκείνην καὶ τὸν καμψάκην ἀναβλύζειν ἐκέλευσε, τῶν τῆς φιλοξενίας σπερμάτων παρέχων τὰ δράγματα, οὕτω καὶ τῷ θαυμασίῳ δέδωκε τῇ προθυμίᾳ τὴν χορηγίαν ἰσόμετρον. Καὶ καλῶς καὶ ὁσίως τὸν τῆς ζωῆς αὐτοῦ χρόνον διαβιβάσας, πρὸς Κύριον ἐξεδήμησε.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σαλαμάνου τοῦ ἡσυχαστοῦ.
Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου,
Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη.
Κώμη τίς ἐστι τοῦ Εὐφράτου ποταμοῦ πρὸς ἑσπέραν, ἐπικειμένη τῇ ὄχθῃ, Καπερσανᾶ καλουμένη. Ἐκ ταύτης ὁρμώμενος ὁ μακάριος Σαλαμάνης, καὶ τὸν ἡσύχιον βίον ἀσπασάμενος, ἐν τῇ πέραν κώμῃ μικρὸν οἰκίσκον εὑρών, καθεῖρξεν ἑαυτόν, οὔτε θύραν, οὔτε θυρίδα καταλιπών. Ἅπαξ δὲ τοῦ ἔτους παρὰ τὴν γῆν ὀρύττων, παντὸς τοῦ ἔτους ὑπεδέχετο τὴν τροφήν· ὁ τῆς πόλεως δὲ Ἀρχιερεύς, τὴν τοῦ ἀνδρὸς μαθὼν ἀρετήν, ἀφίκετο, τὴν ἱερωσύνην δοῦναι τῷ μακαρίῳ βουλόμενος. Καὶ διαῤῥήξας τοῦ οἰκίσκου τι μέρος, εἰσῆλθε, καὶ τὴν χεῖρα ἐπέθηκε, καὶ τὴν εὐχὴν ἐπετελέσε· καὶ πολλὰ μὲν πρὸς αὐτὸν εἶπε, καὶ τὴν ἐπιγενομένην χάριν τῆς ἱερωσύνης ἀνήγγειλεν οὐδεμιᾶς δὲ φωνῆς ἀκούσας, ἀπῆλθεν, ἀνοικοδομηθῆναι κελεύσας τὸ καταλυθὲν μέρος τοῦ οἰκίσμου, ὅπερ αὐτὸς διέῤῥηξεν.
Ἄλλοτε πάλιν οἱ τῆς κώμης ἐκείνης, ἀφ’ ἧς ὥρμητο, ἀνθρωποι, νύκτωρ τοῦ ποταμοῦ τὸν πόρον διαπεράσαντες, λαβόντες αὐτόν, οὔτε ἀντιτείνοντα, οὔτε κελεύοντα, εἰς τὴν οἰκείαν
κώμην ἀπήγαγον· καὶ τοιοῦτον οἶκον δειμάμενοι, παραυτίκα καθεῖρξαν. Ὁ δὲ ὁμοίως ἡσυχίαν διῆγεν, οὐδὲν πρὸς μηδένα διαλεγόμενος. Μετ’ ὀλίγας δὲ ἡμέρας οἱ τῆς ἀντιπέραν κώμης ἄνθρωποι, νυκτὸς πάλιν ἐπελθόντες, καὶ τὸ οἴκημα διορύξαντες, πρὸς ἑαυτοὺς αὐτὸν ἀπήγαγον, οὐκ ἀντιλέγοντα, οὐδὲ μένειν βιαζόμενον, οὐδ’ αὗ πάλιν προθύμως ἀπαίροντα.
Οὗτω νεκρὸν παντελῶς τῷ βίῳ ἑαυτὸν κατέστησε, καὶ τὴν ἀποστολικὴν ἐκείνην φωνὴν ἀληθεύων ἐφθέγξατο: Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Καὶ οὗτως ἑαυτὸν νεκρώσας ὁ μακάριος Σαλαμάνης, ὡς ἄλλος οὐδεὶς πώποτε, οὕτως ἐπετέλεσε μέχρι τέλους, καὶ ἀπελθὼν πρὸς Κύριον, χορεύει αἰώνια.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ, λάκκῳ ἐμβληθέντες, τελειοῦνται.
Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω,
Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀχολίου ἐπισκόπου Θεσσαλονίκης



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν
Πᾶσι πρόξενος καλῶν ἀνθρώποις γέγονεν ὁ θεῖος λόγος σου· ὅθεν σὲ κόρη ποτέ, ἀσέμνως ὑβρίσασα, δίκας εἰσπράττεται, μεταβλήθη δέ, καὶ μελῳδοῦσα ἔκραζεν· ὁ Θεὸς εὐλογητὸς εἶ
Ῥητορεύων ὁ ἄγευστος παιδεύσεως ἀγνώστως Ὅσιε, ἀλλ’ ἐπειράθη ὀργῆς, καλέσας τοὺς δαίμονας, καὶ μὴ βουλόμενος, τὴν κακόνοιαν, αὐτῶν καὶ γνοὺς ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰατῆρα τοῖς ἀνθρώποις ἀπεκύησας Θεὸν καὶ Κύριον, ὡς ἀληθῶς ὑπὲρ νοῦν, ψυχῆς μου τὰ τραύματα, ἴασαι δέομαι, καὶ ἀνάστησον, νενεκρωμένην πάθεσι, τὴν ψυχή μου Παναγία.

Ἕτερος. Παῖδες Ἑβραίων.
Πρόστηθι πάντων ἐν τῇ ὥρᾳ, τῆς δευτέρας τοῦ Δεσπότου παρουσίας, τῶν ἐν πίστει φρουρόν, καὶ πρόμαχον καὶ ῥύστην, ἐχόντων σε πανόλβιε, ἐξαιρούμενος γεέννης.
ῆμα Θεοῦ ἐνίσχυσέ σε, ὥσπερ πάλαι τὸν Ἰὼβ ἐπὶ κοπρίας, ἐῤῥιμένον δεινῶς· διὸ δαιμόνων θράσος, εἰς τέλος καταβέβληκας, Διονύσιε τρισμάκαρ.
Σὺ τῇ τραπέζῃ προσηνέχθης, τοῦ Θεοῦ καθάπερ ἄρτος ἐν τῇ μάκτρᾳ, φυραθεὶς καθαρῶς, ἀσκήσεως τῆς θείας· διὸ χοροῖς ἠρίθμησαι, τῶν Ὁσίων εἰς αἰῶνας.
Θεοτοκίον.
Τέτοκας Λόγον τὸν ἀχρόνως, προεκλάμψαντα γαστρὸς ἐκ τῆς πατρώας, τὴν βροτείαν μορφήν, ἀῤῥεύστως προσλαβόντα, ἐκ Σοῦ Παρθένε ἄχραντε, τῶν πιστῶν ἡ σωτηρία.

















ᾨδὴ η’. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ὅλος ἐφεπόμενος τοῖς τρόποις, τῶν πάλαι Πατέρων Διονύσιε, ἤλειφας ἐλαίῳ σύ, πάθη τὰ δυσίατα. Οὕτω καὶ τὸν Ἀρσένιον, τὸν Βεῤῥοιαῖον ποτέ, ἀπήλλαξας, ταχέως τῆς νόσου, τῆς θανατηφόρου, τῷ λόγῳ παραδόξως.
Συγκύπτουσαν πάθεσιν τὴν Σκεύαν, ἀνώρθωσας μάκαρ σαῖς δεήσεσι, τὸν Χριστὸν μιμούμενος, καὶ τοὺς μαθητὰς Αὐτοῦ, τοὺς πᾶσαν, τὴν ὑφήλιον θαύμασι σώσαντας, καὶ Κύριον κατέπεισας κράζειν, καὶ Θεὸν τῶν ὅλων, ὑμνεῖν εἰς τοὺς αἰῶνας.
Φωτὶ μὲν τὸ σκότος δραπετεύει, καὶ ψεῦδος τῆς ἀληθείας φυγαδεύεται, οὕτω καὶ τὰ πνεύματα, Πάτερ τὰ μισάνθρωπα, τὴν παρουσίαν ἔφευγον, τὴν σὴν ὡς τάχιστα, καὶ ἅπαντες, ἐν θάμβει ἑώρων, σὲ χαρισματοῦχον, ὡς τοῦ Θεοῦ ἱκέτην.
Θεοτοκίον.
Ὁ δημιουργήσας πάντα Λόγος, καὶ λόγῳ προνοίᾳ διεξάγων νῦν, μόνῳ τῷ βουλήματι, ὡς Αὐτὸς ἠθέλησε, δι’ εὐσπλαγχνίαν ἄφατον δεδημιούργηται, ἐκ Σοῦ, καὶ σὰρξ ὡράθη Παρθένε, ὑπὲρ νοῦν καὶ λόγον, δι’ ἄκραν εὐσπλαγχνίαν.

Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Τῶν ἐσόπτρων λυθέντων θεοφόρε, ἐποπτεύεις τρανῶς τὴν Παναγίαν, καὶ τριφεγγῆ Τριάδα τὴν ἀμέριστον· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
πὸ πέτρας ὀπὴν ἑστὼς κατεῖδεν, ὁ θεόπτης τὸν Κύριον τῆς δόξης, σὺ δ’ ἐν τῷ πόλῳ ἄρτι καθαρώτερον, τοῦτον ἐποπτεύεις, Κύριον ὑμνεῖτε, βοῶν εἰς τοὺς αἰῶνας.
Φῶς ἐκλάμψαν ἐν τῇ καθαρωτάτῃ, σῇ καρδίᾳ γενναῖον πρὸς ἀγῶνας, εἰργάσατό σε Πάτερ Διονύσιε, Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ ἀμήτωρ ὑπάρχων πρὸ αἰώνων, ἐπ’ ἐσχάτων ἀπάτωρ ἐγεγόνει, ἐκ Σῆς νηδύος σάρκα προσλαβόμενος, ἄχραντε Παρθένε, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.










ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἔσχες ἐπὶ γῆς, σαρκὸς τὰ φρονήματα παθῶν ἀνώτερα, νῦν δὲ πρὸς τὴν ἄπονον, καὶ θείαν λῆξιν μετῇρας Ὅσιε, ὑπὲρ ἡμῶν πρὸς Κύριον τὰς χεῖρας ἔκτεινον, καὶ τὴν ζεύγλην, νῦν τὴν ἐπαυχένιον, τῶν βαρβάρων συντρίψαι δυσώπησον.
Ῥῆξον τὰ κλοιά, Χριστὲ τὰ βαρύτατα τὰ ἐπικείμενα, καὶ τὸν δουλικὸν ζυγόν, καὶ ἀκανθώδη βίον μετάστησον, τῆς Ἐκκλησίας Δέσποτα φιλανθρωπίᾳ τῇ Σῇ, τοῦ Ὁσίου, ταῖς εὐχαῖς διάσωσον, τοὺς τελοῦντας αὐτοῦ τὰ μνημόσυνα.
Ὥσπερ οὐρανός, τοῖς ἄστροις αὐγάζεται καὶ ὡραΐζεται, οὕτω καὶ ἡ ἄσπιλος, νῦν Ἐκκλησία Χριστοῦ φαιδρύνεται, ταῖς τῶν Ἁγίων τάξεσι, καὶ τῶν Ὁσίων χοροῖς, χαῖρε τούτοις, πᾶσι καὶ ἡ Σκλάταινα, σὺν αὐτοῖς Διονύσιον ἔχουσα.
Θεοτοκίον.
Σῷζε πειρασμῶν, παντοίων καὶ θλίψεων τὴν Ἐκκλησίαν Χριστοῦ, πάσας τὰς ἐλπίδας μέν, νῦν μετ’ αὐτὸν γὰρ ἐπὶ Σοὶ κέκτηται, βαρβαρικῆς ἀπάλλαξον δουλείας Δέσποινα, τοὺς ἐν πίστει, καθομολογοῦντάς Σε, Θεοτόκον κυρίως ὑπάρχουσαν.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Χαρᾶς αἰωνιζούσης σὺ γεγονώς, τῶν Ὁσίων συμμέτοχος Ὅσιε, χοροβατεῖς, τόπον τῆς Ἐδὲμ τῆς περικαλλοῦς· διὸ ὡς εὐεπίβατον, ἔχων τοῦ Δεσπότου τὴν ἀκοήν, αἰτήμασί σου θείοις, τῆς ἄνω Βασιλείας, ἐπιτυχεῖν με καθικέτευε.
Ψελλίζοντος ἐκ στόματος τὴν ᾠδήν, δεδεγμένος ἀντάμειψιν δίδου μοι, ὥσπερ Χριστός, πάλαι τὰ τῆς χήρας δύο λεπτά, προθύμως διεδέξατο, ἔχων παῤῥησίαν ὡς ἀγαθῶν, ἀπείρων κληρονόμος, μεθέξεως τῆς θείας, καταξιούμενος ἑκάστοτε.
ς ἄσαρκος βιώσας ἐπὶ τῆς γῆς, στεφηφόρος παρίστασαι Ὅσιε, τῷ Λυτρωτῇ· ὅθεν τοῖς τελοῦσί σου τὴν σεπτήν, καὶ φωταυγῆ πανήγυριν, ἵλεον ἀπέργασαι ἐν δεινοῖς, ἀεὶ χειμαζομένοις, οἰκτεῖραι καὶ τῆς θείας, ἐπιτυχεῖν μακαριότητος.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε οἱ διὰ Σοῦ, τῆς ἀρχαίας ῥυσθέντες κακώσεως, καὶ τὴν φωνήν, πάντες Σοὶ βοῶμεν τοῦ Γαβριήλ· χαῖρε Θεοῦ λοχεύτρια, χαῖρε ἡ τεκοῦσα τὸν ἐκ Πατρός, ἐκλάμψαντα ἀχρόνως, Θεόν τε καὶ Δεσπότην, Ὃν ἐκδυσώπει τοῦ σωθῆναι ἡμᾶς






Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἐπεφάνη ὁ Σωτήρ.
Παριστάμενος φωτί, τῷ θείῳ Διονύσιε, τῆς πανυμνήτου Τριάδος, θεούμενος ὡς ἀληθῶς, καὶ γὰρ ἔστης πλησίον, ὡς θέσει Θεὸς τῇ φύσει.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῖς μὲν πιστοῖς τὸ σὸν σῶμα, πρὸς ἴασιν ἐπεδόθη, ἡ δὲ ψυχὴ ἐν θαλάμοις, περιπολεύειν οὐρανόν· διὸ τιμῶμέν σε πάντες, οἱ σχόντες σε νῦν προστάτην.
Θεοτοκίον.
Σωματωθέντα τὸν Λόγον, ἐκύησας ἀποῤῥήτως, πεῖραν ἀνδρὸς μὴ εὐδυῖα, Παρθένε Μήτηρ Κυρίου· Ὃν ἐκδυσώπει παντοίων, ἡμᾶς κινδύνων ῥυσθῆναι.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὁ βίος σου Πάτερ ἱερός, ὤφθη ἐκ νεότητος, ταῖς ἀρεταῖς ἀστραπτόμενος, τοῦ θείου Πνεύματος· ὅθεν ταῖς εὐχαῖς σου, γυναῖκας θεόφρονας, γονίμους καὶ εὐτέκτους ἀπέδειξας, νῦν δὲ θεσπέσιε, καὶ ἡμᾶς ἐνθέοις πράξεσιν, εὐτεκνοῦντας πρὸς Θεὸν ἱκέτευε. (Δίς)

Τὸν πάλαι θρυλλούμενον πολλοῖς, ὄρος ἀτοπήμασιν, Ὀλύμπου ὦ Διονύσιε, νῦν δὲ πανσέβαστον, οἶκος τῆς Τριάδος, τῆς σεπτῆς τετέλεκας, σπουδάσμασι τοῖς σοῖς καὶ πονήμασι· διὸ νῦν ἄσειστον, ἐπηρείαις καὶ κακώσεσι, διαμένειν εὐχαῖς σου δυσώπησον.

Τὸν βίον σου Πάτερ ἐκ παιδός, τῷ Θεῷ ἀνέθηκας, σαρκὸς εὐθὺς τὰ σκιρτήματα, ἐδουλαγώγησας, λόγῳ τε καὶ ἔργῳ, ἠξιώθης χάριτος, προλέγειν τῶν μελλόντων τὴν ἔκβασιν, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.
Σήμερον οἱ πιστοὶ περιχαρῶς ὑμνοῦσι τὸν Σωτῆρα. Σήμερον οὐράνια τάγματα τῶν Ὁσίων Πατέρων, ἐν τῇ μνήμῃ Διονυσίου ἀγάλλονται· ἡ δὲ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται, οἱ νόες τὸν ὕμνον ἐξάδουσι, καὶ ἡ κτίσις ἑορτάζει χορεύουσα· ἡμεῖς δὲ πρὸς τὸν Σωτῆρα βοῶμεν· δόξα Σοι Χριστῷ τῷ Θεῷ, τῷ ἐπὶ γῆς τοιοῦτον ἀναδείξαντι φωστῆρα.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τοῦ Ὀλύμπου ὁ οἰκιστής, καὶ τῆς Πιερίας ὁ ἀσύλητος θησαυρός, τῶν σοὶ προσφευγόντων, ὁ θεῖος ἀντιλήπτωρ, Πατέρων χαῖρε κλέος, ὦ Διονύσιε.





































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἰατρῷ τῶν ἀλγεινῶν νῦν προσδράμωμεν, οἱ ἀσθενείαις τῆς ψυχῆς καὶ τοῦ σώματος, βεβαρημένοι κράζοντες αὐτῷ ἐκτενῶς· Πάτερ Διονύσιε, τῷ Θεῷ καὶ Δεσπότῃ, ὑπὲρ ἡμῶν ἱκέτευε, ὡς Πατὴρ θεοφόρε, νόσων ῥυσθῆναι καὶ πάσης ἀπειλῆς, ταῖς σαῖς παρακλήσεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ψυχῆς καὶ τοῦ σώματος ἀλγεινοῖς, κυκλούμενος Πάτερ, τοῖς λειψάνοις σου τοῖς σεπτοῖς, προσπίπτω βοήθειαν καὶ ῥῶσιν, ἐπιζητῶν ἣν παράσχου μοι τάχιστα.
Ἐν κλίνῃ κατάκειμαι ἀσθενῶν, καὶ πύλας τοῦ ᾅδου, προσεπέλασα ἀθυμῶν, Πάτερ Διονύσιε πρεσβείαις, ταῖς σαῖς κακών με παντοίων ἀπάλλαξον.
Ἱλέωσαι Πάτερ τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαί με καὶ δεινῆς, ἐπήρειας μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπῃ σου.
Θεοτοκίον.
Κλυδώνι συνέχομαι πειρασμῶν, ἀλλ’ ἡ τετοκυῖα, τὸν λιμένα τὸν γαληνόν, πράϋνον τὸν σάλον καὶ πρὸς ὅρμον, τῆς μετανοίας ἁγνή με καθόρμησον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαις σου Πάτερ τῶν συμφορῶν ῥῦσαί με, καὶ ἐπαπειλούσης με νόσου ἀπάλλαξον, καὶ γὰρ πανεύφημε, παρὰ Θεοῦ ἐκομίσω, δωρεὰν νοσήματα, ἰᾶσθαι πάνδεινα.
Διονύσιε Πάτερ τὴν ψυχικὴν πώρωσιν, καὶ τὴν τῆς σαρκὸς ἀῤῥωστίαν μου ἐξιάσασθαι, καθικετεύω σε, τὸν ἀσθενείας τοῦ κόσμου, ὁλικῶς ποθήσαντα, Χριστὸν ἀράμενον.
Χαλεπῶς με νοσοῦντα τοῖς ψυχικοῖς πάθεσι, καὶ τῆς λοιμικῆς ἀσθενείας σῶμα τρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, σαῖς εὐπροσδέκτοις πρεσβείαις, σῶσον Διονύσιε, ὅπως γεραίρωμεν.
Θεοτοκίον.
Ὡράθης ὡς νύμφη παρθενικοῖς κάλλεσι, κεχαριτωμένη Παρθένε Μῆτερ ἀνύμφευτε, πάσης οὖν νόσου με, νῦν ἐλευθέρωσον Κόρη, ὡς Λυτρωτὴν τέξασα, ἐκ νόσων πάναγνε.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς σοὺς ἱκέτας, ὅτι πρὸς σὲ θερμῶς θεοφόρε προστρέχομεν, ὡς ῥύστην σὲ ἔχοντες καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεὶ οἱ πίστει καταφεύγοντες, ἐκτενῶς βοῶμέν σοι· Πάτερ Διονύσιε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσον ἡμᾶς, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸ ἄστατον, καὶ δεινῶν κλυδώνιον ἐκταράττει με, ἀλλὰ σὺ Πάτερ πρεσβείαις σου, εὐπροσδέκτοις τοῦτο καταπράϋνον.
Ἀπολαύοντες πάντοτε, τῆς σῆς βοηθείας ὦ Διονύσιε, εὐχαρίστως εὐφημοῦμέν σε, οἱ τῷ σῷ τεμένει καταφεύγοντες.
Ἐν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σε τὸν θερμότατον, δυσωπῶ μὴ καταλίπῃς με, ἐχθροῦ ἐπηρείαις ἀπολλύμενον.
Θεοτοκίον.
Ταῖς πρεσβείαις Σου Δέσποινα, τῶν ἀλλεπαλλήλων δεινῶν με λύτρωσαι, καὶ ποιεῖν με τὰ προστάγματα, τοῦ Υἱοῦ Σου Κόρη ἐνδυνάμωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, τὰς καρδίας τοῦ ἐλέους Σου, Τριὰς Ἁγία Σοῦ θεράποντος, Διονυσίου εὐπροσδέκτοις δεήσεσιν.
Λύτρωσαι ἡμᾶς, σαῖς πρεσβείαις Διονύσιε, τῶν τῆς ψυχῆς ὁμοῦ καὶ σώματος, ἀῤῥωστημάτων ὅπως εὐφημῶμέν σε.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὴν ἀσθένειαν, Ὅσιε Πάτερ Διονύσιε, τῶν νῦν προσκυνούντων, τὴν σωρὸν τὴν τῶν λειψάνων σου.
Θεοτοκίον.
Λῦσον τὰς σειράς, τῶν πταισμάτων μου θεόνυμφε, Σὺ γὰρ Χριστὸν ἡμῖν ἐκύησας, τὸν Λυτρωτὴν τοῦ κόσμου καὶ Κύριον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Θανάτου, φθοροποιοῦ ἀπάλλαξον, λοιμικοῦ ὦ Διονύσιε Πάτερ, τοὺς τῇ σωρῷ, σῶν λειψάνων ἐν πίστει, νῦν προσφοιτῶντας καὶ ῥῦσαι πρεσβείαις σου, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν δυσχερῶν περιστάσεων.
Ὡς ὅπλον, τῆς σωτηρίας ἔχοντες, Διονύσιε σεπτήν σου πρεσβείαν, ἐν πειρασμοῖς, ἐκλυτρούμεθα τάχει, τὸν Λυτρωτὴν καὶ Σωτῆρα δοξάζοντες, τὸν σοὶ τὴν χάριν δαψιλῶς, παρασχόντα διώκειν νοσήματα.
Συνεῖναί σοι, τὸν πολλά σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Πάτερ, σὲ δυσωπῶ, τὸν θερμόν μοι προστάτην, καὶ πίστει κράζω σοι ὦ Διονύσιε· γεννήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.
Θεοτοκίον.
Ἐν κλίνῃ, τῆς ῥαθυμίας πάντοτε, κατακείμενος πανύμνητε Κόρη, ἀντιβολῶ, ἀπ’ ἐμοῦ τὴν σεπτήν Σου, μὴ ἀντανέλῃς ἀντίληψιν ἄχραντε, ἀλλ’ οἴκτειρόν με συμπαθῶς, καὶ δεινῶν νοσμάτων ἀπάλλαξον.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς σοὺς ἱκέτας, ὅτι πρὸς σὲ θερμῶς θεοφόρε προστρέχομεν, ὡς ῥύστην σὲ ἔχοντες καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτα θερμὲ καὶ πάντων καταφύγιον, καὶ νόσων δεινῶν ταχὺ ἀλεξιτήριον, ἐκτενῶς βοῶμέν σοι, θεοφόρε Διονύσιε· πρόφθασον φάνηθι, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, σὲ γὰρ βεβαίαν ἐλπίδα κεκτήμεθα.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅλην Διονύσιε, εἰς σὲ τηρῶ τὴν ἐλπίδα, καὶ θερμοῖς τοῖς δάκρυσιν, ἀπὸ τῆς καρδίας μου ἱκετεύω σε, πρὸς Θεὸν ποίησον, ἱκεσίαν μάκαρ, τῶν πταισμάτων λύσιν δοῦναί μοι, καὶ ἀγαλλίασιν ψυχικὴν καὶ βίου διόρθωσιν· καὶ νῦν σε πρὸς τὸν Κύριον, πρεσβευτὴν θερμότατον κέκτημαι, ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ἡμῶν σωτηρίας ἀρχηγὸς Σὺ ὑπάρχεις Θεὲ φιλάνθρωπε, πιστῶν τῆς σωτηρίας, ἀνέδειξας μεσίτην, τὸν κλεινὸν Διονύσιον, καὶ ίατῆρα παθῶν· διὸ σὲ εὐλογοῦμεν.
Θελητὴν τοῦ ἐλέους σὺ ὑπάρχεις τοῖς πᾶσι Χριστέ μου εὔσπλαγχνος, ἐλέησον πρεσβείαις, σεπτοῦ Διονυσίου, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θησαυρὸς ἰαμάτων καὶ πηγὴ τῶν θαυμάτων ἡ θεία πέφυκε, κάρα τοῦ θεοφόρου, Πατρὸς Διονυσίου, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων ἰατῆρα καὶ ψυχῶν τὸν σωτῆρα κόσμου θεόνυμφε, Χριστὸν ἀποτεκοῦσα, διάσωσον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς προσιόντας, τῇ σεβασμίᾳ σου κάρᾳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων, Διονύσιε Πάτερ.
Τὰς ἀσθενείας, τῶν ἐν τῷ σῷ προσιόντων, νῦν τεμένει Πάτερ ἰατρεύεις· ὅθεν ἀνυμνοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, θεία πηγὴ ἀνεδείχθης, ἡ σορὸς τῶν λειψάνων σου παμμάκαρ, πᾶσι τοῖς σὲ τιμῶσι, πιστῶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν ἀλγεινῶν, τῶν σωματικῶν λύτρωσαί με, ὡς τεκοῦσα τὸν πάντων Δεσπότην, τὸν τὰς ἀσθενείας, ἀράμενον τοῦ κόσμου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμὴν τῆς σωτηρίας, πέλει ὁ ναός σου, καταφυγὴ καὶ βεβαία ἀντίληψις, ὦ Διονύσιε Πάτερ, τοῖς σοὶ προστρέχουσιν.
Χαρᾶς αἰωνιζούσης, Πάτερ σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.
Μεσίτην καὶ προστάτην, σὲ πρὸς τὸν Σωτῆρα, ὦ Διονύσιε μάκαρ πλουτήσαντες, τῆς λοιμικῆς ἀσθενείας ἀπολυτρούμεθα.
Θεοτοκίον.
Ἡ σκέπη Σου Παρθένε, ἰατρεῖον πέλει, πνευματικὸν ἐν αὐτῷ γὰρ προστρέχοντες, τῶν ψυχικῶν νοσημάτων ἀπολυτρούμεθα.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν νέον ὁπλίτην, Διονύσιον τὸν σοφόν, τὸν τῆς Πιερίας, θερμότατον προστάτην, πάντων δὲ τῶν ἐν θλίψει, ῥύστην καὶ πρόμαχον.
Κάραν σου τὴν πάντιμον ἀσκητά, τιμῶμεν ἐκ πόθου, τὴν συνθλάσασαν τοῦ ἐχθροῦ, ὀλέθριον κάραν, καὶ λύτρωσαι κινδύνων, Διονύσιε τρισμάκαρ, τῇ μεσιτείᾳ σου.
Νῦν τὸν τῆς ἀσκήσεως ἀθλητήν, μοναστῶν τὸ κλέος, Διονύσιον οἱ πιστοί, ἀξίως τιμῶμεν, λοιμοῦ γὰρ καὶ κινδύνων, λυτροῦται τοὺς ἐν πίστει, αὐτῷ προστρέχοντας.
Ὄλυμπε ὑπέρτατε τῶν βουνῶν, χαῖρε καὶ εὐφραίνου, κεκτημένος σὺ βοηθόν, ῥύστην καὶ προστάτην, ἐν τοῖς πειρατηρίοις, τὸν θεῖον καὶ ὑπέρλαμπρον Διονύσιον.
Πάντων τῶν Ὁσίων τὰς ἀρετάς, καλῶς ἀνεμάξω, Διονύσιε καὶ λαμπτήρ, μέγιστος ἐγένου, Τριάδος τῆς ἀκτίστου, τὸ φῶς ἡμῖν ἐκπέμπων, τοῖς εὐφημοῦσί σε.
Τὸν τῆς μετανοίας καθηγητήν, καὶ τὸν ἐν Ὀλύμπῳ, ποδηγέτην καὶ οἰκιστήν, τὸν θεῖον προστάτην, καὶ λειτουργὸν Κυρίου, Διονύσιον τὸν μέγαν, πάντες ὑμνήσωμεν.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν ἐκ καρδίας, δυσωπούντων πανευσεβῶς, τὰς παντοίας νόσου, ἀεὶ ἀποδιώκων, τῶν ἐπικαλουμένων σε Διονυσίε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅλην, Διονύσιε εἰς σέ, τηρῶ τὴν ἐλπίδα, καὶ θερμοῖς τοῖς δάκρυσιν, ἀπὸ τῆς καρδίας μου, ἱκετεύω σε, πρὸς Θεὸν ποίησον, ἱκεσίαν μάκαρ, τῶν πταισμάτων λύσιν δοῦναί μοι, καὶ ἀγαλλίασιν, ψυχικὴν καὶ βίου διόρθωσιν. Καὶ νῦν σε πρὸς τὸν Κύριον, πρεσβευτὴν θερμότατον κέκτημαι, ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου