Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 22. ΠΑΝΑΓΙΑ ΕΛΕΗΣΤΡΙΑ ΚΟΡΩΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ 22!!
ΠΑΝΑΓΙΑ ΕΛΕΗΣΤΡΙΑ ΚΟΡΩΝΗΣ ΜΕΣΣΗΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐκ λαγόνων τῆς γῆς, ὡς λαμπὰς ἀνέλαμψεν, ἡ πάνσεπτος ἀληθῶς, τῆς Θεοτόκου Εἰκών, καὶ χάριτος θεϊκῆς, καὶ ἰαμάτων ἐκλάμπει ἐνέργειαν, τοῖς σπεύδουσι πρὸς αὐτήν, καὶ μετὰ πόθου βοῶσιν ἑκάστοτε· Κεχαριτωμένη χαῖρε, Κόρη Ἐλεήστρια, τῆς Κορώνης ἡ σκέπη, καὶ ἀντίληψις καὶ ἔφορος.

Βαβαὶ τῆς σῆς εὐδοκίας Ἁγνή! Σὺ γὰρ ἐπιστᾶσα, ἐπαλλήλοις ὄψεσι, γυναίῳ τῷ εὐσεβεῖ, τούτῳ προέφηνας, τὴν εὕρεσιν τῆς σεπτῆς, καὶ παναγίας Εἰκόνος σου Ἄχραντε, καὶ ταύτην οἷα κρουνόν, τῶν οἰκτιρμῶν σου τοῖς κράζουσι δέδωκας· Κεχαριτωμένη χαῖρε, μόνη Ἐλεήστρια, ἡ αἰτοῦσα τοῖς πᾶσιν, ἱλασμὸν καὶ θεῖον ἔλεος.

Τὴν πρὸς ἡμᾶς σου ἀντίληψιν, ἧς τὰς πολυτρόπους, ἐκδηλώσεις πάντοτε, θεώμενοι ἐναργῶς, ἐφαπλουμένας ἡμῖν, ὑμνοῦμεν χρεωστικῶς, τῶν παρὰ σοῦ ἀγαθῶν ἀπολαύοντες, ἀπαύστως γὰρ ἐλεεῖς, ὡς Ἐλεήστρια Κόρη τοὺς κράζοντας· Κεχαριτωμένη χαῖρε, ἀσφαλὲς προσφύγιον, καὶ ἐλπὶς σωτηρίας, τῶν τελούντων ἐν ταῖς θλίψεσι.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῇ εὑρέσει Πανάχραντε, τῆς ἁγίας Εἰκόνος σου, ἑορτὴν συστήσαντες ἀγαλλόμεθα, ὅτι δοθῆναι ηὐδόκησας, ἡμῖν ταύτην Δέσποινα, ἐκ λαγόνων τῶν τῆς γῆς, ὡς χρυσίον πολύτιμον, τῆς σῆς χάριτος, καὶ ὡς θεῖον ἐχέγγυον καὶ στήλην, τῆς πολλῆς σου προμηθείας, τῆς εἰς ἡμᾶς Κόρη Ἄχραντε.

Μυστικῶς ἐπεσκίασε, τῆς σῆς δόξης ἡ ἔκφανσις, τῇ σεπτῇ Εἰκόνι σου Ἐλεήστρια, ὅθεν πηγάζει ἑκάστοτε, ὡς δρόσον οὐράνιον, καὶ ὡς θεῖον γλυκασμόν, τῆς λαμπρᾶς προστασίας σου, τὰ γνωρίσματα, καὶ τὸν πλοῦτον τῶν θείων οἰκτιρμῶν σου, τοῖς ὑμνοῦσι Θεοτόκε, τῶν σῶν θαυμάτων τὸ μέγεθος.

Ὥσπερ δώρημα τέλειον, καὶ σεπτὸν ἱλαστήριον, καὶ θερμὴν ἀντίληψιν ἐν ταῖς θλίψεσιν, ἡ τῆς Κορώνης πλουτήσασα, πόλις τὴν Εἰκόνα σου, Θεοτόκε ἀληθῶς, προσφυῶς ἣν ὠνόμασεν, Ἐλεήστριαν, πρὸς αὐτὴν καταφεύγει καθ’ ἑκάστην, καὶ εὑρίσκει σωτηρίαν, καὶ τῶν δεινῶν ἀπολύτρωσιν.







Δόξα. Καὶ νῦν. Ἦχος πλ. Β΄.
Σήμερον, καινὴν ἑορτὴν συστησάμενοι, οἱ Δαβιτικῶς πεπυκασμένοι Παρθένε, τῇ ἐπισκιάσει τῆς δόξης σου, χαριστήριον αἶνόν σοι ᾄδομεν, ἐξαιρέτου γὰρ εὐνοίας ἡμᾶς ἠξίωσας, ἐμφανεστέραν δείξασα, τὴν περὶ ἡμᾶς κηδεμονίαν σου, τὴν γὰρ ἁγίαν Εἰκόνα σου, ἐκ κόλπων τῆς γῆς ἡμῖν ἐφανέρωσας, ὡς ἄλλην πηγήν, ἐξ Ἐδὲμ προερχομένην, καὶ ποτίζουσαν ἡμᾶς, τοῖς γλυκέσι νάμασι, τῶν ψυχοτρόφων δωρεῶν σου, ὅθεν εὐλαβῶς αὐτὴν περικυκλοῦντες, ἐν ἀγαλλιάσει βοῶμέν σοι· ἔργον τοῦτο θαυμαστόν, ὡς ἀληθῶς ὃ κατειργάσω Δέσποινα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν : Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.







Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α .
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πόλις Κορώνη, ἁγιαζομένη τῇ χάριτι, τῆς πανυμνήτου Παρθένου, ἰδοὺ γὰρ ἡ Παντάνασσα Θεοτόκος, μεγαλεῖά σοι ἐποιήσατο, ὡς πανόλβιον κτῆμα, τῆς ἑαυτῆς εὐδοκίας, καὶ κειμήλιον οὐράνιον, τὴν χαριτόβρυτον αὐτῆς Εἰκόνα, αὐτοφανῶς σοι ἀναδείξασα, ὅθεν τὴν εὕρεσιν ταύτης, χαρμονικῶς ἑορτάζουσα, ἐν εὐφροσύνῃ καρδίας, τῇ Δεσποίνῃ καὶ ἐφόρῳ σου βόησον· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, ὁ πᾶσι διὰ Σοῦ παρέχων, τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Ἀειπάρθενε Δέσποινα, ποίαν ᾠδήν σοι ἐπάξιον, ἀνθ’ ὧν τρυφῶμεν ἀγαθῶν σου, οἱ σοὶ ἱκέται προσοίσωμεν; ὡς γὰρ μήτηρ φιλόστοργος, πολλαχῶς ἐκτρέφεις καὶ θάλπεις ἡμᾶς, καὶ περιέπεις ἑκάστοτε ἐπὶ τὸ θεῖον θέλημα, ἀλλὰ καὶ νῦν ἡμῖν δέδωκας, τὴν θαυμαστὴν Εἰκόνα σου, ὡς ἐλπίδος ἄγκυραν, καὶ καταφύγιον ἀψευδές, ἐν κινδύνοις καὶ θλίψεσιν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ πρὸς ἡμᾶς σου εὐεργεσίας κηρύττομεν, δι’ ὧν σώζεις τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Τίς ἐπαξίως ὑμνήσει, τὴν πρὸς ἡμᾶς χρηστότητα, τὴν πολυειδῶς καὶ πολυτρόπως ἐκφαινομένην, πολυΰμνητε Δέσποινα; Μυστικῶς γὰρ ἐπιστᾶσα, τῷ εὐσεβεῖ γυναίῳ ἐμήνυσας, τῆς σῆς Εἰκόνος τὴν εὕρεσιν, ἣν ἐκ βάθους γῆς, πίστει ἀρυσάμενοι, χαρᾶς πολλῆς ἐπληρώθημεν, ἀνυμνοῦντες τὴν δόξαν σου, ὡς γὰρ ἐλαία κατάκαρπος, τῶν οἰκτιρμῶν σου τὸ ἔλεος, καρποφορεῖ ἡμῖν Ἐλεήστρια Κόρη, τῇ γεωργίᾳ τῆς χάριτος.

Ἦχος δ΄.
Θαυμαστῶς ἐδοξάσθη, καὶ ὐπερφυῶς ἐθαυμαστώθη, τῇ ἀΰλῳ ἐπισκιάσει σου, ἡ δεδοξασμένη Εἰκών σου, Ἐλεήστρια Παρθένε. Ποικίλους γὰρ νόσους θεραπεύει, καὶ τοὺς ἐν κινδύνοις προφθάνει, καὶ τοὺς ἐν θλίψεσι διασώζει, τοὺς ἐπικαλουμένους τὴν χάριν αὐτῆς, τοὺς πάντας γὰρ δι’ αὐτῆς ἐλεεῖς, ὡς τοῦ ἐλεήμονος Θεοῦ φιλάγαθος Μήτηρ, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα.



Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Ἑορτῆς λαμπρᾶς ὑπόθεσις, καὶ πνευματικῆς εὐφροσύνης πρόξενος, ἡ τῆς Εἰκόνος σου εὕρεσις, γέγονεν ἡμῖν Θεοτόκε, ὅτι πλοῦτον θεόσδοτον, καὶ κέρας Ἀμαλθείας ἀληθῶς, ταύτην ἡμῖν ἐφανέρωσας, παραδόξῳ ἐνεργείᾳ. Καὶ δι’ αὐτῆς ἀπολαύοντες, τοῦ σοῦ ἐλέους ἑκάστοτε, Ἐλεήστριαν ταύτην, οἱ ἠλεημένοι ἐκάλεσαν, ἀλλ’ ὦ Πανύμνητε Κόρη, σκέπε καὶ φρούρει ἀεί, τὴν παροῦσαν πόλιν, τὴν ἀνακειμένην τῇ προστασίᾳ σου.

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Θεογεννῆτορ Ἁγνή, Θεοῦ τοῦ ζῶντος ἡ σκηνὴ ἡ θεότευκτος, ἡ στάμνος ἡ μανναδόχος, ἡ χορηγοῦσα ἡμῖν, τῆς ζωῆς τὸ μάννα τὸ οὐράνιον, λυχνία ἑπτάφωτος, χαρισμάτων τοῦ Πνεύματος, ἡ μυροθήκη, τοῦ σεπτοῦ Ἁγιάσματος, θρόνος ἔμψυχος, τοῦ Δεσπότου τῆς κτίσεως, Δέσποινα Ἐλεήστρια, ἐλέους τὸ πέλαγος, ἡ πελαγίζουσα πᾶσι, τῶν οἰκτιρμῶν σου τὰ ῥεύματα, ἡμῖν ἀεὶ δίδου, εὐφροσύνην καὶ ὑγείαν, καὶ μέγα ἔλεος.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ὤφθης τῇ εὐσεβεῖ γυναικί, ἐν ἐπαλλήλοις ὡς ηὐδόκησας ὄψεσι, καὶ ταύτῃ τὴν σὴν Εἰκόνα, τὴν κεχωσμένην ἐν γῇ, ἐμφανῶς Παρθένε ἀπεκάλυψας, ἣν σπεύσαντες χαίροντες, τῆς Κορώνης οἱ κάτοικοι, πίστει καὶ πόθῳ, καὶ καμάτοις ἀνεύραντο, ὡς ἀρίδηλον, τῆς εὐνοίας σου δώρημα, Δέσποινα Ἐλεήστρια, καὶ ταύτην ἀνέθεντο, ἐν τῷ ἁγίῳ ναῷ σου, ὃν εὐλαβῶς σοι ἐδείμαντο, ὑμνοῦντες αἰνοῦντες, τῶν πολλῶν σου μεγαλείων, Κόρη τὴν ἔλλαμψιν.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίρει, ἐγκαυχωμένη φαιδρῶς, ἐν τῇ εὑρέσει τῆς πανσέπτου Εἰκόνος σου, ἡ πόλις ἡ τῆς Κορώνης, καὶ σὺν αὐτῇ εὐλαβῶς, πᾶσα Θεοτόκε ἡ περίοικος, πρὸς ταύτην γὰρ πάντοτε, καταφεύγουσιν Ἄχραντε, καὶ πᾶσαν δόσιν, ἀγαθὴν καὶ σωτήριον, οἱ δεόμενοι, ἐξ αὐτῆς εἰσκομίζονται, Δέσποινα Ἐλεήστρια, καὶ ταύτης τὴν εὕρεσιν, ἐν ἑορταῖς ἐτησίοις, χαρμονικῶς ἑορτάζουσιν, ὑμνοῦντες αἰνοῦντες, τῶν ἀπείρων σου θαυμάτων, Κόρη τὰς χάριτας.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. Δ΄.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον Μαρίαν, τὴν Ἐλεήστριαν Κόρην, μετ’ εὐλαβείας δράμωμεν. Χάριν γὰρ καὶ ἔλεος, τοῖς πᾶσι βραβεύει, καὶ σωτηρίαν ἀψευδῆ, τοῖς ἐν κινδύνοις παρέχει, καὶ ῥῶσιν τοῖς πάσχουσι, καὶ θλιβομένοις χορηγεῖ, ἑνὶ ἑκάστῳ γὰρ διανέμει, κατ’ ἀναλογίαν τὰς δωρεάς, εἰς περιποίησιν τοῦ κρείττονος. Τῆς συμπαθείας ὁ κρουνός, ἡ προσδοκία τῶν ἐν ἀνάγκαις, ὁ λιμὴν τῶν χειμαζομένων, ἡ παραμυθία πάσης ψυχῆς ὀρθοδόξου, καὶ ἑτοίμη βοήθεια, ἀλλ’ ὦ πολυΰμνητε Δέσποινα, ἡ ἐν παντὶ προστατεύουσα ἡμῶν, καὶ ἐπερχομένων δεινῶν ἡμᾶς ἀπάλλαξον, τῇ ταχείᾳ ἀντιλήψει σου.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν σου Εἰκόνα ὡς πηγὴν ἁγιάσματος, πάλαι ὑπὸ γῆν κεκρυμμένην, τοῖς πιστοῖς ἀπεκάλυψας, ἐντεῦθεν καταφεύγει πρὸς αὐτήν, ἡ πόλις τῆς Κορώνης εὐλαβῶς, καρπουμένη τὰς πλουσίας σου, δωρεάς, Παρθένε Ἐλεήστρια· δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τῇ σῇ χρηστότητι, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ Ἄχραντε. (ἐκ γ΄)







































ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς κρίνον τοῦ ἀγροῦ, καὶ πανεύοσμον ῥόδον, ἐφάνη ἀπὸ γῆς, ἡ ἁγία Εἰκών σου, Παρθένε Παναμώμητε, καὶ πιστοὺς εὐωδίασε, τῆς σῆς χάριτος, τῇ νοητῇ εὐωδίᾳ, ἧς τὴν εὕρεσιν, πανηγυρίζοντες πόθῳ, ὑμνοῦμέν σε Ἄχραντε. (Δίς)

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐτήσιον αἴνεσιν χαριστηρίοις ᾠδαῖς, τελοῦμέν σοι σήμερον ἐν τῇ εὑρέσει τῆς σῆς, Εἰκόνος Πανάχραντε, ταύτην γὰρ ἐξ ἐγκάτων, τῶν τῆς γῆς Θεοτόκε, δέδωκας τοῖς σοῖς δούλοις, ὡς ὑπέρτιμον δῶρον, πηγάζουσαν τῷ κόσμῳ ἰάσεων χάριτας. (Δίς)

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Δ΄. Τὸ προσταχθέν.
Τὸ προσταχθὲν ὑπὸ σοῦ Θεογεννῆτορ, εἰς ἔργον ἄγων ὁ λαὸς ὁ τῆς Κορώνης, μετὰ πόθου προσῆλθε τῇ σῇ κελεύσει, εὑρὼν δὲ τὴν κεχωσμένην ὑπὸ τὴν γῆν, Εἰκόνα σου τὴν ἁγίαν καὶ θαυμαστήν, ναὸν θεῖόν σοι ἤγειρεν, ἔνθα συντρέχει εὐλαβῶς, Παρθένε Ἐλεήστρια, καὶ γεραίρει τὴν χάριν σου. (Δίς)

Οἱ ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου...
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅτε ἐκ γῆς ἀνεφάνη, ἡ χαριτόβρυτος Εἰκών σου Παρθένε, τότε πνευματικῆς ἀγαλλιάσεως ἐπλήσθη, ὁ τῆς Κορώνης χριστώνυμος λαός, ἐναργῶς γὰρ εἴδομεν, τὴν πρὸς ἡμᾶς σου εὔνοιαν, καὶ αὐτόπτως ἐθεασάμεθα, τὰς σωστικὰς αὐτῆς ἐνεργείας, ὅθεν Δαβιτικῶς βοῶμέν σοι· Ἐλεήστρια Κόρη, πάντες γὰρ τὸ ὄνομά σου ἐπιβοώμεθα, καὶ σωτηρίαν διὰ σοῦ εὑρίσκομεν.


Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν Ἐλεήστριαν ἐφύμνιον Κόρη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν μου καταύγασον, τῇ φωταυγείᾳ σου Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ὡς ἂν ὑμνήσω φαιδρῶς, τῆς Εἰκόνος σου, τὴν εὕρεσιν Παρθένε, ἐξ ἧς χάρις ἄφθονος, ῥέει ἑκάστοτε.
λίου λαμπρότερον, ὑπὸ τὴν γῆν οὖσαν πρότερον, Εἰκών σου ἡ ἄχραντος, κόσμῳ ἀνέλαμψεν, Ἐλεήστρια, ἐλέους τὰς ἀκτῖνας, ἐκλάμπουσα πάντοτε, τοῖς σὲ δοξάζουσι.
πέστης καὶ ἔδειξας, τὸν τόπον ἔνθα ἐγκέκρυπται, Εἰκών σου ἡ πάνσεπτος, τῇ εὐσεβεῖ γυναικί, ἣν εὑράμενοι, ἁγιασμὸν καὶ ῥῶσιν, ἐκ ταύτης λαμβάνομεν, Κόρη ὑμνοῦντές σε.
Λαμπρῶς ἑορτάζομεν, νῦν τῆς Κορώνης οἱ κάτοικοι, τῆς θείας Εἰκόνος σου, Κόρη τὴν εὕρεσιν, ταύτην κέρας γάρ, ἔσχομεν Ἀμαλθείας, ἐξ αὐτῆς δεχόμενοι, τὰς θείας δόσεις σου.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
φάνης κατ’ ὄναρ καὶ καθ’ ὕπαρ, μηνύουσα Κόρη ἐμφανῶς, τὴν θείαν εὐδοκίαν σου, τὴν περὶ τῆς Εἰκόνος σου, ᾗ θεοφρόνως εἴξαντες, χαρᾶς πολλῆς ἐπληρώθημεν.
χάρις τῆς θείας σου Εἰκόνος, καὶ ταύτης τὰ θαύματα ἁγνή, οὐ μόνον περιέλαβον, Κορώνην τὴν τιμῶσάν σε, ἀλλὰ καὶ τὴν περίχωρον, ταύτης ἀεὶ καταπλήττουσι.
Συνῆλθον σπουδῇ καὶ εὐλαβείᾳ, Κορώνης οἱ κάτοικοι Ἁγνή, εἰς βάθος δὲ ὀρύξαντες, τὸν χῶρον ὃν ὑπέδειξας, ἐκεῖθεν ἀνεκόμισαν, τὸ ἱερόν σου Ἐκτύπωμα.
Τὴν κλῆσιν φωνοῦντές σου τὴν θείαν, οἱ ὄντες ἐγγὺς καὶ οἱ μακράν, Παρθένε Ἐλεήστρια, τὴν ἴασιν κομίζονται, οἱ νόσοις συνεχόμενοι, καὶ οἱ ἐν θλίψεσι σώζονται.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, καὶ χαρᾶς πέπλησται Ἁγνή, τῆς Κορώνης ὁ λαός, τῇ σῇ θερμῇ ἐπισκοπῇ, ἐν τῇ εὑρέσει τῆς θαυμαστῆς σου Εἰκόνος, καὶ ταύτην εὐλαβῶς, περιπτυσσόμενοι, βοῶμεν ἐκ ψυχῆς, Θεοχαρίτωτε· Μὴ διαλίπῃς ἡμᾶς Ἐλεήστρια, τοῦ ἐλεεῖν τῇ σῇ χάριτι, καὶ διασώζειν, ἐκ πάσης βλάβης, τοὺς θερμῶς σοι προστρέχοντας.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
ήμασί σου τοῖς ἐνθέοις, πειθαρχήσαντες Ἄχραντε, ἔσπευσαν προθύμως, καὶ τὴν σὴν Εἰκόνα ἀνεύραντο, τὴν ὑπὸ γῆν κεκρυμμένην οὖσαν πρότερον, οἱ κραυγάζοντες· χαῖρε Ἁγνὴ Ἐλεήστρια.
αμάτων θεῖα ῥεῖθρα, ἡ Εἰκών σου πηγάζουσα, τῇ ἐπισκιάσει, τῆς σῆς ἀγαθότητος Ἄχραντε, παθῶν ἐξαίρειν καὶ πάσης περιστάσεως, τοὺς κραυγάζοντας· χαῖρε Ἁγνὴ Ἐλεήστρια.
σθενοῦντες τὴν ὑγείαν, Θεοτόκε κομίζονται, καὶ οἱ ἐν θαλάσσῃ, Κόρη κινδυνεύοντες σώζονται, οἱ ὁλοψύχως καλοῦντες εἰς βοήθειαν, Ἐλεήστρια, τὴν σὴν ταχεῖαν ἀντίληψιν.
 δομήσαντο προθύμως, ναὸν θεῖόν σοι Δέσποινα, πίστει θερμοτάτῃ, ὡς τὸ σὸν ἀνεῦρον Ἐκτύπωμα, οἱ εὐσεβεῖς Κορωναῖοι, ἔνθα πάντοτε, συνερχόμενοι, τὰ σὰ ὑμνοῦσι θαυμάσια.




ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Φυτὸν ὡς ἀθάνατον, ἀπὸ τῆς γῆς ἀνέδειξας, τὴν σὴν θαυμαστὴν Ἁγνὴ Εἰκόνα, καρποφοροῦσαν ζωὴν καὶ λύτρωσιν, τοῖς νενεκρωμένοις χαλεπῶς, νόσοις καὶ παθήμασιν, Ἐλεήστρια Δέσποινα.
μνοῦσα τὴν χάριν σου, γυνὴ ἡ κατιδοῦσά σε, Κόρη ἐπαλλήλῳ ἐμφανείᾳ, τοῖς εὐσεβέσι τάχος ἀνήγγειλε, ὡς ἂν ἀνορύξωσι τὴν γῆν, καὶ ἐκεῖσε εὕρωσι, τὴν ἁγίαν Εἰκόνα σου.
Μηδόλως ὀκνήσαντες, ἀλλὰ σπουδαίως σπεύσαντες, τοῦ χρησμοῦ ὡς ἤκουσαν τῆς γραίας, οἱ Κορωναῖοι ἐν κατανύξει ψυχῆς, εὗρον ἀνορύξαντες τὴν γῆν, τὴν σεπτὴν Εἰκόνα σου, σὺν δυσὶν ἄλλαις Ἄχραντε.
Νοῆσαι τὸ πρότερον, τὴν ἐκφανθεῖσαν χάριν σου, οἱ μὴ βουληθέντες Θεοτόκε, τρισὶ σφραγῖσι μελαίναις ὕστερον, ἐν ταῖς δεξιαῖς αὐτῶν χερσί, Κόρη ἐπιστώθησαν, τὴν σεπτὴν εὐδοκίαν σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
δε ὁ τόπος ὁ ἅγιος, ἐν ᾧ Εἰκὼν εὑρέθη ἡ ἄχραντος, τῆς Θεομήτορος, ἔνθα πιστοὶ συνερχόμενοι, ὐμνοῦμεν τῆς Παρθένου, τὰ ξένα θαύματα.
ψει καινῇ ὤφθης Δέσποινα, παιδίσκῃ τῇ σεμνῇ ὡς ἠθέλησας, καὶ ταύτῃ ἔδειξας, τῆς σῆς Εἰκόνος τὴν ἔνθεσιν, ἐν ὥρᾳ μεσημβρίας, Κόρη τρανότατα.
Νόσου δεινῆς ἠλευθέρωσας, γυναῖκα προσπεσοῦσάν σοι Ἄχραντε, καὶ ἄλλην ἥρπασας, θανατηφόρως πυρέσσουσαν, πυλῶν τῶν τοῦ θανάτου, ὦ Ἐλεήστρια.
Κορώνη χαίρει καὶ γάννυται, Παρθένε τῇ ἁγίᾳ Εἰκόνι σου, καὶ μετὰ πίστεως, ταύτῃ προστρέχει κραυγάζουσα· Σύ μου ἐλπὶς καὶ σκέπη, ὦ Ἐλεήστρια.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν τῇ εὑρέσει τῆς σεπτῆς σου Εἰκόνος, εὐχαριστήριόν σοι ᾄδομεν ὕμνον, ὅτι αὐτὴν ἐκ γῆς ἡμῖν ἀνέδειξας, θεῖον ἱλαστήριον, καὶ πολύτιμον δῶρον, ἐλεοῦσαν ἅπαντας, Ἐλεήστρια Κόρη, τοὺς προσιόντας ταύτῃ εὐλαβῶς, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.
Ὁ Οἶκος.
Ὡς ξύλον ἔδειξας ζωῆς, ἡ τὴν ζωὴν τεκοῦσα, τὴν ἐνυπόστατον Χριστόν, Παρθένε Θεοτόκε, Εἰκόνα σου τὴν ἱεράν, ἐκ τῶν ἐγκάτων τῶν τῆς γῆς, ἡμῖν δι’ εὐσπλαγχνίαν, ἐμφανείαις γὰρ μυστικαῖς, ταύτην ἀπεκάλυψας, καὶ δι’ αὐτῆς ἐμφανεστέραν ἡμῖν, τὴν σὴν προστασίαν ἔδειξας. Διὸ Ἐλεήστριαν αὐτήν, ὡς ἐλεοῦσαν ἅπαντας, ὁ σὸς λαὸς Ἁγνὴ κέκληκε. Ταύτῃ οὖν μετ’ εὐλαβείας προσερχόμενοι, λαμβάνομεν πάντοτε, τὰ πρὸς σωτηρίαν αἰτήματα, οἱ τὴν θερμήν σου αἰτοῦντες βοήθειαν.









Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμην ἐπιτελοῦμεν τῆς εὑρέσεως τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπικαλουμένης Ἐλεηστρίας, γενομένης κατὰ τὸ ἔτος 1897.
Εἰκών Σου Ἁγνὴ ἐκ γῆς ἀναδοθεῖσα,
Δίδωσιν ἡμῖν ἀεί, ἄφθονον χάριν.
Θαυματοεργὸς Εἰκὼν Ἐλεηστρίας, γῆθεν φαάνθη.
Ἔστι τοίνυν πόλις ἐν Ἑλλάδι κατὰ τὴν Πελοπόννησον, Κορώνη καλουμένη. Αὕτη ἐπὶ τὴν θάλασσαν κεῖται καὶ πρὸς Λιβύην ὁρᾷ, κάστρῳ δὲ παλαιῷ ἐστεφάνωται. Κάτωθεν οὖν τῶν τοῦ κάστρου τειχῶν, ἐν ἀποκρήμνῳ τόπῳ καὶ ἀβάτῳ, φῶς καθ’ ἑσπέραν οἱ πιστοὶ καθεώρων, τὸ δὲ φαινόμενον εὐλαβούμενοι αἰτίᾳ τινὶ ἑτέρᾳ ἀπεδίδουν, ἐν ἐκείνῳ γὰρ τῷ τόπῳ κατακεκρήμνισταί ποτε ὑπὸ τῶν ἀπίστων ὁ τῆς πόλεως ἐπίσκοπος Γρηγόριος τοὐπίκλην Μπίστης, ὁ ἐκ τῆς νήσου Ἄνδρου. Ἀλλὰ καὶ γυναικί τινι, ᾗ ὄνομα Μαρία, τῇ μὲν ἡλικίᾳ προβεβηκυίᾳ, εὐσεβείᾳ δὲ καὶ ὁσιότητι κεκοσμημένῃ, ἡ Ὑπεραγία Θεοτόκος καθ’ ὕπνους πεφανέρωται καὶ τοῦ κατὰ τόπον ἐκεῖνον ἀναζητῆσαι τοὺς χριστιανοὺς τῆς ἑαυτῆς ἁγίαν εἰκόνα ταύτην προτέτραπται. Τοῦτο δὴ πολλάκις ἐγένετο, ὅτι ὄκνον τῷ τῆς γυναικὸς λογισμῷ ὁ πονηρὸς ἐνέβαλλε, τοῦ μὴ εἰπεῖν τὸ ὅραμα, ἐφοβεῖτο γὰρ ὀνειδισμὸν καὶ λοιδόρησιν. Ἀλλὰ καὶ αὖθις ὤφθη τῇ γυναικὶ ἡ τοῦ Θεοῦ Μήτηρ, ἐντονώτερον ταύτην προτρεπομένη καὶ οἰονεὶ προσταγὴν διδοῦσα. Τῆς δὲ γυναικός, εἰπούσης ἐπὶ τέλους τὸ πρᾶγμα, πλῆθος ἀνδρῶν εὐσεβῶν ἐξελθόντες, τὸν τόπον ἀνώρυσσον εἰς ἀνεύρεσιν τῆς εἰκόνος· ἦν δὲ ὁ τόπος ἐκεῖνος πετρώδης λίαν, διὸ καὶ καμάτῳ καμφθέντες οἱ ὀρύκται, ἤρξαντο παραιτούμενοι τοῦ ἔργου. Ὅθεν τοῦ ἡλίου ἀμφὶ μεσηβρίαν ὄντως καί τινων μετὰ πίστεως τὴν εἰκόνα ἕως ἄρτι ζητούντων, ἡ Παναγία κορασίδι τινὶ πεφανέρωται, ἣν ἐπὶ τὸν τόπον ἀγαγοῦσα -οὐδενὸς ἑτέρου ὁρῶντος τὸ θαῦμα- ὄπου ἡ εἰκὼν κατεκέχωστο σαφῶς ὑπέδειξε καὶ ἄφαντος αἴφνης ἀπὸ τῆς παιδίσκης ἐγένετο. Ἡ δὲ μετὰ βραχὺ συνελθοῦσα, τοῖς ὀρύσσουσιν ἔδειξεν ἀκριβῶς τὴν τὸν θεῖον θησαυρὸν κατέχουσα κρύπτην. Ὥρυξαν οὖν τὴν εἰκόνα ζητοῦντες καὶ σεισμός τε μέγας καὶ βρόμος ὑποχθόνιος τὴν πόλιν ἅπασαν ἔσεισε, μεθ’ ὃν, ὡς ἥλιος ἐκ γῆς ἀνατείλασα, ἔλαμψε φαιδρῶς εἰς φῶς ἐλθοῦσα ἡ τῆς Θεομήτορος θεία εἰκών. Ἀνώρυκται τοίνυν ἐκ γῆς ὡς θησαυρὸς πολύτιμος ἡ τῆς Θεομήτορος εἰκών, καὶ σὺν αὐτῇ ἐν ταῖς δυσὶν ἐπιούσαις ἡμέραις εἰκόνες ἕτεραι δύο, ἤγουν ἡ τοῦ Σωτῆρος Χριστοῦ ἐπὶ τοῦ Σταυροῦ καὶ ἡ τοῦ Ἀποστόλου Λουκᾶ. Ταῦτα δὲ γέγονεν τῷ 1897 ἔτει μ. Χ., ἐν ἡμέραις ΚΑ΄, ΚΒ΄, καὶ ΚΓ΄. Αὖθις δὲ ναὸς περικαλλῆς τῆς Θεοτόκου ἀνεργέθη, καὶ λαμπρῶς κατακοσμηθῆναι καὶ ἀναθήμασι τῶν εὐσεβῶν ὡραϊσθῆναι καὶ τὸν τόπον ὅλον ἐκχερσωθῆναι, νοσημάτων δὲ καὶ παθῶν παντοίων ἰατρεῖον ἄμισθον ἐγένετο. Ἔκτοτε γὰρ καὶ ἄχρις ἡμῶν πλῆθος θαυμάτων ὁ Θεός, ταῖς πρεσβείαις τῆς Παναγίας τελεῖ ἐν αὐτῷ τῷ τόπῳ. Ὅθεν, τῷ πλήθει τῶν θαυμάτων, καὶ τῷ πλούτῳ τοῦ ἐλέους τῆς Παναγίας, Ἐλεηστρίαν ταύτην ἐκάλεσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Ἔρωτι θείων Τιμόθεος στεμμάτων,
Τυφθεὶς βάκλοις, ἔβαψε γῆν ἐξ αἱμάτων.
Οὗτος ἦν ἐκ πόλεως Λύστρας, πατρὸς Ἕλληνος, μητρὸς δὲ Ἰουδαίας, Εὐνίκης καλουμένης. Μαθητευθεὶς δὲ Παύλου τῷ Ἀποστόλῳ, καὶ συνεργὸς τοῦ θείου Εὐαγγελίου καὶ κήρυξ γενόμενος, Ἰωάννῃ τῷ διαφερόντως ἠγαπημένῳ Μαθητῇ συγγίνεται, καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου Παύλου, ἐπίσκοπος Ἐφέσου καθίσταται. Μετὰ γὰρ τὸ ἐκβρασθῆναι τὸν Ἰωάννην ἀπὸ τῆς θαλάσσης, καὶ τῇ Ἐφέσῳ ἀποδοθῆναι, ὕστερον δὲ ὑπὸ Δομετιανοῦ βασιλέως, τρόπῳ ὑπερορίας, τῇ Πάτμῳ νήσῳ ἀπενεχθῆναι, οὗτος ὁ μακάριος Τιμόθεος, τῆς Ἐφεσίων ἀντεποιεῖτο ἐπισκοπῆς.
Τῶν δὲ εἰδωλολατρῶν, κατά τινα πάτριον ἑορτήν, Καταγώγιον οὕτω καλουμένην, ἐν τῇ πόλει Ἐφεσίων, εἴδωλα διὰ χειρὸς ἐχόντων, καί τινα περιτιθέντων ἑαυτοῖς προσωπεῖα, καὶ ἐν τούτοις ἐπᾳδόντων, καὶ ἀνδράσι καὶ γυναιξί, ληστρικῶς ἐπιόντων, καὶ πολὺν φόνον ἐπ’ αὐτοῖς ἐργαζομένων, ὁ μακάριος Τιμόθεος, μὴ φέρων τὸ ἄτοπον τούτων ὁρᾷν, ἀλλὰ τὴν ματαίαν αὐτῶν πλάνην διελέγχων καὶ ἀποστῆναι ἀπὸ τῶν αἰσχρῶν πράξεων παραινῶν, ἀναιρεῖται ὑπ’ αὐτῶν, ῥοπάλοις ἐπιτιθεμένων αὐτῷ. Ὕστερον δὲ τὸ ἅγιον αὐτοῦ μετεκομίσθη λείψανον ἐν Κωνσταντινουπόλει, καὶ κατετέθη ἐν τῷ Ναῷ τῶν Ἁγίων Ἀποστόλων, ἔνθα καὶ ἡ Σύναξις αὐτοῦ τελεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Ἀναστάσιος ἐν τραχήλῳ τὸν βρόχον,
ὡς λαμπρὸν ὅρμον ὡραΐζεται φέρων.
Οὗτος, ἦν ἐκ Περσίδος, βασιλεύοντος μὲν Χοσρόου τῶν Περσῶν, Ῥωμαίων δὲ Ἡρακλείου, ἐκ πατρίδος Ῥαζήχ, χώρας Νουνῆ. Ἦν δὲ αὐτῷ πρότερον ὄνομα Μαγουνδάτ, υἱὸς Μάγου τινός, καλουμένῳ Βάβ, παρ’ οὗ τὴν μαγικὴν ἐπαιδεύθη, ἄρτι τῇ στρατείᾳ τῶν τυράννων καταλεγείς. Καταδραμόντων δὲ τῶν Περσῶν τοὺς τῆς Ἁγίας Πόλεως τόπους, καὶ πολλῶν αἰχμαλώτων ληφθέντων, συναπήχθη καὶ τὸ Τίμιον Ξύλον τοῦ ζωοποιοῦ Σταυροῦ, ἐν ᾧ ὁ Κύριος ἡμῶν τὸ κατὰ σάρκα πάθος ὑπέμεινε. Καὶ διὰ τὰ παρ’ αὐτοῦ τελούμενα θαύματα, ἐφημίζετο, ὅτι ὁ τῶν Χριστιανῶν Θεός, ἧκεν ἐνθάδε.
Ὁ δὲ Μαγουνδάτ, ὑπὸ τῆς τοῦ Θεοῦ κινούμενοι χάριτος, θερμότερον ἐζήτει μαθεῖν περὶ τοῦ Χριστοῦ. Ὅθεν καὶ παρὰ πιστοῦ τινός, τὴν κατὰ τὸν Σταυρὸν πᾶσαν οἰκονομίαν μαθών, ἐπίστευσεν εἰς Χριστόν. Εἶτα μετὰ τοῦ Περσικοῦ στρατεύματος ἐν Χαλκηδόνι γενόμενος, καὶ πυθόμενος τὴν Περσῶν παρὰ Ἡρακλείου καταστροφήν, παρεγένετο εἰς Ἱεράπολιν. Ἔνθα, ἐντυχὼν ἀργυροκόπῳ τινι, μετ’ αὐτοῦ τὴν τέχνην συνεκπονεῖ.
Ἐκεῖθεν δὲ τὰ Ἱεροσόλυμα καταλαβών, ἐν τῇ Ἁγίᾳ Πόλει λαμβάνει τὸ βάπτισμα, καὶ Ἀναστάσιος ὀνομάζεται. Καὶ γενόμενος ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα, τὸ ἱερὸν τῶν μοναχῶν σχῆμα λαμβάνει. Ἔνθα πᾶσαν ὁδὸν διελθών, εἰς ἀρετὴν φέρουσαν, καὶ τὰ ἱερὰ γράμματα μαθών, καὶ τὸ Ψαλτήριον ἀποστοματίσας καὶ πλείονα τὸν πρὸς Θεὸν πόθεν ἐκκαύσας, τὴν διὰ μαρτυρίου καὶ αἵματος ἐπηύχετο αὐτῷ γενέσθαι τελείωσιν. Ὁρῶν γὰρ ἐν ταῖς συγγραφαῖς οἷον ἐμπνέοντας καὶ ἀγωνιζομένους τοὺς Ἁγίους Μάρτυρας, σφοδρῶς πρὸς τὴν τούτων ἐξεκαίετο μίμησιν. Ὅθεν καὶ ὄναρ ἔδοξε ποτήριον χρυσοῦν, πλῆρες οἴνου, λαβὼν ἐκπιεῖν. Σύμβολον δὲ νομίσας τῆς ἐμφύτου ἐπιθυμίας τοῦ διὰ Χριστὸν μαρτυρίου, τῶν θείων Μυστηρίων μεταλαβών, ἐξῆλθε τῆς Μονῆς.
Καὶ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης γενόμενος, ἰδὼν Μάγους, καὶ τὰ παρ’ αὐτῶν πραττόμενα διαχλευάσας, καὶ Χριστιανὸν ἑαυτὸν ὀνομάσας, συλλαμβάνεται παρ’ αὐτῶν, καὶ ἄγεται πρὸς Μαρζαβανᾶν, ἄρχοντα αὐτῶν, ἐφ’ οὗ προσετάχθη λίθους κομίζειν. Ἔνθα πολλοὶ τῶν ἀπὸ τοῦ γένους προσερχόμενοι, οὐδεμιᾶς ἐφείδοντο παροινίας, ἐναλλόμενοι αὐτῷ, καὶ αὐτοῦ τὸν πώγωνα τίλλοντες, ὕβριν γὰρ τοῦ γένους ἡγοῦντο τὴν εἰς Χριστὸν πίστιν. Εἶτα παρ’ αὐτῶν τύπτεται σφοδρῶς. Ἀχθεὶς δὲ πρὸς τὸν βασιλέα τῶν Περσῶν, καὶ τὸν Χριστὸν ὁμολογήσας, καὶ πρὸς τὴν τῶν Περσῶν θρησκείαν αὖθις ὑπαχθῆναι μὴ καταδεξάμενος, τύπτεται ῥάβδοις ἀφειδῶς, καὶ τῆς μιᾶς ἀναρτᾶται χειρός, κάτωθεν αὐτοῦ λίθου ἐξηρτημένου. Εἶτα βρόχου ἐξαφθέντος αὐτοῦ τῷ τραχήλῳ, κωλύεται ἀναπνεῖν, καὶ μικρὸν ἔτι ἀναπνέων, ἀφαιρεῖται τὴν κεφαλήν. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ Μαρτυρίῳ, τῷ ὄντι ἔνδον τοῦ Ἁγίου Μάρτυρος Φιλήμονος, ἐν τῷ Στρατηγίῳ.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Μανουήλ, Γεωργίου, Πέτρου, Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου, καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά.
Ξίφος Μανουὴλ εἰς μέρη τέμνει δύω,
Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω.
Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας,
Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.
Ἄῤῥητον εἶχε τὴν προθυμίαν Λέων,
Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα.
Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων,
Μακρὰν Γαβριήλ, καὶ μακρὰν Σιωνίου.
Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφος
Ἰωάννης τε καὶ Λέων οἱ γεννάδαι.
Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,
Ὁδὸν παρῆλθεν ἡδέως τὴν τοῦ βίου.
Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν ξίφος,
Συνῆψεν αὐτὰς ἑνδεκαπλῇ ἑπτάδι.
Οὗτοι, ἐκ διαφόρων ἐπαρχιῶν καὶ τόπων ὄντες, τὴν Ἀνδριανούπολιν κατώκουν. Βούλγαροι δέ, ἦκον Ῥωμαίους καταστρεψόμενοι. Θρᾷκας δὲ καὶ Μακεδόνες αἰχμαλωτίσαντες, καὶ αὐτὴν τὴν Βασιλίδα κατατρέχοντες, ἐν Ἀνδριανουπόλει παρεγένοντο, καὶ αὐτήν, τρισὶν ἡμέραις προσμείναντες, εἷλον. Ἐπράττετο δὲ ταῦτα, Λέοντος τοῦ δυσσεβοῦς Ἁρμενίου βασιλεύοντος, καὶ Κρούμου τοῦ βουλγαρικοῦ κατέχοντος ἔθνους. Ἐπεὶ δὲ Κροῦμος ἐγκρατὴς ἐγένετο τῆς πόλεως, ἐξέβαλεν ἔξω πάντας, χιλιάδας τὸν τεσσαράκοντα. Σὺν αὐτοῖς δὲ καὶ τὸν ἁγιώτατον ἐπίσκοπον ἐκβαλών, κατὰ τοῦ αὐχένος, ἐπὶ γῆν ῥιφέντα, πεπάτηκε.
Κρούμου δὲ τὸ ζὴν ἀποῤῥήξαντος, Δούκουμος τὴν ἀρχὴν διαδέχεται. Καὶ αὐτοῦ κατὰ πόδας τεθνηκότος, Δίτζεγγος ἄρχων τῶν Βουλγάρων γνωρίζεται, ὠμὸς καὶ ἀπάνθρωπος. Ὅς τὸν μέγαν ἀρχιερέα Μανουήλ, μέσον διχάσας, καὶ τὰς χεῖρας σὺν τοῖς ὤμοις ἀποτεμών, βορὰν τοῖς κυσὶ παρέθετο. Καὶ ἀορασίᾳ πληγείς, ὑπὸ τῶν οἰκείων ἀναιρεῖται.
Μουρτάγων δὲ τὴν ἀρχὴν δεξάμενος, ἅπαντας τοὺς Χριστιανούς, τοὺς μὴ πειθομένους τὸν Χριστὸν ἀρνήσασθαι, ἐξ ἀνθρώπων ποιεῖ. Καὶ οὓς μὲν δεσμοῖς καὶ στρεβλώσεσιν ὑπεβαλών, οὓς δὲ ἀπανθρώποις αἰκίαις τιμωρούμενος, τῆς παρούσης ζωῆς ἀπεῤῥίψατο. Τὸν δὲ ἐν Ἁγίοις ἀρχιερέα Δεβέλτου Γεώργιον, καὶ Πέτρον ἐπίσκοπον, ῥάβδοις ἀπανθρώπως κατακόψας, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀπέτεμεν, ὡσαύτως καὶ ἕτερον πλῆθος, τριακοσίους ἑβδομήκοντα ἑπτά, τῇ τοῦ ξίφους τιμωρίᾳ ὑπέβαλε. Καὶ ἕτερον Λέοντα καὶ Ἰωάννην, τοὺς τῶν Χριστιανῶν στρατηγούς. Λέοντος δὲ τοῦ ἐν Ἁγίοις ἐπισκόπου Νικαίας, τῇ θέσει φαινομένου εὐνούχου, ξίφει τὴν γαστέρα διέτεμε. Καὶ Γαβριήλ, καὶ Σιώνιον μαχαίρᾳ ἀπέτεμε. Πάροδον δέ, τὸν ἱερώτατον πρεσβύτερον, λίθοις βληθῆναι κατεδίκασε, καὶ ἑτέρους πολλοὺς διαφόροις αἰκίαις τιμωρησάμενος, ἐθανάτωσεν. Οὐ μόνον δὲ οὗτος ὁ δυσσεβὴς Μουρτάγων, ἀλλὰ καὶ οἱ κατὰ διαδοχὴν Βουλγαρικοὶ γενόμενοι ἄρχοντες, πολλοὺς τῶν Χριστιανῶν διὰ ποικίλων κολάσεων, τῷ θανάτῳ παρέπεμψαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀναστασίου τοῦ Διακόνου, τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου, τοῦ ἀσκήσαντος ἐν τῷ ΙΒ΄ αἰῶνι μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσήφ, τοῦ ἡγιασμένου τοῦ Σαμακοῦ.
Ἰωσὴφ τὸν μέγιστον ἐν σωφροσύνῃ,
Ὑμνήσωμεν ἅπαντες λαοὶ ἀξίως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ζαμπίνσκιϋ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάσαφ, ἐπισκόπου Ἰρκούτσκ τῆς Σιβηρίας, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ῥώσων Ἁγίων Νεομαρτύρων καὶ Ὁμολογητῶν τῶν ἐπὶ ἀθέου Κομμουνισμοῦ ὁμολογησάντων καὶ ἐν φρικταῖς φυλακαῖς, δειναῖς ἐξορίαις, πικραῖς βασάνοις, ἐν παγετῷ καὶ κρύῳ, ἐν δίψει καὶ πείνῃ καὶ ποικίλοις τρόποις μαρτυρησάντων ἐν ἔτει 1917-1990.
Μάρτυρες ἐδείχθησαν Θεῷ Νέοι,
Ῥωσίας γέννημα, Ὀρθοδοξίας κλέος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
μβροις Ἄχραντε, τῆς σῆς πλουσίας χάριτος, βλυστάνει πάντοτε, ἡ σὴ Ἁγία Εἰκών, ἰάσεων νάματα, κατασβεννύοντα, νόσων ἄνθρακας, καὶ παθημάτων καύσωνα, Ἐλεήστρια Παρθένε.
ῶσιν εὕρατο, ὁ προσελθὼν Πανάχραντε, τῇ θείᾳ σκέπῃ σου, ἐκ Καλαμῶν ἀσθενής, δεινοῦ γὰρ νοσήματος, εὐθὺς λελύτρωται, ὡς ᾐτήσατο, τὴν θείαν ἀντίληψιν, Ἐλεήστρια Παρθένε.
σωτήριος, ἐν ἰατρείαις δύναμις, ἐκ τῆς Εἰκόνος σου, ἡ προϊοῦσα Ἁγνή, βεβαίου διέσωσε, θανάτου Δέσποινα, τὸν νοσήσαντα, νοσήματι Δημήτριον, ἐκ Κορώνης ἀνιάτῳ.
Γνοῦσα Πάναγνε, ἐκ τῆς σεπτῆς σου ὄψεως, γυνὴ ἡ πάσχουσα, τὴν σωτηρίαν αὐτῆς, ὑπεῖξε τῷ λόγῳ σου, καὶ καλῶς τέτοκε, βρέφος εὔχαρι, τὸ τελεσθὲν κηρύττουσα, ἐπ’ αὐτῇ μέγα σου θαῦμα.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
χομεν τὴν θείαν σου Εἰκόνα, ὡς μέγα Θεοχαρίτωτε προσφύγιον, καὶ λιμένα ἄκλυστον, καὶ σκέπην σωτήριον, καὶ ἐν καιρῷ τῶν θλίψεων ταύτῃ προσφεύγοντες, λυτρούμεθα ἐκ πάσης ἀνάγκης, καὶ πειρατηρίων, παντοίων Θεοτόκε.
ῦσαι πειρασμῶν ἐπερχομένων, καὶ πάσης κακοπραγίας καὶ στενώσεως, Κόρη Ἐλεήστρια, τοὺς σὲ μεγαλύνοντας, καὶ εὐπραγίαν ἅπασι καὶ ἀφθονίαν καλῶν, μὴ παύσῃ χορηγοῦσα Παρθένε, τοῖς τὰ μεγαλεῖα, αἰνοῦσί σου τὰ θεῖα.
γει ἑορτὴν πανευφροσύνως, Παρθένε ἐν τῇ εὑρέσει τῆς Εἰκόνος σου, ἡ Κορώνη σήμερον, καὶ συντρέχει ἅπασα, προφρόνως ἡ περίχωρος ἐν εὐφροσύνῃ ψυχῆς, ὑμνοῦντές σου, τὰ θαύματα Κόρη, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στόματι εὐσήμῳ μεγαλύνει, Παρθένε τὴν ὀξυτάτην σου ἀντίληψιν, ὁ σωθεὶς τοῦ κλύδωνος, τῆς θαλάσσης πλοίαρχος, τῇ ἐπιλάμψει Ἄχραντε τῆς σῆς χρηστότητος, καὶ ἄλλος μηνιγγίτιδος νόσου, ἴαται προσπέσας, τῇ θείᾳ σου Εἰκόνι.







ᾨδὴ θ΄. Ἅπας γηγενής.
αμα ἡμῖν, ὡς δρόσον οὐράνιον παρέχει πάντοτε, ὡς νεφέλη πάμφωτος, ὡς Ἡσαΐας φησὶν ὁ ἔνθεος, Εἰκών σου ἡ ὑπέρτιμος ἐπισκιάσει σου, τοῖς βοῶσι· χαίροις Ἐλεήστρια, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Μνείαν ἱεράν, τῆς θείας εὑρέσεως τελεῖ χορεῦουσα, ἡ Κορώνη σήμερον, ἣν ᾑρετίσω εἰς περιποίησιν, τοῦ θείου Ἐκτυπώματος τῆς ἐμφερείας σου, καὶ βοᾷ σοι· χαίροις Ἐλεήστρια, τοῦ ἐλέους πηγὴ ἀνεξάντλητος.
μιλοι πιστῶν, συντρέχουσιν Ἄχραντε, τῷ θείῳ οἴκῳ σου, ἐν ᾧ τεθησαύρισται, Εἰκών σου θεία καὶ χαριτόβρυτος, καὶ ἐξ αὐτῆς ἀρύονται χάριν καὶ ἔλεος, ἐκβοῶντες· χαίροις Ἐλεήστρια, τοῦ ἐλέους πηγὴ ἀνεξάντλητος.
μνον εὐτελῆ, ἀχρείου ἐκ στόματος τολμήσας, ὕφανα τῇ εὑρέσει σου Ἄχραντε, τῆς σῆς Εἰκόνος παθῶν ὁ ἔμπλεως, ὃν συμπαθείας ὄμματι μικρὸν ὡς ψέλλισμα, δέξαι Κόρη, μόνη Ἐλεήστρια, καὶ τοῦ σοῦ με ἐλέους ἀξίωσον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐν τῇ εὑρέσει Ἄχραντε, τῆς ἱερᾶς Εἰκόνος σου, πανηγυρίζομεν πόθῳ, ὑμνοῦντές σε Θεοτόκε, γῆθεν γὰρ ταύτην δέδωκας, ὥσπερ χρυσίον τίμιον, καὶ ἐμφανὲς τεκμήριον, τῆς μητρικῆς ἀρωγῆς σου, τοῖς Κορωναίοις Παρθένε.
Ἕτερον.
Παρθένε Παναμώμητε, ἀνθρώπων καταφύγιον, καὶ προστασία τοῦ κόσμου, τοῖς εὐλαβῶς προσιοῦσι, τῇ ἱερᾷ Εἰκόνι σου, δίδου ἀεὶ τὰ πρόσφορα, καὶ σῶζε πάσης θλίψεως, ὡς Ἐλεήστρια Κόρη, τοὺς τὴν σὴν χάριν ὑμνοῦντας.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Κορωναίων τὰ στίφη δεῦτε συνέλθωμεν, καὶ τῇ σεπτῇ Εἰκόνι, τῆς Ἁγνῆς Θεοτόκου, προσπέσωμεν σὺν φόβῳ καὶ ἐκ ψυχῆς, τῇ Παρθένῳ βοήσωμεν· Σὺ εἶ προστάτις καὶ σκέπη καὶ βοηθός, ἡμῶν πάντων Ἐλεήστρια.

Ἐπιφανεῖσα οἷς τρόποις Ἁγνὴ ἠθέλησας, ὑπέδειξας τὸν τόπον, ἔνθα κέκρυπται πάλαι, Εἰκών σου ἡ ἁγία καὶ θαυμαστή, ἣν εὑρόντες ἐπλήσθημεν, ἁγιασμοῦ καὶ ἐλέους καὶ οἰκτιρμῶν, τῶν πολλῶν σου Ἐλεήστρια.

Τῇ ἀνευρέσει Παρθένε τῆς σῆς ἁγίας μορφῆς, πλουσίως ἐξεχύθη, ἐν αὐτῇ ἡ σὴ χάρις, ἐντεῦθεν θεραπεύει νόσους δεινάς, καὶ ἰᾶται τοὺς πάσχοντας, καὶ διασώζει κινδύνων καὶ συμφορῶν, τοὺς ὑμνοῦντάς σου τὰ θαύματα.

Ἀγαλλομένῃ καρδίᾳ τῷ σῷ ἁγίῳ ναῷ, πάσα ψυχὴ προστρέχει, Ἐλεήστρια Κόρη, καὶ πίστει προσκυνοῦντες τὴν σὴν μορφήν, τὰς αἰτήσεις λαμβάνομεν, καὶ δυσχερείας ἁπάσης ἀπαλλαγήν, Θεοτόκε κομιζόμεθα.







Δόξα. Καὶ νῦν. Ἦχος πλ. Α΄.
Πανηγύρεως ἡμέρα, ἡ τῆς σεπτῆς σου Εἰκόνος εὕρεσις, ἡμῖν Θεοτόκε γέγονε. Δι’ αὐτῆς γὰρ ἐξέφηνας, τῇ πόλει ταύτῃ, τὴν πολλήν σου συμπάθειαν, καὶ σπλάγχνα πλουσίων οἰκτιρμῶν Παρθένε, ὅθεν ὡς ἄλλην κιβωτὸν ἁγιασμοῦ, ταύτην περικυκλοῦντες, καὶ δέει καὶ χαρᾷ κατασπαζόμενοι, ἀπὸ ψυχῆς βοῶμεν· μὴ ἐπιλάθῃ Δέσποινα, ταύτης τῆς μερίδος σου, ἀλλὰ δεῖξον ἡμῖν τὰ ἀρχαῖα ἐλέη σου, ὡς τοῦ ἐλεήμονος Θεοῦ Μήτηρ, Κόρη Ἐλεήστρια.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῆς Θεοτόκου, ἡ γ΄ καὶ στ΄ ᾠδή.

Ἀπόστολος.
Προκείμενον. Ἦχος γ΄: Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.
Στ.: Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. θ΄, 1): Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνή δικαιώματα λατρείας.... καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ἀλληλούϊα. Ἦχος πλ. Δ΄.: Ἄκουσον Θύγατερ καὶ ἴδε...
Στ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν...
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά...

Κοινωνικόν: Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Μεγαλυνάριον.
Ἔλεος καὶ χάριν νέμει ἀεί, Κόρη ἐν Κορώνῃ, ἡ Εἰκών σου ἡ θαυμαστή, ἐλεοῦσα πάντας, καὶ σώζουσα κινδύνων, τοὺς ἐπικαλουμένους σε Ἐλεήστρια.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου