ΙΑΝΟΥΑΡΙΟΣ ΚΑ΄.
ΑΓΝΗ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀρχιμανδρίτου Συνεσίου Κτενά)
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους στ΄
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ, ἐκ τοῦ Μηναίου
γ΄ (τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου ἡ Ἀκολουθία ψάλλεται ἐν τοῖς Ἀποδείπνοις), καὶ
εἶτα Προσόμοια γ΄ τῆς Ἁγίας Ἁγνῆς. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Μύρα προσεκόμησας Χριστῷ, παρθενίαν ἄσπιλον, καὶ τοὺς ἱδρῶτας
τῶν πόνων σου, θείως βιώσασα, Ἁγνὴ θεόνυμφε, εἶτα καὶ τὸ αἷμά σου, καὶ ὅλον
σεαυτὴν ὁλοκάρπωμα, καὶ θῦμα ἄμωμον, ὅθεν δόξῃς σε ἠξίωσε, σὺν Δικαίων καὶ
Μαρτύρων τάγμασιν. (Δίς).
Ἐν σοὶ διεσώθη ἀκριβῶς, Ἁγνὴ πανεύφημε, τὸ κατ᾿ εἰκόνα
ἀλώβητον, ἐνθέοις πράξεσι, καὶ θεομιμήτως, εἰς τὸ καθ᾿ ὁμοίωσιν, ἀνῆλθες ἀρετῶν
ἐπιδείξεσιν, εἶτα καὶ αἵμασι, μαρτυρίου κατεφοίνιξας, τὴν στολήν σου, καὶ Χριστῷ
προσήνεξαι.
Δόξα. Τῆς Ἁγίας. Ἦχος πλ. β´.
Παρθενομάρτυς Ἀθληφόρε Ἁγνὴ παναοίδιμε, ὡς παρθένος καὶ
Μάρτυς, ἐκ δεξιῶν τοῦ σοῦ Νυμφίου Χριστοῦ παρίστασαι, περιβεβλημένη ταῖς ἀρεταῖς
τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ ἐν τῇ φλογὶ τῆς ἀθλήσεως,
τὴν λαμπάδα κατέχουσα, καὶ βοῶσα πρὸς Αὐτὸν ἐν ἀγαλλιάσει· Εἰς ὀσμὴν μύρου σου ἔδραμον,
Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ· μὴ οὖν χωρίσῃς με Νυμφίε ἐπουράνιε.
Αὐτῆς, Κύριε, ταῖς ἱκεσίαις, τὴν ζωὴν ἠμῶν ῥῦσαι πειρασμῶν τε καὶ θλίψεων, καὶ
πάσης περιστάσεως· καὶ κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε
λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ
πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ
μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα
καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ
Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος·
ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ
ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.
Ὑμνοῦμεν τοὺς ἀγῶνας καὶ τοὺς ἄθλους, οὗς ὑπήνεγκας ἀνδρικῶς,
Μάρτυς Ἁγνὴ καλλιπάρθενε, ζωῆς γὰρ ἠλόγησας τῆς προσκαίρου καὶ σώματος οὐκ ἐφείσω,
ἀλλὰ πάντα προὔδωκας, ὑπὲρ ἀγάπης τοῦ Κτίστου σου, Ὃν ἱκετεύουσα μὴ παύσῃ ὑπὲρ
εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἠμῶν.
Ἦχος β´.
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ Αὐτοῦ, ἐκεῖ
κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον·
Ὢ παρθενία, ναὸς Θεοῦ· ὦ παρθενία, Μαρτύρων δόξα· ὦ παρθενία, Ἀγγέλων
συμμέτοχε.
Ἦχος γ´.
Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην
θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῶ ἡμῶν, εὐχαριστήριον ὕμνον μελωδήσωμεν· τὸ
γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν
θείαν ἑαυτοῦ δύναμιν, ἐν ἀσθενείᾳ τελειώσας Ἁγνῆς τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς
πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ´.
ᾌσμασί σε καὶ κρότοις, ἐπὶ γῆς ἡμᾶς σεμνὴ τοὺς σὲ
γεραίροντας, ἄμειψαι οὐρανόθεν Μάρτυς Ἁγνή, ἐκμειλίσουσα τὸν Δεσπότην ἡμῖν· τῶν
πταισμάτων τὴν λύσιν πρυτανεύουσα, καὶ τὰς ἐναντίας περιστάσεις ἐναπείργουσα, ἵνα
ἐπὶ γῆς ἥρεμον βιοῦντες βίον, ἐν εἰρήνῃ τὸν σὲ ἐν δόξῃ στέψαντα Χριστόν,
μεγαλύνωμεν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος α´. Τῶν Οὐρανίων Ταγμάτων.
Τῆς Ἀθληφόρου Ἁγνῆς τὴν Μνήμην σήμερον, ἐν ἐτησίοις ὕμνοις,
ἑορτάσωμεν πάντες, φιλέορτοι ἐνδόξως, ἥτις Χριστῷ, τῷ Κυρίῳ παρίσταται, ἐκδυσωποῦσα
ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων αὐτήν.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τὴν ἱερὰν καὶ λαμπράν σου μνήμην δοξάζοντες, Ἁγνὴ
παρθενομάρτυς, καὶ πιστῶς ἐκτελοῦντες, βοῶμέν σοι σὺν πόθῳ, ῥῦσαι ἡμᾶς, τῆς
φλογὸς τῆς κολάσεως, καὶ τῶν βελῶν τοῦ Βελίαρ, ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου
Πανεύφημε.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας
μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Μαρτυρικὴν παῤῥησίαν πρὸς τὸν Νυμφίον σου, σὺ τὸν
Χριστὸν πλουτοῦσα, παναοίδιμε Μάρτυς, δεόμεθα μὴ παύσῃ ὑπὲρ ἡμῶν, δυσωποῦσα τὸν
Κύριον, τοῦ λυτρωθῆναι κινδύνων πάντας ἡμᾶς, καὶ παντοίων περιστάσεων.
Δόξα. Τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ. Ἦχος πλ. δ´.
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν
Μάξιμε· διὰ σοῦ γὰρ τὴν τρῖβον, τὴν ὄντως εὐθείαν πορεύεσθαι ἔγνωμεν. Μακάριος
εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων συνόμιλε, Ὁσίων
ὁμόσκηνε καὶ δικαίων· μεθ᾿ ὧν πρεσβεῦε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἠμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν
παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς
ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ὁσίου Μαξίμου. Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητας,
τῆς Ἐκκλησίας ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ,
ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἠμῶν.
Δόξα. Τῆς Ἁγίας Ἁγνῆς. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Ἁγνὴ πανένδοξε, τῶν ἐπιγείων τὴν
σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον
ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ κατενίκησας Ἀθληφόρε. Καὶ νῦν πρεσβεύεις ἀπαύστως,
ἐλεηθῆναι τὰς ψυχὰς ἠμῶν.
Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη
τῶν προστρεχόντων εἰς σέ· Χαῖρε, ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν
σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
Εἶτα Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ῥανίσι τῶν σεπτῶν, καὶ πανάγνων αἱμάτων, ἀπέπνιξας Ἁγνή,
Ἀθληφόρε θέοφρον, Βελίαρ τὸν κάκιστον, ἐκχυθέντων σαρκίου σου, ὅθεν εἴληφας,
παρὰ Θεοῦ στέφος δόξης· διὸ πρέσβευε, ὑπὲρ ἡμῶν πρὸς τὸν Κτίστην, Μαρτύρων ὁμότροπε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν,
προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας
λύτρωσαι, τοὺς ἐπὶ σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἠμῶν σῶσον, ταῖς
θείαις πρεσβείαις σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι᾿ ἁγνείας τὴν
ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος
νύμφη· ὅθεν σε ἠξίωσεν οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων
Ἁγνὴ πανεύφημε.
Δόξα, Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ
ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τῆς Μάρτυρος Ἁγνῆς, ἑορτάσωμεν μνήμην, ἀπήμβλυνε καὶ
γάρ, τοῦ Βελίαρ τὰ κέντρα, καὶ στέφος ἀπείληφεν, ἐκ Θεοῦ τῆς ἀθλήσεως, ᾧ
παρίσταται, μετὰ Ἀγγέλων ἐν δόξῃ, καὶ πρεσβεύουσα, οὐ διαλείπει σωθῆναι, τοὺς
πόθῳ τιμῶντας αὐτήν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φωτίσου ἀγαθή, τὴν ἐν σκότει ψυχήν μου, καταύγασον ἁγνή,
καὶ τὴν πώρωσιν λῦσον, καὶ δίδαξον πράττειν με, τοῦ Υἱοῦ σου τὸ θέλημα, ὅπως ἄφεσιν,
τὴν τῶν πολλῶν μου πταισμάτων, εὕρῳ Πάναγνε, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, ῥυσθῷ
ταῖς πρεσβείαις σου.
Οἱ Ἀναβαθμοί, τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας
μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εἶτα τὸ Εὐαγγέλιον. Ζήτει τῆς Τετάρτης τῆς Γ᾿ ἑβδομάδος
Ματθαίου: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς...
Ὁ Ν΄ ψαλμὸς χύμα.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου. . .
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου. . .
Ἰδιόμελον. Ἦχος α´. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Ὑμνοῦμεν τοὺς ἀγῶνας καὶ τοὺς ἄθλους, οὗς ὑπήνεγκας ἀνδρικῶς,
Ἁγνὴ καλλιπάρθενε, ζωῆς γὰρ ἠλόγησας τῆς προσκαίρου, καὶ σώματος οὐκ ἐφήσω, ἀλλὰ
πάντα προὔδωκας, ὑπὲρ ἀγάπης τοῦ Κτίστου σου, Ὃν ἱκετεύουσα μὴ παύσῃ ὑπὲρ εἰρήνης
τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἠμῶν.
Εἶτα ψάλλονται οἱ Κανόνες· τῆς Παναγίας, τοῦ Ὁσίου
Μαξίμου καὶ τῆς Ἁγίας.
Ὁ Κανῶν τῆς Ἁγίας.
ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης τὸ Ἐρυθραῖον πέλαγος.
Ὑμνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Ἁγνὴ πανεύφημε,
χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, παρθενομάρτυς ἀοίδιμε,
ταῖς πρὸς τὸν Κύριον δεήσεσι.
Μαρτύρων, σὺ καλλονὴ ἀνέφανας, τάς του ἐχθροῦ μηχανάς,
καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ· καὶ τυράννων, ὠμότητα, ἀθλητικῶς παλαίσασα,
θεοσεβῆ πίστιν ἐκήρυξας.
Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ
τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν· ἀλλὰ σοφοῖς σου ῥήμασι,
τούτου τὸ θράσος ἅπαν λάλυται.
Θεοτοκιον.
Λόγος, ἐκ τῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην
σάρκα εἰληφώς· καὶ ἡμᾶς ὀλισθήσαντας· ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Ἐνεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν
δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχὴν ἔλλαμψιν.
Ῥωσθεῖσα σθένει Χριστοῦ, τόν του πυρὸς καύσωνα, Μάρτυς
Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στεῤῥότατος.
Θέοφρον Μάρτυς Ἁγνή, ταῖς πρὸς τὸν Θεόν σου δεήσεσι, τὰς
κατὰ σοῦ βουλὰς βδελυρὰς ἐνέκρωσας, καὶ ἀπὸ σοῦ ἀπεμάκρυνας.
Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος,
Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοι τὸ χαῖρε κραυγάζομεν.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Ἁγνῆς καὶ παρθένου τὴν πάλην ἀναπολῶν, καὶ τοὺς ἄθλους
ἐκλήττομαι κατὰ νοῦν, πῶς τὸ θῆλυ ἴσχυσε καὶ γενναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ
θράσος, νικῆσαι καὶ φρύαγμα, τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ Πλάστου τῆς φύσεως. Ὅθεν
ἀνυμνοῦντες, τὴν αὐτῆς πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ
πίστεως· Ἀθληφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν
Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν σοὶ
τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον. Ὅθεν τῶν Ἀγγέλων,
καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν
σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.
ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ἰαμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας ἐν τὰς
θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει
προστρέχουσιν.
Ῥυτίδα ὄντως καὶ σπίλον μηδόλως σχοῦσα, ἁγιασμόν τε
σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ᾿ ὧν ἀνεκραύγαζες· Δόξα τῇ δυνάμει
σου Κύριε.
Θεοτοκίον.
Ἀπειρογάμως ἐκύησας, ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης,
παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ
κραυγάζομεν.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Νοῦν ἔχουσα στεῤῥόν, ἀπτοήτῳ φρονίματι, κατῄσχυνας τῶν
εἰδώλων, τὰ σεβάσματα πάντα, γραφικαῖς ἀποδείξεσι.
Παστάδος νοητῆς, καὶ νυμφῶνος ἠξίωσαι, χορεύουσα σὺν
παρθένοις, ταῖς φρονίμοις ἐνθέως, Ἁγνὴ παναοίδιμε.
Θεοτοκίον.
Σὺ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν
καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδή στ´. Θύσω σοι μετὰ φωνῇς.
Νέαν σε, πρωτομάρτυρα Θέκλαν, δοξάζομεν, οἷα κηρύξασαν
πολλοὺς φωτίζουσαν θείῳ λόγῳ καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν, ῥυθμίζουσαν.
Ἔῤῥει σου, τῶν ἐνθέων δογμάτων ὁ σύλλογος, μελισταγὴς
τῶν χειλέων, καὶ τὴν γνῶσιν πάντων ἐδίδασκες, παῤῥησία, Ἁγνὴ τῶν Μαρτύρων ἀγλάϊσμα.
Θεοτοκίον.
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι Παρθένος
ἐν μήτρᾳ τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον, ψυχικὸν εὑράμενοι,
ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Παρθενομάρτυς Ἁγνὴ ἀοίδιμε.
Ὁ Οἶκος.
Ἠ του νυμφίου σου φωνή, καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας
ἐκόσμησε, θέοφρον Ἁγνή, πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ Μαρτύρων τῶν σεπτῶν,
ἀξίως συνηρίθμησε· μεθ᾿ ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν
σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες, ἀπὸ ψυχῆς
προσφέρομέν σοι τοὺς ὕμνους, Παρθενομάρτυς Ἁγνὴ ἀοίδιμε.
Μηνολόγιον.
Τῇ
ΚΑ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ.
Ἄχειρ, ἄγλωττος,
χεῖρα καὶ γλῶτταν φύεις,
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Οὗτος
ἦν κατὰ τοὺς χρόνους τοῦ δυσσεβοῦς Κώνσταντος ἀπογόνου Ἡρακλείου. Ταῖς
μεγίσταις οὖν τιμαῖς ὑπὸ τῶν πρώην βασιλέων δεξιωθείς, καὶ ἱκανὸς ὢν ἐν ταῖς
πολιτικαῖς διοικήσεσι τὰ πρακτέα ὑφηγεῖσθαι, διὰ λόγων καὶ τρόπων, καὶ τὴν ἀπὸ
τοῦ χρόνου σύνεσιν, εἰς τὸ Πρωτοασηκρήτου προεβιβάσθη ἀξίωμα, καὶ βουλῆς τοῖς
βασιλεῦσι γέγονε κοινωνός.
Ἐπεὶ
δὲ ἡ πονηρά, καὶ ἔκφυλος δόξα τῶν μίαν θέλησιν φρονούντων καὶ δυσσεβῶς ἐπεκράτει,
ὅσον ἐπ’ αὐτοῖς τὴν μίαν τῶν δύω φύσεων ἀναιρούντων, καὶ διατάγματά τινα τὴν
κακοδοξίαν κρατύνοντα, κατὰ τὴν ἀγορὰν ἐπόμπευε, καὶ ἐπὶ τῆς Μεγάλης προὔκειτο Ἐκκλησίας,
οὐκ ἀνασχόμενος τῇ τῶν ἀσεβῶν κοινωνίᾳ συνασεβεῖν, ἀφεὶς τὰς κοσμικὰς ἀρχάς, εἵλετο
μᾶλλον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεῤῥίφθαι, ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν κατοικεῖν. Καὶ
καταλαβών, τὸ ἐν Χρυσουπόλει Μοναστήριον, τὴν κόμην ἀπέθετο, οὗ καὶ καθηγητὴς ὕστερον
γέγονεν. Εἶτα, θείῳ ζήλῳ ὥς περ ὑπὸ πυρὸς ἐξαφθείς, τὴν πρεσβυτέραν Ῥώμην
κατέλαβε, καὶ Πάπαν τὸν μακαριώτατον Μαρτῖνον, τοπικὴν συναθροῖσαι Σύνοδον, καὶ
ἀναθεματίσαι τοὺς ἀρχηγοὺς τοῦ δυσσεβοῦς δόγματος, τῶν μίαν ἐπὶ Χριστοῦ θέλησιν
ληρῳδούντων, παρέπεισεν. Ἀλλὰ καὶ εἰς ἔλεγχον τῶν οὕτω φρονούντων, λόγους
γράψας καὶ ἐπιστολάς, λογικαῖς ἀποδείξεσι καὶ γραφικαῖς τῆς καθ’ ἡμᾶς πίστεως τὴν
ἀκρίβειαν βεβαιούσας, συνθείς, πανταχοῦ τῆς οἰκουμένης ἐξέπεμψεν.
Ἀναζεύξας
δὲ ἀπὸ Ῥώμης μετὰ τῶν δύω Ἀναστασίων, τῶν μαθητῶν αὐτοῦ, εἰς εὐθύνας παρὰ τῆς
Συγκλήτου καθίσταται, ὁμοδοξούσης τῇ τοῦ βασιλέως αἱρέσει. Καὶ πάντων ὑπεικόντων
τῷ βασιλεῖ, αὐτός τε ἀνθίσταται, καὶ τοὺς ἄλλους εἰς ἀποστασίαν κινεῖ, ἐναντία
διὰ τῶν ἐπιστολῶν φρονεῖν μεταπείθων αὐτούς. Ἐπὶ τούτῳ πέμπεται ἐν φρουρᾷ κατὰ
τὴν Θράκην. Καὶ ἐπιμένων τῇ Ὀρθοδόξῳ πίστει, τὴν χεῖρα καὶ τὴν γλῶτταν ἀκρωτηριάζεται.
Κἀκεῖθεν εἰς ὑπερορίαν κατὰ τὴν Λαζικὴν πέμπεται. Ἔνθα ἐπὶ τρισὶ χρόνοις
διαγαγών, καὶ ταῖς οἰκείαις τοῦ σώματος χρείαις αὐτὸς ὑπηρετησάμενος, καὶ
πλήρης ὢν ἡμερῶν, μικρὸν νοσήσας, ἀνεπαύσατο ἐν Κυρίῳ καὶ κατετέθη ἐν τῇ Μονῇ
τοῦ Ἁγίου Ἀρσενίου, ἐν αὐτῇ τῇ χώρᾳ τῶν Λαζῶν, πολλὰς θαυμάτων ἐνεργείας καθ’ ἑκάστην
ποιῶν.
Λέγεται
δέ, μετὰ τὴν ἐκτομήν, αὖθις ὑπὸ Θεοῦ παραδόξως ἀποκαταστῆναι τὴν γλῶτταν, καὶ
τρανῶν φθέγγεσθαι, μέχρις ἂν ἐν βίῳ ὑπῆρχε. Τῶν δὲ δύω αὐτοῦ μαθητῶν, ὁ μὲν
πρεσβύτερος Ἀναστάσιος, ἴσα τῷ διδασκάλῳ τὴν χεῖρα τμηθεὶς μακρὰν ἐξωρίσθη, ὁ δὲ
νεώτερος Ἀναστάσιος, ἔν τινι τῶν κατὰ Θράκην φρουρίων πεμφθείς, τὸν βίον
κατέλυσε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς.
Ὑπὲρ νέον σοι
μόσχον, ὡς Δαυΐδ λέγει,
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Αὕτη,
ὑπῆρχεν ἐκ πόλεως Ῥώμης, γένους λαμπροῦ. Αὕτη πρόσφορον ἔχουσα τὸν βίον τῷ ὀνόματι,
πολλὰς γυναῖκας πρὸς αὐτὴν ἀπιούσας, ἐδίδασκε τὸν λόγον τῆς ἀληθείας καὶ τὸν
Χριστόν, Θεὸν γινώσκειν προετρέπετο, καὶ Αὐτῷ μόνῳ λατρεύειν. Τούτων εἰς ἀκοὰς ἐλθόντων
τοῦ ἄρχοντος ἁρπάζεται εὐθέως. Καὶ παρασταθεῖσα, προετρέπετο θύειν, ἤ, εἰμὴ θύσῃ,
εἰς πορνεῖον ἀπάγεσθαι. Ἡ δέ, ἔλεγε· Οὔτε τοῖς θεοῖς σου θύσω, οὔτε περὶ τοῦ
πορνεῦσαι μέλει μοι. Θαῤῥῶ γὰρ τῷ Θεῷ μου, ὅτι ἐκφεύξομαι αὐτῶν, βοηθουμένη ὑπ’
αὐτοῦ. Ταῦτα ἀκούσας ὁ παράνομος ἄρχων, ἐκάλει τὸν πορνοβοσκόν, καὶ
παρεδίδου τὴν φερώνυμον Ἁγνήν, πομπεύειν, μετὰ ἐνδύματος ἑνός, εἰς ἔνδειξιν,
προστάξας. Ὡς δὲ παρέστη εἰς τὸ τοῦ σατανᾶ ἐργαστήριον, καὶ προσήει ἕκαστος ἐξυβρίσαι
βουλόμενος, μηδενὸς κωλύοντος, ἀλλὰ μᾶλλον ἐπιτρεπομένων πάντων, ἀδεῶς καὶ ἀπερισκέπτως
ταύτῃ προσέρχεσθαι, εὐθὺς ἀπενάρκουν, καὶ τὴν ἐπιθυμίαν ἠμβλύνοντο, καὶ ὡς
νεκροὶ διέκειντο. Τότε τις, οἷα φρονῶν μέγα, ἀλαζών, καὶ τοὺς εἰσιόντας ὀνειδίζων,
ὥς τις θηλυμανὴς ἵππος εἰσελθών, μετὰ πολλοῦ τοῦ θράσους προσήγγισε τῇ Ἁγίᾳ
παρθένῳ. Καὶ παραχρῆμα γέγονεν ἄπνους, καὶ εἰς γῆν κατέπεσεν. Πλείστης δὲ ὥρας
διελθούσης εἷς τῶν ἐκεῖ παρόντων ἀνεβόησε λέγων· Μεγάλη ἡ πίστις τῶν
Χριστιανῶν. Εἰσελθόντων δὲ καὶ τῶν λοιπῶν· Μεγάλη ἡ τοῦ Χριστοῦ δύναμις·
μιᾷ φωνῇ πάντες ἐβόησαν.
Ταῦτα
μαθὼν ὁ ἄρχων, παρέστησε τὴν Ἁγίαν, ἤγαγον δὲ καὶ τὸν νεκρὸν ἔμπροσθεν αὐτοῦ καὶ
φησί· Λέγε πονηρὸν γύναιον, πῶς τὸν νεανίσκον ἀπέκτεινας. Καὶ ἡ Ἁγία ἔφη·
Ὅτε ἐκέλευσας ἐνυβρισθῆναί με, ἐπαγομένης μου, συνηκολούθησέ μοι τὶς νεανίας
λευχειμονῶν, καὶ εἰσελθών, ἵστατο παρ’ ἐμοί, ὃς καὶ τὴν τῶν νέων ἐπιθυμίαν ἀμβλύνων
διετέλει, καὶ τὸν ἄνδρα τοῦτον, ὃν νεκρὸν ὁρᾷς, ὕστερον προσελθόντα μετὰ ἀλαζονείας
καὶ θράσους, πρὶν ἄψασθαί μου, πρὶν ῥίψαι φωνήν, τοιοῦτον εἰργάσατο, οἷον
βλέπεις ἄρτι. Ὁ ἄρχων φησί· Καὶ τίς οὗτος; Ἡ Ἁγία εἶπεν· Ὁ Κύριος
καὶ Θεός μου ἀπέστειλε τὸν Ἄγγελον Αὐτοῦ, ὕβριν γενέσθαι κατ’ ἐμοῦ κωλύονται.
Καὶ ὁ ἄρχων· Εἰ τοίνυν βούλει ἡμᾶς πεῖσαι, ὅτι ἀλήθειαν λέγει, παρακάλεσον τὸν
Θεόν σου καὶ ἀνάστησον αὐτόν. Τότε ἡ Μάρτυς, τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα,
καὶ προσευξαμένη, ἀνέστησε παραυτίκα τὸν νεκρόν. Καὶ ἐξέστησαν ἅπαντας ἐπὶ τῷ
παραδόξῳ τούτῳ θαύματι. Καὶ αὐτὸς ὁ ἄρχων καὶ πολλοὶ ἀνέκραξαν· Μεγάλη ἡ δύναμις
τῶν Χριστιανῶν, καὶ μέγας ἐν ἀληθείᾳ, ὁ Θεὸς τῆς εὐγενεστάτης γυναικός.
Τινὲς
δὲ τῶν δυσσεβῶν καὶ ἀκαθάρτων ἐβόησαν πρὸς τὸν ἄρχοντα· Ἆρον αὐτὴν ἐκ μέσου, ὅτι
διὰ μαγγανείας ποιεῖ, ἃ δοκεῖ ποιεῖν ἐξαίρετα. Τότε πυρίκαυστον γενέσθαι τὴν Ἁγίαν
προσέταξεν. Ἀναφθείσης δὲ μεγάλης φλογός, ἡ Ἁγία, κατασφραγισαμένη ἑαυτήν, εἰσῆλθε
θαρσαλέως ἐν τῷ μέσῳ. Καὶ τὴν εὐχὴν ἐπὶ στόματος ἔχουσα, ἀνέδραμε πρὸς Κύριον,
τὸ σῶμα καταλιποῦσα. Μετὰ δὲ τὸ καταπαῦσαι τὴν πυράν, φιλόχριστοί τινες, ἐν
κρυπτῷ λαβόντες τὸ τίμιον αὐτῆς λείψανον, ἐντίμως ἐκήδευσαν, δοξάζοντες τὸν
Θεόν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Τὸν Νεόφυτον ἐκριζοῖ
γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷά περ θάλος.
Νέου φυτοῦ κάλλιστον οἷά περ θάλος.
Οὗτος
ἦν ἐκ Νικαίας τῆς κατὰ Βιθυνίαν, παῖς εὐσεβῶν καὶ Χριστιανῶν γεννητόρων,
Θεοδώρου καὶ Φλωρεντίας, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Εὐθὺς δὲ ἐν ἀρχῇ τοῦ
βίου, ἧν χάριτος πλήρης Θεοῦ. Ἕννατον γὰρ ἔτος ἄγων τῆς ἡλικίας, μετὰ τῶν
παίδων, οἷς ἐπὶ μαθήμασι γραμμάτων συνῆν, προσηύχετο, καὶ ταῦτα παραδόξως
διέτρεφε. Καὶ καταπτᾶσα περιστερά, τὴν κλίνην αὐτοῦ περιΐπτατο, ἀνθρωπίνως δὲ
φθεγξαμένης αὐτῆς, ἐπεὶ ἡ τοῦ Ἁγίου μήτηρ τῷ δέει ἐξέθανε, ταύτην αὐτὸς διὰ
προσευχῆς ἤγειρε. Τὸ δὲ ὄρος τοῦ Ὀλύμπου καταλαβών, εἰς ἕν τῶν σπηλαίων εἰσέδυ,
ἔνθα ἡ ὁδηγοῦσα αὐτὸν περιστερά, ἔδειξε εἰσελθεῖν. Καὶ τὸν ἐν αὐτῷ θηρίου ἀποδιώξας,
ἐποιεῖτο ἐκεῖσε τὴν οἴκησιν, ὑπὸ Ἀγγέλου τρεφόμενος.
Τοῦ
δὲ ἑνδεκάτου ἔτους ἐπιβάς, δι’ ἀποκαλύψεως, ἐκ τοῦ ὄρους κατῆλθε, καὶ τοὺς
γεννήσαντας ἀσπασάμενος, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς χορηγήσας τοῖς ἐνδεέσι,
πάλιν τὸ ὄρος καταλαβών, τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡλικίας αὐτοῦ, παρέστη τῷ ἡγεμόνι
Δεκίῳ, δι’ ἐπικουρίας Ἀγγέλων τὴν πρὸς αὐτὸν ποιούμενος κάθοδον, ὅθεν διὰ τὴν ἀπροσδόκητον
παῤῥησίαν, πρῶτον μαστίζεται, εἶτα εἰς κλίβανον πυρὸς ἐμβάλλεται. Σωθεὶς δὲ τῇ
τοῦ Χριστοῦ χάριτι, θηρίοις ἀφίεται. Ἐπεὶ δὲ τῆς ἁπάντων ἀβλαβὴς διέμεινε
λύμης, ἐπιπεσόντος βαρβάρου τινός, ἀναιρεῖται ξίφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζωσίμου, Ἐπισκόπου Συρακούσης
Σικελίας.
Μετάστασιν
Ζώσιμος εὗρεν ἐκ βίου,
Ὧι καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Ὧι καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Οὗτος
ἐγένετο ἀπὸ Σικελίας, υἱοὺς γονέων πιστῶν καὶ εὐλαβῶν, καὶ ἐν αὐταρκείᾳ
βιούντων, οἵ τινες εἶχον κτῆμα πλησίον Λουκίας τῆς παρθένου. Ὅτε δὲ ἐγεννήθη ὁ
Ζώσιμος, καὶ ἀπεγαλακτίσθη, ἐδόθη δῶρον τῇ Ἁγίᾳ Λουκίᾳ, καὶ οὗτος καὶ τὸ κτῆμα.
Ἐν τῇ Μονῇ οὖν ἀνατραφείς, γέγονε προσμονάριος τῆς θήκης τῆς Ἁγίας. Καὶ τότε ἀπελθὼν
πρὸς τοὺς γονεῖς αὐτοῦ, οὐδὲ πρὸς μικρὸν συνεχωρήθη διατρίψαι αὐτὸν μετ’ αὐτῶν,
ἀλλ’ εὐθέως ἀντεπέμφθη πρὸς τὸν ναὸν τῆς Ἁγίας, εἰπόντων αὐτῷ τῶν γονέων· Ὅτι
ἐκεῖ ὀφείλεις εἶναι, ὅπου καὶ ἀφιερώθης. Τριάκοντα δὲ ἔτη ποιήσας ἐν τῇ Μονῇ,
ἐγένετο ἡγούμενος ἐν αὐτῇ. Εἶτα γέγονε καὶ ἐπίσκοπος τῆς πόλεως Συρακούσης, ὑπὸ
Θεοδώρου Πάπα Ῥώμης. Καὶ καλῶς ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ λογικὸν ποίμνιον,
καὶ πολλοὺς ἐπιστρέψας ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ κακίας εἰς ἀρετήν, ἐν εἰρήνῃ
ἐκοιμήθη, ζήσας ἔτη πεντήκοντα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ, τῇ οὔσῃ πρὸς
θάλασσαν.
Εἰρήνην
πρυτάνευσον, Μάρτυς Εἰρήνη,
Ἡμῖν εὐφημοῦσί σε ἐν τῷ ναῷ σου.
Ἡμῖν εὐφημοῦσί σε ἐν τῷ ναῷ σου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ,
Κανδίδου, καὶ Ἀκύλα.
Κἂν Εὐγένιος ἀπέπτη
τοῖς ἄνω,
Τοῖς ἐν γῇ
βλύζει χάριν θαυμάτων.
Τὸν Εὐγένιον, καὶ
συνάθλους τρεῖς ἅμα,
Δι᾿ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Δι᾿ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Οὗτοι,
ἤθλησαν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ Λυσίου δουκός. Ἐν γὰρ
τοῖς ὄρεσι κρυπτόμενοι κρατοῦνται ὑπὸ Λυσίου. Καὶ ὁμολογήσαντες τὸν Χριστόν, ἐξορίζονται
ἐν στενοχώρῳ χωρίῳ τῆς Λαζικῆς χώρας, Πιτυοὺς καλουμένῳ, ἐκεῖθέν τε εἰς Τραπεζοῦντα
ἄγονται καὶ ἐκεῖ καταξαίνονται τὰς σάρκας. Εἶτα ἀναρτηθέντες σιδηροῖς ὄνυξι
σπαράσσονται καὶ λαμπάσι πυρὸς καταφλέγονται.
Ὡς
δὲ πρηνεῖς κατέπεσον οἱ αἰκίζοντες αὐτοὺς δήμιοι, ταραχθεὶς ὁ ἡγεμὼν φρουρεῖσθαι
τοὺς Ἁγίους προσέταξε. Μετὰ δέ τινας ἡμέρας κρατηθείς, καὶ ὁ Ἅγιος Εὐγένιος (ἀνεύρετος
γὰρ ἦν ἔτι) καὶ τὸν Χριστὸν καὶ αὐτὸς ὁμολογήσας, ἐτύφθη ἀνηλεῶς.
Ἀπελθὼν
οὖν μετὰ τοῦ ἄρχοντος εἰς τὸν τῶν εἰδώλων καὶ εὐξάμενος πεσεῖν ἐποίησε πάντα τὰ
εἴδωλα καὶ συντριβῆναι ὡσεὶ κονιορτόν. Διὸ καὶ σχοινίοις διαταθείς, ῥοπάλοις ἀδροῖς
τύπτεται. Εἶτα ἀναρτᾶται καὶ τὰς πλευρὰς σιδηροῖς ὄνυξι εὐτόνως ξέεται καὶ
λαμπάσι πυρὸς κατακαίεται, ἅλμῃ σὺν ὄξει δριμυτάτῳ περιαντλούμενος. Εἶτα καμίνῳ
κεκαυμένῃ, ὁμοῦ πάντας τοὺς Ἁγίους ἐμβάλλουσιν, ἐξ ἧς ῥυσθέντες, ξίφει τελειοῦνται.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει
τελειοῦνται.
Στεῤῥῶν Ἀθλητῶν
τεσσάρων φωνὴ μία·
Ἡμῖν τὸ θνήσκειν ἐκ ξίφους εὐθυμία.
Ἡμῖν τὸ θνήσκειν ἐκ ξίφους εὐθυμία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας,
τῆς ἐπονομαζομένης «Παραμυθίας», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῇ
κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου.
Παραμυθίαν
παρέχει Θεοτόκε,
Παντὶ εὐσεβεῖ ἡ ἁγία Εἰκών σου.
Παντὶ εὐσεβεῖ ἡ ἁγία Εἰκών σου.
Ἐν
τοῖς πάλαι καιροῖς, ἦλθεν ποτὲ τῷ Ἁγιωνύμῳ Ὄρει συμμορία πειρατῶν, ἐπὶ σκοπῷ,
τοῦ εἰσελθεῖν ἐντὸς μιᾶς τῶν καλλιτέρων τῶν τοῦ Ἁγίου Ὄρους Μονῶν, ἤτοι τῇ τοῦ
Βατοπαιδίου, ἐν ταῖς πρωϊναῖς ὥραις, καθ᾿ ἃς εἰώθασιν ἀνοίγειν τὰς πύλας τῆς
Μονῆς, καὶ οὕτω τοὺς μὲν Μοναχοὺς νὰ κατασφάξωσι, τὸν δὲ πλοῦτον τῆς Μονῆς
λεηλατήσωσιν.
Ἐλθόντες
οὖν οἱ πειραταί, ἀπεβιβάσθησαν περὶ τὸ ἑσπέρας τῇ ξηρᾷ, καὶ ἐκρύβησαν εἰς τοὺς ἐγγὺς
τῆς Μονῆς θάμνους. Ἀλλ᾿ ἡ κοινὴ ἔφορος παντὸς τοῦ Ἁγίου Ὄρους, καὶ ταχυτάτη
βοήθεια, Ὑπεραγία Θεοτόκος Παρθένος, δὲν παρεχώρησεν ἐκτελεσθῆναι ὁ τῶν ἀθέων
βαρβάρων σκοπός· κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν, μετὰ τὴν τοῦ Ὄρθρου ἀπόλυσιν,
πάντων τῶν ἀδελφῶν ἀπελθόντων ἐν τοῖς ἑαυτῶν κελλίοις, ὁ τῆς Μονῆς Ἡγούμενος,
παρέμεινεν ἐν τῷ ναῷ, ἐξακολουθῶν τὰς ἰδίας προσευχάς, ὅτε ἀκούει αἴφνης φωνῆς ἐκ
τῆς Εἰκόνος τῆς Θεομήτορος λεγούσης· Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς, ἀλλ᾿
ἀναβάντες ἐπὶ τῶν τειχῶν, ἀποδιώξατε τοὺς πειρατάς. Ἐκπλαγεὶς ἐπὶ τῷ ἀκούσματι ὁ
Ἡγούμενος, ἐνητένισε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τῆς ἁγίας Εἰκόνος, ἐξ ἧς ἠκούσθη ἡ
φωνή, καὶ ἀμέσως φανεροῦται αὐτῷ ἐκπληκτικώτερον θέαμα· ὁρᾷ ὅτι τὸ τῆς Θεοτόκου
πρόσωπον ἐγένετο ζῶν, ὡσαύτως καὶ τὸ τοῦ ὑπ᾿ αὐτῆς βασταζομένου βρέφους Ἰησοῦ·
τὸ δὲ προαιώνιον βρέφος, ἐκτεῖναν τὴν ἑαυτοῦ δεξιάν, καὶ ἐκκαλύπτον δι᾿ αὐτῆς τὰ
χείλη τῆς θείας αὐτοῦ Μητρός, ἔστρεψε πρὸς ἑαυτὴν τὸ θεῖον αὐτοῦ πρόσωπον καὶ εἶπε·
«Μὴ Μῆτέρ μου, μὴ εἴπῃς αὐτοῖς τοῦτο, ἀλλὰ τιμωρηθήτωσαν οὗτοι πρεπόντως». Ἀλλ᾿
ἡ Θεομήτωρ, ἐπιμελουμένη, ἵνα περικρατήσῃ διὰ τῆς ἑαυτῆς χειρός, τὴν χεῖρα τοῦ
Υἱοῦ καὶ Θεοῦ αὐτῆς, καὶἐκκλίνουσα δεξιόθεν ἐξ αὐτοῦ τὸ ἑαυτῆς πρόσωπον, ἐξεφώνησεν
αὖθις τοὺς αὐτοὺς ἐκείνους λόγους· «Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς
κ.τ.λ.».
Συσχεθεὶς
φόβῳ διὰ τὸ φρικτὸν τοῦτον θαυμάσιον ὁ Ἡγούμενος, συνεκέντρωσε πάραυτα τὴν Ἀδελφότητα
καὶ διηγήσατο αὐτοῖς τὰ συμβάντα, καὶ τοὺς πρὸς αὐτὸν λόγους τῆς Θεομήτορος, ἅμα
καὶ τοὺς λόγους οὓς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπηύθυνεν αὐτῇ. Παρατηρήσαντες
δὲ πάντες ἐν ἐκπλήξει καὶ θαυμασμῷ εἶδον ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον καὶ τὸ τοῦ
Κυρίου Ἰησοῦ ὡς καὶ ἅπασα ἡπεριγραφὴ καὶ ὁ σχηματισμός τῆς Εἰκόνος ἐκείνης, ἔλαβον
ἄλλον σχηματισμόν, ὅλως ἐναντίον τῆς πρώτης αὐτῶν θέας. Ἀπέδωκαν δὲ ἐν πολλῇ εὐγνωμοσύνῃ
εὐχαριστίαν καὶ αἶνον πάντες οἱ Μοναχοὶ τῇ Κυρίᾳ Θεοτόκῳ διὰ τὴν σωτηριώδη
πρόνοιαν καὶ προστασίαν αὐτῆς, δοξάσαντες ἐν ταπεινώσει τὸν δι᾿ αὐτῆς ἐλεοῦντα ἡμᾶς
φιλάνθρωπον Σωτῆρα καὶ Κύριον. Εἶτα ἀνῆλθον ἐπὶ τὰ τείχῃ, καὶ διὰ τῶν ἐκεῖσε εὑρισκομένων
ὅπλων καὶ μέσων, ἀπέκρουσαν τὴν τῶν πειρατῶν ἔφοδον.
Ἔκτοτε
μέχρι τοῦ νῦν, ἡ θαυματουργὸς αὕτη Εἰκὼν τῆς Θεομήτορος τυγχάνει γνωστὴ ὑπὸ τὸ ὄνομα
Παραμυθία· ὁ δὲ σχηματισμὸς τῶν προσώπων, τῆς τε Θεοτόκου καὶ τοῦ Κυρίου, ἔμειναν
οὕτως, ἐν τῇ στάσει τῇ σχηματισθείσῃ ἐν τῇ τρίτῃ ἐκφωνήσει τῇ ὑπὸ τοῦ Ἡγουμένου
ἀκουσθείσῃ, ὡς ἐξῆς· Ἡ θεία Μήτηρ ἐκκλίνουσα δεξιόθεν τὸ πρόσωπον αὐτῆς, ἐκ τῆς
ἐκτεινομένης δεξιᾶς τοῦ προαιωνίου αὐτῆς βρέφους καὶ Κυρίου, σπουδάζει ἀπομακρύνας
αὐτὴν ἐκ τοῦ στόματος αὐτῆς, ὡς ἂν ἐλευθέρως γνωρίσῃ τοῖς ἐκλεκτοῖς αὐτῆς
δούλοις τὸν ἐπικείμενον κίνδυνον.
Ἡ
θαυματουργὸς αὕτη Εἰκὼν εὕρηται ἐν τῷ Παρεκκλησίῳ τῆς Θεοτόκου τῆς
«Παραμυθίας», ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ χοροῦ· καὶ τὸ μὲν πρόσωπον τῆς Ἀειπαρθένου
Θεοτόκου, ἐκφράζει ἱλαρότητα, συμπάθειαν καὶ ἀγάπην, τὸ δὲ βλέμμα πνέει ἐπιείκειαν,
πραότητα καὶ εὐσπλαγχνίαν· ἐπὶ δὲ τῶν χειλέων αὐτῆς ἐπαναπέπαυται μειδίαμα
σεμνόν, προσφώνημα καὶ παρηγορία, διὸ καὶ προσφυῶς κέκληται «Παραμυθία», ὡς
παραμυθουμένη πάντας τοὺς προσερχομένους αὐτῇ.
Τὸ
δὲ πρόσωπον τοῦ προαιωνίου βρέφους καὶ Θεοῦ δὲν εἶναι τοιοῦτον, ἀλλ᾿ εἶναι ἀπειλητικόν,
ἡ κίνησις τῆς ὀργῆς παρίσταται ἐν πάσαις ταῖς γραμμαῖς αὐτοῦ, τὸ δὲ βλέμμα πλῆρες
αὐστηρότητος καὶ ἀδυσωπήτου κρίσεως, τοσοῦτον ὥστε δυνάμεθα εἰπεῖν, ὅτι αἱ
χαρακτηριστικαὶ αὗται γραμμαὶ τῶν θείων τούτων προσώπων, τοῦ τε προαιωνίου
βρέφους, τοῦ Θεοῦ καὶ Κριτοῦ τῶν ἁπάντων ζώντων τε καὶ τεθνεώτων, καὶ τῆς
μητρικῆς ἀγάπης τῆς προστάτιδος καὶ προστασίας πάντων τῶν μετ᾿ ἀδιστάκτου
πίστεως ἐπιζητούντων τὴν οὐράνιον αὐτῆς σκέπην Κυρίας ἡμῶν Θεοτόκου, τυγχάνουσι
τῇ γραφίδι τοῦ ζωγράφου, δυνάμεθα εἰπεῖν ἄληπτα, καὶ ἰδίᾳ αἱ γραμμαὶ τῆς ὄψεως
τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεόφυτος, ὁ προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Νεόφυτος
Παρθένου πέλων φίλος,
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀναστασίου τοῦ Μάρτυρος,
μαθητοῦ τοῦ Ὁσίου Μαξίμου τοῦ Ὀμολογητοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πατρόκλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ἁγίων Μαρτύρων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπολλωνίου τοῦ Ἀναχωρητοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαβριήλ, καὶ
Σιωνίου καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Φῶς μέγα ὁ
Μάξιμος ἐνθέῳ λόγῳ,
ἐν Ῥωσσίᾳ ἔλαμψεν
Χριστοῦ εἰς δόξαν.
Οὗτος
ἤκμασε τῷ ΙΣΤ΄ αἰῶνι. Γεννηθεὶς ἐν Ἄρτῃ τῆς Ἠπείρου ἐκ γονέων εὐσεβῶν τοὐπίκλην
Τριβόλη, ἀνήχθη ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐπιδοθεὶς εἰς ἐκμάθησιν τῆς
κρείττονος γνώσεως, ἐγένετο κάτοχος ἀμφιλαφοῦς σοφίας, μεταβὰς πρὸς τοῦτο ἐν τῇ
Ἑσπερίῳ λήξει. Ἐπανακάμψας, ἐπόθησεν ὑπελθεῖν τὸν τοῦ Κυρίου ζυγόν. Καὶ καταλαβὼν
τὸ Ἁγιώνυμον Ἄθω, ἐσκήνωσε ἐν τῇ ἐκεῖσε περιωνύμῳ τοῦ Βατοπεδίου Μονῇ, ἔνθα ἐπὶ
δεκαετίαν ἐπεδόθη τῇ ἀσκήσει καὶ τῇ τῶν θείων μελέτῃ. Ἐν τῇ τοῦ Βατοπεδίου ἱερᾷ
ἀσκούμενος Μονῇ, καὶ τῇ μελέτῃ καὶ προσευχῇ σχολάζων, πλείσταις ἀποστολαῖς
διέπρεψεν, ὑπείκων τῇ τῶν Πατέρων ἐντολῇ, ἐπ’ ὠφελείᾳ τοῦ πλησίον. Τὴν γὰρ
Μακεδονίαν ἐπεσκέψατο, καὶ τὴν Ἤπειρον διέδραμε, καὶ τὰς Ἑλληνίδας νήσους ἐπῆλθεν,
ἀποστολικῷ ζήλῳ πυρούμενος, καὶ τοὺς τῇ φοβερᾷ καὶ πικροτάτῃ δουλείᾳ τῶν τῆς Ἄγαρ
ἀπογόνων στένοντας καὶ μικροῦ δεῖν ἐκλίποντας, λόγοις παρηγορίας παρεμυθεῖτο καὶ
θάῤῥος καὶ δύναμιν παρεῖχε. Καὶ συνελόντι φάναι, τοὺς πάντας ἐστήριζε καὶ ἐβεβαίου
τοῖς Ὀρθοδόξοις δόγμασιν ἐμμένειν ἀπαρατρέπτως, καὶ ἀποστρέφεσθαι τὴν τῶν Ὀθωμανῶν
δυσσέβειαν καὶ τὴν τῶν Λατίνων ἐρεσχελίαν καὶ ἀπόνοιαν καὶ πλάνην. Ἀλλὰ καὶ ἐν
Αἰγύπτῳ καὶ Δακίᾳ εὐαγγελικῶς διέλαμψεν, ὡς μαρτυρεῖται, ὡς τοῦ Εὐαγγελίου
μυσταγωγός, καὶ κήρυξ.
Κληθεὶς
ὑπὸ τοῦ ἡγεμόνος τῆς Ῥωσσίας Βασιλείου, μετέστη ἐκεῖ, ὑπακούσας τῷ θείῳ
θελήματι, πλήρης πνευματικῶν καρπῶν, καὶ παρέσχε μεγίστην ὠφέλειαν διὰ τοῦ
λόγου τῆς χάριτος καὶ τῆς πανσόφου διδασκαλίας τῇ ἐκεῖ Ἐκκλησίᾳ καὶ τῷ Ῥωσικῷ
λαῷ, συνεχομένῳ δεισιδαιμονίαις πλείσταις καὶ ἀτόπῳ λατρείᾳ καὶ τύποις ἀκαίροις,
ὃν καὶ ὡδήγησε πρὸς τὴν εὐθεῖαν τῆς εὐσεβείας ὁδόν, ἀποκαθάρας καὶ τὰς ἐκκλησιαστικὰς
δέλτους.
Πάντα
γὰρ ταῦτα, θείῳ σθένει ῥωννύμενος, πλείστοις κόποις καὶ ταλαιπωρίαις καὶ
θλίψεσι διεξήγαγεν, ἀφορῶν πρὸς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.
Φθονηθεὶς
ὑπὸ ψευδαδέλφων, ὑπέστη διωγμοὺς καὶ ταλαιπωρίας δεινάς, καὶ δεσμὰ πικρά, καὶ
πολυχρόνιον σκοτεινὴν ἐγκάθειρξιν, ἃ μεγαλοψύχως ἀνδρειοτάτῃ καρδίᾳ ὑπήνεγκε
μαρτυρικοῖς στίγμασι καλλωπισθείς. Καὶ οὕτως ἀνύσας τὸν τῆς εὐσεβείας μέγαν ἀγῶνα
ἀπήλθε πρὸς Κύριον, κοιμηθεὶς τὸν ὅσιον ὕπνον τῇ ΚΑ΄ Ἰανουαρίου τοῦ ἔτους ᾳφνστ
(1556) καὶ ἀναδειχθεὶς μέγας φωτιστὴς τῶν Ῥώσσων, καὶ θεῖος διδάσκαλος καὶ ἱερὸς
ὁδηγὸς καὶ φωταγωγὸς κλήρου καὶ λαοῦ πρὸς τὴν ἀκριβῆ καὶ ἀλάθητον Ὀρθόδοξον ἡμῶν
πίστιν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίμωνος, τοῦ ἐνοίκου τῆς ἐρήμου,
ἐν τῷ Ναδέγεβ τῆς Ῥωσσίας.
Ταῖς
τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Πόθῳ ἅπαντες, γεραίρομεν τὴν μνήμην σου, Παρθενομάρτυς
Ἁγνή, ὅτι ἀντέστης στεῤῥῶς, τοὺς πειρασμοὺς ἐκείνου Ἄρχοντος, ὅθεν καὶ
ψάλλομεν· εὐλογητὸς εἶ ὁ Θεός, τῶν Πατέρων ἡμῶν.
Σῶμα κατέλιπες, Παρθενομάρτυς Ἁγνή, καὶ ἀνελήλυθας, εἰς
οὐρανίους σκηνάς, ἐν αἷς πάντες Δίκαιοι χαίρουσι ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν
Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Βασίλισσα, τοῦ Κόσμου ἡ κυήσασα, τὸν Βασιλέα Χριστόν, ῥῦσαι
φθορᾶς καὶ σεισμοῦ, ἐθνῶν ἐπηρείας τε, τοὺς πίστει ψάλλοντας· ὑπερύμνητε, εὐλογημένος
Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
ᾨδὴ η´. Χεῖρας ἐκπετάσας Δανιήλ.
Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Ἁγνὴ πανένδοξε,
τρωθεῖσα ἔφερε, πυρὸς τήν ἔκκαυσιν κράζουσα· εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν
ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα.
Οὐκ ὄντας θεούς, ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς Ἁγνὴ
ἀπέδειξας, καὶ τὴν Χριστοῦ πίστιν ἐκήρυξας, καὶ τὴν ψυχήν σου ἐν τῇ φλογὶ τοῦ
πυρὸς Αὐτῷ ἔδωκας, ἀπαύστως ψάλλουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν
Κύριον.
Θεοτοκίον.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης
Θεοῦ· σὺ τῆς θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ
ἀπροσίτου φωτός· ὅθεν σε πάντες, σὲ εὐλογοῦμεν Μαρία θεόνυμφε.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Χλόην τῆς ζωῆς, ζητοῦσα πανύμνητε τὴν ἐπουράνιον, βίον
τὸν ἐπίκηρον, οὐδὲν ἡγήσω, ὅθεν ἐνήθλησας, τῇ κραταιᾷ τοῦ Κτίστου σου, δυνάμει
πάνσεμνε, ὃν νῦν βλέπεις, πρόσωπον πρὸς πρόσωπον, ὦ Ἁγνὴ τοῦ Χριστοῦ δούλη πάνσεμνε.
Ψάλλων ὁ Δαβίδ, Προφήτης ἐν πνεύματι ὦ παμμακάριστε,
θυγατέρα λέγει σε, τὸ κατ᾿ εἰκόνα Θεοῦ τηρήσασαν, Ἁγνὴ καὶ ὁμοίωσιν, ὃν νῦν
δυσώπησον, τοῦ ῥυσθῆναι, ἡμᾶς τῆς κολάσεως ταῖς ἐνθέοις λιταῖς σου πανεύφημε.
Ὡραία Χριστοῦ, νύμφη ἀναδέδειξαι, τῷ τῆς ἀθλήσεως ἐν τῷ
πυρὶ τῆς φλογὸς Παρθενομάρτυς Ἁγνὴ πανένδοξε, διόπερ εἰς σκηνώματα τοῦ νυμφίου
Χριστοῦ, ἀνηνέχθης ἐντρυφῶσα τέρψεως, τῆς ἐκείνου ὡς Μάρτυς καλλίνικος.
Θεοτοκίον.
Φώτισον ἁγνή, ψυχῆς μου τὰ ὄμματα, παῦσον τὸν κλύδωνα,
τὸν ἐπιγινόμενον, ἐκ τῆς δαιμόνων παρενοχλήσεως, καὶ εἰς ὁδὸν κατεύθυναν, τῶν
θελημάτων Χριστοῦ, τοῦ νοός μου, Πάναγνε, τὴν ζόφωσιν, ὅπως πίστει ἀεὶ μακαρίζω
σε.
Ἐξαποστειλάριον. Τοῦ Ὁσίου Μαξίμου. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θεολογῶν ἐκήρυξας μίαν φύσιν Τριάδος, καὶ μίαν Πάτερ
θέλησιν, καὶ ἐνέργειαν μίαν· Θεοῦ δὲ τοῦ σαρκωθέντος, δύο φύσεις θελήσεις, καὶ ἐνεργείας
Μάξιμε, πάνσοφε θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις· ὑφ᾿ ὧν τὴν
χεῖρα γλῶσσάν τε, ἐκτμηθεὶς Μάρτυς ὤφθης.
Ἕτερον. Τῆς Ἁγίας Ἁγνῆς. Ὁ Οὐρανὸν τοῖς ἄστροις.
Παρθενομάρτυς Ἁγνὴ Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι
λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς
καὶ κινδύνων.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε
θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
Εἰς τοὺς Αἴνους. Ἦχος α´. Τῶν Οὐρανίων Ταγμάτων.
Μαρτυρικὴν παῤῥησίαν πρὸς τὸν Νυμφίον σου, σὺ τὸν
Χριστὸν πλουτοῦσα, παναοίδιμε Μάρτυς, δεόμεθα μὴ παύσῃ ὑπὲρ ἡμῶν, δυσωποῦσα τὸν
Κύριον, τοῦ λυτρωθῆναι κινδύνων πάντας ἡμᾶς, καὶ παντοίων περιστάσεων. (Δίς).
Τὴν ἱερὰν καὶ σεπτήν σου μνήμην γεραίροντες, Ἁγνὴ
Παρθενομάρτυς, καὶ πιστῶς ἐκτελοῦντες, βοῶμέν σοι σὺν πόθῳ ῥῦσαι ἡμᾶς, τῆς φλογὸς
τῆς κολάσεως, καὶ τῶν βελῶν τοῦ βελίαρ ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου πανεύφημε.
Χαίρει πληθὺς τῶν Ἀγγέλων καὶ Ἀθλητῶν οἱ χοροί, ἐπὶ τῇ
θείᾳ μνήμῃ, τῇ σῇ Μάρτυς θέοφρον, ἀθλήσασα γενναίως ὡς ἀληθῶς, τοὺς τυράννους
κατῄσχυνας, καὶ τὸ πανύμνητον ὄνομα τοῦ Χριστοῦ, καὶ τὴν πίστιν ὑπερύψωσας.
Δόξα. Ἦχος πλ. α´.
Σήμερον τοῦ ἐπουρανίου Βασιλέως, ἡ ἀμίαντος νύμφη,
συγκαλεῖται ἡμᾶς, πρὸς ἑστίασιν πνευματικήν, ἡ πάνσεπτος Ἁγνή. Δεῦτε οὖν
φιλέορτοι πάντες, μυστικῶς εὐφρανθῶμεν, ἐν τῇ πανσέπτῳ αὐτῆς καὶ λαμπρὰ
πανδαισία, καθαρθέντες τῷ νοΐ, ἐν φαιδραῖς ταῖς στολαῖς κατηγλαϊσμένοι, τοῦ θείου
Πνεύματος. Αὕτη γὰρ ὡς ἁγνὴ περιστερά, τῷ τῆς παρθενίας κάλλει, τῷ Υἱῷ νυμφευθεῖσα,
ὁλικῶς τὴν ἁγίαν Τριάδα, ἐν ἑαυτῇ εἰσωκήσατο, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον,
τὸν ἕνα Θεόν, ὃν καὶ ποθοῦσα καὶ ζητοῦσα ἐνήθλησε· διὸ καὶ συμβασιλεύει αὐτῷ εἰς
αἰῶνας, ἐν τοῖς ἐπουρανίοις σκηνώμασιν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς
καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ
λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων
δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ
Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Τὸ Μεγαλυνάριον τῆς Ἁγίας.
Τὸν Χριστὸν ποθήσασα ἀληθῶς, ἔσπευσας τεθνᾶναι καὶ θυσίαν
προσενεγκεῖν, σεαυτὴν ἁγίαν, Μάρτυς Ἁγνὴ θέοφρον, Τοῦτον οὖν ἐκδυσώπει, ὑπὲρ τῶν
δούλων σου.
ΒΙΟΣ
Γεννήθηκε στη Ρώμη, από ευγενείς
γονείς. Ως σκοπό της ζωής της έθεσε να φέρνει τις ψυχές στον δρόμο του Χριστού.
Καταγγέλθηκε όμως σε κάποιον άρχοντα, ο οποίος την διέταξε ν’ αρνηθεί την πίστη
της. Ο πανούργος άρχοντας για να σπιλώσει την τιμή της και να την κάμψει την
έριξε σε κάποιο πορνείο. Όμως η Αγνή, προσευχόμενη προκάλεσε σεισμό και οι
γυναίκες του πορνείου την έβγαλαν έξω από αυτό. Για να ικανοποιήσει την μανία
του ο άρχοντας την έριξε στη φωτιά και έτσι παρέδωσε τη ψυχή της με μαρτυρικό
τρόπο. Μόλις έσβησε η φωτιά, κάποιοι Χριστιανοί πήραν κρυφά το τίμιο λείψανό
της και το ενταφίασαν με τιμές.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου