Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 21. ΠΑΝΑΓΙΑ ΠΑΡΑΜΥΘΙΑ ΒΑΤΟΠΕΔΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΑ΄!!
ΠΑΝΑΓΙΑ ΠΑΡΑΜΥΘΙΑ ΒΑΤΟΠΕΔΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Παραμυθίας γλυκείας καὶ ἀντιλήψεως, πιστῶν τῷ πανσεβάστῳ, ἐκτυπώματι πίστει, προσπέσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, ἐκβοῶντες· διάσωσον, ἐξ ἀδοκήτων παγίδων τοῦ πονηροῦ, τοὺς ὑμνοῦντάς Σε Μητρόθεε.

Τῶν μοναζόντων χορεῖαι κατασπασώμεθα, καὶ τῶν μιγάδων δῆμοι, τὴν ἁγίαν Εἰκόνα, τῆς μόνης Θεοτόκου καὶ ἀρωγοῦ, τῆς βροτῶν ὁμηγύρεως, Παραμυθίας ἣν ἔχει ὡς θησαυρόν, τιμαλφῆ τὸ Βατοπέδιον.

Ἐκ πειρατῶν ὀλεθρίου ἐφόδου ἔσωσας, Παραμυθία μάνδραν, τὴν τοῦ Βατοπεδίου, ποτὲ τῷ ἡγουμένῳ ὑπερφυῶς, ὁμιλήσασα· ὅυθεν σε, παρακαλοῦμεν· διάσωσον καὶ ἡμᾶς, ἐκ κινδύνων Θεονύμφευτε.

Χαριστηρίους προσρήσεις ἀναβοῶμέν Σοι, Παραμυθία Μῆτερ, τοῦ Θεοῦ γλυκυτάτη· φυλάττεις γὰρ ἀτρώτους ἐκ τοῦ ἐχθροῦ, τῶν βελῶν τοὺς οἰκέτας Σου, ἀεὶ τοὺς σπεύδοντας πίστει τῷ Σῷ σεπτῷ, προσκυνῆσαι ἐκτυπώματι.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ’.
Πνευματικὴν πανήγυριν ἄγομεν σήμερον, οἱ ἐν Βατοπεδίῳ ἀσκούμενοι, χρεωστικῶς ἀνυμνοῦντες, τῶν δωρεῶν Σου τὰς δόσεις, Παραμυθία γλυκεῖα τοῦ κόσμου. Σὺ γὰρ παραβλέπουσα τὴν ὀργὴν τοῦ Υἱοῦ Σου, ὃν ὡς βρέφος ἐν χειρί Σου βαστάζεις, ἐφ’ ἡμᾶς τοὺς εἰς Αὐτὸν ἁμαρτάνοντας, τὴν ἐναργῆ ἔδειξας ἡμῖν κηδεμονίαν Σου· ὁμολογοῦντες οὖν Μῆτερ, τὰς εὐεργεσίας Σου, καὶ πεποιθότες τῇ δυνάμει Σου, προσκυνοῦμεν ἐν πίστει τὴν θείαν, καὶ χαριτόβρυτον Εἰκόνα Σου γηθόμενοι.







Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Αἶνον χρεωστικῶς, προσοίσωμεν τῇ μόνῃ, πιστῶν Παραμυθίᾳ, ταχὺ διασωζούσῃ, ἡμᾶς ἐκ πάσης θλίψεως.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ὡς ἐκ τῶν πειρατῶν, ἐπιδρομῆς ἐῤῥύσω, Παραμυθία δῆμον, ἀζύγων οὕτω ῥῦσαι, καὶ τοὺς πιστοὺς ἐκ θλίψεων.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν, οἱ πλούσιοι τοῦ λαοῦ.
Πλήρωσον χαρμονῆς, καὶ ἄκρας εὐφροσύνης, τοὺς προσκυνοῦντας πόθῳ, Παραμυθία Μῆτερ, τὴν πάνσεπτον Εἰκόνα Σου.

Δόξα. Τριαδικόν.
Δέχου πανευμενῶς, Θεότης Τρισαγία, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τὰς τῆς Παραμυθίας, ἡμῶν πρεσβείας πάντοτε.

Καὶ νῦν. Θεοτοκίον.
Δίωξον σκοτασμόν, τῆς ἀθυμίας πάντων, ἁγνὴ Παραμυθία, βολῖσιν εὐσπλαγχνίας, καὶ θείας προστασίας Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης κυκλωθείσης ὑπὸ τῶν πολεμίων, καὶ τῶν διωκτῶν ὑλακτούντων κατὰ τῶν Σῶν προβάτων, προσεῖπας τῷ δούλῳ Σου ἁγνή, καθ’ ὕπαρ φωνήσασα αὐτῷ· διὰ τοῦτο καὶ χορεῖαι τῶν μοναστῶν κραυγάζομεν ὁμοφώνως· δόξα τοῖς θαυμασίοις Σου ἁγνή, δόξα τῇ προστασίᾳ Σου, δόξα Παραμυθία Σοι μόνη πανύμνητε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Σῶσαι θέλουσα Κόρη τὸ Βατοπαίδιον, Παραμυθία γλυκεῖα ἐκ πειρατῶν βδελυρῶν, θαυμαστῶς τῷ προεστῶτι προσωμίλησας, καὶ καθυπέδειξας αὐτῷ, σωτηρίας χειρισμούς, διό Σε νῦν εὐφημοῦντες, πιστῶς αἰτούμεθα πάντες, πρὸς τὸν Υἱόν Σου τὰς θερμάς Σου εὐχάς.

Ἀπόλυσις.








ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ὑπερούσιον Λόγον κυοφορήσασα, ὑπερφυῶς Παρθένε, σωτηρίας τοῦ κόσμου, τῷ τόκῳ Σου ἐδείχθης ὡς ἀληθῶς, τὴν ἀρὰν ἀφανίσασα, νῦν δὲ πηγάζεις θαυμάτων τὰς δωρεάς, τοῖς προστρέχουσι τῇ σκέπῃ Σου.

Τὴν ἐν τῷ Ἄθῳ ἁγίαν Μονήν Σου φύλαττε, Παραμυθία Κόρη, τῇ παντίμῳ Σου κλήσει, πιστῶς σεμνυνομένην καὶ τὴν σεπτήν, προσκυνοῦσαν Εἰκόνα Σου, παραμυθίαν παρέχουσαν ἀληθῆ, τοῖς προστρέχουσι τῇ σκέπῃ Σου.

Ἐκ τῆς σεπτῆς Σου Εἰκόνος πάλαι φωνήσασα, πειρατικῆς ἐφόδου, Θεοτόκε ἐῤῥύσω, Μονὴν Βατοπεδίου τὴν ἱεράν· διὰ τοῦτο τὸ θαῦμά Σου, ἀνακηρύτομεν πάντες καὶ τὴν θερμμήν, προστασίαν Σου καὶ πρόνοιαν.

Ἕτερα. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὁ τῆς Μάνδρας προεστώς, τοῦ Βατοπεδίου ἰδίοις, βλεφάροις εἶδέ Σου, πρόσωπον τὸ πάνσεπτον, ἀλλάτον ἐκφρασιν, ἐν ταυτῷ καὶ τοῦ Τόκου Σου, τοῦ θείου Παρθένε, τότε ξένου θαύματος, Παραμυθία μου, γέγονεν οὐ μόνον αὐτόπτης, ἀλλὰ καὶ αὐτήκοος μάρτυς, τῆς πρὸς μοναστὰς θερμῆς εὐνοίας σου.

Ὅτε, ὁ τῆς Μάνδρας προεστώς, ἐκ τῆς Σῆς ἁγίας Εἰκόνος, προερχομένην φωνήν, ἤκουσεν ἐξίστατο, πῶς ὁ ἀνάξιος, μοναχὸς τῆς Θεόπαιθδος, αὐτήκοος θείου, θαύματος ἐγένετο, καὶ τότε γόνατα, ἔκλινε ψυχῆς καὶ σαρκίου, καὶ ἀπὸ μυχίων καρδίας, Σὲ Παραμυθία ἐμεγάλυνεν.

Ὅτε, ὁ τῆς Μάνδρας προεστώς, Σοῦ τῆς φιλανθρώπου προνοίας, καὶ δαψιλοῦς ἀρωγῆς, ἔγνω τὸ ἀσίγητον, Παραμυθία σεμνή, τότε πύλας οὐκ ἤνοιξε, τοῦ Βατοπεδίου, καὶ δεινὴν ἀπέφυγε, τῶν πειρατῶν ἀπειλήν· ὅθεν σὺν χοροῖς τῶν ἀζύγων, αἶνον χαριστήριον Κόρη, τῆς Μονῆς προστάτιδί Σοι ἔμελψεν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Τῶν πολλῶν δωρεῶν, αἱ δαψιλεῖς χορηγίαι, πᾶσαν γλῶσσαν διεγείρουσι, πρὸς ὕμνον καὶ αἶνον, τῶν θαυμασίων Σου Παρθένε. Πανταχοῦ γὰρ προφθάνεις, καὶ τοὺς ἐν κινδύνοις διασώζεις, παραμυθουμένη τοὺς ἐν θλίψεσιν, ὡς πηγὴ συμπαθείας· διὸ τὴν ἁγίαν Σου Εἰκόνα, ἣ φερωνύμως Παραμυθία κέκληται, ὡς ἐχέγγυον τῆς ἀρωγῆς Σου ἔχοντες, πρὸς Σὲ ὁλοσχερῶς ἀφορῶμεν. Ἀλλ’ ὦ πανύμνητε Κόρη, Παραμυθία ἡμῶν καὶ σκέπη, σῷζε διὰ παντὸς τὸ Σὸν ποίμνιον.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. 28, 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν·Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν. Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν. Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. 

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. 





Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. 

Λιτή. Ἦχος α’.
Τὸν  χειμάῤῥουν τῆς συμπαθείας τὸν ἀείῤῥοον, τὴν ἄβυσσον τῆς φιλανθρωπίας ὑμνήσωμεν, τὴν φωτοφόρον Παραμυθίαν Παρθένον, Βατοπεδίου τὸ διάσωσμα· αὕτη γὰρ θαυμάτων ἀνεδείχθη κρήνη πολυχεύμων, ἐξ ἧς ἀρυόμεθα οἱ ταύτην προσκυνοῦντες, νάματα σωτηριώδη, καὶ ἰσχὺν καταπαλαῖσαι τὸν μισόκαλον.

Ἦχος β’.
Τὰ τῆς προνοίας σου πυρσεύματα, τὰς ψυχὰς φρυκτωροῦσι τῶν δούλων Σου ἄχραντε, καὶ ζόφον τῶν πειρασμῶν καὶ θλίψεων, ὁλοσχερῶς σκεδάζουσι· διὸ εὐχαριστοῦντες ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς Σου, χαριστήριον αἴνεσιν προσάγομέν Σοι, οἱ ἐν Βατοπεδίῳ οἰκοῦντες κράζοντες· Χαῖρε, Παραμυθία τῶν θλιβομένων, τῶν ἀβοηθήτων βοήθεια, καὶ τῶν ἐπιποθούντων τὴν ἐν Χριστῷ τελείωσιν, ποδηγέτις ἀλάνθαστος.

Ἦχος γ’.
Τῇ Σῇ φιλευσπλάγχνῳ νεύσει, ἐσώθη ποτὲ τὸ τοῦ Βατοπεδίου σεμνεῖον, ἐξ ἐπιβουλῆς τῶν πειρατῶν δολίας, Παραμυθία ἡμῶν, Μῆτερ ἀνύστακτε· ὅθεν, ὡς πρόξενον σωτηρίας τιμῶντές Σε ἡμεῖς οἱ ἐπιγενομένοι, τὴν Σὴν Εἰκόνα ἀσπαζόμεθα, καὶ χαρᾶς παναῤῥήτου πληρούμεθα.





Ἦχος δ’.
Φιλανθρώπως δράσασα, τῷ προεστῶτι προσωμίλησας, Παραμυθία γλυκεῖα, καὶ τὴν Μονήν Σου ἐῤῥύσω, ἐκ τῆς πειρατῶν ἐπιθέσεως· ὅθεν ὡς πηγὴν συμπαθείας, καὶ οἰκτιρμῶν καὶ ἐλέους νεφέλην, κοσμοπόθητε Δέσποινα, μονοτρόπων τὰ σύστηματα Σὲ μεγαλύνομεν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Τῆς προστασίας Σου γνωρίσματα, τίς διηγήσεται, Παραμυιία τοῦ κόσμου, δι’ ὧν εὐεργετεῖς πολλαχῶς τοὺς ὑμνοῦντάς Σε; Σὺ γὰρ ἐπερχομένων συμφορῶν ἀπαλλάττεις, καὶ πραΰνεις τὸν τάραχον τῆς ψυχῆς, τῶν προσκυνούντων Σου Εἰκόνα τὴν θαυματόβρυτον, καὶ κραυγαζόντων ἐκ πόθου· Μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν τὸ τῆς εὐνοίας Σου ὄμμα καὶ φύλαττε τοὺς δούλους Σου ἐκ πολεμίων ἀσάρκων, βραβεύουσα ἡμῖν εἰρήνην ἀδιάπτωτον.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Δεῦτε, τῶν μοναζόντων χοροί, τὴν ἀρωγὸν ἡμῶν καὶ ἔφορον μέλψωμεν, ἀσμένως ὡς παραστάτινν, ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ πρὸς τὸν Σωτῆρα θείαν πρέσβειραν, βοῶντες· ἐπίβλεψον, οὐρανόθεν Παντάνασσα, Παραμυθία, καὶ ἀπάλλαξον τάχιστα, τοὺς τιμῶντάς Σε, ἀπὸ πάσης κακώσεως, ἵνα τὴν Σὴν συμπάθειαν, καὶ θείαν Σου πρόνοιαν, ὁμολογῶμεν τοῖς πᾶσιν, ἐν συμφοραῖς οἱ προσφεύγοντες, τῇ Σῇ προστασίᾳ, καὶ Εἰκόνα προσκυνῶμεν, τὴν παναγίαν Σου.

Στ.: Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Χαίροις, Βατοπεδίου Μονῆς, Παραμυθία τὸ σεπτὸν ἀγαλλίαμα, ἡ κρήνη ἡ ἀενάως, τοῖς μονασταῖς ἀληθῶς, βλύζουσα ἰάσεις ἀῤῥωστήματα, αὐτῶν θεραπεύουσα, τῆς ψυχῆς καὶ τοῦ σώματος, ὀργῆς δὲ νέφη, ἐξαιρέτως διώκουσα, ζοφερότατα, τὰς ψυχὰς καταφθείροντα· μέμνησο οὖν Μητρόθεε, ἡμῶν τῶν τιμώντων Σε, καὶ τὴν σεπτήν Σου Εἰκόνα, ἀσπαζομένων ἑκάστοτε, καὶ πέμψον εἰρήνης, δροσοβόλον ἐπομβρίαν, τοῖς Σὲ γεραίρουσιν.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν, οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίροις, ἡ πειρατῶν τὰς ὀρδάς, τροπωσαμένη καὶ τὴν Μάνδραν Σου σώσασα, ταχέως Παραμυθία, ἐξ ἀνηκέστου φθορᾶς, ὀλεθρίου βλάβης, καὶ συλήσεως, αὐτῆς τῇ Σῇ χάριτι, φιλανθρώπως μηνύσασα, τῷ προεστῶτι, τὸν ἐσόμενον κίνδυνον, παραβλέπουσα, μοναστῶν ἀτοπήματα· ὅθεν Σὲ μεγαλύνομεν, ὡς ῥῦστιν Θεόνυμφε, καὶ τῆς θερμῆς Σου προνοίας, ἑωρακότες τὴν δύναμιν, κηρύττομεν πᾶσι, τὴν πολλήν Σου παῤῥησίαν, καὶ χάριν ἄφθονον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σήμερον οἱ ἐν Βατοπεδίῳ ἡσυχάζοντες, τὰς πρὸς ἡμᾶς εὐεργεσίας Σου διαφερόντως ἀνυμνοῦμεν, Παραμυθία γλυκυτάτη. Σὺ γὰρ ὡς θησαύρισμα συμπαθείας καὶ τῆς Μάνδρας ταύτης ἔφορος, τὴν πάλαι καθ’ ἡμῶν τῶν ἀναξίων Σου δούλων, μανίαν τῶν πειρασμῶν διέλυσας. Σπεῦσον οὖν καὶ ἀχλὺν δυσθυμίας ἡμῶν διαλῦσαι, καὶ ἐκ τῆς γεέννης τοῦ πυρὸς τοῦ ἀσβέστου σῶσαι, τοὺς Σὲ κατέχοντας ἐλπίδα καὶ στήριγμα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης κυκλωθείσης ὑπὸ τῶν πολεμίων, καὶ τῶν διωκτῶν ὑλακτούντων κατὰ τῶν Σῶν προβάτων, προσεῖπας τῷ δούλῳ Σου ἁγνή, καθ’ ὕπαρ φωνήσασα αὐτῷ· διὰ τοῦτο καὶ χορεῖαι τῶν μοναστῶν κραυγάζομεν ὁμοφώνως· δόξα τοῖς θαυμασίοις Σου ἁγνή, δόξα τῇ προστασίᾳ Σου, δόξα Παραμυθία Σοι μόνη πανύμνητε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Σῶσαι θέλουσα Κόρη τὸ Βατοπαίδιον, Παραμυθία γλυκεῖα ἐκ πειρατῶν βδελυρῶν, θαυμαστῶς τῷ προεστῶτι προσωμίλησας, καὶ καθυπέδειξας αὐτῷ, σωτηρίας χειρισμούς, διό Σε νῦν εὐφημοῦντες, πιστῶς αἰτούμεθα πάντες, πρὸς τὸν Υἱόν Σου τὰς θερμάς Σου εὐχάς.

Ἀπόλυσις.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἡ χάρις Σου ἁγνή, συμφορὰς ἐκδιώκει, καὶ πάθη ζοφερά, τῶν ψυχῶν ἀπελαύνει, Μητρόθεε πάγκαλε· ὅθεν πάντες μλεώδημα, Σοὶ προσάγοντες, Παραμυθία τοῦ κόσμου, παναρμόνιον, τὰς ῥυπτικάς Σου πρεσβείας, πρὸς Κτίστην αἰτούμεθα.
Δόξα. Καὶ νῦν.
Ἀγάλλονται χοροί, μονοτρόπων τὴν θείαν, Εἰκόνα Σου πιστῶς, προσκυνοῦντες Παρθένε, ἣν ἔχει ὡς ἄσυλον, θησαυρὸν καὶ κραταίωμα, τὸ περίπτυστον, Βατοπεδίου σεμνεῖον, καὶ κραυγάζουσι· Παραμυθία προστάτις, ἡμῶν πέλεις ἔνθερμος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη κατιδών, τὴν παναγίαν Σου μορφήν, ἐν Εἰκόνι τῇ σεπτῇ, Βατοπεδίου τῇ Μονῇ, ὁ καθηγέτης ταύτης Θεογεννῆτορ· καὶ πάντες ἀδελφοί, αἶνόν Σοι ᾔνεσαν, σωθέντες διὰ Σοῦ, καταδουλώσεως, Παραμυθία Παρθένε πανύμνητε, καὶ εὐχαρίστως ἐβόων Σοι· χαῖρε προστάτις, ἡμῶν καὶ σκέπη, καὶ ἀσφαλὲς παραμύθιον.
Δόξα. Καὶ νῦν.
Παραμύθιον ἡμῶν, καὶ καταφύγιον θερμόν, καὶ προστάτις ἀσφαλής, ὡς τετοκυῖα τὸν Χριστόν, ἡμῶν Παρθένε πέλεις ἐν ἀληθείᾳ· ὅθεν εὐλαβῶς, ἀναβοῶμέν Σοι· Φύλαττε ἀεί, ταύτην τὴν Μάνδραν Σου, ἣ τῇ σεπτῇ Σου Εἰκόνι ἀγάλλεται, Παραμυθία καὶ τέρπεται, καὶ δίδου ταύτῃ, ὑψόθεν Κόρη τὰς μητρικὰς χορηγίας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Λιμένα εὔδιον, καὶ ὅρμον ἄκλυστον, Εἰκόνα κέκτηται, τὸ Βατοπέδιον, Παραμυθίαν τὴν σεπτήν, καὶ θείαν Σου ᾗ προστρέχει, ἐν δειναῖς ἑκάστοτε, τρικυμίαις τοῦ χείρονος, καὶ εὑρίσκει λύτρωσιν· ὅθεν δόξαν ἀέναον, Σοὶ πέμπει γαληνεύουσα πίστει, Μῆτερ μερόπων γλυκυτάτη.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν, οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον, βλέπε εἰς τὰς Η’ Σεπτεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα. Ἦχος β΄: Ταῖς τῆς τῶν ἀνθρώπων, σεπτῆς Παραμυθίας, δός μοι λύσιν, τῶν πταισμάτων Οἰκτῖρμον.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Παρηγορίαν καὶ σύμμαχον καὶ ἑτοίμην ἐν δίναις βοηθόν, κατέχομέν Σε Παραμυθία ὑπερένδοξε. Σὺ γὰρ τὸν καύσωνα, παραπτωμάτων κὶ θλίψεων, τῇ παναπείρῳ εὐσπλαγχνίᾳ Σου, κατασβεννύεις θείᾳ δρόσῳ. Δεῖξον οὖν καὶ ἡμῖν, τὰ τῆς φιλανθρωπίας Σου αἰσθήματα, καὶ σῶσον τοὺς τιμῶντάς Σε, ἀπὸ πάσης κακώσεως.

Εἶτα, οἱ Κανόνες τῆς Εἰκόνος δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Παραμυθία γλυκεῖα πέλεις μοι, Θεοτόκε. Χ(αραλάμπους).
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Παντάνασσα Δέσποινα, Παραμυθία γλυκεῖά μου, τὰ χείλη μου ἄνοιξον, ἵνα ὑμνήσω λαμπρῶς, προστασίας Σου, τὸ ἄμετρον καὶ θείας, προνοίας Σου πάντοτε, τὸ ἀδιάπτωτον.
Ἁγίασον ἄχραντε, τοὺς προσκυνοῦντας ἑκάστοτε, τὴν θείαν Εἰκόνα Σου, Παραμυθία πιστῶς, ὑπὲρ ἔννοιαν, ἐκ πειρατῶν ἐφόδου, δεινῆς Βατοπέδιον, τὴν διασώσασον.
Ῥανίδας ἐλέους Σου, καὶ συμπαθείας σταγόνας Σου, ποτὲ ὡς ἐπέσταξας, τοῖς μονοτρόπων χοροῖς, νῦν κραυγάζω Σοι, σεμνὴ Παραμυθία, Θεόνυμφε στάξον μοι, τάχος καὶ σῶσόν με.
Ἀνέλπιστον λύτρωσιν, ἐκ πειρατῶν εὗρον νεύσει Σου, οἱ ᾧδε μονάζοντες, Παραμυθία τὸ πρίν, κἂν ἐπίκραινον, Χριστόν τινες ἐκ τούτων· διὸ ὕμνοις ἕκτοτε, θείοις Σε στέφομεν.
Μητράναδρε Δέσποινα, τῆς εὐσπλαγχνίας κειμήλιον, τοῦ τόκου Σου φεύγουσα, τὴν προτροπὴν συμπαθῶς, διεμήνυσας, Μονῆς τῷ ἡγούμενῳ, ἐχθρῶν τὴν ὀλέθριον, μέλλουσαν ἔφοδον.

Ὁ β’ Κανὼν τῆς Εἰκόνος. Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Συμπάθειαν ἔχουσα μητρικήν, ἐπόμβρησον πᾶσι, οἰκτιρμῶν Σου τὸν γλυκασμόν, ὡς παραμυθία ἡμῶν Κόρη, ἵνα ῥυσθῶμεν πικρᾶς καταθλίψεως.
Πηγὴ συμπαθείας τῆς θεϊκῆς, κεχαριτωμένη, πααραμύθησαι μυστικῶς, ἡμῶν τὰς καρδίας Θεοτόκε, ἵνα ῥυσθῶμεν βελῶν τοῦ ἀλάστορος.
Ὑψίστου ἀνάκτορον παμφαές, φωτὶ τῷ ἀΰλῳ, διασκέδασον ὁλικῶς, δεινῆς ἀθυμίας μου τὸ σκότος, Παραμυθία ἡμῶν καὶ παράκλησις.
Ῥανῖσι τῶν θείων Σου δωρεῶν, Εἰκών Σου ἡ θεία, καταρδεύει πάντας ἡμᾶς, τοὺς πίστει αὐτῇ προσερχομένους, Παραμυθία τῇ Σῇ ἀγαθότητι.
Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑψίστου ναὲ Παραμυθία, ἀστείρευτον φρέαρ οἰκτιρμῶν, Μονὴν τὴν κινδυνεύουσαν, ἐκ πειρατῶν διέσωσας, καὶ θάνατον ἀνέστειλας, τὸν κατ’ ἀζύγων κινούμενον.
Θεοῦ καὶ Υἱοῦ Σου Ὃν ὡς βρέφος, κρατεῖς ἐν ἀγκάλαις ἀγαθή, τὴν θέλουσαν σφραγῖσαί Σου, τὸ στόμα χεῖρα φεύγουσα, τῷ πρώτῳ ὡς φιλάνθρωπος, ἐχθρῶν προσεῖπας τὴν ἔφοδον.
Ἰσχὺς προσφυγὴ παρηγορία, ἐλπὶς καὶ βεβαία ἀρωγή, ὑπάρχεις τοῖς ἑκάστοτε, πιστῶς Σε μακαρίζουσι, Παραμυθία Δέσποινα, Βατοπεδίου θησαύρισμα.
Ἀχείμαστον ὅρμον καὶ λιμένα, πανεύδιον κέκτηνται τὴν Σήν, Εἰκόνα οἱ μονάζοντες, θεοφιλῶς ἐν Ἄθωνι· διὸ αὐτῇ προστρέχουσι, Παραμυθία ἐν κλύδωσι.

Ἕτερος. Οὐρανίας ἁψῖδος.
Ἱλαρότητος χάριν ἡ Σὴ μορφὴ ἄχραντε, ἡ τετυπωμένη Εἰκόνι, τῇ παναγίᾳ Σου, παρέχει ἅπασι, καὶ ψυχικὴν ἀθυμίαν, διαλύει Δέσποινα, τῶν προσιόντων Σοι.
Δὸς κἀμοὶ τῷ Σῷ δούλῳ τῷ ταπεινῷ ἄχραντε, ὡς παραμυθία ἁπάντων, καὶ καταφύγιον, τὴν Σὴν βοήθειαν, ἵνα ῥυσθῶ τῆς μανίας, καὶ τῆς δολιότητος, τοῦ πολεμήτορος.
Ὡς ἐλάλησας πάλαι ὑπερφυῶς ἄχραντε, ἐκ τῆς Σῆς ἁγίας Εἰκόνος, οὕτω νῦν φώνησον, ἐν τῇ καρδίᾳ μου, παραμυθίας τὸν λόγον, ἅπασαν διώκοντα, ἐχθροῦ ἐπήρειαν.
Νέκρωσόν μου Παρθένε τὸ τῆς σαρκὸς φρόνημα, καὶ ζωῆς ἁγίας τῷ πόθῳ, τὸν νοῦν μου πτέρωσον, πρὸς τὰ οὐράνια, καὶ παρακλήσεως θείας, τὴν τεθολωμένην κου, καρδίας πλήρωσον.
Καταβασία.
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.









Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡσεὶ εὐσυμπάθητος Παραμυθία κλεινή, διάσωσον ἅπαντας ἐξ ἀδοκήτων δεινῶν, καὶ βλάβης τοῦ ὄφεως, Σοῦ τοὺς ἀσπαζομένους, τὴν ἁγίαν Εἰκόνα, πόθῳ καὶ τὰς λιτάς Σου, ἐκζητοῦντας πρὸς Κτίστην, καὶ μόνον ζωοδότην Χριστόν, Ὃν ἐσωμάτωσας.
Δόξα. Καὶ νῦν.
Τὴν ποίμνην Σου φύλαττε Θεοκυῆτορ ἁγνή, ἐκ πάσης ἑκάστοτε καταδρομῆς ἐχθρικῆς, τῇ Σῇ ἀγαθότητι· ἔχοντες γὰρ ὡς τεῖχος, τὴν σεπτήν Σου Εἰκόνα, ἥνπερ Παραμυθίαν, καταλλήλως καλοῦμεν, πρὸς ταύτην καταφεύγομεν, ἀεὶ καὶ σῳζόμεθα.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Γέρας πέλει ἡ Εἰκών Σου, καὶ σεπτὸν ἀγαλλίαμα, τῆς Βατοπεδίου, Μάνδρας σεβασμίας τοῦ Ἄθωνος, τῆς ἐν ᾠδαῖς εὐφημούσης εὐσπλαγχνίας Σου, καὶ προνοίας Σου, Παραμυθία τὸ ἄφατον.
Λόγους τῶν ἐμῶν χειλέων, καὶ τὸν πόθον καρδίας μου, δεξαμένη Μῆτερ, ἄξιον τῆς Σῆς ἀντιλήψεως, Παραμυθία τὸν δείλαιόν με ποίησον, ὡς ἂν ᾄδω Σοι· χαῖρε φιλεύσπλαγχνε Δέσποινα.
Ὑπερένδοξε Παρθένε, προμηθείας Σου ῥεύμασι, καὶ φιλάνθρωπίας, ῥείθροις Σου ἀνάψυξον δέομαι, Παραμυθία τοὺς πόθῳ ἀνυμνοῦντάς Σε, καὶ τὴν θείαν Σου, ἐκδεχομένους βοήθειαν.
Κοίμησόν μου τὰς ὀρέξεις, τῆς σαρκὸς καὶ ὁρμήματα, πράϋνον γεώδη, προστασία κόσμου ἀκοίμητε, Παραμυθία βοῶ Σοι, ἀσπαζόμενος, τὴν Εἰκόνα Σου, τὴν ἱερὰν καὶ πανσέβαστον.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Ἰσχὺν θείαν παράσχου μοι, ὦ Παραμυθία Παρθένε Δέσποινα, ὡς ἂν πάσης περιγένωμαι, τοῦ ἐχθροῦ ἀπάτης καὶ σκαιότητος.
Δολερῶν ἐπιθέσεων, ῥῦσαί με Παρθένε τοῦ παναλάστορος, καὶ τὴν λύπην διασκέδασον, τῆς ψυχῆς μου Κόρη τῇ Σῇ χάριτι.
Ἱερὸν παραμύθιον, πέλει ἡ Εἰκών Σου ἡ χαριτόβρυτος, ᾗ προσπίπτοντες λαμβάνομεν, Κόρη εὐφροσύνην τὴν οὐράνιον.
Δεσμοῖς Κόρη με σύνδησον, τῆς τοῦ Σοῦ Υἱοῦ τερπνῆς ἀγαπήσεως, καὶ τὸ ἄλγος παραμύθησαι, τῆς λελυπημένης διανοίας μου.
Καταβασία.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σοῦ, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱνέσεως.




ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐλπὶς καὶ βοήθεια, Παραμυθία πέλουσα, πάντων χριστωνύμων ἱκετῶν Σου, παθῶν κακίστης, αἰχμαλωσίας ἡμᾶς, ἐξάρπασον καὶ τῆς οὐρανῶν, χαρμονῆς ἀξίωσον, ἀπολαῦσαι Σοὺς πρόσφυγας.
Ἰλύος ἀπόπλυνο, παθῶν με ἐπομβρίαις Σου, τῶν σεπτῶν εὐχῶν Παραμυθία, ἵνα ὑμνῶ Σε, ὡς σωτηρίας κρουνόν, καὶ σπεύδω ἑκάστοτε τὸ Σόν, ἔκτυπον ἀσπάσασθαι, τὸ πηγάζον ἰάματα.
Ἀκένωτον τράπεζαν, μακροθυμίας ἔγνωμεν, Σὲ οἱ χοϊκοὶ Παραμυθία· διὸ πλουσίως, ἡμεῖς πιστῶς ἐξ αὐτῆς, ἐσθίοντες θάῤῥος καὶ ἰσχύν, τοῦ Υἱοῦ Σου ἔλεος, ἐκζητῆσαι λαμβάνομεν.
Πληγεὶς ὁ πολύστηνος, ταῖς προσβολαῖς τοῦ δράκοντος, σπεύδω τοῖς ἀόκνοις Σου πρεσβείαις, Παραμυθία καὶ θεραπείαν ζητῶ, ἣν δός μοι ὡς Μήτηρ εὐκλεής, τοῦ Θεοῦ παντάνακτος, καὶ Δεσπότου τῆς κτίσεως.

Ἕτερος. Φώτισον ἡμᾶς.
Ὅλη παμφαής, μυστικῇ ἐπισκιάσει Σου, πέλεις Κόρη ἡ Εἰκών Σου ἡ σεπτή, ἣν Παραμυθίαν, πίστει ὀνομάζομεν.
Ὕψωσον ἡμᾶς, πρὸς ὑψώσεις βίου κρείττονος, τοὺς ζητοῦντας τὴν θερμήν Σου ἀρωγήν, ὡς ἀληθής, παμαμυθία ἡμῶν Δέσποινα.
Χαίρει ἡ Μονή, τὴν Εἰκόνα Σου κατέχουσα, τοῦ Βατοπεδίου τὴν σεπτήν, παραμυθουμένην, Κόρη τοὺς προστρέχοντας.
Ἄνωθεν ἡμᾶς, παραμύθησαι πανάμωμε, νοερᾷ ἐπισκιάσει Σου ἁγνή, καὶ τὸ νέφος, τῶν παθῶν ἡμῶν διάλυσον.
Καταβασία.
Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
















ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ἐκλάμπει πᾶσιν ἡ χάρις Σου, σεμνὴ Παραμυθία ἀείποτε, τοῖς προσπελάζουσι, τῇ παναγίᾳ Εἰκόνι Σου, τὸν ζόφον σβεννυούσῃ, παθῶν καὶ θλίψεων.
Πυξὶς τῆς Σῆς ἀγαθότητος, καὶ γνώμων πρὸς τὸ γένος τὸ βρότειον, τῆς προστασίας Σου, ἡ Σὴ Εἰκὼν πέλει πάντοτς, Παραμυθία Μῆτερ, Θεοῦ περίδοξε.
Εὐήχοις μέλεσι ψάλλομεν, σὺν πᾶσι μοναστῶν τοῖς στρατεύμασι, τοῖς ἐν τῷ Ἄθωνι, Παραμυθία τὴν δόξαν Σου, τὴν ἀῤῥαγῆ Σου σκέπην, καὶ τὴν ἀντίληψιν.
Ἰδού Σοι χαῖρε κραυγάζομεν, ἀεὶ τῇ ῥυομένῃ ἐκ θλίψεων, τὸ Βατοπέδιον, Παραμυθία πανύμνητε, ἐκ τῶν ἐχθροῦ ἐφόδων, καὶ περιστάσεων.

Ἕτερος. Τὴν δέησιν.
Ῥεόντων, τῆς προσπαθείας τὸν νοῦν μου, καὶ τοῦ ἄχθους τῆς πικρᾶς ἀθυμίας, Παραμυθία πανάμωμε Κόρη, ὡς συμπαθείας ἀμέτρητον πέλαγος, ἀπάλλαξον ἐκδυσωπῶ, καὶ χαρᾶς τὴν καρδίαν μου πλήρωσον.
Ἰσχύος, Παραμυθία Παρθένε, ἀναβλύζει θεϊκῆς διαδόσεις, καὶ καταθλίψεις πάσης ἐλαύνει, ἡ παναγία Εἰκών Σου σκοτόμαιναν· διὸ κηρύττομεν ἀεί, τὴν πολλὴν πρὸς ἡμᾶς Σου χρηστότητα.
Ναμάτων, τῶν μυστικῶν ἐπομβρίᾳ, ἀθυμίας καὶ ἀνίας καὶ λύπης, σβέσον καὶ παῦσον τὴν φλόγα εἰς τέλος, Παραμυθία Παρθένε πανύμνητε, καὶ δρόσισόν μου τὴν ψυχήν, ἐν τῇ αὔρᾳ τῆς Σῆς ἀγαθότητος.
Κατεῖδε, τὴν ἀλλαγὴν τῶν προσώπων, ἐν τῇ θείᾳ Σου Εἰκόνι Παρθένε, Βατπεδίου πληθὺς μοναζόντων, καὶ τὴν πολλὴν εὐσπλαγχνίαν Σου ᾔνεσαν· ὅτι διέσωσας αὐτούς, πειρατῶν φοβερᾶς ἐπιθέσεως.
Καταβασία.
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Κοντάκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πρὸ τῆς εἰκόνος σου ὁ Καθηγούμενος, ἑστὼς πανύμνητε καὶ προσευχόμενος, εἶδε τὴν ξένην καὶ φρικτὴν ἀλλοίωσιν τῇ μορφῇ σουθ· καὶ ἐκ τῶν χειλέων σου τῇ πολλῇ εὐσπλαγχνίᾳ σου, ἔλαβε τὸ κέλευσμα ὃ τὴν μάνδραν διέσωσε· διό σοι προσηκόντως βοῶμεν· Χαῖρε σεμνὴ Παραμυθία.
Ὁ Οἶκος.
Τίς ἂν ἐπαξίως ἀνυμνήσῃ τὰς πρὸς ἡμᾶς ἀπείρους Σου εὐεργεσίας, καὶ εὐσπλαγχνίας τὸν πλοῦτον, εὐλογημένη Παντάνασσα; Σὺ γὰρ τὴν τοῦ Βατοπεδίου Μάνδραν ἐξ ὀλεθρίου πειρατῶν ἐφόδου διέσωσας, τῷ ἡγουμένῳ αὐτῆς προσομιλήσασα, καὶ τοῦ Υἱοῦ Σου τὴν δικαίαν ὀργὴν σκεδάσασα. Εὐχαρίστοις οὖν ᾠδαῖς δοξάζομέν Σε Μητρόθεε, καὶ τὴν πάνσεπτον Εἰκόνα Σου ἀσπαζόμεθα, ἀναβοῶντες ἐν πίστει· Χαῖρε, σεμνὴ Παραμυθία.

Μηνολόγιον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός, Σύναξιν τῆς Εἰκόνος τῆς Θεοτόκου κ, τῆς ἐπονομαζομένης «Παραμυθίας», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου.
Παραμυθίαν παρέχει Θεοτόκε,
παντὶ εὐσεβεῖ ἡ ἁγία Εἰκών σου.
Προνοίας Σου νεύσει, Βατοπέδιον πάλαι,
ἐκ βλάβης ἐῤῥύσω, Παραμυθία.
Ἐν τοῖς πάλαι καιροῖς, ἦλθεν ποτὲ τῷ Ἁγιωνύμῳ Ὄρει συμμορία πειρατῶν, ἐπὶ σκοπῷ, τοῦ εἰσελθεῖν ἐντὸς μιᾶς τῶν καλλιτέρων τῶν τοῦ Ἁγίου Ὄρους Μονῶν, ἤτοι τῇ τοῦ Βατοπαιδίου, ἐν ταῖς πρωϊναῖς ὥραις, καθ᾿ ἃς εἰώθασιν ἀνοίγειν τὰς πύλας τῆς Μονῆς, καὶ οὕτω τοὺς μὲν Μοναχοὺς νὰ κατασφάξωσι, τὸν δὲ πλοῦτον τῆς Μονῆς λεηλατήσωσιν.
Ἐλθόντες οὖν οἱ πειραταί, ἀπεβιβάσθησαν περὶ τὸ ἑσπέρας τῇ ξηρᾷ, καὶ ἐκρύβησαν εἰς τοὺς ἐγγὺς τῆς Μονῆς θάμνους. Ἀλλ᾿ ἡ κοινὴ ἔφορος παντὸς τοῦ Ἁγίου Ὄρους, καὶ ταχυτάτη βοήθεια, Ὑπεραγία Θεοτόκος Παρθένος, δὲν παρεχώρησεν ἐκτελεσθῆναι ὁ τῶν ἀθέων βαρβάρων σκοπός· κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν, μετὰ τὴν τοῦ Ὄρθρου ἀπόλυσιν, πάντων τῶν ἀδελφῶν ἀπελθόντων ἐν τοῖς ἑαυτῶν κελλίοις, ὁ τῆς Μονῆς Ἡγούμενος, παρέμεινεν ἐν τῷ ναῷ, ἐξακολουθῶν τὰς ἰδίας προσευχάς, ὅτε ἀκούει αἴφνης φωνῆς ἐκ τῆς Εἰκόνος τῆς Θεομήτορος λεγούσης· Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς, ἀλλ᾿ ἀναβάντες ἐπὶ τῶν τειχῶν, ἀποδιώξατε τοὺς πειρατάς. Ἐκπλαγεὶς ἐπὶ τῷ ἀκούσματι ὁ Ἡγούμενος, ἐνητένισε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τῆς ἁγίας Εἰκόνος, ἐξ ἧς ἠκούσθη ἡ φωνή, καὶ ἀμέσως φανεροῦται αὐτῷ ἐκπληκτικώτερον θέαμα· ὁρᾷ ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον ἐγένετο ζῶν, ὡσαύτως καὶ τὸ τοῦ ὑπ᾿ αὐτῆς βασταζομένου βρέφους Ἰησοῦ· τὸ δὲ προαιώνιον βρέφος, ἐκτεῖναν τὴν ἑαυτοῦ δεξιάν, καὶ ἐκκαλύπτον δι᾿ αὐτῆς τὰ χείλη τῆς θείας αὐτοῦ Μητρός, ἔστρεψε πρὸς ἑαυτὴν τὸ θεῖον αὐτοῦ πρόσωπον καὶ εἶπε· «Μὴ Μῆτέρ μου, μὴ εἴπῃς αὐτοῖς τοῦτο, ἀλλὰ τιμωρηθήτωσαν οὗτοι πρεπόντως». Ἀλλ᾿ ἡ Θεομήτωρ, ἐπιμελουμένη, ἵνα περικρατήσῃ διὰ τῆς ἑαυτῆς χειρός, τὴν χεῖρα τοῦ Υἱοῦ καὶ Θεοῦ αὐτῆς, καὶἐκκλίνουσα δεξιόθεν ἐξ αὐτοῦ τὸ ἑαυτῆς πρόσωπον, ἐξεφώνησεν αὖθις τοὺς αὐτοὺς ἐκείνους λόγους· «Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς κ.τ.λ.».
Συσχεθεὶς φόβῳ διὰ τὸ φρικτὸν τοῦτον θαυμάσιον ὁ Ἡγούμενος, συνεκέντρωσε πάραυτα τὴν Ἀδελφότητα καὶ διηγήσατο αὐτοῖς τὰ συμβάντα, καὶ τοὺς πρὸς αὐτὸν λόγους τῆς Θεομήτορος, ἅμα καὶ τοὺς λόγους οὓς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπηύθυνεν αὐτῇ. Παρατηρήσαντες δὲ πάντες ἐν ἐκπλήξει καὶ θαυμασμῷ εἶδον ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον καὶ τὸ τοῦ Κυρίου Ἰησοῦ ὡς καὶ ἅπασα ἡπεριγραφὴ καὶ ὁ σχηματισμός τῆς Εἰκόνος ἐκείνης, ἔλαβον ἄλλον σχηματισμόν, ὅλως ἐναντίον τῆς πρώτης αὐτῶν θέας. Ἀπέδωκαν δὲ ἐν πολλῇ εὐγνωμοσύνῃ εὐχαριστίαν καὶ αἶνον πάντες οἱ Μοναχοὶ τῇ Κυρίᾳ Θεοτόκῳ διὰ τὴν σωτηριώδη πρόνοιαν καὶ προστασίαν αὐτῆς, δοξάσαντες ἐν ταπεινώσει τὸν δι᾿ αὐτῆς ἐλεοῦντα ἡμᾶς φιλάνθρωπον Σωτῆρα καὶ Κύριον. Εἶτα ἀνῆλθον ἐπὶ τὰ τείχῃ, καὶ διὰ τῶν ἐκεῖσε εὑρισκομένων ὅπλων καὶ μέσων, ἀπέκρουσαν τὴν τῶν πειρατῶν ἔφοδον.
Ἔκτοτε μέχρι τοῦ νῦν, ἡ θαυματουργὸς αὕτη Εἰκὼν τῆς Θεομήτορος τυγχάνει γνωστὴ ὑπὸ τὸ ὄνομα Παραμυθία· ὁ δὲ σχηματισμὸς τῶν προσώπων, τῆς τε Θεοτόκου καὶ τοῦ Κυρίου, ἔμειναν οὕτως, ἐν τῇ στάσει τῇ σχηματισθείσῃ ἐν τῇ τρίτῃ ἐκφωνήσει τῇ ὑπὸ τοῦ Ἡγουμένου ἀκουσθείσῃ, ὡς ἐξῆς· Ἡ θεία Μήτηρ ἐκκλίνουσα δεξιόθεν τὸ πρόσωπον αὐτῆς, ἐκ τῆς ἐκτεινομένης δεξιᾶς τοῦ προαιωνίου αὐτῆς βρέφους καὶ Κυρίου, σπουδάζει ἀπομακρύνας αὐτὴν ἐκ τοῦ στόματος αὐτῆς, ὡς ἂν ἐλευθέρως γνωρίσῃ τοῖς ἐκλεκτοῖς αὐτῆς δούλοις τὸν ἐπικείμενον κίνδυνον.
Ἡ θαυματουργὸς αὕτη Εἰκὼν εὕρηται ἐν τῷ Παρεκκλησίῳ τῆς Θεοτόκου τῆς «Παραμυθίας», ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ χοροῦ· καὶ τὸ μὲν πρόσωπον τῆς Ἀειπαρθένου Θεοτόκου, ἐκφράζει ἱλαρότητα, συμπάθειαν καὶ ἀγάπην, τὸ δὲ βλέμμα πνέει ἐπιείκειαν, πραότητα καὶ εὐσπλαγχνίαν· ἐπὶ δὲ τῶν χειλέων αὐτῆς ἐπαναπέπαυται μειδίαμα σεμνόν, προσφώνημα καὶ παρηγορία, διὸ καὶ προσφυῶς κέκληται «Παραμυθία», ὡς παραμυθουμένη πάντας τοὺς προσερχομένους αὐτῇ.
Τὸ δὲ πρόσωπον τοῦ προαιωνίου βρέφους καὶ Θεοῦ δὲν εἶναι τοιοῦτον, ἀλλ᾿ εἶναι ἀπειλητικόν, ἡ κίνησις τῆς ὀργῆς παρίσταται ἐν πάσαις ταῖς γραμμαῖς αὐτοῦ, τὸ δὲ βλέμμα πλῆρες αὐστηρότητος καὶ ἀδυσωπήτου κρίσεως, τοσοῦτον ὥστε δυνάμεθα εἰπεῖν, ὅτι αἱ χαρακτηριστικαὶ αὗται γραμμαὶ τῶν θείων τούτων προσώπων, τοῦ τε προαιωνίου βρέφους, τοῦ Θεοῦ καὶ Κριτοῦ τῶν ἁπάντων ζώντων τε καὶ τεθνεώτων, καὶ τῆς μητρικῆς ἀγάπης τῆς προστάτιδος καὶ προστασίας πάντων τῶν μετ᾿ ἀδιστάκτου πίστεως ἐπιζητούντων τὴν οὐράνιον αὐτῆς σκέπην Κυρίας ἡμῶν Θεοτόκου, τυγχάνουσι τῇ γραφίδι τοῦ ζωγράφου, δυνάμεθα εἰπεῖν ἄληπτα, καὶ ἰδίᾳ αἱ γραμμαὶ τῆς ὄψεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεόφυτος, ὁ προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Νεόφυτος Παρθένου πέλων φίλος,
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ.
Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις,
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Οὗτος ἦν κατὰ τοὺς χρόνους τοῦ δυσσεβοῦς Κώνσταντος ἀπογόνου Ἡρακλείου. Ταῖς μεγίσταις οὖν τιμαῖς ὑπὸ τῶν πρώην βασιλέων δεξιωθείς, καὶ ἱκανὸς ὢν ἐν ταῖς πολιτικαῖς διοικήσεσι τὰ πρακτέα ὑφηγεῖσθαι, διὰ λόγων καὶ τρόπων, καὶ τὴν ἀπὸ τοῦ χρόνου σύνεσιν, εἰς τὸ Πρωτοασηκρήτου προεβιβάσθη ἀξίωμα, καὶ βουλῆς τοῖς βασιλεῦσι γέγονε κοινωνός.
Ἐπεὶ δὲ ἡ πονηρά, καὶ ἔκφυλος δόξα τῶν μίαν θέλησιν φρονούντων καὶ δυσσεβῶς ἐπεκράτει, ὅσον ἐπ’ αὐτοῖς τὴν μίαν τῶν δύω φύσεων ἀναιρούντων, καὶ διατάγματά τινα τὴν κακοδοξίαν κρατύνοντα, κατὰ τὴν ἀγορὰν ἐπόμπευε, καὶ ἐπὶ τῆς Μεγάλης προὔκειτο Ἐκκλησίας, οὐκ ἀνασχόμενος τῇ τῶν ἀσεβῶν κοινωνίᾳ συνασεβεῖν, ἀφεὶς τὰς κοσμικὰς ἀρχάς, εἵλετο μᾶλλον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεῤῥίφθαι, ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν κατοικεῖν. Καὶ καταλαβών, τὸ ἐν Χρυσουπόλει Μοναστήριον, τὴν κόμην ἀπέθετο, οὗ καὶ καθηγητὴς ὕστερον γέγονεν. Εἶτα, θείῳ ζήλῳ ὥς περ ὑπὸ πυρὸς ἐξαφθείς, τὴν πρεσβυτέραν Ῥώμην κατέλαβε, καὶ Πάπαν τὸν μακαριώτατον Μαρτῖνον, τοπικὴν συναθροῖσαι Σύνοδον, καὶ ἀναθεματίσαι τοὺς ἀρχηγοὺς τοῦ δυσσεβοῦς δόγματος, τῶν μίαν ἐπὶ Χριστοῦ θέλησιν ληρῳδούντων, παρέπεισεν. Ἀλλὰ καὶ εἰς ἔλεγχον τῶν οὕτω φρονούντων, λόγους γράψας καὶ ἐπιστολάς, λογικαῖς ἀποδείξεσι καὶ γραφικαῖς τῆς καθ’ ἡμᾶς πίστεως τὴν ἀκρίβειαν βεβαιούσας, συνθείς, πανταχοῦ τῆς οἰκουμένης ἐξέπεμψεν.
Ἀναζεύξας δὲ ἀπὸ Ῥώμης μετὰ τῶν δύω Ἀναστασίων, τῶν μαθητῶν αὐτοῦ, εἰς εὐθύνας παρὰ τῆς Συγκλήτου καθίσταται, ὁμοδοξούσης τῇ τοῦ βασιλέως αἱρέσει. Καὶ πάντων ὑπεικόντων τῷ βασιλεῖ, αὐτός τε ἀνθίσταται, καὶ τοὺς ἄλλους εἰς ἀποστασίαν κινεῖ, ἐναντία διὰ τῶν ἐπιστολῶν φρονεῖν μεταπείθων αὐτούς. Ἐπὶ τούτῳ πέμπεται ἐν φρουρᾷ κατὰ τὴν Θράκην. Καὶ ἐπιμένων τῇ Ὀρθοδόξῳ πίστει, τὴν χεῖρα καὶ τὴν γλῶτταν ἀκρωτηριάζεται. Κἀκεῖθεν εἰς ὑπερορίαν κατὰ τὴν Λαζικὴν πέμπεται. Ἔνθα ἐπὶ τρισὶ χρόνοις διαγαγών, καὶ ταῖς οἰκείαις τοῦ σώματος χρείαις αὐτὸς ὑπηρετησάμενος, καὶ πλήρης ὢν ἡμερῶν, μικρὸν νοσήσας, ἀνεπαύσατο ἐν Κυρίῳ καὶ κατετέθη ἐν τῇ Μονῇ τοῦ Ἁγίου Ἀρσενίου, ἐν αὐτῇ τῇ χώρᾳ τῶν Λαζῶν, πολλὰς θαυμάτων ἐνεργείας καθ’ ἑκάστην ποιῶν.
Λέγεται δέ, μετὰ τὴν ἐκτομήν, αὖθις ὑπὸ Θεοῦ παραδόξως ἀποκαταστῆναι τὴν γλῶτταν, καὶ τρανῶν φθέγγεσθαι, μέχρις ἂν ἐν βίῳ ὑπῆρχε. Τῶν δὲ δύω αὐτοῦ μαθητῶν, ὁ μὲν πρεσβύτερος Ἀναστάσιος, ἴσα τῷ διδασκάλῳ τὴν χεῖρα τμηθεὶς μακρὰν ἐξωρίσθη, ὁ δὲ νεώτερος Ἀναστάσιος, ἔν τινι τῶν κατὰ Θράκην φρουρίων πεμφθείς, τὸν βίον κατέλυσε.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς.
Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαυΐδ λέγει,
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Αὕτη, ὑπῆρχεν ἐκ πόλεως Ῥώμης, γένους λαμπροῦ. Αὕτη πρόσφορον ἔχουσα τὸν βίον τῷ ὀνόματι, πολλὰς γυναῖκας πρὸς αὐτὴν ἀπιούσας, ἐδίδασκε τὸν λόγον τῆς ἀληθείας καὶ τὸν Χριστόν, Θεὸν γινώσκειν προετρέπετο, καὶ Αὐτῷ μόνῳ λατρεύειν. Τούτων εἰς ἀκοὰς ἐλθόντων τοῦ ἄρχοντος ἁρπάζεται εὐθέως. Καὶ παρασταθεῖσα, προετρέπετο θύειν, ἤ, εἰμὴ θύσῃ, εἰς πορνεῖον ἀπάγεσθαι. Ἡ δέ, ἔλεγε· Οὔτε τοῖς θεοῖς σου θύσω, οὔτε περὶ τοῦ πορνεῦσαι μέλει μοι. Θαῤῥῶ γὰρ τῷ Θεῷ μου, ὅτι ἐκφεύξομαι αὐτῶν, βοηθουμένη ὑπ’ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ παράνομος ἄρχων, ἐκάλει τὸν πορνοβοσκόν, καὶ παρεδίδου τὴν φερώνυμον Ἁγνήν, πομπεύειν, μετὰ ἐνδύματος ἑνός, εἰς ἔνδειξιν, προστάξας. Ὡς δὲ παρέστη εἰς τὸ τοῦ σατανᾶ ἐργαστήριον, καὶ προσήει ἕκαστος ἐξυβρίσαι βουλόμενος, μηδενὸς κωλύοντος, ἀλλὰ μᾶλλον ἐπιτρεπομένων πάντων, ἀδεῶς καὶ ἀπερισκέπτως ταύτῃ προσέρχεσθαι, εὐθὺς ἀπενάρκουν, καὶ τὴν ἐπιθυμίαν ἠμβλύνοντο, καὶ ὡς νεκροὶ διέκειντο. Τότε τις, οἷα φρονῶν μέγα, ἀλαζών, καὶ τοὺς εἰσιόντας ὀνειδίζων, ὥς τις θηλυμανὴς ἵππος εἰσελθών, μετὰ πολλοῦ τοῦ θράσους προσήγγισε τῇ Ἁγίᾳ παρθένῳ. Καὶ παραχρῆμα γέγονεν ἄπνους, καὶ εἰς γῆν κατέπεσεν. Πλείστης δὲ ὥρας διελθούσης εἷς τῶν ἐκεῖ παρόντων ἀνεβόησε λέγων· Μεγάλη ἡ πίστις τῶν Χριστιανῶν. Εἰσελθόντων δὲ καὶ τῶν λοιπῶν· Μεγάλη ἡ τοῦ Χριστοῦ δύναμις· μιᾷ φωνῇ πάντες ἐβόησαν.
Ταῦτα μαθὼν ὁ ἄρχων, παρέστησε τὴν Ἁγίαν, ἤγαγον δὲ καὶ τὸν νεκρὸν ἔμπροσθεν αὐτοῦ καὶ φησί· Λέγε πονηρὸν γύναιον, πῶς τὸν νεανίσκον ἀπέκτεινας. Καὶ ἡ Ἁγία ἔφη· Ὅτε ἐκέλευσας ἐνυβρισθῆναί με, ἐπαγομένης μου, συνηκολούθησέ μοι τὶς νεανίας λευχειμονῶν, καὶ εἰσελθών, ἵστατο παρ’ ἐμοί, ὃς καὶ τὴν τῶν νέων ἐπιθυμίαν ἀμβλύνων διετέλει, καὶ τὸν ἄνδρα τοῦτον, ὃν νεκρὸν ὁρᾷς, ὕστερον προσελθόντα μετὰ ἀλαζονείας καὶ θράσους, πρὶν ἄψασθαί μου, πρὶν ῥίψαι φωνήν, τοιοῦτον εἰργάσατο, οἷον βλέπεις ἄρτι. Ὁ ἄρχων φησί· Καὶ τίς οὗτος; Ἡ Ἁγία εἶπεν· Ὁ Κύριος καὶ Θεός μου ἀπέστειλε τὸν Ἄγγελον Αὐτοῦ, ὕβριν γενέσθαι κατ’ ἐμοῦ κωλύονται. Καὶ ὁ ἄρχων· Εἰ τοίνυν βούλει ἡμᾶς πεῖσαι, ὅτι ἀλήθειαν λέγει, παρακάλεσον τὸν Θεόν σου καὶ ἀνάστησον αὐτόν. Τότε ἡ Μάρτυς, τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα, καὶ προσευξαμένη, ἀνέστησε παραυτίκα τὸν νεκρόν. Καὶ ἐξέστησαν ἅπαντας ἐπὶ τῷ παραδόξῳ τούτῳ θαύματι. Καὶ αὐτὸς ὁ ἄρχων καὶ πολλοὶ ἀνέκραξαν· Μεγάλη ἡ δύναμις τῶν Χριστιανῶν, καὶ μέγας ἐν ἀληθείᾳ, ὁ Θεὸς τῆς εὐγενεστάτης γυναικός.
Τινὲς δὲ τῶν δυσσεβῶν καὶ ἀκαθάρτων ἐβόησαν πρὸς τὸν ἄρχοντα· Ἆρον αὐτὴν ἐκ μέσου, ὅτι διὰ μαγγανείας ποιεῖ, ἃ δοκεῖ ποιεῖν ἐξαίρετα. Τότε πυρίκαυστον γενέσθαι τὴν Ἁγίαν προσέταξεν. Ἀναφθείσης δὲ μεγάλης φλογός, ἡ Ἁγία, κατασφραγισαμένη ἑαυτήν, εἰσῆλθε θαρσαλέως ἐν τῷ μέσῳ. Καὶ τὴν εὐχὴν ἐπὶ στόματος ἔχουσα, ἀνέδραμε πρὸς Κύριον, τὸ σῶμα καταλιποῦσα. Μετὰ δὲ τὸ καταπαῦσαι τὴν πυράν, φιλόχριστοί τινες, ἐν κρυπτῷ λαβόντες τὸ τίμιον αὐτῆς λείψανον, ἐντίμως ἐκήδευσαν, δοξάζοντες τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷά περ θάλος.
Οὗτος ἦν ἐκ Νικαίας τῆς κατὰ Βιθυνίαν, παῖς εὐσεβῶν καὶ Χριστιανῶν γεννητόρων, Θεοδώρου καὶ Φλωρεντίας, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Εὐθὺς δὲ ἐν ἀρχῇ τοῦ βίου, ἧν χάριτος πλήρης Θεοῦ. Ἕννατον γὰρ ἔτος ἄγων τῆς ἡλικίας, μετὰ τῶν παίδων, οἷς ἐπὶ μαθήμασι γραμμάτων συνῆν, προσηύχετο, καὶ ταῦτα παραδόξως διέτρεφε. Καὶ καταπτᾶσα περιστερά, τὴν κλίνην αὐτοῦ περιΐπτατο, ἀνθρωπίνως δὲ φθεγξαμένης αὐτῆς, ἐπεὶ ἡ τοῦ Ἁγίου μήτηρ τῷ δέει ἐξέθανε, ταύτην αὐτὸς διὰ προσευχῆς ἤγειρε. Τὸ δὲ ὄρος τοῦ Ὀλύμπου καταλαβών, εἰς ἕν τῶν σπηλαίων εἰσέδυ, ἔνθα ἡ ὁδηγοῦσα αὐτὸν περιστερά, ἔδειξε εἰσελθεῖν. Καὶ τὸν ἐν αὐτῷ θηρίου ἀποδιώξας, ἐποιεῖτο ἐκεῖσε τὴν οἴκησιν, ὑπὸ Ἀγγέλου τρεφόμενος.
Τοῦ δὲ ἑνδεκάτου ἔτους ἐπιβάς, δι’ ἀποκαλύψεως, ἐκ τοῦ ὄρους κατῆλθε, καὶ τοὺς γεννήσαντας ἀσπασάμενος, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς χορηγήσας τοῖς ἐνδεέσι, πάλιν τὸ ὄρος καταλαβών, τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡλικίας αὐτοῦ, παρέστη τῷ ἡγεμόνι Δεκίῳ, δι’ ἐπικουρίας Ἀγγέλων τὴν πρὸς αὐτὸν ποιούμενος κάθοδον, ὅθεν διὰ τὴν ἀπροσδόκητον παῤῥησίαν, πρῶτον μαστίζεται, εἶτα εἰς κλίβανον πυρὸς ἐμβάλλεται. Σωθεὶς δὲ τῇ τοῦ Χριστοῦ χάριτι, θηρίοις ἀφίεται. Ἐπεὶ δὲ τῆς ἁπάντων ἀβλαβὴς διέμεινε λύμης, ἐπιπεσόντος βαρβάρου τινός, ἀναιρεῖται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζωσίμου, Ἐπισκόπου Συρακούσης Σικελίας.
Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου,
Ὧι καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Οὗτος ἐγένετο ἀπὸ Σικελίας, υἱοὺς γονέων πιστῶν καὶ εὐλαβῶν, καὶ ἐν αὐταρκείᾳ βιούντων, οἵ τινες εἶχον κτῆμα πλησίον Λουκίας τῆς παρθένου. Ὅτε δὲ ἐγεννήθη ὁ Ζώσιμος, καὶ ἀπεγαλακτίσθη, ἐδόθη δῶρον τῇ Ἁγίᾳ Λουκίᾳ, καὶ οὗτος καὶ τὸ κτῆμα. Ἐν τῇ Μονῇ οὖν ἀνατραφείς, γέγονε προσμονάριος τῆς θήκης τῆς Ἁγίας. Καὶ τότε ἀπελθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, οὐδὲ πρὸς μικρὸν συνεχωρήθη διατρίψαι αὐτὸν μετ’ αὐτῶν, ἀλλ’ εὐθέως ἀντεπέμφθη πρὸς τὸν ναὸν τῆς Ἁγίας, εἰπόντων αὐτῷ τῶν γονέων· Ὅτι ἐκεῖ ὀφείλεις εἶναι, ὅπου καὶ ἀφιερώθης. Τριάκοντα δὲ ἔτη ποιήσας ἐν τῇ Μονῇ, ἐγένετο ἡγούμενος ἐν αὐτῇ. Εἶτα γέγονε καὶ ἐπίσκοπος τῆς πόλεως Συρακούσης, ὑπὸ Θεοδώρου Πάπα Ῥώμης. Καὶ καλῶς ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ λογικὸν ποίμνιον, καὶ πολλοὺς ἐπιστρέψας ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ κακίας εἰς ἀρετήν, ἐν εἰρήνῃ ἐκοιμήθη, ζήσας ἔτη πεντήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.
Κἂν Εὐγένιος ἀπέπτη τοῖς ἄνω,
Τοῖς ἐν γῇ βλύζει χάριν θαυμάτων.
Τὸν Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα,
Δι᾿ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Οὗτοι, ἤθλησαν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ Λυσίου δουκός. Ἐν γὰρ τοῖς ὄρεσι κρυπτόμενοι κρατοῦνται ὑπὸ Λυσίου. Καὶ ὁμολογήσαντες τὸν Χριστόν, ἐξορίζονται ἐν στενοχώρῳ χωρίῳ τῆς Λαζικῆς χώρας, Πιτυοὺς καλουμένῳ, ἐκεῖθέν τε εἰς Τραπεζοῦντα ἄγονται καὶ ἐκεῖ καταξαίνονται τὰς σάρκας. Εἶτα ἀναρτηθέντες σιδηροῖς ὄνυξι σπαράσσονται καὶ λαμπάσι πυρὸς καταφλέγονται.
Ὡς δὲ πρηνεῖς κατέπεσον οἱ αἰκίζοντες αὐτοὺς δήμιοι, ταραχθεὶς ὁ ἡγεμὼν φρουρεῖσθαι τοὺς Ἁγίους προσέταξε. Μετὰ δέ τινας ἡμέρας κρατηθείς, καὶ ὁ Ἅγιος Εὐγένιος (ἀνεύρετος γὰρ ἦν ἔτι) καὶ τὸν Χριστὸν καὶ αὐτὸς ὁμολογήσας, ἐτύφθη ἀνηλεῶς.
Ἀπελθὼν οὖν μετὰ τοῦ ἄρχοντος εἰς τὸν τῶν εἰδώλων καὶ εὐξάμενος πεσεῖν ἐποίησε πάντα τὰ εἴδωλα καὶ συντριβῆναι ὡσεὶ κονιορτόν. Διὸ καὶ σχοινίοις διαταθείς, ῥοπάλοις ἀδροῖς τύπτεται. Εἶτα ἀναρτᾶται καὶ τὰς πλευρὰς σιδηροῖς ὄνυξι εὐτόνως ξέεται καὶ λαμπάσι πυρὸς κατακαίεται, ἅλμῃ σὺν ὄξει δριμυτάτῳ περιαντλούμενος. Εἶτα καμίνῳ κεκαυμένῃ, ὁμοῦ πάντας τοὺς Ἁγίους ἐμβάλλουσιν, ἐξ ἧς ῥυσθέντες, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.
Στεῤῥῶν Ἀθλητῶν τεσσάρων φωνὴ μία·
Ἡμῖν τὸ θνήσκειν ἐκ ξίφους εὐθυμία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀναστασίου τοῦ Μάρτυρος, μαθητοῦ τοῦ Ὁσίου Μαξίμου τοῦ Ὀμολογητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πατρόκλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ἁγίων Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπολλωνίου τοῦ Ἀναχωρητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαβριήλ, καὶ Σιωνίου καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Φῶς μέγα ὁ Μάξιμος ἐνθέῳ λόγῳ,
ἐν Ῥωσσίᾳ ἔλαμψεν Χριστοῦ εἰς δόξαν.
Εἰκάδι πρώτῃ Μάξιμος μεγαλήτωρ ἐς πόλον ἔβη.
Οὗτος ἤκμασε τῷ ΙΣΤ΄ αἰῶνι. Γεννηθεὶς ἐν Ἄρτῃ τῆς Ἠπείρου ἐκ γονέων εὐσεβῶν τοὐπίκλην Τριβόλη, ἀνήχθη ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐπιδοθεὶς εἰς ἐκμάθησιν τῆς κρείττονος γνώσεως, ἐγένετο κάτοχος ἀμφιλαφοῦς σοφίας, μεταβὰς πρὸς τοῦτο ἐν τῇ Ἑσπερίῳ λήξει. Ἐπανακάμψας, ἐπόθησεν ὑπελθεῖν τὸν τοῦ Κυρίου ζυγόν. Καὶ καταλαβὼν τὸ Ἁγιώνυμον Ἄθω, ἐσκήνωσε ἐν τῇ ἐκεῖσε περιωνύμῳ τοῦ Βατοπεδίου Μονῇ, ἔνθα ἐπὶ δεκαετίαν ἐπεδόθη τῇ ἀσκήσει καὶ τῇ τῶν θείων μελέτῃ. Ἐν τῇ τοῦ Βατοπεδίου ἱερᾷ ἀσκούμενος Μονῇ, καὶ τῇ μελέτῃ καὶ προσευχῇ σχολάζων, πλείσταις ἀποστολαῖς διέπρεψεν, ὑπείκων τῇ τῶν Πατέρων ἐντολῇ, ἐπ’ ὠφελείᾳ τοῦ πλησίον. Τὴν γὰρ Μακεδονίαν ἐπεσκέψατο, καὶ τὴν Ἤπειρον διέδραμε, καὶ τὰς Ἑλληνίδας νήσους ἐπῆλθεν, ἀποστολικῷ ζήλῳ πυρούμενος, καὶ τοὺς τῇ φοβερᾷ καὶ πικροτάτῃ δουλείᾳ τῶν τῆς Ἄγαρ ἀπογόνων στένοντας καὶ μικροῦ δεῖν ἐκλίποντας, λόγοις παρηγορίας παρεμυθεῖτο καὶ θάῤῥος καὶ δύναμιν παρεῖχε. Καὶ συνελόντι φάναι, τοὺς πάντας ἐστήριζε καὶ ἐβεβαίου τοῖς Ὀρθοδόξοις δόγμασιν ἐμμένειν ἀπαρατρέπτως, καὶ ἀποστρέφεσθαι τὴν τῶν Ὀθωμανῶν δυσσέβειαν καὶ τὴν τῶν Λατίνων ἐρεσχελίαν καὶ ἀπόνοιαν καὶ πλάνην. Ἀλλὰ καὶ ἐν Αἰγύπτῳ καὶ Δακίᾳ εὐαγγελικῶς διέλαμψεν, ὡς μαρτυρεῖται, ὡς τοῦ Εὐαγγελίου μυσταγωγός, καὶ κήρυξ.
Κληθεὶς ὑπὸ τοῦ ἡγεμόνος τῆς Ῥωσσίας Βασιλείου, μετέστη ἐκεῖ, ὑπακούσας τῷ θείῳ θελήματι, πλήρης πνευματικῶν καρπῶν, καὶ παρέσχε μεγίστην ὠφέλειαν διὰ τοῦ λόγου τῆς χάριτος καὶ τῆς πανσόφου διδασκαλίας τῇ ἐκεῖ Ἐκκλησίᾳ καὶ τῷ Ῥωσικῷ λαῷ, συνεχομένῳ δεισιδαιμονίαις πλείσταις καὶ ἀτόπῳ λατρείᾳ καὶ τύποις ἀκαίροις, ὃν καὶ ὡδήγησε πρὸς τὴν εὐθεῖαν τῆς εὐσεβείας ὁδόν, ἀποκαθάρας καὶ τὰς ἐκκλησιαστικὰς δέλτους.
Πάντα γὰρ ταῦτα, θείῳ σθένει ῥωννύμενος, πλείστοις κόποις καὶ ταλαιπωρίαις καὶ θλίψεσι διεξήγαγεν, ἀφορῶν πρὸς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.
Φθονηθεὶς ὑπὸ ψευδαδέλφων, ὑπέστη διωγμοὺς καὶ ταλαιπωρίας δεινάς, καὶ δεσμὰ πικρά, καὶ πολυχρόνιον σκοτεινὴν ἐγκάθειρξιν, ἃ μεγαλοψύχως ἀνδρειοτάτῃ καρδίᾳ ὑπήνεγκε μαρτυρικοῖς στίγμασι καλλωπισθείς. Καὶ οὕτως ἀνύσας τὸν τῆς εὐσεβείας μέγαν ἀγῶνα ἀπήλθε πρὸς Κύριον, κοιμηθεὶς τὸν ὅσιον ὕπνον τῇ ΚΑ΄ Ἰανουαρίου τοῦ ἔτους ᾳφνστ (1556) καὶ ἀναδειχθεὶς μέγας φωτιστὴς τῶν Ῥώσσων, καὶ θεῖος διδάσκαλος καὶ ἱερὸς ὁδηγὸς καὶ φωταγωγὸς κλήρου καὶ λαοῦ πρὸς τὴν ἀκριβῆ καὶ ἀλάθητον Ὀρθόδοξον ἡμῶν πίστιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίμωνος, τοῦ ἐνοίκου τῆς ἐρήμου, ἐν τῷ Ναδέγεβ τῆς Ῥωσσίας.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.





ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Σβέσον καύσωνα τῆς φαύλης συνηθείας μου ἀτοπημάτων μου, καὶ ψυχοφθόρου ὀργῆς, ψεκάσιν ἐντεύξεων, τῶν Σῶν πρὸς Κύριον, Μητροπάρθενε, Παραμυθία ἵνα Σε, εἰς αἰῶνας μεγαλύνω.
Μακαρίζομεν Παραμυθία πάνσεπτε ἀζύγων δῆμοί Σε, Βατοπεδίου Μονῆς, καὶ πόθῳ ἑκάστοτε, κατασπαζόμεθα, τὴν Εἰκόνα Σου, ἐκ πειρατῶν τὴν σώσασαν, πάλαι τοῦτο τὸ σεμνεῖον.
Ὁ συνέχων με θανάτου ἀπελήλαται ζόφον τῇ θείᾳ Σου, ἐπισκοπῇ ἀγαθή· διὸ ἀτενίζων Σοι, Παραμυθία μου, ἱκετεύω Σε· τῆς οὐρανῶν ἀξίωσον, Βασιλείας τὸν Σὸν δοῦλον.
Ἰατρεῖόν Σε ἀδάπανον γινώσκομεν Θεογεννήτρια, Παραμυθία κλεινή, οἱ ᾧδε μονάζοντες, σεμνῶς καὶ σπεύδομεν, τὴν Εἰκόνα Σου, πανευλαβῶς τὴν πάντιμον, καὶ ἁγίαν προσκυνῆσαι.

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀμβροφόρε νεφέλη ὁ ὀμβρήσασα κόσμῳ ζωὴν αἰώνιον, τῆς θείας εὐφροσύνης, τὸν ζωηφόρον ὄμβρον, Θεοτόκε ἐπόμβρησον, Παραμυθία ἁγνή, τοῖς στένουσιν ἐν λύπαις.
Ῥάβδῳ θείᾳ Παρθένε, τῆς θερμῆς Σου πρεσβείας καὶ ἀντιλήψεως, ἀπέλασον ὡς κῦνα, ματαίως ὑλακτοῦντα, κατ’ ἐμοῦ τὸν πολέμιον, Παραμυθία ἁγνή, ἀνθρώπων εὐφροσύνη.
Ἡ γλυκεῖά Σου ὄψις, ἐν τῇ θείᾳ Εἰκόνι Σου παναμώμητε, χαρᾶς καὶ εὐφροσύνης, πληροῖ πᾶσαν καρδίαν, καὶ πρὸς αἶνον τῆς δόξης Σου, Παραμυθία ἁγνή, τοὺς πάντας διεγείρει.
Γέρας θεῖον πλουτοῦσα, καὶ πηγὴν συμπαθείας Παρθένε ἄχραντε, Μονὴ Βατοπεδίου, τὴν θείαν Σου Εἰκόνα, πάσης θλίψεως ῥύεται, καὶ ὀνομάζει αύτην, Παραμυθίαν Κόρη.
Καταβασία.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.












ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Θλίψεων ἐκ πάντων τὴν ψυχήν μου, καὶ βλάβης τοῦ πονηροῦ Βελίαρ λύτρωσαι, φιλανθρώπως Δέσποινα, δρῶσα ἡ τὰ δάκρυα, ἐμοῦ οὐ παραβλέπουσα, ἀλλὰ σπογγίζουσα, πρεσβειῶν Σου, μάκτρῳ πρὸς τὸν Κύριον, καὶ Δεσπότην αὐτὰ προσκομίζουσα.
Ἔπλησας ἀφάτου θυμηδίας, τὸν δῆμον τῶν μοναστῶν τῶν ᾧδε Ἄνασσα, ἀσκουμένων λέγουσα, πάλαι τὰ συμφέροντα, αὐτοῖς ὢ ξένου θαύματος! Διὸ νῦν κράζομεν· τῆς καρδίας, κατηφὲς τῶν δούλων Σου, εὐφροσύνης ἀῤῥήτου Σὺ πλήρωσον.
Ὅρμος γαληνότατος ὑπάρχεις, καὶ φρούριον παναμώμητε ἀχείρωτον, σκέπη καὶ κραταίωμα, τῶν καταφευγόντων Σοι, Παραμυθία δούλων Σου, ἐν περιστάσεσι, κατωδύνοις, καὶ ὑμνούντων Κύριον, καὶ Υἱόν Σου Ὃν μέλπουσιν Ἄγγελοι.
Τὰς πρὸς τοὺς ἱκέτας Σου ἐκφάνσεις, εὐνοίας τῆς Σῆς κηρύττομεν ἀείποτε, καὶ φωνῇ Παντάνασσα, στεντορείᾳ κράζομεν· ὡς πάλαι Βατοπέδιον, ἐῤῥύσω τάχιστα, ἐξ ἐφόδου, πειρατῶν διάσωσον, καὶ ἡμᾶς τῆς δουλείας τοῦ δαίμονος.

Ἕτερος. Τὸν Βασιλέα.
Ἐξ ἀθυμίας, καὶ συνοχῆς ὀλεθρίας, ἀπολύτρωσαι Παραμυθία Κόρη, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστόν Σου Τόκον.
Ῥεῖθρον Παρθένε, τῆς νοητῆς εὐφροσύνης, πᾶσι βλύζουσα πηγὴ ὡς εὐσπλαγχνίας, σβέσον μου τὴν φλόγα, παθῶν τῶν ψυχοφθόρων.
Ἀγγέλων δόξα, καὶ παραμύθιον μέγα, βροτῶν πέλουσα Παραμυθία Κόρη, πάσης ἀθυμίας, ἀπάλλαξον τὸν νοῦν μου.
Στρέψον τὴν λύπην, Παραμυθία Παρθένε, τῆς καρδίας μου εἰς θείαν εὐφροσύνην, καὶ τῆς ἐπηρείας, ἐχθροῦ ἀπάλλαξόν με.
Καταβασία.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.












ᾨδὴ θ’. Ἅπας γηγενής.
Οἴκτειρον λαόν, τὸν Σοὶ προσερχόμενον, καὶ ἀνακράζοντα· Παναγία Δέσποινα, Παραμυθία πιστῶν βοήθεια, ἐξ ἀδοκήτων θλίψεων, τῇ προστασίᾳ Σου, ῥῦσαι τάχος, ἵνα χαριστήριον, Σοὶ προσάγομεν ὕμνον γηθόμενοι.
Καύχημα βροτῶν, ἀζύγων ἀντίληψις, Μονῆς θησαύρισμα, καὶ λαμπρὸν διάσωσμα, Βατοπεδίου τῆς ἐν τῷ Ἄθωνι, Παραμυθία πρόσδεξαι, τὰς ἱκεσίας μου, καὶ ἐν ὥρᾳ, τῆς φρικτῆς ἐτάσεως, τοῦ ἀχρείου ἱκέτου Σου μνήσθητι.
Εὔφρανον ἡμῶν, ἁγνὴ τὴν διάνοιαν, καὶ διαβήματα, εὐσεβῶς κατεύθυνον, πρὸς ἐργασίαν τοῦ θείου Τόκου Σου, τῶν ἐντολῶν πρεσβείαις Σου, Θεογεννήτρια, ἵνα πάντες, πόθῳ ἀσπαζόμεθα, τὸ λαμπρὸν καὶ σεπτόν Σου ἐκτύπωμα.
Χαῖρε τῆς Μονῆς, ἡμῶν ἀγαλλίαμα· χαῖρε ἀνάψυξις, θλιβομένων κράζομεν, οἱ ἐνοικοῦντες τὸ Βατοπέδιον, Παραμυθία Δέσποινα· χαῖρε διάσωσμα, μονοτρόπων, καὶ πιστοῦ πληρώματος, ἀδιάσειστον χαῖρε προπύργιον.

Ἕτερος. Κυρίως Θεοτόκον.
Ἱλέῳ ὄμματί Σου, ἴδε τὴν ψυχήν μου, τὴν τεθλιμμένην πολλοῖς ἁμαρτήμασι, Παραμυθία Παρθένε, καὶ δός μοι ἴασιν.
Μανίας τοῦ δολίου, ῥῦσαί με Παρθένε, καὶ συνοχῆς πονηρᾶς τε καὶ θλίψεως, ὡς παραμύθιον πάντων καὶ καταφύγιον.
Οὐράνωσον τὸν νοῦν μου, ἔρωτι τῷ θείῳ, καὶ γεηρῶν θλιβερῶν με ἀπάλλαξον, Παραμυθία Παρθένε, ἵνα δοξάζω Σε.
Ὑμνῶν ἀδιαλείπτως, τὴν Σὴν εὐσπλαγχνίαν, Παραμυθία Παρθένε κραυγάζω Σοι· ῥύου με πάσης ἀνίας τοῦ παναλάστορος
Καταβασία.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.










Ἐξαποστειλάριον. Ἦχος β’. Γυναῖκες ἀκουτίσθητε.
Χαρᾶς τὴν ἀνεκλάλητον, αἰτίαν καὶ τῶν θλίψεων, ἀλεξιτήριον θεῖον, Παραμυθίαν Παρθένον, τὸ πέλαγος χρηστότητος, καὶ συμπαθείας τέμενος, χρεωστικῶς τιμήσωμεν, καὶ μελιῤῥύτοις ἐν ὕμνοις, ἀνευφημήσωμεν πόθῳ.
Ἕτερον. Ὅμοιον.
Παραμυθία κέκληται, προσφόρως ἀειπάρθενε, ἡ παναγία Εἰκών Σου, παραμυθίαν καὶ χάριν, καὶ μυστικὴν παράκλησιν, καὶ τῶν δεινῶν ἐκλύτρωσιν, διὰ παντὸς παρέχουσα, τοῖς εὐλαβῶς προσιοῦσι, καὶ ἀνυμνοῦσί Σε Κόρη.

Αἶνοι. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Τῷ προεστῶτι σαφῶς, τῆς Μονῆς προσωμίλησας, καὶ αὐτῷ ἐμήνυσας, τὸν ἐσόμενον κίνδυνον, Παραμυθία Παρθένε πάνσεμνε, Βατοπεδίου Μονῆς θησαύρισμα· ὅθεν οἱ σύλλογοι, τῶν ἀζύγων αἴνεσιν πανευλαβῶς, σήμερόν Σοι πέμπομεν, εὐχαριστήριον.

Ὢ τοῦ παραδόξου θαύματος! ἵνα τὴν χεῖρα εὐθύς, Σοῦ Υἱοῦ τὴν πανάχραντον, ἀποφύγῃς ἔκφρασιν, τῆς μορφῆς Σου ἠλλοίωσας, Παραμυθία σεμνὴ τὴν θέλουσαν, σφραγῖσαι χείλη, τῆς εὐσπλαγχνίας Σου, καὶ βλάβην μέλλουσαν, μὴ λαλῆσαι Δέσποινα τοῖς μοναστῶν, δήμοις τοῖς πικράνασι, Χριστὸν τὸν Κύριον.

Ὢ τοῦ παραδόξου θαύματος! ἐκ τῶν πυλῶν τῆς φθορᾶς, τοὺς μονάζοντας ἥρπασας, φιλευσπλάγχνῳ νεύσει Σου, εἰς τὴν Μάνδραν πανύμνητε, Βατοπεδίου καὶ ἐκ συλήσεως, στυγνῶν βαρβάρων, αὐτὴν διέσωσας· ὅθεν ἑόρτιον, εὐνωμόνως αἴνεσιν νῦν οἱ πιστῶν, δῆμοι ἀναμέλπομεν, Σοὶ Μητροπάρθενε.

Ὢ τοῦ παραδόξου θαύματος! Τῶν μοναστῶν οἱ χοροί, πειρατῶν ἐξεδίωξαν, τὰς ὀρδὰς Σῇ χάριτι, καὶ φωνῇ συμπαθείας Σου, Παραμυθία· διὸ ἑκάστοτε, οἱ ἐν κινδύνοις ἀπείροις στένοντες, τῇ προστασίᾳ Σου, καὶ ἁγίᾳ σκέπῃ Σου Μῆτερ Θεοῦ, πίστει καταφεύγοντες, διασωζόμεθα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α’.
Τῇ μητρικῇ Σου παῤῥησίᾳ, καὶ φιλανθρώπῳ προνοίᾳ, ἀπελαύνεις τῶν θλίψεων καὶ κινδύνων ζόφωσιν, Παραμυθία παντευλόγητε. Σὺ γὰρ τὴν λύπην, εἰς ἄφατον μεταποιεῖς εὐφροσύνην, ὅτι ὀξώς προφθάνουσα τὰς παγίδας συντρίβεις, καὶ ἐκ δεινῶν ἀπαλλάττεις τοὺς δούλους Σου. Μὴ παύσῃ οὖν ἀσφαλῶς καὶ ἡμᾶς διέπουσα, καὶ ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, τήρησον ἡμᾶς ἀκατακρίτους, ταῖς πρὸς τὸν Υἱόν Σου ἐντεύξεσι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου