Δευτέρα 2 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 3. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΚΥΠΡΙΑΝΟΣ & ΙΟΥΣΤΙΝΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ



ΟΚΤΩΒΡΙΟΣ Β΄!!

ΚΥΠΡΙΑΝΟΣ ΙΕΡΟΜΑΡΤΥΣ & ΙΟΥΣΤΙΝΑ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τῶν Ἁγίων. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! Τοῦ Σταυροῦ ἡ ἰσχύς, ὑπὲρ νοῦν τεθαύμασται, ὡς αἴγλη θεοφεγγής, κόσμῳ ἐκλάμπουσα· ἰδοὺ γὰρ γενοπρεπῶς, ἐξ ἀγνωσίας νυκτὸς νεύσει κρείττονι, ὡς ἄστρον ἑωθινόν, πρὸς ἐπιγνώσεως θείαν ἀκρότητα, τὸν Κυπριανὸν τὸν μέγαν, ἑλκυσάτο ἔθετο, ὡς φωστῆρα τοῖς πᾶσι, ζωῆς ῥήματα ἐκλάμποντα.

 

Βαβαὶ τῆς Σῆς προμηθείας Χριστέ! Σὺ γὰρ ὡς τὸν Παῦλον, μυστικῶς ἐζώγρησας, πρὸς γνῶσιν θεοειδῆ, τῶν μεγαλείων Σου, τὸν ἔκδοτον τῷ ἐχθρῷ, Κυπριανὸν ἀληθῶς τὸν πολύσοφον, καὶ τοῦτον σκεῦος λαμπρόν, τῶν ὑπὲρ νοῦν δωρεῶν Σου ἀνέδειξας, καὶ μυσταγωγὸν καὶ στύλον, καὶ κλυτὸν ἐκφάντορα, τῆς σεπτῆς Ἐκκλησίας, ἀνυμνοῦντά Σου τὴν πρόνοιαν.

 

Ὑμῶν τὴν ἔνδοξον ἄθλησιν, δι’ ἧς τὴν τοῦ Λόγου, ὑπὲρ λόγου κένωσιν, δοξάσαντες ἱερῶς ἐμεγαλύνατε, τιμῶμεν πνευματικῶς, Κυπριανὲ τῶν ἀῤῥήτων διδάσκαλε, καὶ νύμφη τοῦ Ἰησοῦ, περικλεὴς Ἰουστίνα πανεύφημε· ἀλλ’ ἀπαύστως δυσωπεῖτε, τὸν ὑμᾶς δοξάσαντα, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι

Ἱερέων ἐν χρίσματι, καὶ Μαρτύρων ἐν αἵματι τῷ Θεῷ προσήγγισας, τελεώτατα, Κυπριανὲ παναοίδιμε, τὸ ἄνθος τῆς φύσεως, ἡ τῶν λόγων καλλονή· τῆς σοφίας ἀκρόπολις, τῆς ὀρθότητος, τῶν δογμάτων ἡ στάθμη, τῶν κανόνων, παναρμόνιος εὐθύτης· Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Τῶν ἀθλούντων τὴν εὔκλειαν, τῶν Μαρτύρων τὸν στέφανον, ὑπογράφων ἔπεισας τοὺς θεόφρονας, κατατολμᾶν γενναιότατα, ποικίλων κολάσεων, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ σωμάτων γυμνώσεως, καὶ στρεβλώσεων, καὶ κρυμοῦ δριμυτάτου καὶ μαστίγων, καὶ θανάτου τελευταῖον, Κυπριανὲ πανσεβάσμιε.

 

Ἐπῳδαῖς ταῖς τοῦ δαίμονος, τὰς ᾠδὰς τὰς τοῦ Πνεύματος, καὶ Σταυροῦ τὸ τρόπαιον ἀντιτάξασα, τὴν παρθενίαν ἐτήρησας· καὶ Μάρτυς ἀήττητος, προσηνέχθης τῷ Χριστῷ, ἱερώτατον σφάγιον· ὅθεν ἔτυχες, τῶν στεφάνων τῆς νίκης, Ἰουστῖνα, τῶν Παρθένων καὶ Μαρτύρων, κεκοσμημένη φαιδρότησι.

Δόξα. Ἦχος β'

Διδασκαλίαν τῆς πλάνης, καὶ γνῶσιν τῶν εἰδώλων, ἀπεδύσω ἀληθῶς, καὶ Σταυρὸν ἠμφιάσω, ὅπλον εἰς σωτηρίαν, Κυπριανὲ παμμακάριστε. Ἔῤῥιψας τὰς βίβλους τὰς μαγικάς, τὸν ἄνθρωπον ἀπέθου τὸν παλαιόν, καὶ ᾤκησεν ἐν σοὶ θεογνωσίᾳ, ἡ Τριὰς ἡ ὁμοούσιος· Αὐτὴν ἱκέτευε Ἱεράρχα, σὺν Ἀγγέλοις τοῦ σωθῆναι ἡμᾶς.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ἀγάλλου ἐν Κυρίῳ, τὴν αἰωνίαν ἐν ὑψίστοις εὐφροσύνην, Κυπριανὲ πολυθαύμαστε, εἰ γὰρ καὶ πρὸς καιρὸν κατὰ Δαβὶδ ἐν ὁδῷ ἔστης ἁμαρτωλῶν, καὶ ἐν καθέδρᾳ λοιμῶν ἐκάθισας· ἀλλ’ ἐπιγνώσει τοῦ κρείττονος ἐν τρίβῳ δικαιοσύνης πεπόρευσαι, καὶ ἐν καθέδρᾳ Πρεσβυτέρων τὸν σὲ καλέσαντα ἐδόξασας. Φωσφόρος γάρ σοι ὁ Λόγος ἔλαμψεν ἐκβοῶν μυστικῶς· ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐξ ἔργων νεκρῶν καὶ δεῦρο ἀκολούθει μοι· ὅθεν πράξει τὴν κλῆσιν φαιδρύνων, μαρτυρίῳ τὴν Ἱεραρχίαν ἐλάμπρυνας. Καὶ νῦν Χριστῷ σὺν Ἀγγέλοις ἱερουργῶν, τὰς ὑπὲρ ἡμῶν ἱλαστηρίους, μὴ παύσῃ ἀναφέρων πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β’.

Μαγικὴν ἀπολιπὼν τερθρείαν, Τριαδικὴν ἐμυήθης θεολογίαν, Κυπριανὲ ἱερώτατε. Τὴν γὰρ σεμνοπάρθενον Ἰουστίναν, βουλευσάμενος χειρώσασθαι, ὑπὸ τῆς θείας εὐδοκίας, ἑάλως ἀθρόον· ὄντως τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἡ σὴ ἀλλοίωσις Πάτερ, τῆς ἐν σοὶ ἐργασαμένης ξένα καὶ παράδοξα.

 

Ἦχος γ’.

Τὸν ἐν Ἱεράρχαις θαυμαστόν, καὶ ἐν Μάρτυσι περίπτυστον, Κυπριανὸν τὸν πολυΰμνητον, χαρμοσύνως αἰνέσωμεν. Ποιμαντικῇ γὰρ ἐμπρέπων ἐπιστήμῃ, ἀθλητικὴν πορείαν ἤνυσεν, ὡς σταδιοδρόμος εὐσταλής· ὅθεν κατ’ ἄμφω τὰ πρὸς Θεὸν διατελῶν, εἰς τὰ τῶν Ἁγίων, τῆς ἀληθινῆς σκηνῆς ἅγια, ἐν τῷ ἰδίῳ εἰσεχώρησεν αἵματι. Καὶ νῦν τῷ προσώπῳ τοῦ Θεοῦ ἐμφανιζόμενος, ἀμέσως ἐντυγχάνει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος δ’.

Τῇ τῶν ἄθλων ἀριστείᾳ, τῆς εὐσεβείας ἐκφαίνεις τὸ κράτος, Κυπριανὲ ἱερώτατε. Σάλπιγξ γὰρ ἐγερτήριος καὶ στήλη ἀνδρείας, αἱ τῶν λόγων σου συνθῆκαι, τοῖς ἀθλοῦσι γεγόνασιν· ὅθεν σὺν Ἰουστίνῃ τῇ σεμνῇ, τὸν δόλιον αἰσχύναντες ὄφιν, μαρτυρικῶς Χριστῷ συνήφθητε, πρεσβεύοντες ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ’.

Τίς μὴ θαυμάσῃ τῆς θεϊκῆς προνοίας τὸ μέγεθος, τῆς ἐν σοὶ μεγαλυνθείσης, Κυπριανὲ ἱερέ; Οὐ μόνον γάρ σε θείας υἱοθεσίας ἠξίωσεν, ἀλλὰ καὶ τῶν ἐν Χριστῷ υἱοθετουμένων, παιδοτρίβην ἀσφαλῆ, καὶ μυσταγωγὸν θεόσοφον ἔδειξε. Τὴν γὰρ θεόλεκτον ἐκλογάδα, ἀποστολικῶς ἐποίμανας. Καὶ νῦν τὸν θεῖον ἀνύσας ἄθλον, τὸν ἀμαράντινον ἀνεδήσω στέφανον, Χριστὸν ὑπὲρ ἡμῶν ἱκέτευε, Ἱερομάρτυς ἀξιάγαστε.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ Καρχηδόνος ποιμήν, ὁ κατὰ Παῦλον διαπρέψας τῷ βίῳ σου· τὸ στόμα τῶν ἀποῤῥήτων, ἡ τῆς σοφίας λαμπάς, τῶν ὀρθῶν δογμάτων ὑποτύπωσις· τὸ σκεῦος τῆς χάριτος, ἡ κιθάρα τοῦ Πνεύματος, τῆς Ἐκκλησίας, τὸ θεότευκτον ὄργανον, καὶ ἀσάλευτον, ἀληθῶς περιτείχισμα· ἄμπελος ἡ κυπρίζουσα, τὸν βότρυν τὸν πέπειρον, Κυπριανὲ θεοφάντορ, τῆς θεϊκῆς ἀγαθότητος, ἀφ’ ἧς ἀναβλύζει, τοῖς πιστῶς σε ἀνυμνοῦσι, χάρις καὶ ἔλεος.

 

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Χαίροις, ὁ Ἀθλητῶν κοινωνός, καὶ συνεργὸς καὶ ὁδηγὸς καὶ ὑπόδειγμα· αὐτοῖς γὰρ καθυπογράφων, τὰς ὑπὲρ νοῦν ἀμοιβάς, ὑπαλείπτης ὤφθης πρὸς τὰ κρείττονα· ἡ γλῶσσα ἡ εὔλαλος, ἡ τοὺς πλείστους πτερώσασα, πρὸς μαρτυρίου, περιβόητον εὔκλειαν, θείοις ῥήμασι, καὶ οἰκείοις παλαίσμασι· Μάρτυς ὁ ἀκαθαίρετος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὁ ὑπὲρ τούτου ἐκχέας, τὰ τῶν αἱμάτων σου ῥεύματα. Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, ἡ ἱερὰ κεφαλή, Κυπριανὲ τῶν Ἀσωμάτων ἐφάμιλλε· ἁγνείας χαῖρε τὸ κάλλος, ὦ Ἰουστίνα σεμνή, Παρθενομαρτύρων ἀγαλλίαμα, εἰκόνες θεόγραφοι, θεϊκῆς ἀγαπήσεως, ἄνθη εὐώδη, οὐρανίου φαιδρότητος, τὰς τοῦ Πνεύματος, διαπνέοντα χάριτας· σύμμορφοι ἐν τοῖς πάθεσι, τοῦ νέμοντος ἄφεσιν, καὶ Βασιλείας τῆς τούτου, συγκληρονόμοι καὶ σύσκηνοι. Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος β'

Τὸν φωστῆρα τὸν θεολαμπῆ, τὸν τοῦ Παύλου συνόμιλον, καὶ ἔργοις συμμέτοχον, Κυπριανὸν εὐφημήσωμεν· μετ' Ἀγγέλων γὰρ ἀγάλλεται, λαβὼν τὸ στέφος τῆς ἀφθαρσίας, παρὰ τοῦ μόνου Θεοῦ, καὶ πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θείας πίστεως, τῇ φωταυγείᾳ, σκότος ἔλιπες, τῆς ἀσεβείας, καὶ φωστὴρ τῆς ἀληθείας γεγένησαι, ποιμαντικῶς γὰρ φαιδρύνας τὸν βίον σου, Κυπριανὲ τῇ ἀθλήσει δεδόξασαι. Πάτερ Ὅσιε, τὸν Κτίστην ἡμῖν ἱλέωσαι, ὁμοῦ σὺν Ἰουστίνῃ τῇ Θεόφρονι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἥλιος λαμπρός, ὡς ἀστὴρ φωτοφόρος, καὶ σέλας τηλαυγές, ἐκ νυκτὸς ἀγνωσίας, ἀνέτειλας τοῖς πέρασι, τῇ ἐλλάμψει τοῦ Πνεύματος, καὶ ἠμαύρωσας, τὸν ἀρχηγὸν τῆς κακίας, ἀνεκφράστου δέ, Κυπριανὲ θυμηδίας, ἡμᾶς κατηξίωσας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεὸν ἀληθινόν, ἐκ γαστρός Σε τεκοῦσαν, ὡς ἔγνωκε σαφῶς, ἡ σεμνὴ Ἰουστίνα, ὀπίσω Σου ἔδραμεν, ὡς παρθένος ἀκήρατος, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καὶ ἀθλήσασα, τῷ Σῷ Υἱῷ προσηνέχθη, ὡς ἄμωμον σφάγιον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Σοφίας τοῦ Πνεύματος ὑφηγητὴς ἱερός, δογμάτων τῆς πίστεως μυσταγωγὸς καὶ κανών, σαφῶς ἐχρημάτισας· ἴθυνας τὴν σὴν ποίμνην, τῷ ἀμνῷ καὶ ποιμένι, τέθυσαι δὲ ἀθλήσας, ὡς ἀρνίον τῷ Λόγῳ· διὸ Κυπριανέ σε, Χριστὸς ἐμεγάλυνε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἁγνείαν ἀμόλυντον καὶ καθαρὰν ἀγωγήν, ὡς νύμφη περίπτυστος τοῦ Σοῦ Υἱοῦ ἀγαθή, Ἰουστίνα ἀσκήσασα, τούτῳ καθάπερ μύρα, προσενήνοχε πόθῳ, χύσιν τὴν τῶν αἱμάτων, ἐναθλήσασα πίστει· διὸ Θεογεννῆτορ γεραίρει τὴν δόξαν Σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς μαγείας τὴν πλάνην καταμαθών, καὶ ἐχθροῦ τὴν ἀπάτην διεγνωκώς, τῷ Λόγῳ προσέδραμες, ὡς ἀρνίον πρᾳότατον, ὥσπερ ὁ μέγας Παῦλος, κληθεὶς τρόπῳ κρείττονι, καὶ χαρακτὴρ ἐδείχθης, αὐτοῦ καὶ ὁμότροπος· ὅθεν Ἱεράρχης, ἀληθὴς δεδειγμένος, Μαρτύρων ἐν αἵματι, τὴν στολήν σου ἐφοίνιξας, Κυπριανὲ ἱερώτατε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὡς Μητέρα τοῦ Λόγου Σε ἀληθῆ, καὶ Παρθένον ἀκήρατον ἐν παντί, Παρθένε πανάμωμε, Ἰουστίνα ἡ πάνσεμνος, θεοπρεπῶς ὑμνοῦσα ἠθῶν κοσμιότητι, καὶ οὐρανίῳ βίῳ καὶ τρόπων ἁγνότητι, ἤθλησε νομίμως ἐν ἀνδρείᾳ ἀτρέπτῳ, εἰς τέλος αἰσχύνασα, τὸν τὴν Εὔαν πτερνίσαντα, ἀνθρωπόλεθρον δράκοντα, καὶ νῦν τῆς Σῆς εὐκλείας ἁγνή, καθορῶσα τὴν μεγαλειότητα, τῶν ἐκ Σοῦ δωρημάτων τὴν ἔλλαμψιν δέχεται.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, εἰς Ἱερομάρτυρας.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Κυπριανὲ παμμακάριστε, σὺ τὴν δοθεῖσάν σοι χάριν πολυπλασιάσας μαρτυρικῆς ἀναῤῥήσεως, ὡς ἀνδραγαθήσας ἔτυχες. Καὶ νῦν ἀνεκεκαλυμμένως λατρεύων Χριστῷ, μὴ παύσῃ ἐποπτεύων οὐρανόθεν, τοὺς πόθῳ ἑορτάζοντας, τὴν παγγέραστον μνήμην σου, καὶ παρέχων ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Μέλπω μάκαρ σου τὴν κυπρίζουσαν χάριν.

ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖο

Μετὰ τῆς ὑπερκοσμίου τάξεως, νῦν αὐλιζόμενος, ὦ ἱερὰ καὶ θεία κεφαλή, οὐρανόθεν ἐπίβλεψον, καὶ τοὺς πιστῶς ὑμνοῦντας σε, ταῖς σαῖς πρεσβείαις περιφρούρησον.

ν ζόφῳ, τῆς ἀγνωσίας πρότερον, δεινῶς κρατούμενος, καὶ ψυχολέθροις πάθεσι σαρκός, ἀκρασίᾳ πυρούμενος, μεταβολὴν παράδοξον, εὗρες ἀθρόως Παμμακάριστε.

Λοιμῶν μέν, ἐπὶ καθέδραν πρότερον, Πάτερ ἐκάθισας, καὶ ἐν καθέδρᾳ πάλιν τὸν Χριστόν, πρεσβυτέρων ἐδόξασας, ἀλλοιωθεὶς σαφέστατα, τῇ τοῦ Ὑψίστου θείᾳ χάριτι.

Θεοτοκίον

Παρθένος, μετὰ τὸν τόκον ἔμεινας· αὐτὸν γὰρ τέτοκας, τὸν Ποιητὴν τῶν ὅλων καὶ Θεόν, ἀσυνήθως καὶ ξένως ἡμῖν , ἐπιφανέντα σώματι, Θεογεννῆτορ Μητροπάρθενε.

ᾨδὴ γ'. Ευφραίνεται ἐπὶ σοί.

ς Παῦλος πρὸς τὸν Χριστόν, τὴν τῆς ψυχῆς μεταβαλὼν ἔφεσιν, Κυπριανὲ πάνσοφε, τούτου μαθητὴς ἐχρημάτισας.

Μνηστεύεταί σε Χριστός, ἀντὶ χιτῶνος τῶν παθῶν δόξης σοι, καταστολὴν δωρούμενος, καὶ ἀναγεννήσεως ἔνδυμα.

λείπτης ἀσκητικός, προγεγονὼς καρτερικὸς ὕστερον, Κυπριανὲ πανεύφημε, Μάρτυς ἀληθείας γεγένησαι.

Θεοτοκίον

Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα πανάμωμε.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Παιδευθεὶς ἐν τῇ πλάνῃ ἐπιμελῶς, ὡς ὁ Παῦλος ἐκλήθης ἐξ οὐρανοῦ, σταυρῷ ὁδηγούμενος, πρὸς τὸ φῶς τὸ τῆς γνώσεως· τῆς γὰρ σεμνῆς Παρθένου, τῷ πόθῳ, φλεγόμενος, δι' αὐτῆς ἡρμόσθης, τῷ Πλάστη τῆς κτίσεως· ὅθεν θριαμβεύσας, τοῦ ἐχθροῦ τὸ ἀνίσχυρον, σὺν αὐτῇ κατηξίωσαι, τοῦ χοροῦ τῶν Μαρτύρων, Κυπριανὲ ἱερώτατε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ τοῦ βίου διόρθωσιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

 

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα

νανήψας θεοφάντορ τῆς πρὶν μανίας, δαιμονικὴν ἀπάτην, καὶ ψυχόλεθρον πλάνην, πᾶσαν ἐθριάμβευσας, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

ωμαλέως Ἰουστῖνα κραταιουμένη, καὶ τὴν ἁγνὴν Παρθένον, καὶ κεχαριτωμένην σφόδρα ἱκετεύουσα, τοὺς βρόχους διέφυγες, καὶ τὰ τῶν ἐχθρῶν μηχανήματα.

Στηριζομένη τῇ πίστει τοῦ σοῦ Νυμφίου, καὶ τοῦ Σταυροῦ τὴν δύναμιν περιβεβλημένη, δαίμοσιν ἀνάλωτος, βοῶσα διέμεινας· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

κατὰ φύσιν ἐλεύθερος τὴν ἰδίαν, δούλου μορφὴν ἑπτώχευσε, χρηστότητος πλούτῳ, Μῆτερ ἀειπάρθενε ἐκ σοῦ καθ' ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἀνθρώπινον.

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς

πέρμαχον σαφῶς, τὴν ἁγνὴν θεομήτορα, πλουτίσασα Ἰουστῖνα, τὴν σεπτὴν παρθενίαν, ἐτήρησας ἀμώμητον.

Τὸ ἔμψυχον Θεοῦ, καὶ τερπνότατον ἄγαλμα, τιμήσωμεν Ἰουστῖναν, τὸ ἀπόθετον κάλλος, τὸ ἄσυλον ἀνάθημα.

νύμφη τοῦ Χριστοῦ, ἡ γνησία καὶ ἄσπιλος, τὴν ἄθλησιν τῇ ἀσκήσει, προσλαβοῦσα δικαίως, διπλοῦν στέφος κομίζεται.

Θεοτοκίον

Νοῦς οὐκ ἀγγελικός, οὐκ ἀνθρώπινος δύναται, τὸ ἄφραστον ἑρμηνεῦσαι καὶ παράδοξον θαῦμα, τοῦ τόκου σου Πανάχραντε.

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς

Κακίας, τὸν πυθμένα τὸν κάτω κατείληφας, τῆς ἀκροτάτης δὲ πάλιν, ἀρετῆς ἀνῆλθες Πάτερ εἰς ὕψος, παραδόξως, ἀλλοιωθεὶς τῷ θείῳ βαπτίσματι.

πῆρξας, ὑπηρέτης δαιμόνων τὸ πρότερον, ἀλλὰ Χριστοῦ θεοφάντορ, μαθητὴς ἐσύστερον ἀνεδείχθης, διαθέσει, τῶν ὀρεκτῶν ποθήσας τὸ ἔσχατον.

Πολλοὺς σύ, τῷ Δεσπότῃ προσήγαγες Μάρτυρας, πραγματειῶν τὴν μεγίστην, ὑποφαίνων αἵματι βραχυτάτῳ, βασιλείαν τῶν οὐρανῶν θεόφρον ὠνήσασθαι.

Θεοτοκίον

ῆξόν μου, τὰς σειρὰς τῶν πταισμάτων Θεόνυμφε, τῆς ἁμαρτίας τοῦ νόμου, τῆς ζωῆς τῷ νόμῳ ἐλευθερίαν, δωρουμένη, ἡ δοτῆρα τοῦ νόμου κυήσασα.

Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς ἀπαρχάς.

Ὡς ἱεράρχην τίμιον, καὶ ἀθλητὴν στεῤῥότατον, ἡ οἰκουμένη ἀξίως γεραίρει σε, Κυπριανὲ ἀοίδιμε, καὶ τοῖς ὕμνοις δοξάζει, τὴν ἁγίαν σου μνήμην, αἰτοῦσα πάντοτε, πταισμάτων ἄφεσιν, διὰ σοῦ δωρηθῆναι τοῖς μέλπουσιν. Ἀλληλούϊα.

Ὁ Οἶκος

Τὸν σοφὸν Ἱεράρχην τιμήσωμεν, ὡς ποιμένα σοφὸν καὶ διδάσκαλον, ὅτι ἐξ ἀκανθῶν πλάνης ἤνθησεν, ὥσπερ ῥόδον τερπνότατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισεν, ἰαμάτων ὀδμαῖς καὶ βολαῖς θαυμάτων· ὥστε ψάλλειν ἡμᾶς τοῦ Δαυῒδ τὴν ᾠδήν· Ἀλληλούϊα.

 

 

Συναξάριον.

Τῇ Β’ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ καὶ Ἰουστίνης τῆς Παρθένου.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ὁ διασώσας ἐν πυρί.

εραρχίας ἐπιβάς, ἱεραρχικώτατον τύπον, τοῖς ἱεράρχαις σεαυτόν, καὶ εἰκόνα κραυγάζων ἀνέδειξας· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ζωαρχικῆς τῆς δεξιᾶς, ὄντως σὴ ἀλλοίωσις Πάτερ, Κυπριανέ, ᾗ καὶ σοφόν, θεηγόρον εἰργάσατο ψάλλοντα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

πλον ἀήττητον ἡμῖν, κατὰ τοῦ ἀλάστορος Μάκαρ, σὺ ἀνεδείχθης τὰς αὐτοῦ, στηλιτεύων ἀπάτας τοῖς μέλπουσιν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον

περουράνιοι χοροί, καὶ οἱ ἐπουράνιοι δῆμοι, ὑμνολογοῦσι τὸν ἐκ σοῦ, Θεοτόκε τεχθέντα κραυγάζοντες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

ᾨδὴ η'. Εὐφράνθητι Ἱερουσαλήμ

Σοφώτατα τῆς ἑλληνικῆς, καταπεφρόνηκας σοφίας ἔνδοξε, τῶν Ἀποστόλων δὲ τὸν θεῖον φθόγγον, Πνεύματι τὸν κρουόμενον Πάτερ, καὶ πυρίνῃ γλώσσῃ τρανῶς ἐκφωνούμενον, ἀνεβόας· Εὐλογεῖτε τὰ ἔργα τόν Κύριον.

νέδραμες πρὸς τὰ ὑψηλά, καὶ ὑπερκόσμια φαιδρῶς σκηνώματα, Χριστῷ δι' αἵματος ὡς ἱερεῖον, ἄμωμον προσαγόμενος Πάτερ, καὶ θυσία ζῶσα δεκτὴ καὶ εὐάρεστος, ἀναμέλπων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Νικώμεναι ὑπὸ τῆς ἐν σοί, σκηνούσης χάριτος δαιμόνων φάλαγγες, ἀποδιώκονται, καὶ δραπετεύει, πάθη Κυπριανὲ τῶν νοσούντων, οἱ πιστοὶ δὲ θείου φωτὸς ἐμφορούμενοι, βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Θεοτοκίον

Χορεύουσι σὺν ἀγγελικαῖς, Ἁγνὴ Δυνάμεσιν ἐπὶ τῷ τόκῳ σου, οἱ θεομήτορα καὶ Θεοτόκον, πίστει σε καταγγέλλοντες· σὺ γὰρ τὸν Δεσπότην καὶ λυτρωτὴν ἡμῶν τέτοκας, ᾧ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

 

ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς

νωθεν ἡμᾶς τοὺς εὐσεβῶς ὑμνοῦντας σε, ἐποπτεύων θείᾳ χάριτι, Κυπριανὲ σαῖς ἱκεσίαις, ἐν ὅπλῳ, εὐδοκίας στεφάνωσον, εἰρήνην καὶ σωτηρίαν βραβεύων ἡμῖν, ὡς ἱεράρχης ἐνθεώτατος.

εῖθρον ἰαμάτων δαψιλῶς ἡ κόνις σου, τοῖς ποθοῦσιν ἀναδέδεικται· σὲ γὰρ γυναῖκες θεοφόροι, ὡς θεῖον θησαυρὸν ὑποδέχονται, καὶ πρόθυμοι φανεροῦσι κρυπτόμενον, ἵνα σου πάντες ἀπολαύσωμεν.

θυνον ἡμῶν πρὸς τὸν Χριστὸν Πανόλβιε, τὴν πορείαν διὰ πράξεως, καὶ θεαρέστου πολιτείας, καὶ εἰλικρινεστάτης καθάρσεως, τὴν ὄντως θείαν γαλήνην αἰτούμενος, ὡς ἱεράρχης συμπαθέστατος.

Θεοτοκίον

Νεύρωσον ἡμῶν τὴν τῆς ψυχῆς ἀσθένειαν, Θεομῆτορ τῇ δυνάμει σου, λῦσον τὸ κράτος Παναγία, τῶν ἐπιτιθεμένων τοῖς δούλοις σου, ἡ κόσμῳ δικαιοσύνης τὸν Ἥλιον, ἀνερμηνεύτως ἀνατείλασα.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Τὸν πρότερον ὑπάρχοντα, κακίας μύστην ὕστερον, διὰ τιμίας Παρθένου, Ἀρχιερέα φανέντα, Κυπριανὸν τὸν μέγιστον, συμφώνως μακαρίσωμεν, καὶ πρὸς αὐτὸν βοήσωμεν· ταῖς σαῖς λιταῖς εὐμενίζου, ἡμῖν τῶν πάντων Δεσπότην.

Θεοτοκίον

Χαρὰν τὴν ἀνεκλάλητον, πάναγνε ἡ κυήσασα, χαρᾶς ἡμᾶς αἰωνίου, μετόχους ποίησον πάντας, Παρθένε θεονύμφευτε, ἡ σκέπη τὸ κραταίωμα, τῶν εὐσεβῶς βοώντων σοι·. Μὴ ἐπιλάθῃ σῶν δούλων, Θεοκυῆτορ Μαρία.

 

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Παμμάκαρ σοφὲ Κυπριανέ, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ὥσπερ διψῶσά τις ἔλαφος, θερμῶς προσέδραμες, καὶ τοῦ ζωηφόρου, ἐντρυφήσας νάματος, πηγὰς τῇ Ἐκκλησίᾳ ἠνέωξας, σοφίας κρείττονος, καὶ δογμάτων τῆς ὀρθότητος, εὐφραινούσας πιστῶν τὰ συστήματα.

 

Παμμάκαρ σοφὲ Κυπριανέ, ἐπιπνοίᾳ κρείττονι, καταγαυσθεὶς τὴν διάνοιαν, στύλος ὁλόφωτος, καὶ διδασκαλίας, νεφέλη σκιάζουσα, Χριστοῦ τῇ Ἐκκλησίᾳ γεγένησαι, ὑπὲρ ἧς Ὅσιε, τὴν ψυχήν σου χαίρων τέθεικας· διὰ τοῦτο ἀξίως δεδόξασαι.

 

Παμμάκαρ σοφὲ Κυπριανέ, Ἀθλητῶν τὴν εὔκλειαν, λογογραφῶν καὶ φθεγγόμενος, Μαρτύρων σύσκηνος, ἀληθῶς ἐγένου, ἐναθλήσας ἄριστα, καὶ κάραν ἐκτμηθεὶς τὴν ἐρίτιμον, ἣν ὁ φιλάνθρωπος, ἀθανάτῳ διαδήματι, ἐν ὑψίστοις Πάτερ ἐστεφάνωσε.

 

Παρθένος ἀκήρατος σεμνή, ὡς νεᾶνις ἄφθορος, πανευκλεῶς ἐχρημάτισας, καὶ Μάρτυς ἄτρεπτος, ὤφθης Ἰουστίνα, ἐν ἀθλήσει ἔνδοξε· διὸ ἐν ἀμφοτέροις σε λάμπουσαν, Χριστὸς ὁ Κύριος, ἑαυτῷ νύμφην ἠγάγετο· ᾯ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος πλ. δ'

Ὁ τῆς κακίας πρότερον, ἀκριβὴς ὑπέρμαχος, τῆς Ἐκκλησίας ὕστερον, ἀληθὴς διδάσκαλος, ὁ λειτουργὸς τῆς πλάνης τῶν εἰδώλων, ἀρχιερεὺς τῆς πίστεως ἐφάνη, καὶ ὁ ἀκόλαστος, σώφρων διὰ τιμίας Παρθένου. Αμφοτέρων ταῖς εὐχαῖς, σῶσον ἡμᾶς Κύριε.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Πλάνης σοφιστείας ἀπολιπών, τῆς θείας σοφίας, ἀνεδείχθης λαμπρὸς φωστήρ, καὶ σὺν Ἰουστίνῃ, Κυπριανὲ ἀθλήσας, τῆς ἄνω βασιλείας, ἄμφω ἔτυχε.

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς Ἱεράρχης καὶ στεῤῥὸς Ἀθλοφόρος, Κυπριανὲ Ἱερομάρτυς Κυρίου, καὶ Ἰουστίνα Μάρτυς καλλιπάρθενε, πάσης ἡμᾶς ῥύσασθε, συμφορᾶς καὶ ἀνάγκης, καὶ ἐξ ἐπιθέσεων, τοῦ δολίου Βελίαρ, καὶ βοηθεῖτε πᾶσι συμπαθῶς, τοῖς τρυχομένοις, κακίᾳ τοῦ ὄφεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δυὰς σώζοις ἡμᾶς τῶν Ἁγίων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δυὰς τῶν Ἁγίων πανευκλεής, Τριάδα τὴν θείαν, δυσωπήσατε ἐκτενῶς, ὦ Κυπριανὲ σὺν Ἰουστίνῃ, ἐκλυτρωθῆναι ἡμᾶς πάσης θλίψεως.

ψόθεν βραβεύσατε ἐκ Θεοῦ, τοῖς περισχεθεῖσι, τῇ κακίᾳ τοῦ δυσμενοῦς, ὦ Κυπριανὲ σὺν Ἰουστίνῃ, ἀπαλλαγὴν καὶ ταχείαν ἐκλύτρωσιν.

θλήσει δοξάσαντες τὸν Χριστόν, παθῶν ἀδοξίας, καὶ κηλίδων τῶν τῆς ψυχῆς, ὦ Κυπριανὲ σὺν Ἰουστίνῃ, τοὺς προσιόντας ὑμῖν ἐκκαθάρατε.

Θεοτοκίον.

Σαρκὸς ὁμοιώματι ὑπὲρ νοῦν, τεκοῦσα Παρθένε, τὸν Σωτῆρα καὶ Ποιητήν, Αὐτὸν ἐκδυσώπει Θεοτόκε, πάντας σωθῆναι τοὺς Σὲ μεγαλύνοντας.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Σωτηρίας λιμένα τὸν σὸν ναὸν ἔχοντες, πάσης τρικυμίας καὶ ζάλης, βίου ῥυόμεθα, Κυπριανὲ ἱερέ, τούτῳ προστρέχοντες πίστει, καὶ τὴν σὴν ἀντίληψιν, ἐπικαλούμενοι.

ς λαβόντες τὴν χάριν παρὰ Θεοῦ Ἅγιοι, λύειν μηχανὰς τοῦ Βελίαρ, ὑμῶν δεήσεσι, Κυπριανὲ ἱερέ, καὶ Ἰουστίνα θεόφρον, ἐκ τῆς τούτου ῥύσασθε, ἡμᾶς κακώσεως.

Ζηλωτὰς καλῶν ἔργων βίῳ σεμνῷ δείξατε, τοὺς εἰλικρινῶς προσιόντας, ὑμῶν τῇ χάριτι, Κυπριανὲ ἱερέ, καὶ Ἰουστίνα θεόφρον, ἱλασμὸν αἰτούμενοι, ἡμῖν καὶ ἔλεος.

Θεοτοκίον.

περίδοξος θρόνος τὸ τοῦ Θεοῦ σκήνωμα, κεχαριτωμένη Παρθένε, σκεῦός με ἔργασαι, δι’ ἐναρέτου ζωῆς, τῆς θεϊκῆς χορηγίας, τὸν θερμῶς προστρέχοντα, ὑπὸ τὴν σκέπην Σου.

Διάσωσον, Κυπριανὲ θεοφάντορ σὺν Ἰουστίνῃ, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς καταφεύγοντας πόθῳ ὑμῶν τῇ σκέπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαις ὑμῶν ἀπαύστως τειχιζόμενοι, ἐχθροῦ πονηροῦ, τὰς μηχανὰς ἐκτρέπομεν, Κυπριανὲ μακάριε, Ἰουστίνα τε νύμφη τοῦ Κτίσαντος, καὶ διὰ τοῦτο τὴν χάριν ὑμῶν, εὐσήμῳ ἐν στόματι κηρύττομεν.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

λασμόν τε καὶ ἴασιν, καὶ μαγγανειῶν παντοίων ἐκλύτρωσιν, ἐξαιτήσασθε μακάριοι, τοῖς ὑπὸ τὴν σκέπην ὑμῶν σπεύδουσι.

Συντριβέντες ταῖς θλίψεσι, καὶ ταῖς ἐπηρείαις τοῦ πολεμήτορος, τῇ πρεσβείᾳ ὑμῶν σπεύδομεν, ὡς ἂν συνοχῆς πικρᾶς ῥυσθείημεν.

Εἰκὼν ὑμῶν Ἅγιοι, ὤφθη ἰατρεῖον πάσης κακώσεως· τοὺς ἐν ταύτῃ γὰρ προστρέχοντας, συμφορῶν καὶ πόνων ἀπαλλάσσετε.

Θεοτοκίον.

Μαριὰμ ὑπεράμωμε, τὴν μεμολυσμένην ψυχήν μου πάθεσιν, ἀποκάθαρον Σῇ χάριτι, καὶ φωτὸς τοῦ θείου με ἀξίωσον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

νωθεν ἡμᾶς, ἐποπτεύοντες μὴ παύσησθε, Ἰουστίνα καὶ σοφὲ Κυπριανέ, τοὺς τῇ σκέπῃ ὑμῶν πίστει καταφεύγοντας.

Σύντριψον ὀφρύν, τοῦ δολίου πολεμήτορος, τοῦ ζητοῦντος τὴν ἀπώλειαν ἡμῶν, ὦ δυὰς κλεινῶν Ἁγίων θεοδόξαστε.

Ταύτην τὴν Μονήν, ἀεὶ σκέπετε δεόμεθα, Ἰουστίνα καὶ σοφὲ Κυπριανέ, καυχωμένην τῇ πλουσίᾳ ὑμῶν χάριτι.

Θεοτοκίον.

φθης τοῦ Θεοῦ, ναὸς θεῖος καὶ ὑπέρφωτος, Θεοτόκε σωματώσασα Αὐτόν· διὸ λῦσον τῶν παθῶν μου τὴν σκοτόμαιναν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ναμάτων, τῶν μυστικῶν πεπλησμένοι, ὡς δοξάσαντες Χριστὸν ἐν ἀθλήσει, Κυπριανὲ καὶ σεμνὴ Ἰουστίνα, τοὺς τῶν παθῶν ἡμῶν ἄνθρακας σβέσατε, καὶ ἀναβλύσατε ἡμῖν, παρακλήσεως ὕδωρ σωτήριον.

φράστως, τῷ εὐσεβεῖ ὁραθέντες, ἐκδηλώσατε αὐτῷ παραδόξως, Κυπριανὲ καὶ σεμνὴ Ἰουστίνα, τὴν εὐδοκίαν Θεοῦ τὴν σωτήριον, περὶ τῆς Μάνδρας τῆς ὑμῶν, ἣν φρουρεῖτε ὑμῶν παρακλήσεσι.

Γαλήνην, καὶ ψυχικὴν σωτηρίαν, καὶ σωμάτων ταχινὴν θεραπείαν, Κυπριανὲ καὶ σεμνὴ Ἰουστίνα, καὶ μαγειῶν χαλεπῶν ἀπολύτρωσιν, αἰτήσασθε τοῖς εὐλαβῶς, τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσι.

Θεοτοκίον.

λύος, φθοροποιῶν παθημάτων, οἰκτιρμῶν Σου Θεοτόκε τοῖς ῥείθροις, καὶ καθαρόν με παράστησον δέομαι, ἐν ὥρᾳ δίκης τῆς φρικτῆς, τοῦ Υἱοῦ Σου τῷ βήματι ἄχραντε.

Διάσωσον, Κυπριανὲ θεοφάντορ σὺν Ἰουστίνῃ, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς καταφεύγοντας πόθῳ ὑμῶν τῇ σκέπῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.

Ὡς  βοηθοὶ καὶ θερμοὶ ἀντιλήπτορες, τῶν προσιόντων ὑμῖν μετὰ πίστεως, παθῶν ἀκαθάρτων λυτρώσασθε, Κυπριανὲ Ἰουστίνα τε ἔνδοξοι, ἡμᾶς τῇ τοῦ Πνεύματος χάριτι.

 

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ.  10:1, 10:5-8

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα: Ταῖς τῶν Σῶν Μαρτύρων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν...

Ὄμβροις θείου Πνεύματος, Κυπριανὲ Ἱεράρχα, Ἰουστίνα πάνσεμνε, τὰς ψυχὰς δροσίσατε ἡμῶν ἄνωθεν, καὶ παθῶν παύσατε, τὴν ἄσπετον φλόγα, τὴν πικρῶς ἡμᾶς ἐκτήκουσαν, καὶ ἅπαν τέχνασμα, καθ’ ἡμῶν δολίως κινούμενον, μαγγανειῶν συντρίψατε, ταῖς ὑμῶν θερμαῖς ἀντιλήψεσιν, εἰρήνην βαθεῖαν, αἰτούμενοι ἡμῖν παρὰ Χριστοῦ, ὡς ἡμῶν πρέσβεις πρὸς Κύριον, καὶ πταισμάτων ἄφεσιν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ς ἐῤῥύσω τὸ πάλαι τὴν γυναῖκα παμμάκαρ ἐκ πικρᾶς μάστιγος, οὕτως ἐκ πάσης βλάβης, καὶ χαλεπῆς μαγείας, ἀνωτέρους διάσωζε, Κυπριανὲ ἱερέ, τοὺς σὲ ὑμνολογοῦντας.

Νοσημάτων παντοίων καὶ κινδύνων ἐν βίῳ καὶ περιστάσεων, σκανδάλων ὀλεθρίων, μαγγανειῶν καὶ πόνων, ἀσινεῖς διασώσατε, Κυπριανὲ ἱερέ, ἡμᾶς σὺν Ἰουστίνῃ.

Γεωργεῖν θεῖον φόβον καὶ κατάνυξιν θείαν καὶ βίον κρείττονα, ἡμᾶς τοὺς προσκυνοῦντας, ὑμῶν θείᾳ εἰκόνι, ἐνισχύσατε Ἅγιοι, Κυπριανὲ ἱερέ, καὶ Μάρτυς Ἰουστίνα.

Θεοτοκίον.

ξ ἀχράντου γαστρός Σου ὁ ὑπέρθεος Λόγος σάρκα προσείληφε, καὶ ἔσωσε τὸν κόσμον, τῆς πάλαι ἁμαρτίας, Θεοτόκε δι’ ἔλεος· ὅθεν σωθῆναι κἀμέ, Αὐτὸν ἀεὶ δυσώπει.

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

υσθεὶς ὁ νέος, τῆς τοῦ ἐχθροῦ μαγγανείας ὡς προσέφυγεν ὑμῶν τῇ προστασίᾳ, πιστῶς τὴν θείαν χάριν, ὑμῶν ἀνακηρύττει.

Αἶνον προσάδει, ὡς δι’ ὑμῶν ἰαθεῖσα, ὑμῖν Ἅγιοι γυνὴ ἄλλη ἐν πίστει· πᾶσι γὰρ δωρεῖσθε, ἰάματα ποικίλα.

Σωματικῶν με, καὶ ψυχικῶν νοσημάτων, θεραπεύσατε ὑμῶν τῇ ἀντιλήψει, Κυπριανὲ Πάτερ, ὁμοῦ σὺν Ἰουστίνῃ.

Θεοτοκίον.

σχύν μοι δίδου, καταπατεῖν Θεοτόκε, τοῦ ἀλάστορος τὴν κατ’ ἐμοῦ μανίαν, ἵνα Σε δοξάζω, τὴν κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μαγείας ἀκαθάρτου, ἀσινεῖς τηρεῖτε, καὶ μαγγανείας ἁπάσης μακάριοι, τοὺς ἀδιστάκτῳ καρδίᾳ ὑμῖν προσφεύγοντας.

Οἱ φύλακες καὶ ῥῦσται, ταύτης ὑμῶν τῆς ποίμνης, Κυπριανὲ Ἰουστίνα τε ἔνδοξοι, αὐτὴν λυτροῦσθε σκανδάλων τοῦ πολεμήτορος.

ψίστου νῦν τῷ θρόνῳ, ἐν δόξῃ ἑστῶτες, Κυπριανὲ Ἰουστίνα τε ἔνδοξοι, τὰς ἐκ καρδίας δεήσεις ἡμῶν προσδέξασθε.

Θεοτοκίον.

δάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, καὶ πρὸς πηγὴν ἀπαθείας με ἴθυνον, ἵνα ζωῆς αἰωνίου γένωμαι μέτοχος.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις θεηγόρε Κυπριανέ, ὁ στεῤῥῶς ἀθλήσας, καὶ αἰσχύνας τὸν δυσμενῆ· χαίροις καλλιμάρτυς, Κυρίου Ἰουστίνα, ἀστέρες εὐσεβείας, ἀειλαμπέστατοι.

Χαίρετε προστάται τῶν εὐσεβῶν, Κυπριανὲ Πάτερ, Ἰουστίνα τε θαυμαστή· χαίρετε μεσῖται, ἡμῶν πρὸς τὸν Δεσπότην, καὶ ταύτης Ἐκκλησίας, ὑμῶν οἱ ἔφοροι.

Πλάνης καταπτύσας σκότος δεινός, τῷ φωτὶ προσῆλθες, τῆς Τριάδος Κυπριανέ, διὰ τῆς καλλίστης, παρθένου Ἰουστίνης· μεθ’ ἧς καὶ τὸν ἀγῶνα, τὸν θεῖον ἤνυσας.

Φρίττει τῶν δαιμόνων ἅπας ἐσμός, Κυπριανὲ μάκαρ, Ἰουστίνα τε εὐκλεής, ὑμῖν τὴν δοθεῖσαν, παρὰ Κυρίου χάριν, καὶ πόῤῥω ἐξ ἀνθρώπων, ἀποδιώκονται.

Ῥύσασθε μαγείας τῆς χαλεπῆς, Κυπριανὲ Πάτερ, Ἰουστίνα ἡ εὐκλεής, τοὺς τῇ μοχθηρίᾳ, αὐτῆς συνεχομένους, ψυχῶν τε καὶ σωμάτων, πάθη ἰώμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προσπίπτοντας πιστῶς, ὑμῶν τῇ ἁγίᾳ εἰκόνι, Κυπριανὲ ἱερέ, Ἰουστίνα πάνσεμνε, νύμφη Χριστοῦ τοῦ Θεοῦ, πάσης βλάβης λυτρώσασθαι, καὶ τῶν σοφισμάτων, τοῦ δολίου δράκοντος, καὶ μαγειῶν χαλεπῶν, πᾶσι δὲ αἰτεῖσθαι θεόθεν, ἄλυπον ζωὴν ἐν εἰρήνῃ, καὶ πταισμάτων ἄφεσιν δεόμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου