Δευτέρα 2 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 4. ΑΓΙΟΣ ΙΕΡΟΘΕΟΣ ΑΘΗΝΩΝ ΑΚΟΛΟΥΘΙΑ





ΟΚΤΩΒΡΙΟΣ Δ΄!!

ΙΕΡΟΘΕΟΣ ΑΘΗΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου τρία. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Ὁ φωτοειδέστατος Χριστοῦ, ἔρως καὶ θειότατος, τὴν σὴν ψυχὴν κατελάμπρυνε, καὶ τὴν διάνοιαν, γλυκυτάτῳ φέγγει, εὐσεβῶς ἐπύρσευσε, καὶ πᾶσαν αἰσθητὴν ἡδυπάθειαν, ὡς πῦρ κατέφλεξεν, οὐρανίων ἐπιλάμψεων, ἐκτελέσας, δοχεῖον πανέντιμον.

 

Ἡ μεγαλοπρέπεια τῶν σῶν, λόγων Ἱερόθεε, καὶ τῶν σοφῶν ἀποδείξεων, ἡ παναρμόνιος, καὶ ἀκριβεστάτη, ἀγωγὴ καὶ μέθοδος, ἐπιστημονικῆς διαθέσεως, καρπὸς γνωρίζεται, καὶ φωτίζει τοὺς προστρέχοντας, καὶ σοφίζει τοὺς ἀναγινώσκοντας.

 

Τὸ περιφανέστατον τῶν σῶν, συνταγμάτων Ὅσιε, περὶ τὰ θεῖα θεάματα, ὁ Διονύσιος, ὁ πολὺς τὰ θεῖα, τοῖς πιστοῖς ἐκήρυξε, καὶ τὸ ὑπερφυὲς τῶν δογμάτων σου, μεθ' οὗ δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὴν τῶν πόλεων ἄνασσαν, Ἀθηνῶν τὴν ὑπέρτιμον, πόλιν εὐφημήσωμεν τὴν ἐνέγκασαν, τὸν ἱεράρχην τὸν ἔνθεον, ῥητόρων ἔξοχον, τὸν λαμπρύναντα ἡμῶν, διανοίας διδάγμασι, καὶ κοσμήσαντα, τὰς χορείας τῶν ἄνω τῶν Ἀγγέλων, Ἱερόθεον τὸν μέγαν, καὶ ὑμνολόγον θεόληπτον.

 

Οὔτε θρόνος βασίλειος, οὔτε κράτος παγκόσμιον, οὕτω κατευφραίνουσι τὴν θεόφρονα, τῶν Ἀθηναίων Μητρόπολιν, ὡς κράτος τὸ ἔνθεον, τὸ κατὰ τῶν δυσμενῶν, ὁρωμένων δυνάμεων, νοουμένων τε, ὃ παρέχει ὁ μέγας πολιοῦχος, καὶ θερμὸς αὐτῆς προστάτης, ὁ ἱερὸς Ἱερόθεος.

 

Ἐν σκηναῖς αὐλιζόμενος, ταῖς ἀΰλοις μακάριε, παῤῥησίαν ἔχων τε πρὸς τὸν Κύριον, ἀδιαλείπτως ἱκέτευε, τῷ συνωνυμοῦντί σοι, τῷ τὴν μνήμην σου θερμῶς, ἐκτελοῦντι καὶ πίστει σε, λιτανεύοντι, τὴν εἰρήνην δοθῆναι φωτισμόν τε, καὶ ἰσχὺν κράτος καὶ νίκης, κατὰ δεινοῦ κοσμοκράτορος.

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε πιστοί, τὸν θεολόγον τὸν δεύτερον εὐφημήσωμεν, Ἱερόθεον τὸν φερώνυμον, καθαρότητι γὰρ βίου, χωρητικὸν τοῦ Πνεύματος δοχεῖον ἀναδειχθείς, τὰς ὑπὲρ νοῦν ἐμφάσεις ἐδέξατο, καὶ ὑψηγόρος ἱεροφάντης, τῆς τοῦ Θεοῦ κρυφιομύστου σοφίας ἐγένετο, μονάδα γὰρ Θεότητος, ἐν τρισὶ προσώποις γνωριζομένην ἐθεολόγησε, καὶ τὰ τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον διατρανώσας ἐδήλωσε· διὸ γηθοσύνως ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.

 

Καὶ νῦν. Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

 

 Λιτή. Ἦχος α΄.

Ἡ ἡλιοστόλιστος γυνή, ἣν ὁ τῆς θεολογίας ὑψιπέτης ἀετός, ἐν μέσῳ τοῦ οὐρανοῦ ἐθεάσατο, τὴν τοῦ Χριστοῦ φασὶ πίστιν ὑπαινίττεται, οὐράνιον γὰρ φῶς ἐστιν ἀληθῶς παρὰ τοῦ πατρὸς τῶν φώτων προερχόμενον, σοφία ἐστιν ἣν κατὰ Παῦλον, οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε, ταῖς παμφαέσιν οὖν ἀκτῖσιν αὐτῆς καταγλαϊσθεὶς Ἱερόθεε, ὁλοπόθως αὐτῇ προσῆλθες τῆς τοῦ αἰῶνος τούτου σοφίας τὴν οὐράνιον, περὶ πλείστου ποιησάμενος.

 

Τοῦ μεγάλου ἀετοῦ, ἐκ τῶν κόλπων τοῦ Πατρὸς ἐπὶ τῆς γῆς ἐπιφοιτήσαντος, οἱονεὶ δυσὶ πτέρυξι Πέτρῳ καὶ Παύλῳ, πετασθεῖσα ἡ οὐράνιος γυνή, διῆλθεν ἀπὸ θαλάσσης, κατὰ τὸν προφήτην, ἕως θαλάσσης, καὶ ἀπὸ ἀνατολῶν ἡλίου, μέχρι δυσμῶν· ὢ τῆς μεγάλης βουλῆς τοῦ Θεοῦ, καὶ ἀπείρου σοφίας, τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου, ἵνα καταισχύνῃ τὰ ἰσχυρὰ καὶ τὰ ἀγενῆ καὶ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήση, οἷς λίαν ἐμφρόνως πειθαρχῶν σοφὲ Ἱερόθεε, ὁμότροπος αὐτοῖς ἐγένου καὶ ἰσαπόστολος.

 

Φερωνύμως ἱερὸς Θεῷ ἀνεδείχθης, ἱεροφάντορ Ἱερόθεε, Παύλῳ γὰρ τῷ οὐρανίῳ μυσταγωγῷ ἑπόμενος, καὶ ταῖς ἐκείνου φωτιστικαῖς θεηγορίαις φωτιζόμενος, τῷ ἀληθεῖ προσήγγισας Θεῷ τὴν ἀντίθεον τῶν εἰδώλων λατρείαν ἀπειπάμενος· διὸ καὶ ὑπ’ αὐτοῦ τῆς νεοσυλλέκτου Ἐκκλησίας ποιμὴν προχειρισθείς, καὶ ταύτην ὁσίως καὶ δικαίως ποιμάνας ἐν τῇ ἀνθηρᾷ τῶν ὀρθῶν σου λογίων πόᾳ, σὺν αὐτῇ ἐν οὐρανοῖς συναγελάζῃ ἀοίδιμε.

 

Ἦχος δ΄.

Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἰδιώτης τῷ λόγῳ, καὶ ἁπλοῦς τῷ τρόπῳ Παῦλος, τῆς σοφίας τὰς συμπλοκάς, καὶ ἀποδείξεις τὰς σοφιστικάς, ὡς νηπίων ἀποδείκνυσι ψελλίσματα· θεία δύναμης, αὕτη ἐστιν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον ἡ πίστις ἡμῶν, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἵνα μὴ κενωθῇ ὁ Σταυρὸς τοῦ Χριστοῦ, ἀλλ’ ἐν ἀποδείξει πνεύματος, οὗ τῇ πανσθενεῖ ἐνεργείᾳ, ἐξ ἀσεβείας εἰς εὐσέβειαν μεταστοιχειωθείς, θεολογίας δόγματα, ὡς ποταμὸς ἀνέβλυσας τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, οἷς καθ’ ἑκάστην ἀρδομένη, χρεωστικῶς γεραίρει σε Πάτερ Ἱερόθεε.

 

Τῷ σκεύει τῆς ἐκλογῆς, τῷ τῶν ἐθνῶν Ἀποστόλῳ, Παύλῳ τῷ θείῳ μαθητευθεὶς Ἱερόθεε, παρ’ αὐτοῦ τὰ ξένα καὶ ἀπόῤῥητα, τῆς ὑπερσόφου σοφίας μεμύησαι δόγματα· ὅθεν ὡς φωστὴρ διαυγέστατος, ἐν τῷ τῆς Ἐκκλησίας διέλαμψας στερεώματι· καὶ ἀστραπαῖς τῶν θείων λόγων σου, τῆς τῶν Ἑλλήνων μωρανθείσης σοφίας, τὸν ζόφον ἀπήλασας, καὶ λαοὺς ἐφωταγώγησας πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ὡς παῤῥησίαν οὖν ἔχων τῇ μνήμῃ σου, Χριστὸν τὸν Θεόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς ὄρος θείων ἀρετῶν ἀνελθὼν παναοίδιμε, καὶ εἰς τὸν γνόφον εἰσδύσας τοῦ Πνεύματος, συνανεκράθης τῷ Θεῷ καὶ διανοίας πλαξὶ τὸν νόμον ἐδέξω τῆς χάριτος· διὸ καὶ πλουσίως, τὰς τῶν προσερχομένων σοι ψυχάς, τῷ ζωτικῷ σου λόγῳ διέθρεψας· ὅθεν κατὰ χρέος τὴν σεβασμίαν μνήμην σου ἐκτελοῦντες Ἱερόθεε, ἐκτενῶς δεόμεθα, πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ἱεράρχην τοῦ Χριστοῦ, καὶ τῶν Πατέρων κλέος, τῆς πίστεως τὸν πῦργον, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· χαίροις, τῆς Ἐκκλησίας φωστὴρ διαυγέστατε, καὶ ποιμὴν ἁγιώτατε, Ἱερόθεε πάνσοφε· χαίροις, ὁ νοῦς ὁ οὐράνιος, ὁ τὰ ἀπόῤῥητα καὶ ξένα τῆς τοῦ Θεοῦ σοφίας διατρανώσας μυστήρια· ἀλλὰ μὴ παύσῃ δεόμεθα, πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἱεραρχῶν καλλονή, τῆς Ἐκκλησίας ἡ κρηπὶς ἡ ἀκράδαντος, ὁ στῦλος τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν ἑλληνιζόντων ἡ κατάπτωσις, λαμπτὴρ ὁ φανώτατος, καὶ φωστὴρ ὁ λαμπρότατος, σκότος ἀγνοίας, ἐκδιώξας σοῖς δόγμασι, καὶ διδάγμασι, τοῖς πανσόφοις τοῦ πνεύματος, ῥεῖθρον τὸ διειδέστατον, πηγὴ ἡ ἀένναος, ἡ καταρδεύουσα ἅπαν τῆς Ἐκκλησίας τὸ πρόσωπον, Χριστὸν καταπέμψας, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ ἀεὶ πλήρης τῶν ὑδάτων τῆς χάριτος, ὁ πᾶσαν εὐφραίνων πόλιν, τοῦ Βασιλέως Χριστοῦ, τοῖς ἐνθέοις λόγοις καὶ διδάγμασι, τρυφῆς ὁ χειμάῤῥους, τὸ ἀνεξάντλητον πέλαγος, ὁ τῶν δογμάτων, ἀκριβὴς φύλαξ ἔννομος, ὁ θερμότατος, τῆς Τριάδος ὑπέρμαχος, πάνσεπτε Ἱερόθεε, ὁ νοῦς ὁ οὐράνιος, εὔηχος γλῶσσα τὸ βάθος, τὸ τῶν γραφῶν ἑρμηνεύουσα, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.

Αἴγλη, φιλοσοφίας τῆς σῆς, τὴν τῶν Ἑλλήνων σκοτομήνην διέλυσας, πηγὴν γὰρ ἀπαυγασμάτων, θεοσεβεῖ λογισμῷ, θεοφόρε φθάσας καὶ θεόφρονι, αὐγαῖς ταῖς ἐκεῖθεν, ἐκδιδομέναις ὡμίλησας, διαφανεὶς γὰρ τὸν σὸν νοῦν ὥσπερ ἔσοπτρον ἐργασάμενος, τὸ τρισσὸν τῆς Θεότητος, Πάτερ φῶς καὶ ἀμέριστον, ἐδέξω θεόληπτε, καὶ τὴν ἀκτῖνα πλουσίως, τὴν ἑνιαίαν ἐχώρησας, ἣν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα Ἦχος πλ. α΄

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ θεοφόρου Πατρός, βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν ἱεράρχην κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντα ποταμοὺς ὑπερμεγέθεις, ποιμένες καὶ διδάσκαλοι, τὸν τῆς σεπτῆς Τριάδος σεπτὸν ἱερομύστην, συνελθόντες εὐφημήσατε· οἱ φιλόσοφοι τὸν σοφόν, οἱ ἱερεῖς τὸν ποιμένα, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ ἐν θλίψεσι τὸν παραμυθοῦντα, τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, θεῖον ἀρχιεράρχην ἐγκωμιάζοντες οὕτως εἴπομεν· πανάγιε διδάσκαλε, πρόφθασον ἐξελοῦ ἡμᾶς ἐκ τῶν τοῦ ᾍδου βασάνων, γεέννης λυτρούμενος καὶ αἰωνίου πυρός.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τοῦ Παύλου ἠλίευσαι, ταῖς θεηγόροις πλοκαῖς, καὶ ὅλος γεγένησαι, ἱερωμένος Θεῷ, σοφὲ Ἱερόθεε, σὺ γὰρ φιλοσοφίας, ταῖς ἀκτῖσιν ἐκλάμπων, ὤφθης θεολογίας, ἀκριβοὺς ὑποφήτης, δι' ἧς μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα.

Δόξα. Ἦχος α΄.

Τὸν Παύλου μαθητήν τε καὶ τῆς οἰκουμένης διδάσκαλον, τὸν τῶν Ἀθηνῶν ἱεράρχην καὶ κήρυκα τῆς πίστεως, τὸν μέγαν καὶ πάνσοφον πιστοί, ἐκφάντορα τῶν μυστηρίων τοῦ Χριστοῦ Ἱερόθεον, ἐν ὕμνοις χρεωστικῶς ἀνευφημήσωμεν ἅπαντες, τὸν βλύσαντα ὡς νάματα ἡμῖν, διδάγματα ἔνθεα σαφῶς, καὶ Θεὸν τῷ βίῳ εὐφράναντα, τὸν μόνον πολυέλεον.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Δογμάτων ἀστραπαῖς, ὥσπερ ἥλιος Πάτερ, ἐφώτισας τὴν γῆν, καὶ εἰδώλων τὸ σκότος, μακρὰν ἀπεδίωξας, Ἱερόθεε πάνσοφε· ὅθεν δέομαι, τοῦ αἰωνίου με σκότους, ἐλευθέρωσον, καὶ φωτισμοῦ σωτηρίας, εὐχαῖς σου ἀξίωσον.

Δόξα.

Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν κήρυκα Χριστοῦ, Ἱερόθεον ὕμνοις, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, τὸν ἀήττητον, καὶ ἀσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν Θεάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον ἕδρασμα, τῆς Ἐκκλησίας, Ἱερόθεε, ἱεροφάντορ, ταῖς διδαχαῖς σου τὴν ἀθεΐαν ἐξέτεμες, τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας, καὶ σὺν τῷ Παύλῳ τὴν πίστιν τετήρηκας, λοιπὸν πεπλήρωται, ὁ πόθος ὁ σὸς ἀοίδιμε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν ... Θεοτοκίον.

Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων τῶν θεϊκῶν, τοῖς πᾶσι ἐξελάμψας, ὡς φωστὴρ διαυγέστατος, καὶ τὴν Ἁγίαν Τριάδα, μονάδα ἐκήρυξας, θεολόγων ἀκρότης, γενόμενος πάνσεπτε· ὅθεν κατὰ χρέος, οἱ πιστοὶ συνελθόντες, ἀξίως τιμῶμεν, καὶ πιστῶς ἐκβοῶμέν σοι, Ἱερόθεε πάνσοφε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν ... Θεοτοκίον.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.

Εὐαγγέλιον, ἱεραρχικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Χοροβατῶν ἐν οὐρανοῖς, καὶ τῷ ἀδύτῳ φέγγει καταλαμπόμενος πάνσοφε, μὴ διαλλίπῃς ἐποπτεύων τοὺς ἐπὶ γῆς ᾄσμασιν τὴν πανέορτον, γεραίροντες μνήμην σου, καὶ τῷ Χριστῷ καθικετεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.

Ὁ α’ Κανὼν οὗ ἡ Ἀκροστιχίς: Τὴν φωσφόρον σου, Παμμάκαρ μνήμην σέβω. Θεοφάνους

ᾨδὴ α' Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας

Τὸν οὐρανοφοίτην μυσταγωγόν, θεόληπτον Παῦλον, τὸν τοῦ κόσμου σαγηνευτήν, διδάσκαλον ἔχων θεωρίας, τῆς ἀνωτάτω μύστης γέγονας.

 πνευματοκίνητος ἐμφανῶς, τοῦ Παύλου σε γλῶσσα, φθεγγομένη τὰ τοῦ Θεοῦ, μυστήρια Μάκαρ περιέσχε, καὶ θεηγόρον ἀπειργάσατο.

Νυττόμενος πόθῳ πνευματικῷ, καὶ θείοις λογίοις, ἐν συνέσει προσομιλῶν, τῷ πάντων Δεσπότῃ πανιέρους, θεολογίας ἀνατέθεικας.

Θεοτοκίον

Φωτὸς ἀϊδίου θεοπρεπές, δοχεῖον Παρθένε, γενομένη καὶ καθαρόν, κηλίδων με πάσης ἁμαρτίας, καὶ μολυσμάτων πλῦνον Δέσποινα.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἱεροθέῳ ᾄσμα σὺν πόθῳ δεύτερον μέλπω. Θεοφάνους.

ᾨδὴ α΄. Ἦχος πλ.. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

μειρομένῳ προσάδειν σοι, τῷ σοφῷ ὡς ἐν ζόφῳ ὄντι μοι, τῆς κακίας καὶ παθῶν, φωτισμὸν καὶ ἔλλαμψιν· διὸ τῷ φωτὶ παρεστηκῶς, ἐπικατάπεμψον.

Εὖγε βοῶ σοι παμμάκαρ, εὖγε τῆς σῆς νουνεχοῦς φρονήσεως καὶ συνέσεως πολλῆς, τῆς μωρᾶς γὰρ λίαν σὺ σοφῶς, προκρίνας τὴν ἀληθῆ σοφίαν τεθαυμάστωσαι.

ημάτων Παύλου τοῦ θείου ἀκουτισθείς, ἀδιστάκτως ἔδραμες, πρὸς Θεὸν τὸν ἀληθῆ, αὐγασθεὶς μακάριε, τὸν νοῦν ταῖς τοῦ Πνεύματος αὐγαῖς, αἷς νῦν με καταλάμπρυνον.

Θεοτοκίον

λος δὴ πλήρης ὑπάρχων ὁ τοῦ Θεοῦ, Θεὸς Λόγος πάναγνε, ἀκενώτως ἐν τῇ Σῇ κενοῦται καὶ ἅπαντες ἡμεῖς, τοῦ δωρήματος αὐτοῦ Κόρη μετέσχομεν.

 

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος

ς ἱερολογοῦντα, τὰ ἱερὰ γράμματα, καὶ τῆς εὐσεβείας τὸν λόγον, ἀνακηρύττοντα, πάντες τιμῶμέν σε, χαρμονικῶς συνελθόντες, μάκαρ Ἱερόθεε καὶ μακαρίζομεν.

Συντονίᾳ καὶ νεύσει, καὶ θεϊκῷ ἔρωτι, πρὸς τὸν εὐεργέτην τῶν ὅλων, ἀνατεινόμενος, τὸν νοῦν ἐλάμπρυνας, μαρμαρυγαῖς ταῖς ἐκεῖθεν, καὶ ψυχὴν ἐφαίδρυνας Μακαριώτατε.

Φερωνύμως ἐκλήθης, καὶ ἱερὸν ἔνθεον, καὶ ἡγιασμένον θεόφρον, ὤφθης ἀνάθημα, τῷ Παντοκράτορι, καὶ Ποιητῇ τῶν αἰώνων, καὶ ναὸν ἐκόσμησας, τὸν ἐπουράνιον.

Θεοτοκίον

Οὐρανὸν ὁ τανύσας, καὶ τὸν τῆς γῆς Ἄχραντε, γῦρον ὁ κατέχων τὰ πάντα, φύσει Θεότητος, ἐν ταῖς ἀγκάλαις σου, σωματικῶς κατεσχέθη, καὶ πιστοῖς σε στήριγμα, πᾶσιν ἀνέδειξεν.

 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Θεὸς ὁ ἄγνωστος ἐκ σοῦ ἔγνωσται εἰσηγήσει, θεοκήρυκος Παύλου, καὶ πιστεύεται ὁμοῦ, καὶ κηρύττεται πανταχοῦ, εὐφραδείᾳ ὅσῃ στομυλίᾳ τε.

τέθης λύχνος φαεινός, ἐπί γε τῆς λυχνίας, Ἱερόθεε μάκαρ, Ἐκκλησίας τῶν πιστῶν, καταφωτίζων αὐτοὺς ταῖς σοφαῖς ἀεὶ διδασκαλίαις σου.

ς ἑωσφόρος πρωϊνὸς ἐξανέτειλε κόσμῳ, ἡ πανένδοξος μνήμη, Ἱεράρχου τοῦ σοφοῦ, καταλαμπρύνουσα πιστούς, τοὺς αὐτὴν πιστῶς γεραίροντας.

Θεοτοκίον

γνὴ Μαρία καὶ σεμνή, μακαρία ἐγένου, ὡς μακάριον μόνον, συλλαβοῦσα ἐν γαστρί, Θεόν τε πάντα δρακί, τῇ ἰσχύει τῇ Αὐτοῦ συνέχοντα.

  

Κάθισμα Ἦχος γ'. Θείας πίστεως

Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ νάμασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐκβλύζων τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγή, ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὦ Ἱερόθεε· Πάτερ ὅσιε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα.. καὶ νῦν... Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε

ητορικαῖς, θεηγορίαις ἐλάμπρυνας, τὰς χορείας, μάκαρ Ἱερόθεε, τὰς τῶν πιστῶν, καὶ τὸν ἱερόν, σύλλογον θεόφρον, τῶν Ἀποστόλων κατηύφρανας, ἐκστάσει θειοτέρᾳ, κεχρημένος καὶ ψάλλων· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

λος Θεῷ, ἱερωμένος γεγένησαι, ὁλοτρόπως, μάκαρ ἐξιστάμενος, ταῖς πρὸς αὐτὸν θεολογικαῖς, ἱερολογίαις, Ἱεροφάντορ θεόληπτε καὶ θεῖος ὑμνολόγος, καὶ σοφός θεηγόρος, τοῖς παροῦσιν ἐμφρόνως κρινόμενος.

Νῦν καθορῶν, Πάτερ τὰ θεῖα τρανότερον, παρελθόντων, πάντων ἱερώτατε, τῶν αἰνιγμάτων καὶ τῶν σκιῶν, ταῖς ἀληθεστάταις, τῆς θεοπτίας ἐμφάσεσι, δυσώπησον σωθῆναι, τοὺς πιστῶς μελῳδοῦντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Θεοτοκίον

Σὺ τὸν Θεόν, τὸν ἀχωρήτως χωρούμενον, ἐν κοιλίᾳ, Πάναγνε ἐχώρησας, ὡς καθαρὰ καὶ παρθενικαῖς, καθωραϊσμένη, φαιδρότησιν ἀειπάρθενε· διὸ σε Θεοτόκον, ἀληθῶς εὐφημοῦμεν, καὶ τὸν τόκον σου πίστει δοξάζομεν.

 

Ἕτερος. Χριστός μου δύναμις.

Σοφίας ἔλλαμψις, περιεχύθη σοι, οὐρανίου παμμάκαρ, ᾗ ἐλλαμφθεὶς πᾶσαν τὴν ὑφήλιον, καταλαμπρύνεις ἀληθῶς ταῖς λαμπραῖς θεηγορίαις σου.

Μωρὸν Χριστοῦ μου ὁ Σταυρός, σοφώτερον τῶν ἀνθρώπων, δι’ αὐτοῦ γὰρ ἐμφανῶς, σοφὸς καταβέβληνται, καὶ σωτηρία τῷ κόσμῳ καὶ ἀνάστασις δεδώρηται.

λλοῖος γέγονας ὦ Ἱερόθεε, τὸν Θεὸν γὰρ τὸν ἕνα σὺ σεβασθείς, τὸν ὅλον ἀλήθειαν, τοὺς ψευδωνύμους καὶ πολλοὺς θεοὺς κατεμυκτήρισας.

Θεοτοκίον

Σκοτοῦται ἅπασα βροτῶν διάνοια, ἐρευνώντων Παρθένε, τὸν τοκετόν, ὃν γὰρ προεώρακεν, ἐν θυέλλῃ Μωϋσῆς ἐν ἀγκάλαις Σου ἐβάστασας.

 

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω

μοδίαιτος Μάκαρ, τῷ τῶν Ἀποστόλων ὑπάρχων συστήματι, σὺν αὐτοῖς ἐπέστης, τῇ κοιμήσει τῇ θείᾳ θεσπέσιε, τῆς τὸν Ζωοδότην, σωματικῶς ἡμῖν τεκούσης, Παναγίας ἁγνῆς Θεομήτορος.

περφυῶς ἐννοήσας, καὶ πρεσβευτικῶς τὰ ὑπὲρ λόγον θεάματα, ὑφηγήσω πᾶσι, τοῖς πιστῶς δεχομένοις τὴν ἔλλαμψιν, καὶ τὰς σὰς Παμμάκαρ, συνοπτικὰς θεολογίας, συνιέναι ποθοῦσι πανάριστε.

Πανολβίαις ἀκτῖσι, τῆς ὑπερφυοῦς φωταυγίας λαμπόμενος, ἀκριβείᾳ θείων, ἀποδείξεων καὶ καθαρότητι, τῶν πολλῶν ἐκράτεις, χρόνου τριβῇ καὶ θεωρίᾳ, σοφωτέρᾳ τὰ θεῖα μυούμενος.

Θεοτοκίον

πειράνδρως Παρθένε, τὸν ἀπεριόριστον φύσει θεότητος, ἀνδρωθέντα Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους συνέλαβες, ἐξ αἱμάτων Κόρη, παρθενικῶν διαπλασθέντα, ὑπέρ λόγον καὶ νόμον τῆς φύσεως.

 

Ἕτερος. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

ποχωροῦσι τὰ ἰσχυρά, τὰ τῆς οἰκουμένης καὶ σοφά, ὢ τοῦ Σταυροῦ τῆς δυνάμεως! Τοῖς ἀσόφοις ὄντως τὸν Χριστόν, ὡς Λόγον Θεοῦ, ἐν ἀσθενείᾳ τοῖς πᾶσι καταγγέλλουσι.

Νεκρώσας ἅπαντα τὰ ἐν γῇ, καὶ τῶν χαμαιζήλων μηδαμῶς, Πάτερ μηδενὸς προσαπτόμενος, ὑπερήρθης ἄνω σοφέ, εἰς γνῶσιν Θεοῦ τοῦ ὄντως ὃν προσαπτόμενος, ὑπερήρθης ἄνω σοφέ, εἰς γνῶσιν Θεοῦ τοῦ ὄντως ὃν θεηγορίαις ἐκήρυξας.

Πόθῳ τῷ θείῳ σὺ πυρσευθείς, καταφλεγομένῃ ἐν ψυχῇ τοῦτον ἐζήτησας Ἅγιε, οὗ τῇ ἀγαπήσει προσέσχες αὐτό· ὅθεν ἀκούεις παμμάκαρ καὶ θεόληπτος.

Θεοτοκίον

ἐν τοῖς κόλποις τοῦ Πατρός, ἐπὶ τὸν Σὸν κόλπον ὦ ἁγνή, βαβαὶ σαρκοφόρος κάθηται, ὡς ἐπὶ θρόνου ὄντως Ἁγίου αὐτοῦ, ἀκατάληπτον τὸ θαῦμά Σου Κόρη πέφυκε.

 

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτὴρ

Μυήσει θεοπρεπεῖ, τὴν θείαν γνῶσιν μυούμενος, τοὺς λόγους Πάτερ τοὺς σούς, ὡς δεύτερα λόγια, σαφῶς καταλέλοιπας, ἱερογνωσίαις, τὰς ψυχὰς ἡμῶν φωτίζοντα.

Μακάριος ἀληθῶς, ἐγένου Θεομακάριστε, κεκαθαρμένῃ ψυχῇ, τὸ ὄντως μακάριον καὶ μόνον ἐράσμιον, ἀγαπήσας κάλλος, τοῦ Σωτῆρος Ἱερόθεε.

χράντοις ἐπιβολαῖς, ἐνατενίζων θεόληπτε, ταῖς νοηταῖς ἀστραπαῖς, τῶν θείων ἐλλάμψεων, τῆς τούτων μεθέξεως, καὶ φωτοδοσίας, κοινωνὸς ὤφθης μακάριε.

Θεοτοκίον

Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον δοξάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀῤῥήτως γὰρ τέτοκας, σαρκὶ καθ' ὑπόστασιν, συνδεδραμηκότα, Παναγία Μητροπάρθενε.

 

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.

Θεολόγος ἄριστος, καθωράθης ἀληθῶς, θεολογῶν πανάριστα, μυστηρίου τὴν γνῶσιν, τοῦ δι’ ἡμᾶς ἀῤῥήτως ἐκλάμψαντος, ἐπ’ ἐσχάτων τῶν χρόνων Ἱερόθεε

ράθης ὡς ἄνθρωπος καταβάς, ἐπὶ τῆς γῆς, υἱὸς Θεοῦ ὁ ἄχρονος, καὶ ἐν χρόνῳ ἐγένετο καθ’ ἡμᾶς, ἣν δὴ συγκατάβασιν ὑψηγορίαν, τῷ κόσμῳ ἀνεκήρυξας.

Δι’ ἄμετρον ἔλεος, ἀνυψώθης ἐν Σταυρῷ, ὁ ἀπαθὴς θεότητι, ὁ τοῦ Θεοῦ Λόγος τε δὴ καὶ Θεός, ᾧ καὶ σὲ ἀνείλκυσε, πρὸς ἑαυτὸν παμμάκαρ Ἱερόθεε.

Θεοτοκίον

κ ῥίζης βλαστήσασα, ὦ Μαρία Ἱεσσαί, τὸν φυτουργὸν προήνεγκας τὸν τοῦ κόσμου ξηράναντα τῷ Σταυρῷ τῷ θείῳ φυτῷ Αὐτοῦ, παραφυάδας καὶ ὅλον ἡμερώσαντα.

 

Κοντάκιον Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ

Τὸν Ἱεράρχην Ἀθηνῶν ἀνευφημοῦμέν σε, ὡς μυηθέντες διὰ σοῦ ξένα καὶ ἄῤῥητα· ἀνεδείχθης γὰρ θεόληπτος ὑμνολόγος. Ἀλλὰ πρέσβευε παμμάκαρ. Ἱερόθεε, ἐκ παντοίων συμπτωμάτων ἡμᾶς ῥύεσθαι, ἵνα κράζωμεν· Χαίροις Πάτερ Θεόσοφε.

Ὁ Οἶκος.

Ἄγγελος ἐξ ἀνθρώπων, ἀρεταῖς χρηματίσας, ὁ μέγας Ἱερόθεος πᾶσαν, ὡς ὑπόπτερος ἐμυήθης τὸν νοῦν, τὴν οὐράνιον γνῶσιν· διὸ ᾄσμασιν ὡς ἄγγελον τιμήσωμεν, βοῶντες πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε, ὁ γνοὺς Χριστὸν διὰ Παύλου·

χαῖρε, πολλοὺς πρὸς Χριστὸν ὁ στρέψας.

Χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ·

χαῖρε, πίναξ θεομόρφωτε, καὶ διόπτρα οὐρανοῦ.

Χαῖρε, φραγμὸς ἀσεβῶν παρωδίας·

χαῖρε, φωστὴρ τοὺς πιστοὺς καταυγάζων.

Χαίροις, Πάτερ θεόσοφε.

 

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


 

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν

γίων τὰ ἅγια, κατανοῆσαι σπεύδων Μακάριε, καθαρότητα βίου, καὶ θεωρίας θείας ἀκρότητα, σοφῶς ἐκτήσω, καὶ ψάλλων ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ημάτων ὁ φθόγγος σου, καὶ συγγραμμάτων ἡ καλλιέπεια, κατευφραίνει τοὺς πόθῳ, προσομιλοῦντας καὶ διανίστησι, πρὸς ὑμνῳδίαν κραυγάζειν διδάσκουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μονάδα θεότητος, γνωριζομένην ἐθεολόγησας, ἐν προσώποις Τριάδι, καὶ ὑμνουμένην ἐν ὑποστάσεσι, τρισὶ θεόφρον, καὶ ψάλλων ἀνέμελπες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Νομίμων τῆς φύσεως, Παρθενομῆτορ ἄνευ γεγέννηκας, τὸν δεσπόζοντα πάντων, τῶν ὁρωμένων καὶ νοουμένων Ἁγνή, ὃν ἀνυμνοῦντες, συμφώνως κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον.

πομένων μὲν ὑπέμεινας, ἀνάστασιν εὐαγγελιζομένῳ σοφῶς, Ἀποστόλῳ δὲ θεοπνεύστῳ καὶ τὸν Ἰησοῦν, παρ’ οὗ καὶ ἐξέμαθες βοῶν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῖς παντέρπνοις ἱερόσοφε ῥήμασι, Διονυσίου ὡσίν, ἃ δὴ προεδιδάχθης ἐκδιδάξας, καὶ αὐτὸν ὡσαύτως κατέπεισας βοῶν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Εὐφροσύνης ἡμῖν πρόξενος ἐγένετο, Ἅγιε ἡ μνήμη ἡ σή, ἐν ᾗ συμφώνως ὡς ἱεροφάντορα Θεοῦ, ἐν ὕμνοις σε ἅπαντες πιστοί, ἀνευφημοῦμεν εὐλαβῶς πανηγυρίζοντες.

Θεοτοκίον

αθυμίαν με κρατούμενον διέγειρον, πρὸς ἐργασίαν ἄχραντε, θείων πράξεων, ἐνισχύουσά με, κατ’ ἐχθρῶν, ἀεὶ πολεμούντων με δεινῶς, καὶ ἐναντίοις λογισμοῖς δελεαζόμενον.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον

πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, τῇ καθαρωτάτῃ σου ψυχῇ σκηνώσασα, θεόληπτον κήρυκα, καὶ θεηγόρον ἔδειξεν, ἱεροπρεπῶς τὸν Λυτρωτὴν ἀνυμνοῦντα, καὶ πίστει μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μετ' εὐσεβοῦς ζητήσεως, ἐρευνήσας τὰ ἄῤῥητα, τῆς οἰκονομίας τοῦ Χριστοῦ μυστήρια, τρανῶς ἐφανέρωσας, ὑψηγορίᾳ χρώμενος, καὶ τῇ γλυκυτάτῃ, τῶν σῶν λόγων συνθήκῃ, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

πανολβία χάρις σε, θειοτέρας ἐμπνεύσεως, καὶ θεολογίας, ἀκριβοῦς ἐνέπλησεν, ἐντεῦθεν ἀνέβλυσας, ὡς ποταμοὺς τὰ δόγματα, τὰς τῶν Ἀποστόλων, κατευφραίνων χορείας, μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Νενεκρωμένην Πάναγνε, τὴν ψυχήν μου τοῖς πταίσμασι, καὶ κεκακωμένην, ἰοβόλῳ δήγματι, Θεὸν τὸν δυνάμενον, ζωοποιεῖν τὰ σύμπαντα, ἡ ἀπειρογάμως ὑπὲρ φύσιν τεκοῦσα, ἀνάστησον βοῶσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.

λικῶς ἀγαπήσας, σὺ τὸ ἀκρότατον ὁρεκτῶν ἐγκρατείᾳ, Πάτερ ἐκέχρησο· ἅπαντα γὰρ σὺ ὑπερεῖδες πανόλβιε, οὗ καὶ ἀπολαύεις, εἰς πάντας τοὺς αἰῶνας.

Νεουργεῖται ἐκ πλάνης πρὸς τὴν ἀλήθειαν, μετελθὼν ὡς ἐχέφρων ὦ Ἱερόθεε, εἴδωλα γὰρ ἀργυροχρύσου ἔλιπες, καὶ Θεῷ προσῆλθες τῷ ζῶντι εἰς αἰῶνας.

Θεοτοκίον

Μὴ μὲ στήσεις ἐν ὥρᾳ Δέσποτα κρίσεως, μετὰ τῶν κατακρίτων ὄντα κατάκριτον, ἀλλὰ τὸν πικρὸν στεναγμόν μου δεξάμενος, σῶσόν με πρεσβείαις τῆς Σῆς Μητρὸς οἰκτίρμων.

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

Σοφίας ὑπερσόφου ὡς ἐραστής, γεγονὼς τῶν χαρίτων τὸν στέφανον, τὸν εὐπρεπῆ, χαίρων ἐκομίσω νῦν παρ' αὐτῆς, καὶ χορευτὴς οὐράνιος, περὶ τὸν τῶν ὅλων Δημιουργόν, γενόμενος δυσώπει, σωθῆναι ἐκ κινδύνων, τοὺς σὲ ὑμνοῦντας Ἱερόθεε.

σκήνωσας τὰς ἄνω θείας αὐλάς, καὶ μονὰς αἰωνίους κατῴκησας, καὶ στρατιαῖς, νῦν συνεορτάζεις ἀγγελικαῖς, σὺν Ἀποστόλων τάγμασιν, οἷς καὶ συναυλίζῃ χαρμονικῶς, μεθ' ὧν καὶ συναγάλλῃ, τοῖς πίστει σε τιμῶσι, θείαν εἰρήνην ἐξαιτούμενος.

Βεβαίας ἀντιδόσεις ἀπολαβὼν, ὧν ἐν γῇ τὰς ἐμφάσεις ἐκέκτησο, διηνεκεῖ, πόθῳ ἀνανεύων πρὸς τὸν Θεόν, νῦν ἐκτενῶς ἱκέτευε, Πάτερ Ἱερόθεε ἱλασμόν, δοθῆναι τοῖς ἐν πίστει, τὴν μνήμην σου τελοῦσι, τὴν φωτοφόρον καὶ πανίερον.

Θεοτοκίον

Μῆτερ τοῦ τῶν ὅλων Δημιουργοῦ, μητρικῇ παῤῥησίᾳ δυσώπησον, τὸν σὸν Υἱόν, σῶσαι δυναστείας τυραννικῆς, τοὺς αἰχμαλώτους δούλους σου, καὶ συκοφαντίας τῶν πονηρῶν, ἀνθρώπων καταργῆσαι, γαλήνην τε βραβεῦσαι, καὶ σωτηρίαν τοῖς ὑμνοῦσί σε.

 

Ἕτερος. Θεὸν ἀνθρώποις.

ν σοὶ ἠ χάρις τοῦ Πνεύματος, διηνεκῶς οἰκήσασα, τοῖς πέρασιν ἔδειξεν, ὑφηγητὴν πανάριστον, δογμάτων Θεοῦ, τούτων δ’ ὑψηγορίαις, πιστοὺς εὐφραίνοντα, τοὺς ἐν ὑμνῳδίαις ἱεραῖς σὲ μεγαλύνοντας.

Λαμπρὸς τῷ βίῳ καὶ κατορθώμασιν, ὡς γεγονὼς ἐν γῇ Ἀποστόλοις συνεφίστασαι, τῇ θείᾳ κοιμήσει τῆς Μητρὸς τοῦ Θεοῦ, ἣν ἱερολογίαις Πάτερ θεόληπτε, πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς παμμακάριστε προέπεμψας.

Παρεῖνει ἔδει ὦ Ἱερόθεε, σοῦ τὴν αὐδὴν τὴν πᾶσαν ἀκοὴν καθηδύνουσαν, καὶ ἐμοὶ τῷ ἀναύδῳ τε καὶ πᾶσιν ἰσχνῷ μέλπειν σ’ ἐπιχειροῦντι· ἀλλ’ ἔπιδε Ἅγιε, τοῖς ἐξ εὐμενείαις, κἂν μικροῖς προσφερομένοις σε.

Θεοτοκίον

ς Σὺ οὐδέποτε κεχαρίτωτε, ἐκ γενεῶν ἀρχαίων οὐδεμία πανάμωμε, Σὺ γὰρ μόνη τὴν πασῶν ἀσύγκριτον ἔσχες ἁγιωσύνην καὶ καθαρότητα· ὅθεν ὑπεδέξω τὸν Θεόν, ἐν Σοὶ σαρκούμενον.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ὁ τοὺς σοφοὺς δρασσόμενος τῇ αὐτῶν πανουργίᾳ, μόνος Θεὸς ὁ πάνσοφος, καὶ σὲ αὐτὸν ἐδράξατο· διὰ τῆς Παύλου σαγήνης ἔγνω γάρ, ὡς μωρία παρὰ Θεῷ σαφῶς ἐστὶν ἡ τοῦ κόσμου σοφία, διὸ μωρός, ἐν τῷ κόσμῳ γέγονας, ἵνα γένῃ παρὰ Θεῷ πανόλβιε, σοφὸς ὡς καὶ ἐγένου.

Ἕτερον. Ὅμοιον.

Ἐν τῇ σεπτῇ κοιμήσει Σου, Παναγία Παρθένε, παρῆν ὁ Διονύσιος, σὺν τῷ Ἱεροθέῳ καὶ Τιμοθέῳ τῷ θείῳ, ἅμα τοῖς Ἀποστόλοις, ἕκαστος ὕμνον ἄδοντες, πρόσφορον τῇ σῇ μνήμην· μεθ’ ὧν καὶ νῦν πᾶσα γλῶσσα, βρότειος ἀνυμνεῖ σε, τὴν τοῦ Θεοῦ λοχεύτριαν, καὶ τοῦ κόσμου προστάτην

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὅτε ἡ Μήτηρ τοῦ Λόγου, πρὸς τὰς ἐκεῖ καταπαύσεις, μεταναστεύουσα ὤφθη, σὺν τοῖς λοιποῖς Ἀποστόλοις, σὺ Ἱερόθεε ὕμνοις, ἐπέστης ταύτην προπέμπων.

 

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου

Δεῦτε τῆς σοφίας τὴν πηγήν, καὶ θεολογίας τὴν βρύσιν, τὴν ἀδαπάνητον, κήρυκα τὸν ἔνθεον, καὶ ἱερώτατον, Ἱερόθεον ἅπαντες, ὑμνήσωμεν πόθῳ, οὗτος ἑκάστοτε, ὑπὲρ ἡμῶν ἐκτενῶς, δέησιν, ποιεῖται Κυρίῳ, ἔλεος ἡμῖν δωρηθῆναι, καὶ πλημμελημάτων ἀπολύτρωσιν.

 

Ὄργανον κρουόμενον πνοαῖς, θείαις ἀνεδείχθης παμμάκαρ, τῇ Ἐκκλησίᾳ Χριστοῦ, μέλος ἐναρμόνιον ἀναφθεγγόμενος, τοῦ ἐνθέου κηρύγματος, δογμάτων τε θείων, πάντας πρὸς ἐπίγνωσιν ἀνακαλούμενος, τῆς τοῦ λόγου σαρκώσεως, εἰδώλων τε πλάνην, τούτους ἐξαιρούμενος, καὶ πρὸς Χριστὸν ὁδηγῶν· ὅθεν, ὡς Ἀπόστολον θεῖον, πάντες ἐπιγνόντες ὕμνοις, ἀποστολικοῖς ἀνευφημοῦμέν σε.

 

Χρίσματι χρησθεὶς τῷ νοητῷ, τῆς ἱερωσύνης παμμάκαρ, ἀρχιερεὺς Ἀθηνῶν, εὔνομος γεγένησαι γλῶσσαν πυρίπνοον, ἐκ τῶν ἄνω δεξάμενος, καὶ φλέγων σοφίαν, ἑλλήνων τὴν ἄσοφον, καὶ πρὸς τὸ ἄδυτον, ἕλκων, φῶς τῆς πίστεως πάντας, καὶ πρὸς οὐρανὸν ἀναπέμπων, ἔνθα φῶς ὑπάρχει τὸ ἀνέσπερον.

Δρόμον, τὸν τῆς πίστεως καλῶς, σὺν τῷ θείῳ Παύλῳ τελέσας, σὺν τούτῳ εἴληφας, τὸν ἐναποκείμενον, δικαίοις στέφανον, ἐκ χειρὸς τοῦ παντάνακτος, ἐν ἐπουρανίαις, σκηναῖς αὐλιζόμενος καὶ ἀξιούμενος, θείας, εὐφροσύνης καὶ δόξης, καὶ τὰς τῶν Ἀγγέλων χορείας, θείας ἐμπιπλῶν ἀγαλλιάσεως.

 

Δόξα. Ἦχος β΄.

Ὅτε, ἡ Μήτηρ τοῦ Κτίστου, πρὸς τὸν Υἱὸν ἐξεδήμει, καὶ τῶν Ἀγγέλων τὰ στίφη καὶ Ἀποστόλων τὰ πλήθη, πρὸς τὴν Σιὼν ἀθροίζοντο, τῇ τοῦ Θεοῦ ἐπινεύσει, τότε σοφὲ ἱεράρχα, ὑπὸ νεφέλης αἰθέριος ἁρπαγείς, σὺν τούτοις ἐπέστης ἀξιοχρέως λειτουργήσων τῇ κηδείᾳ τοῦ θεοδόχου σώματος· ὅθεν, ἐξάρχων ἐν συλλόγῳ τῶν θεολόγων τοῖς ὕμνοις διέπρεψας τῆς μόνης Θεομήτορος· ὅλος Θεῷ ἐκδημῶν, ὅλος ἐξιστάμενος καὶ Ἀποστόλων τὸν δῆμον κατηύφρανας, θεόληπτος ὑμνολόγος, παρὰ πάντων κρινόμενος· διὸ σὺν αὐτῇ Χριστὸν τὸν Θεὸν ἱκέτευε, ἱεράρχα Ἱερόθεε, σωθῆναι τὰς ψυχὰς ἡμῶν

 

Καὶ νῦν. Θεοτοκίον

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Τὸ τοῦ Παύλου θήραμα τὸ τερπνόν, τῇ ἄνῳ τραπέζῃ, τὸ ἀξίως παρατεθέν, τὸ τοὺς οὐρανίους, εὐφράναν δαιτυμόνας, Ἱερόθεον τὸν πάνυ, ὕμνοις τιμήσωμεν.

Ἐγκαυχᾶται πόλις ἡ Ἀθηνῶν, ἡ λαχοῦσα Πάτερ σοῦ ποιμένος καὶ ὁδηγοῦ, ἐγκαυχῶνται οὕτω καὶ πάντες, οἱ τυχόντες σοι ὁμωνυμῆσαι, οὓς διαφύλαττε.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου