ΦΛΕΒΑΡΗΣ Γ΄!!
ΝΙΚΟΛΑΟΣ ΚΑΣΑΤΚΙΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΙΑΠΩΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Ἰαπωνίας ποιμένα λαμπρῶς
δοξάσωμεν, Νικόλαον Κασάτκιν, τῆς Ῥωσσίας τὸν γόνον, θεῖον Ἱεράρχην καὶ
θαυμαστόν, Ἐκκλησίας τὸ κλέϊσμα, τῶν Ἰαπώνων ἀπόστολον τοῦ Χριστοῦ, τῆς
συνέσεως τὸ πρότυπον.
Ἱεραπόστολον μέγαν
ἐγκωμιάσωμεν, Νικόλαον Κασάτκιν, Ἰαπώνων ποιμένα, οὗτος γὰρ ἐν ἔθνει εἰδωλικῷ,
παῤῥησίᾳ ἐκήρυξεν, Ὀρθοδοξίας τὴν πίστιν τὴν ἀληθῆ, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.
Τὸν Ἱεράρχην Νικόλαον
εὐφημήσωμεν, Ἐκκλησίας Ῥωσσίαν, προσφορὰν τοῖς ἐν σκότει, μύστην θεοφόρον τῆς
ἐν Χριστῷ, ἀληθείας καὶ πίστεως, καὶ ἱδρυτὴν Ἐκκλησίας καὶ τῶν πιστῶν, φρυκτωρὸν
καὶ πρέσβυν ἄμαχον.
Ἰαπωνίας φωστῆρα πιστοὶ
ὑμνήσωμεν, Νικόλαον Κασάτκιν, ὀρθοδόξων τὸ κλέος, κήρυκα τοῦ Λόγου θεοσεβῆ,
ἀρετῆς τὸ ὑπόδειγμα, Ἱεραπόστολον ἔνθεον καὶ λαμπρόν, ἀληθείας τὸν ἐκφάντορα.
Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν ὀρθοδόξων ὁ
θεόλεκτος λαός, πνευματικῶς πανηγυρίσωμεν, ἐπὶ τῇ μνήμῃ τοῦ ἱεραποστόλου καὶ
πρώτου Ἱεράρχου τῆς Ἰαπωνίας, Νικολάου Κασάτκιν, τοῦ ἐκ Ῥωσσίας ὁρμωμένου.
Οὗτος γὰρ ἐν αὐταρπανήσει καὶ ὀρθοδόξοις διδαχαῖς, τὴν τῶν Ἰαπώνων Ἐκκλησίαν
ἐθεμελίωσε, καὶ ζήλῳ καὶ θαυμαστῇ θυσίᾳ αὐτὴν περιεκόσμησε, διὰ τῆς τῶν
πνευματικῶν ἰχθύων πληθύος, οὓς τῷ ἱεραποστολικῷ δικτύῳ ἐζώγρησεν. Αὐτοῦ
πρεσβείαις πλήθυνον Κύριε τοὺς πιστοὺς ἐν τῇ τῶν Ἰαπώνων Ἐκκλησίᾳ.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὀ αὐτός. Οἶκος τοῦ Ἐφραθᾶ.
Δέχου ὦ Συμεών, ἡ Πάναγνος
ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κόσμου τὸ σωτήριον.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε περιχαρῶς, τιμήσωμεν ἐνθέως, Νικόλαον Κασάτκιν, Ἰαπωνίας ὄντως, λαμπρὸν ἱεραπόστολον.
Στ: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Ὕμνοις τε καὶ ᾠδαῖς,
Νικόλαον Κασάτκιν, Ῥωσσίας θεῖον γόνον, ἐμφρόνως εὐφημοῦμεν, Ἰαπωνίας κήρυκα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί
Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαῖρε ἄνω Σιών, κατέχουσα
ἐν κόλποις, Νικόλαον Κασάτκιν, Ἰαπωνίας μέγαν, προστάτην καὶ διδάσκαλον.
Δόξα. Τριαδικόν.
Κύριον καὶ Θεόν, Τριαδικὴν
Μονάδα, ἐκήρυξας ἐν ζήλῳ, Νικόλαε Κασάτκιν, τοῖς πλανωμένοις ἔνδοξε.
Καὶ νῦν. Θεοτοκίον.
Στήριξον Μαριάμ, ἐν πίστει
τοῦ Υἱοῦ Σου, πιστοὺς Ἰαπωνίας, πρεσβεύουσα ἀπαύστως, ὡς Μήτηρ Τούτου πάναγνε
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Νικόλαον πάντες
ἀνευφημήσωμεν, Ἰαπωνίας ποιμένα καὶ Ἐκκλησίας αὐτῆς, ἱδρυτὴν καὶ φρυκτωρὸν
Ἱεραπόστολον, ὅτι ἐκήρυξε Χριστόν, τοῖς ἐν σκότει καὶ σκιᾷ, καθεύδουσι τοῦ
θανάτου, καὶ γέγονεν ἐν τοῖς ἔργοις, τῶν Ἀποστόλων πιστὸν ἀντίγραφον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.
Χαῖρε
Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης,
Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε,
δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν
Ἀνάστασιν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια· γ΄ της Ἑορτῆς. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Ὁ Ποιητὴς τῶν ἁπάντων καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη· ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.
Ὁ Συμεὼν ἐν ἀγκάλαις ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα Σωτῆρα. Εἶδον ἀνεβόα τὸν φωτισμόν, τῆς Σῆς δόξης τὰ πέρατα· νῦν ἀπολύεις τὸν δοῦλόν Σου ἀγαθέ, ἐν εἰρήνῃ ὅτι εἶδόν Σε.
Τὸν ἐπ’ ἐσχάτων τεχθέντα
εἰς σωτηρίαν βροτῶν, ὁ Συμεῶν βαστάσας, ἐν ἀγκάλαις Σωτῆρα, χαίρων ἀνεβόα·
Εἶδον τὸ φῶς, τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ· νῦν ἀπολύεις ὡς εἴρηκας ὡς
Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει Σου.
Καὶ τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας φιλάνθρωπε, Ἰαπωνίᾳ
Σὸν κήρυκα, ἱεράρχην καὶ πρόεδρον, Κασάτκιν Νικόλαον, τῆς Ὀρθοδοξίας, καὶ τῆς
εὐσεβείας, ἱεραπόστολον σεπτόν, κατακρημνίσαντα πλάνης εἴδωλα, ἱδρύσαντα δὲ
χάριτι, τῆς Ἐκκλησίας τὸ ποίμνιον, καὶ δοξάσαντα Κύριε, Σὸν πανάγιον Ὄνομα.
Ὕμνοις εὐφημήσωμεν,
Ἰαπωνίας διδάσκαλον, τὸν Κασάτκιν Νικόλαον, ἱερὸν ἀπόστολον, γόνον τῆς Ῥωσσίας,
καὶ Ἀρχιερέα, τῆς ἀρετῆς ὑπογραμμόν, καὶ τῆς συνέσεως τὸ ὑπόδειγμα, τῆς πίστεως
τὸ ἄγαλμα, Ὀρθοδοξίας ἀγλάϊσμα, Ἰαπώνων τὸ κλέϊσμα, Ἀποστόλων ἀντίτυπον.
Λόγοις ἐπαινέσωμεν,
ἱεροκήρυκα ἔνθεον, Ἰαπώνων ἐπίσκοπον, Κασάτκιν Νικόλαον, τῆς θυσίας τύπον,
ἱεραποστόλων, τὸν θεοφόρον ἐμπνευστήν, Χριστοῦ δογμάτων κήρυκα ἄριστον, καὶ
γνήσιον διδάσκαλον, τῆς ἀληθείας ἐν ἔθνεσιν, εὐλαβείας ὑπόδειγμα, διακρίσεως
πρότυπον.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ Ἁγίου καὶ
Ἰσαποστόλου Νικολάου Κασάτκιν μνήμη, ἡμᾶς συνήγειρεν εἰς ἑστίασιν πνευματικήν.
Δεῦτε οὖν θεοπρεπῶς εὐωχηθῶμεν, καὶ ἐνθεαστικῶς αὐτῷ βοήσωμεν· Χαίροις, Ῥωσσίας
τὸ βλάστημα, καὶ Ἰαπωνίας τὸ καύχημα· χαίροις, Ἀποστόλων ἰσοστάσιε, καὶ
Ἱεραποστόλων ὁμότροπε· χαίροις, Ὀρθοδοξίας διδάσκαλε, καὶ ἐθνικῶν κατηχητά·
χαίροις, τῆς τῶν Ἰαπώνων Ἐκκλησίας ἱδρυτά, καὶ τῶν πιστῶν αὐτῆς, πρῶτε
ἐπίσκοπε. Ὡς παῤῥησίαν ἔχων πρὸς τὸν Τρισάγιον Θεόν, ἐκτενῶς Αὐτὸν ἱκέτευε ὑπὲρ
τῆς ποίμνης σου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀνοιγέσθω ἡ πύλη τοῦ
οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ
ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς
ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς.
Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν
σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Εἴσοδος.
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γάρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Πνευματικὴν καὶ εὐφρόσυνον
ἑορτήν, ἡ τῆς Ἰαπωνίας Ἐκκλησία, ἐπὶ τῇ μνήμῃ τοῦ Ἱεραποστόλου αὐτῆς καὶ πρώτου
Ἱεράρχου, Νικολάου Κασάτκιν, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ σήμερον εὐγνωμόνως
ἐπιτελεῖ. Δεῦτε οὖν φιλέορτοι, τὴν θαυμαστὴν αὐτοῦ ἱεραποστολικὴν διακονίαν
ἐμμελετῶντες, πνευματικῶς εὐφρανθῶμεν, βοῶντες πρὸς αὐτόν· Χαίροις, τῆς
Ὀρθοδοξίας κλεινὲ Ἱεραπόστολε, καὶ τῶν τοῦ Χριστοῦ ἀληθειῶν θεοφώτιστε καὶ
ἀκάματε κήρυξ· χαίροις, τῶν οὐρανίων μυστηρίων μυσταγωγέ, καὶ τῶν ἐν σκότει καὶ
σκιᾷ θανάτου καθημένων, θεόσταλτε εἰς Χριστὸν νυμφαγωγέ.
Ἦχος β΄.
Ὁ τῶν φιλαγίων σύλλογος,
μετὰ τῶν ἐν τῇ Ἰαπωνίᾳ πιστῶν, τὸν ἐκ Ῥωσσίας Ἰσαπόστολον, τὸν κλεινὸν Ἱεράρχην
Νικόλαον Κασάτκιν, ἐγκωμιαστικῶς πανηγυρίζει, ἐπὶ τῇ ἐτησίᾳ αὐτοῦ μνήμῃ, βοῶν
πρὸς αὐτόν· Χαῖρε, οὐρανίων ἀληθειῶν διδάσκαλε, καὶ τῆς ὀρθοδόξου πίστεως
ὀτρηρὲ γεωργέ· χαῖρε, τῶν Ἀποστόλων ἰσοστάσιε, καὶ τῶν Ἱεραποστόλων ὁμότροπε·
χαῖρε, τῶν Ἰαπώνων θεόσδοτε κόσμε, καὶ ἱερὲ μυσταγωγέ. Σὲ καθικετεύομεν, τῆς
ἄνω Σιὼν πολῖτα, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Ἐν Πνεύματι ἀγαλλόμενοι,
δεῦτε φιλέορτοι, τὸν τῆς Ἰαπωνίας πρῶτον Ἱεράρχην, Νικόλαον Κασάτκιν, ἐν
ἐγκωμίων ἄνθεσιν λαμπρῶς καταστέψωμεν. Οὗτος γάρ, ἑαυτὸν ἀπαρνησάμενος, καὶ τὸν
τῆς ἱεραποστολῆς σταυρόν, ἑκουσίως ἀράμενος, πρὸς ἔθνος ἀγνοοῦν τὸν Σωτῆρα
κύριον πορευθείς, εἰς τὴν σωτήριον πίστιν θαυμαστῶς πολλοὺς ἐζώγρησεν. Ὅθεν καὶ
ἡμεῖς πανευφροσύνως, τὴν ἔνδοξον αὐτοῦ μνήμην τελοῦντες, καὶ τὰς αὐτοῦ
πρεσβείας πρὸς Κύριον ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν καὶ
ἀπολύτρωσιν.
Ἦχος δ΄.
Σήμερον, ἐν χαρᾷ καὶ
εὐφροσύνῃ, μετὰ τῆς τῶν Ἰαπώνων Ἐκκλησίας, θεοπρεπῶς τὴν τοῦ ἐκ Ῥωσσίας Ἱεραποστόλου
Νικολάου Κασάτκιν μνήμην πανηγυρίσωμεν. Οὗτος γάρ, δυνάμει τοῦ Πνεύματος, ἐν
κόπῳ καὶ μόχθῳ, ἐν θυσίαις καὶ ἀγρυπνίαις, ἐν συνέσει καὶ διακρίσει, μεθοδικῶς
καὶ θεαρέστως ἐργασθείς, ἵδρυσεν ἐν ἔθνει εἰδωλολατρικῷ, τὴν τῶν Ἰαπώνων
Ἐκκλησίαν, καὶ πλουσίως αὐτὴν κατεκόσμησε πλήθεσι πιστῶν. Αὐτοῦ ταῖς πρὸς
Κύριον λιταῖς, τῆς τῶν δωρημάτων τοῦ Πνεύματος χάριτος ἀξιωθείημεν, πρὸς
φωτισμὸν τῆς διανοίας, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα,
θαῦμα κατίδωμεν, ἐν τῇ Ἀνατολῇ τελούμενον, ὡς ὁ τοῦ Πατρὸς Λόγος ηὐδόκησεν. Ὁ
τῆς Ῥωσσίας γόνος, Νικόλαος Κασάτκιν, φωτισθεὶς ταῖς τοῦ Παρακλήτου αὐγαῖς,
λαβὼν ἐν χερσὶ τὴν τοῦ ἀποστόλου ῥάβδον, καὶ τὸ τοῦ σωτηρίου κηρύγματος
ἄροτρον, νυχθημερὸν ἀναλισκόμενος, κατηξιώθη ἱδρῦσαι ἐν Ἰαπωνίᾳ νέαν τοῦ
Χριστοῦ Ἐκκλησίαν. Ὅθεν καὶ ἡμεῖς θαυμάζοντες τὴν τοῦ Ἱεράρχου Νικολάου,
ὑπέρλογον τοῦ λόγου ἱερουργίαν, καὶ τοὺς θεοδωρήτους αὐτοῦ καρπούς,
καθικετεύσωμεν Χριστόν, ἵνα πρεσβείαις αὐτοῦ, εὕρωμεν ἔλεος ἐν ἡμέρᾳ τῆς
κρίσεως.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐρευνᾶτε τὰς Γραφάς, καθὼς
εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν,
τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν
δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ
τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, γόνος Ῥωσσίας
σεπτός, Ἰαπωνίας Ἱεράρχης πανένδοξος, ἀπόστολος ἀληθείας, τοῦ Θεανθρώπου
Χριστοῦ, καὶ τῶν πλανωμένων ὁ διδάσκαλος, ἁγίων ἐκτύπωμα, Θεοφόρων ἀντίτυπον,
τῆς εὐσεβείας, θεοδώρητον ἄγαλμα, καὶ ὑπόδειγμα, τῆς θυσίας πανένδοξον, πάντες
κλεινὲ Νικόλαε, τιμῶντες τὴν μνήμην σου, ὕμνους συντίθεμεν θείους, ταῖς σαῖς
λιταῖς ἐξαιτούμενοι, δοθῆναι σῇ ποίμνῃ, φωτισμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.
Στ: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Χαίροις, Ἰαπωνίας πυρσός,
λόγων Κυρίου θεοφόρος διδάσκαλος, τῆς πίστεως Ὀρθοδόξων, ὁ φρυκτωρὸς καὶ
φρουρός, Ἱεραποστόλων τὸ ὑπόδειγμα, τῆς πλάνης ἀντίπαλος, ἀρετῆς ἀκροθίνιον,
τῶν ἐν τῷ σκότει, ὁ φωστὴρ ὁ θεόσδοτος, ἁγιότητος, ἀληθοῦς τὸ ἐκτύπωμα, πάντες
σεπτὲ Νικόλαε, ὑμνοῦντές σε ᾄσμασι, χάριν Χριστοῦ ἐκζητοῦμεν, καὶ σαῖς λιταῖς
ἐξαιτούμεθα, τυχεῖν σωτηρίας, καὶ Ἰάπωσι δοθῆναι, χάριν καὶ ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις, Ἰαπωνίας ποιμήν,
πιστῶν ὁ στῦλος καὶ ἀστὴρ φαεινότατος, τῆς πίστεως τοῦ Κυρίου, ἱεροκήρυξ
κλεινός, τῶν πεπλανημένων ὁ διδάσκαλος, Ῥωσσίας τὸ καύχημα, Ἰαπώνων ἀπόστολος, τῆς
Ἐκκλησίας, βάσις θεία καὶ ἄσειστος, ἁγιότητος, ὁδηγὸς ὁ σωτήριος, πάντες σοφὲ
Νικόλαε, τελοῦντες τὴν μνήμην σου, ὕμνοις ἐνθέοις καὶ λόγοις, ἀνακηρύττομεν
χαίροντες, τὸ σὸν θεῖον ἔργον, καὶ θυσίας ὑπερλόγους, ὑπὲρ τῆς ποίμνης σου.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον, ὁ θεόλεκτος λαός,
ἐμμελετῶν τὴν τοῦ Ἁγίου Νικολάου Κασάτκιν, θαυμαστὴν ἐν Ἰαπωνίᾳ ἱεραποστολικὴν
διακονίαν, ᾀσματικοῖς ἐγκωμίοις καὶ λόγοις τοιοῖσδε αὐτὸν προσφωνεῖ· Χαίροις,
ἐπίγειε Ἄγγελε, καὶ οὐράνιε ἄνθρωπε· χαίροις, τῶν Ἀποστόλων ὁμότιμε, καὶ τῶν
Ἱεραποστόλων ὁμότροπε· χαίροις, ὁ τῆς Ἀγάπης καὶ τῆς Σοφίας ἐραστής, καὶ τῶν
ἐθνῶν πνευματικὸς φωτιστής· χαίροις, τῆς Ῥωσσίας τὸ καύχημα, καὶ τῶν Ἰαπώνων τὸ
κλέϊσμα. Πρέσβευε Ἅγιε δεόμεθα, ὑπὲρ τῶν τιμώντων τὴν σεβάσμιον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας
σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ
ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου
τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Νικόλαον πάντες
ἀνευφημήσωμεν, Ἰαπωνίας ποιμένα καὶ Ἐκκλησίας αὐτῆς, ἱδρυτὴν καὶ φρυκτωρὸν
Ἱεραπόστολον, ὅτι ἐκήρυξε Χριστόν, τοῖς ἐν σκότει καὶ σκιᾷ, καθεύδουσι τοῦ
θανάτου, καὶ γέγονεν ἐν τοῖς ἔργοις, τῶν Ἀποστόλων πιστὸν ἀντίγραφον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.
Χαῖρε
Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης,
Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε,
δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν
Ἀνάστασιν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον
Λόγον.
Τῆς Ῥωσσίας τὸν γόνον
κλεινὸν Νικόλαον, Ἰαπωνίας ποιμένα καὶ ἐθνικῶν ὁδηγόν, Ἱεραπόστολον σεπτὸν
ἐγκωμιάσωμεν, ὅτι συνέσει θεϊκῇ, Ἰαπώνων σκοτασμόν, διέλυσε καὶ τὴν πλάνην, καὶ
ἐπέλαμψε τοῖς ἐν σκότει, ἡ διδαχὴ τῆς ἀληθείας τοῦ Χριστοῦ.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν τῷ ναῷ προσηνέχθης τὰ
εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις
Συμεὼν εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν
κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς πᾶσιν ἀποκαλύψας ἡμῖν.
Μετὰ τὴν
β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νικόλαον σεπτόν, Ἱεράρχην
τὸν θεῖον, δογμάτων τοῦ Χριστοῦ, θεοκήρυκα πάντες, ἐν ὕμνοις εὐφημήσωμεν, μέγαν
Ἱεραπόστολον, καὶ τιμήσωμεν, περιχαρῶς πιστοὶ πάντες, τὸν συστήσαντα, Ἰαπωνίας
ἐνθέως, Χριστοῦ θεῖον ποίμνιον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ
θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο,
χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν
ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἰαπώνων φρυκτωρός, καὶ
Ἐκκλησίας ὁ φωστήρ, ὁ Νικόλαος ἐθνῶν, Ἱεραπόστολος σεπτός, εἰς εὐφροσύνην
ἐκάλεσε τὴν ὑφήλιον, δεῦτε καὶ ἡμεῖς ἀγαλλόμενοι, θαύματα αὐτοῦ ἐπαινέσωμεν,
καὶ γεγηθότες πνεύματι βοήσωμεν, ἐν ἐγκωμίοις καὶ ᾄσμασι· Ῥωσσίας κλέος, λιταῖς
σου σῶσον, κόσμον ἐκ πάσης πλάνης.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς
τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου,
τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν
φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν·
Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Οἱ Ἀναβαθμοί,
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.
Ἦχος δ΄: Τὸ στόμα μου λαλήσει σοφίαν,
καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Ἰωάν. ι΄, 1-10. Ζήτει ἐν τῷ Ὄρθρῳ τῆς ΙΓ΄ Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἡ τῆς Ἰαπωνίας Ἐκκλησίας,
τὸν ἱδρυτὴν καὶ ποιμένα αὐτῆς, Νικόλαον Κασάτκιν, ἐν ὕμνοις ἐνθεαστικοῖς,
πανηγυρίζουσα ἐγκωμιάζει, καὶ εὐφροσύνως αὐτῷ ἐκβοᾷ· Χαίροις, ἔνδοξε ἀπόστολε,
θεῖε διδάσκαλε, γνήσιε Πάτερ, μυσταγωγὲ κατηχητά, ἰσάγγελε λειτουργέ, ἱερουργὲ
τοῦ Λόγου, θεμελιωτὰ τῆς ἡμῶν Ἐκκλησίας, θεοδώρητε Ἅγιε καὶ τῶν ψυχῶν ἡμῶν
ὑπόδειγμα θεόσδοτον. Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεάνθρωπον Χριστόν, Αὐτὸν
ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες·
τῆς ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νικόλαον Κασάτκιν ἐγκωμιάζω. Νικοδήμ(ου).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νοός μου διάνοιξον, Πνεῦμα Παράκλητον ὄμματα, καὶ λόγον
μοι δώρησαι, τοῦ ἐξυμνῆσαι λαμπρῶς, τὸν ἱδρύσαντα, Χριστοῦ τὴν Ἐκκλησίαν,
Ἰαπώνων κήρυκα, κλεινὸν Νικόλαον.
Ἰσχύν σου παράσχου μοι, τοῦ ἀγαπῆσαι τὸν Κύριον,
Νικόλαε ἔνδοξε, Ἰαπωνίας φωστήρ, καὶ ὑμνῆσαί σε, κλεινὲ τῶν ἐν τῷ σκότει,
ἀπόστολε πάντιμε, Ῥώσσων τὸ καύχημα.
Κασάτκιν Νικόλαος, ἱεραπόστολος ἔνθεος, τοῖς ἔνθεσιν
ἔδειξε, τοῦ Θεανθρώπου Χριστοῦ, τὴν σωτήριον, ἐν κόσμῳ παρουσίαν· δι’ ἧς
λυτρωθείησαν, πάντες Ἰάπωνες.
Θεοτοκίον.
Ὁ Κύριος πάναγνε, τῶν πλανωμένων τὴν ἄγνοιαν, διέλυσε
Δέσποινα, ἐκ Σοῦ σαρκούμενος, καὶ ὡδήγησεν, εἰς φῶς θεογνωσίας, λαοὺς τοὺς
καθεύδοντας, ἐν σκότει δαίμονος.
ᾨδὴ γ'. Τοὺς Σοὺς ὑμνολόγους.
Λαμπρὸς ὦ Νικόλαε Κασάτκιν, ποιμὴν ἀνεδείχθης τῶν
ἐθνῶν, Ἰαπωνίας πρόεδρος, λόγοις τε καὶ διδάγμασι, τὰ ἀληθείας δόγματα,
κηρύττων Πάτερ ἐν χάριτι.
Ἀπόῤῥητα δόγματα κηρύττει, ὁ Ἱεραπόστολος Χριστοῦ, καὶ
πλάνης ἀθεότητος, ἐλευθεροῖ Ἰάπωνας, καθοδηγῶν ἐν χάριτι, τοὺς σῳζομένους πρὸς
Κύριον.
Ὁ Ἱεραπόστολος Κασάτκιν, Ἰάπωσιν Ῥώσσων προσφορά,
ἱερομύστης ἔνθεος, κηρύττει Λόγου λύτρωσιν, καὶ συγκροτεῖ ἐν Πνεύματι, μικρὸν
θεόφιλον ποίμνιον.
Θεοτοκίον.
Νεᾶνις σαρκώσασα τὸν Λόγον, ἱκέτευε Μῆτερ Σὸν Υἱόν,
ὑπὲρ τῶν ἀνυμνούντων Σε, καὶ πίστει κηρυττόντων Σε, ὡς Θεοτόκον Δέσποιναν, καὶ
κόσμου ὄντως μεσίτριαν.
Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας
τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν
ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ
κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ
μόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ
βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὅν περ οὐρανόθεν οἱ
Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ
παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ
ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως
ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν γνησιότητα, τῆς
πολιτείας σου, καὶ ἁγιότητα, καὶ σὴν διάκρισιν, τῶν Ἰαπώνων οἱ πιστοί, ἐτίμησαν
Νικόλαε, λόγῳ σῷ ἐπίστευσαν, σωτηρίῳ πανένδοξε, ζήλῳ δὲ ἐβίωσαν, τὴν ζωὴν τὴν
τοῦ πνεύματος· διὸ εὐχαριστοῦντες ἐβόων· Χαῖρε Ῥωσσίας θεῖε γόνε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐκ τῆς Παρθένου Σε,
σωματωθέντα Χριστέ, χαίρων ἐδέξαντο, ὁ ἱερὸς Συμεών, Νῦν ἀπολύεις ἐκβοῶν, τὸν
δοῦλόν Σου Δέσποτα. Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν
ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ Σοι· ἡμεῖς δὲ Ζωοδότα βοῶμέν Σοι· Δόξα τῷ
οὕτως εὐδοκήσαντι.
ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Κραταιῶς ἐπιστηρίζει Ἰησοῦς ὁ Θεάνθρωπος, τὸν χρυσοῦν
τὴν γλώτταν, κήρυκα Νικόλαον ἔνδοξον, καὶ διανοίγειν τὴν θύραν, τοῦ κηρύγματος,
ἐν τοῖς ἔθνεσι, σώζων λαὸν τὸν πιστεύσαντα.
Ἀποῤῥήτως σαρκωθέντα καταγγέλλει Ἰάπωσι, τοῦ Πατρὸς τὸν
Λόγον, σώζοντα πταισμάτων τὸν ἄνθρωπον, καὶ ἐξ ἐχθροῦ παγκακίστου, ὁ Νικόλαος,
ὁ πανένδοξος, γόνος τῆς Ῥωσσίας θεόσοφος.
Σαγηνεύει ἐκ τῆς πλάνης τοὺς ἐν σκότει Ἰάπωνας, κῆρυξ
ἐκ Ῥωσσίας, ὄντως τοῦ Χριστοῦ ἀφομοίωμα, καὶ καθιδρύει ἐνθέως, Χριστοῦ
ποίμνιον, ὁ Νικόλαος, δόξα πιστῶν καὶ προπύργιον.
Θεοτοκίον.
Ἀειπάρθενε τὸν Λόγον ὡς Υἱόν Σου καὶ Κύριον, πάντες
προσκυνοῦμεν, ἄφεσιν διδόντα καὶ λύτρωσιν, καὶ Σὲ τιμῶμεν Παρθένε, ὡς
δανείσασαν, σάρκα Αὐτῷ παντευλόγητε.
ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Τῇ χάριτι Πνεύματος, τῶν ἀσεβῶν τὴν ἄγνοιαν, Κῆρυξ σὺ
κατέλυσας θεόφρον, Λόγον κηρύττων, τοῖς ἐν τῷ σκότει σεπτέ, καὶ Τούτου μυστήρια
ζωῆς, θεῖα καὶ ἀπόῤῥητα, καὶ ζωὴν τὴν αἰώνιον.
Καρδίας μετάνοιαν, ὡς ἱκεσίαν πρόσδεξαι, ὅπως τὸν Θεὸν
ἐξευμενίσης, ἄφεσιν δοῦναι, τοῖς σὲ τιμῶσι σεπτέ, καὶ φώτισιν χάριτος τοῖς σέ,
ὕμνοις μεγαλύνουσι, καὶ ἐν κόσμῳ κηρύττουσιν.
Ἰσχὺν τὴν τοῦ Πνεύματος, ὡς Λόγου κῆρυξ δώρησαι, πᾶσιν
τοῖς τιμῶσί σου τὸν βίον, ἵνα τηροῦντες, τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ φέροντες
ἔργα ἀρετῆς, ὄντως θεοδώρητα, τῆς χαρᾶς ἐπιτύχωμεν.
Θεοτοκίον.
Νεᾶνις Θεόνυμφε, τῶν Προφητῶν τὸ κήρυγμα, πέλεις ὡς
σαρκώσασα τὸν Λόγον, γένους βροτείου, ἡ σωτηρία σεμνή, καὶ πάντων ἡμῶν
καταφυγή, τῶν μακαριζόντων Σε, Θεοτόκε πανύμνητε.
ᾨδὴ ς'. Τὴν θείαν ταύτην.
Ἐνθέως Λόγον ἐκήρυξας, τοῖς οὖσιν ἐν τῷ σκότει Νικόλαε,
Κασάτκιν ἔνδοξε, χάριτι θείᾳ τοῦ Πνεύματος, καὶ Ἰαπώνων μέγας, ποιμὴν σὺ
γέγονας.
Γεώδη πᾶσαν ἐμπάθειαν, ἠρνήθης θεοφόρε Νικόλαε,
ἀποδυσάμενος, πρὸς ἐργασίαν οὐράνιον, τὸν Ἰησοῦν κηρύττων, Σωτῆρα Κύριον.
Κηρύττεις ἔνθεα δόγματα, Νικόλαε τρισμάκαρ τοῖς ἔθνεσι,
καὶ δυσσεβείας δέ, πλάνην δεικνύεις τρισόλβιε, καθοδηγῶν πρὸς Λόγον, Χριστὸν
Ἰάπωνας.
Θεοτοκίον.
Ὢ Μῆτερ Σοὶ νῦν προστρέχομεν, λιταῖς Σου πρὸς Σὸν Τόκον
αἰτούμενοι, ὅπως τὴν ἄφεσιν, πλημμελημάτων δωρήσηται, τοῖς Σὲ Παρθένον πᾶσιν,
ἀεὶ κηρύττουσιν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἰαπωνίας φρυκτωρὸν θεῖον
Νικόλαον, Ὀρθοδοξίας φυτουργὸν καὶ μέγαν κήρυκα, καταλύσαντα εἰδώλων ἄθεον
πλάνην, εὐφημοῦμεν Ἀποστόλων ἰσοστάσιον, καὶ ἁγίων διδασκάλων τὸ ἀντίγραφον,
τούτῳ κράζοντες· Χαῖρε Ἱεραπόστολε.
Ὁ Οἶκος.
Ἡ τῆς Ἰαπωνίας Ἐκκλησία,
τὸν θαυμαστὸν ἱδρυτὴν αὐτῆς ποιμένα καὶ φρυκτωρόν, καὶ τῆς εἰδωλικῆς πλάνης καθαιρέτην,
Νικόλαον Κασάτκιν, ὕμνοις καὶ ἐγκωμίοις ἐνθεαστικῶς τιμᾷ. Ἡ τῆς Ῥωσσίας
πανσεβάσμιος Ἐκκλησία, ἡ τὸν ἱεραπόστολον καὶ μυσταγωγὸν ἅγιον, ἀποστείλασα,
ἐπὶ τῇ μνήμῃ αὐτοῦ ἐγκαυχωμένη πανευλαβῶς τοῦτο γεραίρει. Ἡ τῶν ἱεραποστόλων
χορεία, τὸ κλέϊσμα καὶ πρότυπον αὐτῆς ἐν οὐρανοῖς δοξαζόμενον ὁρῶσα, σκιρτᾷ ἐν
ἀγαλλιάσει καὶ τὸν Ἀποστείλαντα αὐτὸν τοῖς ἔθνεσιν εὐφροσύνως δοξολογεῖ. Καὶ
ἡμεῖς τὸν Τρισάγιον Κύριον πανευλαβῶς ἀνυμνοῦμεν, καὶ τῷ Ἰαπωνίας ποιμένι
ἰσαποστόλῳ Νικολάῳ γηθοσύνως κράζομεν· Χαῖρε
Ἱεραπόστολε.
Συναξάριον
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἁγίου Νικολάου Κασάτσκιν, τοῦ ἐκ Ῥωσσίας
ἱεραποστόλου, ἱδρυτοῦ καὶ πρώτου ἱεράρχου τῆς τῶν Ἰαπώνων Ἐκκλησίας.
Μνήμην
γεραίρω τὴν τοῦ Νικολάου,
οὗ
μνήμη κλέος Ἰαπωνίᾳ φέρει.
Φεβρουαρίοιο
θάνες, Νικόλαε Κασάτσκιν τρίτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης
τῆς Προφήτιδος.
Ἤγγειλε
νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
ἄνθρωπος
ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
Οὐ
γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
ἕως
ἐπ’ αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Ἀνδριανοῦ καὶ Εὐβούλου.
Ἀνδριανόν,
χαίροντα τμηθῆναι ξίφει,
χείρ,
ἡ φόνοις χαίρουσα, τέμνει δημίου.
Ξίφει
θανὼν Εὔβουλε, Κυρίου χάριν,
βουλὴν
ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Βλασίου τοῦ βουκόλου.
Βοῶν
ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
αὐλαὶ
δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.
Χρησμοὺς
διδόντος πρὶν θανεῖν Ἀζαρίου,
σιγᾷ
προφητεύουσα λοξὰ πυθία.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παῦλος καὶ Σίμων, ξίφει τελειοῦνται.
Καὶ
Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,
μὴ
καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαύδιος, ἐν εἰρήνῃ τελειοῦται.
Ἔχαιρε
εὑρὼν Κλαύδιος βίου τέλος,
ὡς
εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκύλα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Κελερίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Πνευματικού, τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ
τοῦ Τιμίου Προδρόμου τῆς νήσου τῶν Ἰωαννίνων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Νεομαρτύρων Σταματίου καὶ Ἰωάννου τῶν αὐταδέλφων,
καὶ τῶν αὐτῶν συντρόφου Νικολάου, τῶν ἐκ Σπετσῶν καὶ ἐν Χίῳ μαρτυρησάντων.
Βαβαὶ
τοσαύτης ἀδελφῶν εὐθαρσίας.
σπεύδουσιν
ἄμφω ποῖος ἐκτημηθῆ πρώτον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Λαυρεντίου, ἀρχιεπισκόπου Καντουαρίας τῆς
Ἀγγλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνσερίου, ἀποστόλου Δανίας καὶ Σκανδιναβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ῥωμανοῦ, τοῦ Πρίγκηπος τοῦ Οὔγκλιχ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἰακώβου, ἀρχιεπισκόπου Σερβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Συμεών, ἐπισκόπου Τβὲρ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Σιμονὼφ τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.
Μακαρίζομεν Ῥωσσίας μέγα καύχημα κλεινὸν Νικόλαον, Ἰαπωνίας
τὸ φῶς, κηρύκων τε κλέϊσμα, ψάλλοντα ᾄσμασιν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰαπώνων σε ὁρῶμεν μέγαν φύλακα σεπτὲ Νικόλαε, καὶ τῶν
πιστῶν φρυκτωρόν, καὶ πάντας ἀγείροντα, ψάλλειν ἐν ᾄσμασι· Ὑπερύμνητε, ὁ τῶν
Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἀνυμνήσωμεν δοχεῖον θείου Πνεύματος κλεινὸν Νικόλαον,
τιμῶντες λόγοις σεπτοῖς, Χριστὸν γὰρ ἐκήρυξε, Θεὸν καὶ ἄνθρωπον, πρὸς Ὃν
ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ζήλῳ γέγονας ναὸς τοῦ θείου Πνεύματος Θεοχαρίτωτε, καὶ
κόσμου σκέπη σεπτή, κυήσασα Δέσποινα, Χριστὸν Θεάνθρωπον, πρὸς Ὃν ψάλλομεν·
Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὢ Πάτερ ὁ Λόγος σὲ ἐμπνέει, Νικόλαε τοῦ κηρῦξαι τὸ
σωτήριον, θεῖον Εὐαγγέλιον, τοῖς ἐν σκότει μένουσιν, ἐν οἷς ὑμνεῖται σήμερον,
Χριστὸς ὡς Κύριος, καὶ ῥύστης, ἐκ δεσμῶν τῶν τῆς πλάνης, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Νίκας κατ’ ἐχθρῶν πεπλανημένων, παράσχου ἡμῖν ὦ
Κασάτκιν Νικόλαε, καὶ τὴν πίστιν στήριξον, Ἐκκλησίας Ἅγιε, καὶ ψάλλειν πάντας
δίδαξον, ποιμὴν θεόκλητε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ἴασον ψυχὰς τῶν σὲ τιμώντων, ποιμὴν τῆς Ἰαπωνίας ὦ
Νικόλαε, καὶ πρὸς βίον ἔνθεον, πάντας καθοδήγησον, ἵνα Θεὸν δοξάζομεν, ἐν
ὕμνοις ψάλλοντες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον.
Κράτυνον σεμνὴ Παρθενομῆτορ, τοὺς πίστει πρὸς τὸν Υἱόν
Σου καταφεύγοντας, ἐν παντοίαις θλίψεσι, καὶ λιταῖς Σου φύλαξον, τοὺς εὐλαβῶς λατρεύοντας
Αὐτῷ καὶ ψάλλοντας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ἅπας γηγενής.
Ὄλβιος ἡ γῆ, ἐν τεθησαύρισται, κλεινὲ Νικόλαε, τὸ
ἔνδοξον σῶμά σου, δι’ οὗ τιμᾶται, καὶ ἁγιάζεται, κηρύττουσα τοῖς ἔθνεσι, Θεὸν
Τρισάγιον, οὗ τὴν χάριν, σαῖς λιταῖς αἰτούμεθα, τοῦ φυλάσσειν πιστῶς θεῖα δόγματα.
Δεῦτε εὐλαβῶς, τιμήσωμεν ἅπαντες, σεπτὸν Νικόλαον, καὶ
ἐγκωμιάσωμεν, ἐνθέοις λόγοις, τούτου τὴν ἔνδοξον, ἐν οὐρανοῖς κατάπαυσιν, καὶ
ἀλαλάξωμεν, ἐκβοῶντες· χαίροις θεοδόξαστε, Ἰαπώνων ποιμὴν θεοπρόβλητε.
Ἥλιον Χριστόν, τοῖς πᾶσιν ἐκήρυξας, Ῥωσσίας ἔκγονε,
ἀσεβεῖς διέσωσας, Ὀρθοδοξίαν τε, ἐθαυμάστωσας· διὸ ἡμᾶς Νικόλαε, ἐκ τῶν
αἱρέσεων, καὶ δαιμόνων, φύλαξον σῇ χάριτι, Ἐκκλησίας Χριστοῦ ἐγκαλλώπισμα.
Μύησον σεπτέ, τὸν νοῦν μυστηρίοις τε, καὶ θείοις
δόγμασι, τῶν πιστῶς τιμώντων σε, καὶ ἀνυμνούντων, σὲ παμμακάριστε, Ἰαπωνίας
καύχημα, πρῶτε ἐπίσκοπε, Ἐκκλησίας, κλέος καὶ στερέωμα, ὦ Κασάτκιν ἐθνῶν ὁ
διδάσκαλος.
Ὅλην τὴν ζωήν, Χριστῷ ἀφιέρωσας, τοῖς Ἰάπωσιν, ὡς
ἱεραπόστολος, κηρύττων πᾶσι, τὸ Εὐαγγέλιον, ἀρχιερεῦ παμμέγιστε, θεῖε Νικόλαε,
συγκροτήσας, ποίμνιον τρισόλβιον, Ἐκκλησίας Χριστοῦ ἐν τοῖς ἔθνεσιν.
Θεοτοκίον.
Ὕψωσον Ἁγνή, τὸν νοῦν πρὸς τὸν Κύριον, τὸν
Τρισυπόστατον, τῶν σεπτῶν τιμώντων Σε, καὶ ἀνυμνούντων, τὰ μεγαλεῖά Σου, τὰ
ὑπὲρ νοῦν καὶ ἔννοιαν, θεομακάριστε, καὶ βοώντων· Χαίροις θεοτίμητε, Θεοτόκε
πιστῶν ἡ ἀντίληψις.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Νικόλαον τιμήσωμεν,
Ἰαπωνίας κήρυκα, πρότυπον μέγα πίστεως, φωστῆρα τῆς ἀληθείας, λαμπρῶς
κατανικήσαντα, εἰδώλων πλάνην ἄθεον, καὶ χάριτι ἱδρύσαντα, τὴν τοπικὴν
Ἐκκλησίαν, ὡς ἰσαπόστολον θεῖον.
Τῆς ἑορτῆς.
Ἀτρέπτως καθ’ ὑπόστασιν, ἐν
Σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγον, Ὃν ἐν ἀγκάλαις
φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ
πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεύτε ἀνυμνήσωμεν,
Ὀρθοδοξίας τὸν στῦλον, Κασάτκιν Νικόλαον, Ἰαπώνων σύλλογος ὁ φιλόχριστος, τὸν
Χριστὸν ἔθνεσιν, ὡς Θεὸν καὶ Λόγον, σαρκωθέντα τε ἐκ Πνεύματος, τοῦ σῶσαι
βρότειον, φύσιν τοῦ Ἀδὰμ τοῦ προπάτορος, ἐκήρυξε Θεάνθρωπον, καθαιρῶν εἰδώλων
δυσσέβειαν· ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Ῥωσσίας τὸ
καύχημα, Ἰαπώνων κλέϊσμα. (Δίς)
Χαίρουσιν Ἀπόστολοι,
Ἱεραπόστολοι πάντες, ὁρῶντες Νικόλαον, ὡς φωστῆρα ἔμπλεων θείας χάριτος, τοῦ
Χριστοῦ κήρυκα, καὶ Ὀρθοδοξίας, τῶν εἰδώλων τὸν ἀντίπαλον, ἐθνῶν διδάσκαλον,
καὶ τῶν Ἰαπώνων ἀπόστολον, Ῥωσσίας μέγα καύχημα, καὶ πατέρων θείων ἐφάμιλλον·
ὅθεν γεγηθότες, κηρύττουσιν αὐτοῦ τὴν βιοτήν, καὶ τὸν Χριστὸν μεγαλύνουσι, τὸν
αὐτὸν δοξάσαντα.
Πίστιν τὴν σωτήριον,
κλεινὸς Νικόλαος πᾶσι, τρανῶς διεκήρυξε, θεοφθόγγοις ῥήμασι καὶ διδάγμασι,
δυσσεβῶν ἄγνοιαν, ἀληθείας λόγοις, ἐν συνέσει διορθώσατο, καὶ φῶς τῆς κτίσεως,
Λόγον τοῦ Πατρὸς ἀνεκήρυξας, τὸν σώσαντα τὸν ἄνθρωπον, ἐκ παθῶν θανάτου καὶ
δαίμονος· ὅθεν ἐπαξίως, εἰς δώματα εἰσῆλθεν οὐρανοῦ, καὶ σὺν Ἀγγέλοις
ἀγάλλεται, ὁ ἱεραπόστολος.
Δόξα. Ἦχος β΄.
Δεῦτε φιλέορτοι καὶ
φιλόθεοι, τὴν ἱερὰν μνήμην, τοῦ τῆς Ἰαπωνίας ἱεραποστόλου καὶ πρώτου Ἱεράρχου
Νικολάου Κασάτκιν, ἐν ᾠδαῖς πνευματικοῖς ἀνυμνήσωμεν. Οὗτος γὰρ ἐν δυσχειμέροις
χρόνοις, φωτιστὴς τῶν ἐν σκότει καθημένων ἐγένετο. Ἐν δυνάμει Θεοῦ, τὸ τῆς
ἀληθείας κηρύξας Εὐαγγέλιον, Ἐκκλησίαν νέαν θαυμαστῶς ἵδρυσε, καὶ αὐτὴν
νεοφωτίστοις πιστοῖς κατεκόσμησεν. Ὅθεν καὶ ἡμεῖς αὐτὸν τιμῶντες, τὰς πρὸς Κύριον
αὐτοῦ πρεσβείας ἐξαιτούμεθα, ἵνα τύχωμεν τῆς παρὰ Κυρίου σωτηρίου λυτρώσεως.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸν Ἱερὸν ἡ Ἱερὰ Παρθένος
προσεκόμισεν, ἐν Ἱερῷ τῷ Ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον
ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου
ἐν εἰρήνῃ Κύριε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Κασάτκιν Νικόλαε ἱερέ, Ῥωσσίας
τὸ κλέος, Ἰαπώνων ὁ φρυκτωρός, πρέσβευε τῷ Λόγῳ, ὑπὲρ τοῦ σοῦ ποιμνίου,
ῥυσθῆναι ἐκ τοῦ πλάνου, βελῶν καὶ θλίψεων.
Εἰδώλων τὴν πλάνην τὴν
δυσσεβῆ, καθεῖλες ἐνθέως, καὶ ἐκήρυξας τοῦ Χριστοῦ, ἀλήθειαν Πάτερ, σεπτῆς
Ὀρθοδοξίας, ἱδρύσας Ἐκκλησίαν, δυνάμει Πνεύματος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου