Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 3. ΑΓΙΟΣ ΣΥΜΕΩΝ ΘΕΟΔΟΧΟΣ ΑΚΟΛΟΥΘΙΑ, ΚΑΝΟΝΕΣ ΕΤΕΡΟΙ & ΠΑΡΑΚΛΗΣΙΣ


ΦΕΒΡΟΥΑΡΙΟΣ Γ΄!!
ΑΓΙΟΣ ΣΥΜΕΩΝ ΘΕΟΔΟΧΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ’ τῆς ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ὁ Ποιητὴς τῶν ἁπάντων, καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη· ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τόν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.

Ὁ Συμεὼν ἐν ἀγκάλαις, ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα Σωτῆρα· Εἶδον, ἀνεβόα, τὸν φωτισμόν, τῆς σῆς δόξης τὰ πέρατα, νῦν ἀπολύεις τὸν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε.

Τὸν ἐπ' ἐσχάτων τεχθέντα, εἰς σωτηρίαν βροτῶν, ὁ Συμεὼν βαστάσας, ἐν ἀγκάλαις Σωτῆρα, χαίρων ἀνεβόα· Εἶδον τὸ φῶς τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ, νῦν ἀπολύεις, ὡς εἴρηκας ὁ Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει σου.

Καὶ γ’ Στιχηρὰ τῶν Ἁγίων. Ἦχος δ' Ἔδωκας σημείωσιν.
Δίκαιος καὶ τέλειος, καὶ κατὰ πάντα ἀοίδιμος, χρηματίζων θεόπνευστε, Θεὸν μόνον τέλειον, εἰς τὸ δικαιῶσαι, τὸν κόσμον ἐλθόντα, καθυπεδέξω ταῖς χερσί, σωματωθέντα καὶ ἀπολέλυσαι, τοῦ σώματος βοῶν αὐτῷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ἐν εἰρήνῃ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.

Νεάζων τῷ πνεύματι, προβεβηκὼς δὲ τῷ σώματι, Συμεὼν κεχρημάτισαι, μὴ ὄψεσθαι θάνατον, ἕως ἴδῃς βρέφος, νέον τὸν προόντα, πρὸ τῶν αἰώνων Ποιητήν, Θεὸν τόν ὅλων σάρκα πτωχεύσαντα, ἰδὼν δὲ ἀνεσκίρτησας, καὶ τῆς σαρκὸς λύσιν ᾔτησας, πρὸς τὰ θεῖα σκηνώματα, μεταβὰς ἀγαλλόμενος.

Ἄννα ἡ θεόπνευστος, καὶ Συμεὼν ὁ πανόλβιος, προφητείᾳ λαμπόμενοι, ἐν νόμῳ τε ἄμεμπτοι, ἀποδεδειγμένοι, τὸν νόμου Δοτῆρα, βρέφος ὀφθέντα καθ' ἡμᾶς, ἰδόντες τοῦτον νῦν προσεκύνησαν, αὐτῶν τὴν Μνήμην σήμερον, περιχαρῶς ἑορτάσωμεν, κατὰ χρέος δοξάζοντες, Ἰησοῦν τὸν φιλάνθρωπον.
Δόξα. Ἦχος β΄.
Ἐν τῷ Νόμῳ Κυρίου, ἡμέρας καὶ νυκτὸς ἐμμελετῶν, μακάριος ὄντως γεγένησαι, καὶ ἐν πράξεσιν ἐνθέοις ἐνδιαμένων, σκεῦος δεκτικὸν τοῦ Ἁγίου Πνεύματος ἀπεφάνθης· ὅθεν παρὰ Θεοῦ χρηματισθείς, μὴ ἰδεῖν θάνατον, πρὶν ἢ τὸν Χριστὸν θεάση. Τοῦτον οὖν ἐν ἀγκάλαις σου γηραιαῖς ὑποδεξάμενος, καὶ τὰ περὶ αὐτοῦ ἐσόμενα Πνεύματι Ἁγίῳ θεοφορηθείς, προμηνύσας, κατὰ τὸν σὸν χρηματισμόν, τὸ τοῦ βίου πέρας ἐδέξω Συμεὼν παμμακάριστε. Διὸ νῦν οἱ πιστοῖ μακαρίζομεν συμφώνως, σὲ τὸν ὄντως μακάριο, τὸν ἀξιωθέντα βλέψαι, καὶ ἐναγκαλίσαι, Θεὸν σωματούμενον, ὅπως ἀπεργάσης καὶ ἡμᾶς μακαρίους, τοὺς πρὶν ἀθλίους χρηματίζοντας, ἀδιαλείπτως πρεσβεύων πρὸς Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Σήμερον Συμεὼν ὁ πρεσβύτης, ἐν τῷ Ναῷ εἰσέρχεται, χαίρων τῷ πνεύματι τὸν Νομοδότην Μωσέως, καὶ πληρωτὴν τοῦ νόμου, ἀγκάλαις εἰσδέξασθαι· ἐκεῖνος μέν, διὰ γνόφου καὶ φωνῆς ἀμυδρᾶς, θεόπτης ἠξίωτο, καὶ κεκαλυμμένῳ προσώπῳ τῶν Ἑβραίων τὰς ἀπίστους καρδίας διήλεγξεν, οὗτος δέ, τὸν προαιώνιον Λόγον τοῦ Πατρός, σωματωθέντα ἐβάστασε, καὶ τῶν Ἐθνῶν ἀπεκάλυψε τὸ φῶς, τὸν Σταυρὸν καὶ τὴν Ἀνάστασιν. Καὶ Ἄννα Προφῆτις ἀναδείκνυται, τὸν Σωτῆρα λυτρωτὴν τοῦ Ἰσραὴλ κηρύττουσα. Αὐτῷ βοήσωμεν. Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. 12, 51 & 13, 2 καὶ ἐκλογὴ)
Ἐλάλησε Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς, Ἰσραήλ. Εἶπε δὲ Μωϋσῆς πρὸς τὸν λαόν· Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθετε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν. Καὶ φυλάξασθε τὸν νόμον αὐτοῦ. Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεὸς εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ Κυρίῳ. Ἐὰν δὲ ἐρωτήσῃ σε μετὰ ταῦτα ὁ υἱός σου λέγων· Τὶ τοῦτο; καὶ ἐρεῖς αὐτῷ· Ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ τοῦ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. Καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ τῶν ὀφθαλμῶν σου, ὅτι οὕτως ἔφη Κύριος ὁ παντοκράτωρ. Ὅτι τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Καὶ ἔσται πᾶς ὃς ἂν τέξῃ παιδίον ἄρσεν, τῇ ἡμέρᾳ τῇὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας οὐκ εἰσελεύσεται εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ πρὸς τὸν ἱερέα, ἕως πληρωθῶσιν αἱ ἡμέραι τῆς καθάρσεως. Καὶ μετὰ ταῦτα προσοίσει τῷ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς, ἢ Τρυγόνος, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ Μαρτυρίου πρὸς τὸν Ἱερέα· ἢ ἀντὶ τούτων, προσοίσει ἔναντι Κυρίου δύο νεοσσοὺς περιστερῶν, ἢ δύο τρυγόνας. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ Ἱερεύς· ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσιν ἐκ πάντων τῶν υἱῶν Ἰσραήλ, καὶ εἴληφα αὐτούς, καὶ ἡγίασα αὐτούς ἐμοί, ἀντὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων, ᾗ ἡμέρα ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους, εἶπεν ὁ Θεὸς ὁ ὕψιστος, ὁ ἅγιος Ἰσραήλ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. ( Κεφ. 6, 1-12)
Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ Βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφίμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· “Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ”. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Καὶ εἶπον. Ὢ τάλας ἐγώ! (ὅτι κατανένυγμαι) ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρὸς με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τὶς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον· Ἰδοὺ ἐγὼ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσί βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μὴ ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς· Καὶ εἶπα· Ἕως πότε, Κύριε; καὶ εἶπεν, Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς.



Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 19, 1-6, 12, 16, 19-21)
Ἰδοὺ Κύριος καθήσεται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ταραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας κυρίων σκληρῶν, τάδε λέγει Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τὶ βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον τῇ ἡμέρα ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι.

Λιτή. Ἰδιόμελον τῆς Ἑορτῆς. Ἦχος α΄.
Σήμερον ὁ πάλαι τῷ Μωσεῖ, ἐν Σινᾷ νόμον ἐπιδούς, τοῖς νομικοῖς ὑποκύπτει θεσμοῖς, δι' ἡμᾶς εὔσπλαγχνος γεγονώς. Νῦν ὁ καθαρὸς Θεός, ὡς παιδίον ἅγιον, μήτραν διανοίξαν ἁγνήν, ἑαυτῷ ὡς Θεὸς συγκομίζεται, τῆς τοῦ νόμου κατάρας ἐλευθερῶν, καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Ἁγίου. Ὁ αὐτός.
Μέγα σοι Πρεσβύτα τὸ ἐγκώμιον, καὶ πολύς σου ὁ θεῖος πλοῦτος, ποικίλα σου τὰ κατορθώματα, καὶ μείζονα τὰ χαρίσματα. Δίκαιος γὰρ καὶ εὐλαβὴς μεμαρτύρησαι, καὶ παράκλησιν τοῦ Ἰσραὴλ προσεδέχου, καὶ Πνεῦμα Ἅγιον ἦν ἐπὶ σέ, χρηματίζον σε μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδης Χριστὸν Κυρίου. Ὃν καὶ ἠξιώθης ἰδεῖν, καὶ ἀγκαλίσασθαι τεσσαρακονθήμερον νήπιον, Συμεὼν παμμακάριστε, τοῦτον οὖν ἱκέτευε, σωθῆναι τοὺς πίστει εὐφημοῦντάς.

Ἦχος β΄.
Τὰ τῆς μακαρίας σου ψυχῆς αὐχήματα, καὶ τὴν ἄνωθεν εὔκλειαν, καὶ τὸ προφητικόν σου ἀξίωμα, τίς ἄν, ἀξίως διηγήσεται, Συμεὼν παναοίδιμε; Σὺ γὰρ ἔτι κατ’ ἐξαίρετον δώρημα ἐπλούτισας, μακρότητος ἡμερῶν ἐμπλησθῆναι, καὶ θεάσασθαι τοῖς ὀφθαλμοῖς σου, τοῦ Θεοῦ τὸ σωτήριον· ὃ πολλοὶ Προφῆται καὶ Βασιλεῖς, ἐπεθύμησαν ἰδεῖν, καὶ οὐκ εἶδον · ἐντεῦθεν καὶ τὸ τῆς λειτουργίας ὑπέρτιμον, τό γε τελευταῖον ὄντα, τῶν τῆς Παλαιᾶς Δικαίων, πρῶτον ἀποδειχθῆναι τῶν τῆς Νέας Ἁγίων, καὶ Ἀποστόλων γενέσθαι Χριστοῦ, καὶ πρόδρομον διὰ θανάτου, καὶ κηρύξαι τοῖς ἀπ’ αἰῶνος πιστοῖς τῶν ἐλπιζομένων τὴν ἔκβασιν, καὶ τοῦ Σωτῆρος Θεοῦ τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Ἄνθρωπος τὴν φύσιν, ὑπῆρχες ἐν Ἱερουσαλήμ, καὶ ἄγγελος τὴν ἀξίαν, ἄνθρωπος ἀληθινός, εὐθὺς καὶ τέλειος, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ὡς ὁ Νῶε Ἀβραάμ τε καὶ Ἰώβ, οἱ πρὸς Θεοῦ μαρτυρούμενοι. Ἄνθρωπον ἐν πραότητι καὶ σοφίᾳ σεμνυνόμενος, Συμεὼν ἐκέκλησο, καὶ τὴν πρᾶξιν ἡ κλῆσις ἐκήρυττε, ὑπακοὴν τὴν διὰ βίου παντὸς ἐπισημαίνουσα, δίκαιος ὢν καὶ εὐλαβής, καὶ πᾶσαν μετιὼν ἀρετήν, προσεδέχεσο δὲ καὶ τὴν τοῦ Ἰσραήλ παράκλησιν· ὑπὲρ ὅλου τοῦ ἔθνους εὐχὰς ἀναπέμπων τῷ Θεῷ, καὶ βοῶν συνεχῶς μετὰ τοῦ θεοπάτορος Δαβίδ· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου Κύριε φιλάνθρωπε.

Ἦχος δ΄.
Συμεὼν Θεοδόχε πανεύφημε, ὁ πολυχρόνιος πρεσβύτης, καὶ πλήρης μὲν ἡμερῶν, πλήρης δὲ ἀρετῆς καὶ χαρισμάτων, ὁ ὑπὸ τοῦ Ἁγίου Πνεύματος τὴν ψυχὴν φωτιζόμενος, καὶ τὸ σῶμα στηριζόμενος, εἰσῆλθες εἰς τὸ τοῦ Θεοῦ τέμενος· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ θεάνθρωπον παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ Νόμου περὶ αὐτοῦ· καὶ αὐτὸς σὺ δεξάμενος εἰς τὰς ἀγκάλας σου αὐτόν, καὶ εὐλογήσας τὸν Θεόν, ἐν κατανύξει καὶ χαρᾷ ἐβόησας· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου Δέσποτα, κατὰ τὸ ῤῆμά Σου ἐν εἰρήνῃ, ὅτι εἶδόν Σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Ὢ τῶν ἐνθέων μεγαλείων τῆς μεγίστης σου ἐναρέτου πολιτείας! ὢ τῆς ὑπερβαλούσης σου εὐλαβείας καὶ καθαρότητος, Συμεὼν θεοφόρε τρισόλβιε· ἃ γὰρ κατὰ τὸν Ἀπόστολον Παῦλον, ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι, οὐ μόνον παρέκυψας, ἀλλὰ καθαρῶς ἐμβατεῦσαι, καὶ ταῦτα ψηλαφῆσαι, καὶ ἀκραιφνῶς μυηθῆναι ἠξίωσαι· ὅθεν καὶ τὸ πολὺ τῆς πρὸς Θεόν σου παῤῥησίας, ὁ μέγιστος ἐν Ἱεράρχαις θεῖος Νικόλαος ἀνεκήρυξε, καὶ τοῦ Ἀθωνίτου Ὁσίου Πέτρου, ἡ ἐκ φυλακῆς ἀπαλλαγὴ ἐβεβαίωσε. Μέγιστος οὖν ἐν τοῖς Ἁγίοις ὑπάρχεις, καὶ μεγίστην κέκτησαι τὴν παῤῥησίαν πρὸς Θεόν, Ὃν ἀεὶ ἱκέτευε, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.






Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Δικαίων κρηπίς, τῶν ἀρετῶν τὸ ἱερὸν καταγώγιον, ἡ στάθμη τῆς εὐλαβείας, ὁ παρ’ ὀλίγον ἐν γῇ, τοῖς Ἀγγέλοις μάκαρ ἀμιλλόμενος· ἐνθέοις σου πράξεσι, καὶ καλοῖς προτερήμασιν, ὁ τῶν μελλόντων, τὰς ἐκβάσεις θεώμενος, ψυχῆς ὄμμασι, καθαραῖς σου πανεύφημε· ὅθεν καὶ προσδεχόμενος, ἰδεῖν σωματούμενον, τὸν Ποιητὴν τῶν ἁπάντων, ὦ Συμεὼν παμμακάριστε, Αὐτὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.
Χαίροις, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, καὶ εὐλαβὴς πνευματοφόρος καὶ δίκαιος, ὁ πλήθει τῶν ἀρετῶν σου, χαρίτων θείων πλουτῶν, Συμεὼν παμμάκαρ κατηξίωσαι· καὶ γὰρ τὸ σωτήριον, τοῦ Θεοῦ ὅπερ ἤλπιζον, ἰδεῖν Προφῆται, Βασιλεῖς τε καὶ Δίκαιοι, σὺ ἑώρακας, καὶ χερσί σου ἐβάστασας· ὅθεν Θεὸν εὐλόγησας, καὶ χαίρων ἐβόησας· Δέσποτα νῦν ἀπολύεις, καθὼς προεῖπας τὸν δοῦλόν Σου, ἐκ τοῦδε τοῦ βίου, ὅτι τὸ σωτήριόν Σου εἶδον φιλάνθρωπε.

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Χαίροις, τῶν ἱερῶν Προφητῶν, καὶ Προπατόρων καὶ Δικαίων ἀγλάϊσμα, ἡ στάθμη τῶν σχολαζόντων, εἰς τὸν Θεὸν καὶ σεπτόν, ἀρετῶν παντοίων ἐνδιαίτημα· ἀνὴρ ὁ μακάριος, τὸν Θεὸν ὁ φοβούμενος, ὁ ἐν τῷ Νόμῳ, μελετήσας τοῦ Πνεύματος, καὶ τὰ ὄμματα, φωτισθεὶς τῆς καρδίας σου· ὅθεν καὶ τὴν πανάχραντον, Μητέρα τοῦ Κτίσαντος, ἐπευλογῶν σὺ προεῖπας, αὐτῆς τὴν θλίψιν τὴν μέλλουσαν, Συμεὼν παμμάκαρ, μεθ’ ἧς ἡμῖν πᾶσι Θεὸν ἱλέωσαι.

Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἐπὶ γῆς ἰσάγγελον, καὶ πνευματέμφορον βίον σου, καὶ τὴν παρὰ Θεοῦ δοθεῖσάν σοι θεοδόχον ἀξίαν, ἀναπολοῦντες οἱ πιστοί, ἐπαξίως ἐκπληττόμεθα, Συμεὼν παναοίδιμε· ὅθεν χαρμονικῶς σήμερον, τὴν μνήμην σου ἑορτάζοντες, εὐσεβοφρόνως σὲ γεραίροντες, ἐξαιτούμενοι πρεσβεύειν ἀπαύστως πρὸν Κύριον, Ὃν ἐν τῷ Ἱερῷ ἑώρακας, σεσαρκωμένον ὡς νήπιον, καὶ ἐν ἀγκάλαις σου ἐβάσταξας, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ημῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν Ὑπέρθεον Λόγον σάρκα γενόμενον, ἐνηγκαλίσω ὡς βρέφος ἐν τῷ Ναῷ τοῦ Θεοῦ, Θεοδόχε Συμεὼν Πρεσβῦτα ἔνδοξε· ὅθεν καὶ Ἄννα ἡ σεπτή, ἀνθομολόγησιν Αὐτῷ, προσήγαγεν ὡς Προφήτις· ὅθεν ὑμᾶς εὐφημοῦμεν, οἵα Χριστοῦ θείους θεράποντας.
Δόξα. Ἕτερον. Τοῦ Ἁγίου Συμεών. Ἦχος α΄.
Χαίρων ἀγκάλαις ἐδεξω, γηραλέαις σου μάκαρ, σαρκὶ νηπιάσαντα, τὸν Κύριον ἐξ ἁγνῆς παρθένου καὶ λύσιν ἐζήτησας, τοῦ βίου τοῦ προσκαίρου· διὸ καὶ μεταβὰς ἀγαλλόμενος, σκηνὰς πρὸς τὰς αἰωνίους, Συμεὼν Θεοδόχε πανεύφημε, πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν ἀνυμνούντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.

















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐν Ἱερουσαλήμ, παροικῶν ὦ Πρεσβύτα, καὶ ὅλως προσδοκῶν, Μυστηρίου τὴν θέαν, ἰδεῖν κατηξίωσαι, καὶ ἐδέξω ἀγκάλαις σου, τὸν ὡς νήπιον, ἐν τῷ Ναῷ εἰσαχθέντα, Χριστὸν σήμερον, Ὃν μὴ παύση πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.
 Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀένναον χάριν· διό σε ἀξιοχρέως πάντες γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Θεοδόχε Συμεών, τί ἐθαμβήθης θεωρῶν; τὸν ὡς βρέφος τῷ Ναῷ, συνεισερχόμενον Θεόν, τὸν βροτωθέντα δι’ οἶκτον φιλανθρωπίας· οὗτος ὃν ἐγώ, φησὶ προσδέχομαι, τέλειος ἐστί, Θεὸς καὶ ἄνθρωπος, καὶ οὗτος κεῖται πολλῶν τε εἰς πτῶσιν, ἐν Ἰσραὴλ καὶ Ἀνάστασιν, καὶ εἰς σημεῖον οὗτος ὑπάρχει, ἀληθῶς τὸ ἀντιλεγόμενον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις Συμεὼν εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς πᾶσιν ἀποκαλύψας ἡμῖν.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Εὐαγγέλιον, τῆς Ἑορτῆς.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Θεοδόχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν Κτίστην οὐρανοῦ καὶ γῆς, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας, Συμεὼν τρισόλβιε· διὸ καὶ ἐν Πνεύματι Ἁγίῳ ἔλεγες· Νῦν ἠλευθέρωμαι, εἶδον γὰρ τὸν Σωτῆρά μου.

Εἶτα οἱ Κανόνες· τῆς ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Δέχου τὸν ὕμνον, Συμεὼν Θεοδόχε. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου
Δικαίων σκηνώμασι, περιχαρῶς αὐλιζόμενος, τὸν δίκαιον Κύριον, Συμεὼν δίκαιε, τοὺς τὴν θείαν σου, τελοῦντας δικαιῶσαι, μετάστασιν αἴτησαι, μακαριώτατε.
ν νόμῳ γενόμενος, Ἱερουργὸς ἱερώτατε, ὃν νόμος ἐκήρυξε, βρέφος τεθέασαι, καὶ τῆς φύσεως, τῷ νόμῳ Θεοδόχε, θανὼν πρὸς ἀθάνατον, χαίρων μετέβης ζωήν.
Χειρὶ τὸν κατέχοντα, τῆς οἰκουμένης τὰ πέρατα, Παρθένου φερόμενον, χερσὶν ἑώρακας, καὶ τιμίαις σου, δεξάμενος ἀγκάλαις, Μωσέως ἀνώτερος, ὤφθης πανόλβιε.
Θεοτοκίον
πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Πλάστης πλάττεται, ὁ ἀχώρητος, χωρεῖται ἐν κοιλίᾳ, τῇ σῇ σωματούμενος, θεοχαρίτωτε.

Ὁ β’ Κανών. Ποίημα Γερμανοῦ Πατριάρχου.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.
Ἀκτῖσι φιλάνθρωπε, σῆς φωτοδότιδος χάριτος, καταύγασον δέομαι, τὴν σκοτεινήν μου ψυχήν, καὶ χαρίτωσον, τὸν νοῦν μου πανοικτίρμον, ὅπως σοι ἐπάξιον, ᾄσω μελώδημα.
Βροτὸς ὁ παντέλειος, δι’ ἀγαθότητα γίνεται, καὶ πάντα προσίεται, ὁ ἀναρμάτητος, καὶ συνέχεται, πρεσβυτικαῖς ὠλέναις, καὶ ὁρᾶται νήπιος, ὁ πάντων Κύριος.
Εὐφράνθητε ἅπασαι, φυλαὶ τῆς γῆς καὶ σκιρτήσατε, καὶ χεῖρας κροτήσατε, καὶ ἀλαλάξατε, ὁ δεσπόζων γάρ, μορφὴν δούλου ὐπέδυ, καὶ ναῷ προσάγεται, βρέφος ὁ εὔσπλαγχνος.
Ὢ ξένου θεάματος! ὁ Χερουβὶμ ἐποχούμενος, φρικτῶς ἐποχεῖται νῦν, πρεσβυτικαῖς ἐν χερσίν, ἀνακτώμενος, τὴν πάλαι συντριβεῖσαν, ἀπάτῃ τοῦ ὄφεως, εἰκόνος θείαν μορφήν.
Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ'. Ὅτι στεῖρα ἔτεκεν.
Ὑψωθεὶς ταῖς πράξεσι, ταῖς ἱεραῖς θεηγόρε, φωτοειδὴς ὡς στῦλος ἐπερειδόμενος σαφῶς, τῷ Παναγίῳ Πνεύματι γεγένησαι· ὅθεν εὐφημοῦμέν σε.
Τὸν τοῦ νόμου Κύριον, καθυπανοίξαντα μήτραν, παρθενικὴν καὶ βρέφος σωματοφόρον Συμεών, γεγενημένον ἔβλεψας δωρούμενον, πᾶσιν ἀπολύτρωσιν.
Ὁ χειρὶ τὸν ἄνθρωπον, δημιουργήσας χερσί σου, σωματωθεὶς κρατεῖται, καθαγιάζων σε σαφῶς, καὶ πρὸς τὴν ζωὴν τὴν μέλλουσαν αἰτήσαντα, μάκαρ ἀπολύει σε.
Θεοτοκίον
Νοητὴν λαβίδα σε, ἄνθρακα φέρουσαν θεῖον, τὸν ἐκ τῶν σῶν αἱμάτων σωματωθέντα ὑπὲρ νοῦν, ὁ Συμεὼν ὡς ἔβλεψε πανάμωμε, χαίρων ἐμακάριζε.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀγάλλεται σήμερον ἡ Εὔα, σκιρτᾷ καὶ χορεύει ὁ Ἀδάμ, ὁρῶντες πλαστουργούμενον, τὸν πλαστουργὸν τῆς κτίσεως, Ναῷ τε προσαγόμενον, καὶ τοὺς μακρὰ οἰκειούμενον.
Ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς, ὡς βρέφος τὸν πάντων Ποιητήν, καὶ πόθῳ ἀνεκραύγαζε· ἀπόλυσόν με Δέσποτα, τοῖς ὀφθαλμοῖς γὰρ σήμερον, τὸ σὸν κατεῖδεν σωτήριον.
Τὸ πάλαι θρυλλούμενον τοῖς μύσταις, καὶ θείοις Προφήταις σκιωδῶς, νῦν προφανῶς τεθέασαι, Πρεσβύτα τρισμακάριστε, ἀπόῤῥητον μυστήριον· διό σε πάντες γεραίρομεν.
Ἀνθομολογοῦσα τῷ Κυρίῳ, ἡ Ἄννα ἡ ἄμεμπτος σεπτῶς, ἐνδίκως μακαρίζεται, οἷα Προφήτης ἔνθεος, συνδοξαζέσθω ταύτῃ δέ, καὶ Συμεὼν ὁ πανθαύμαστος.
Καταβασία.
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.




Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὅνπερ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.

Κάθισμα Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
περήκμασας τῷ γήρᾳ, τῇ δὲ πίστει ἐνέαζες, νέον βρέφος θέλων, βλέψαι Συμεὼν τὸν παντέλειον, ἀνακαινίζοντα κόσμον τὸν γηράσαντα, ἐπιθέσει τοῦ παλαιοῦ πολεμήτορος.
Μακαρίσωμεν συμφώνως, Συμεὼν τὸν μακάριον, ὡς ἀξιωθέντα, βλέψαι τὸν Θεὸν τὸν μακάριον, σάρκα φορέσαντα, ὅπως ἀπεργάσηται, μακαρίους, τοὺς πρὶν ἀθλίους χρηματίζοντας.
Νομοδότην σε γινώσκω, καὶ νομίμων τῆς φύσεως, σαρκωθέντα δίχα, νόμον τε καινὸν εἰσοικίσαντα, ὁ Συμεὼν ἀνεβόα, μόνε Κύριε· Νῦν ἀπόλυσόν με, πρὸς ζωὴν τήν ἀκήρατον.
Θεοτοκίον
χειρὶ τὰ πάντα φέρων, ἐν χερσὶ βασταζόμενος τῆς ἀειπαρθένου, ταύτην Χερουβὶμ ἀπειργάσατο, καὶ Σεραφὶμ ἀνωτέραν ὡς γεννήτριαν, ἣν ὑμνήσωμεν, καὶ εὐσεβῶς μακαρίσωμεν.

Ἕτερος. Τὴν ἀνεξιχνίαστον.
Ὡς ἀνεξιχνίαστος Λόγε Θεοῦ, σοῦ ἡ πρὸς ἡμᾶς συγκατάβασις, ἣν μετὰ δέους, ὁ Πρεσβύτης Συμεών, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὥσπερ ὀκταήμερον περιτομήν, δι’ ἐμὲ ὑπήνεγκας εὔσπλαγχνε, ὡσαύτως Σὠτερ, κατεδέξω τῷ Ναῷ, προσενεχθῆναι νήπιος· Δόξα τῇ δυνάμει Σου Κύριε.
Θείαν μυροθήκην σε ὡς ἀληθῶς, μῦρον τὸ οὐράνιον φέρουσαν, ὁ θεῖος Πρέσβυς, ὡς ἐπέγνω προφανῶς, προσφόρως ἀνεκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὢ μεγαλειότητος ὑπερφυοῦς, ὢ ὑπερβαλλούσης ἀξίας σου· καὶ γὰρ κατεῖδες, καὶ ἐβάστασας χερσί, τὸν τῶν ἁπάντων Κύριον, Συμεὼν παμμάκαρ ὡς νήπιον.
Καταβασία.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Νοὸς καθαρότητι, Θεῷ τῷ παντοκράτορι, Ἄγγελος καθάπερ λειτουργήσας, μάκαρ ἐναίμοις θυσίαις ἥγνισας, πάλαι τὸν λαὸν τοῦ Ἰσραήλ, αἷμα τὸ σωτήριον, προδηλούσαις τρανότατα.
Σαυτὸν ἀπετέλεσας, ναὸν Θεοῦ πανάγιον, πράξεσιν ἐνθέοις θεηγόρε· ὅθεν ὡς βρέφος, ἐν τῷ ἁγίῳ ναῷ, ἔβλεψας Θεὸν μετὰ σαρκός, σὲ μεταβιβάζοντα, πρὸς τὰ θεῖα σκηνώματα.
μνήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, πάντες Συμεὼν τὸν Θεοδόχον, καὶ σὺν ἐκείνῳ, Ἄνναν τὴν σώφρονα, Προφήτας ὑπάρχοντας Θεοῦ, τοῦτον κατιδόντας τε, δι' ἡμᾶς νηπιάσαντα.
Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν σου, ὁ φύσει ἀναλλοίωτος, μόνη Χερουβὶμ ἁγιωτέρα, ἄνθρωπος ὤφθη ἐκ σοῦ τικτόμενος, καὶ τοὺς ἀπωσθέντας τῇ φθορᾷ, πάντας ἀνεσώσατο, Θεομῆτορ πανάμωμε.

Ἕτερος. Ὁ αὐτός.
Ὡς ἔβλεψαν Δέσποτα, Δυνάμεις αἱ οὐράνιαι, σὲ τὸν συνοχέα τῶν ἁπάντων, σεσαρκωμένον καὶ συνεχόμενον, ἀγκάλαις Πρεσβύτου ταῖς σεπταῖς, ἔφριξαν τὴν ἄφατον, σοῦ φρικτὴν συγκατάβασιν.
Ποικίλοις αἰνίγμασι, καὶ τυπικαῖς ἐμφάσεσι, πόῤῥωθεν ἁγνὴ προεσημάνθη, τοῦ τοκετοῦ σου σεπτὸν μυστήριον· ὁ κατανοήσα Συμεών, φόβῳ προσεκύνησε, καὶ πιστῶς ἐμεγάλυνεν.
Οἰκτίρων φιλάνθρωπε, τὸν πλανηθέντα ἄνθρωπον, σάρκα ἐκ Παρθένου προσελάβου, καὶ παρεγένου, ἐν τῷ Ναῷ τοῦ Θεοῦ· ὅθεν Συμεών σε κατιδών, μέγα ἀνεβόησε· Σὺ Θεός μου καὶ Κύριος.
Ἀπόλυσον κράζει σοι, τῷ Ποιητῇ τῆς Κτίσεως, ἀγκάλαις κατέχων σε ὁ Πρέσβυς, καὶ γάρ σε ἔγνων, τὸ προαιώνιον φῶς, ἔγνων τὸν ἐμὸν Δημιουργόν, σύμμορφον καὶ σύνθρονον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι.
Καταβασία.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ᾨδὴ ς'. Ἐβόησε προτυπῶν.
βόησας, ὁπηνίκα κατεῖδες τὸν Κύριον. Ὡς ὑπέσχου, νῦν τὸν δοῦλόν σου Σῶτερ ἀπόλυσον, τοῖς ἐν ᾍδῃ πᾶσι, σοῦ τὴν θείαν μηνύσοντα σάρκωσιν.
ραιώθης, καὶ Μωσέως λαμπρότερος γέγονας, ἐν ἀγκάλαις, τὸν ἐν κάλλει ὡραῖον δεξάμενος, Συμεὼν Πρεσβύτα, δι' ἡμᾶς νηπιάσαντα Κύριον.
Ναμάτων σε, πεπλησμένον τῶν θείων ἀπάραντα, καὶ πρὸς ᾍδου, τοὺς κευθμῶνας χωρήσαντα βλέψαντες, οἱ ἐκεῖ δεσμῶται, Συμεὼν θείας δρόσου ἐπλήσθησαν.
Θεοτοκίον
Θηρεῦσαί με, καθ' ἑκάστην ζητεῖ ὁ παμπόνηρος, ἀλλ' αἰτοῦμαι, τῶν παγίδων ἐξάρπασον Δέσποινα, καὶ τῇ θείᾳ σκέπῃ, τῶν πτερύγων σου σῶον συντήρησον.

Ἕτερος. Τὴν θείαν ταύτην.
Βουλὴν πατρώαν φιλάνθρωπε, πληρῶσαι βουληθεὶς μήτραν ᾤκησας, σὰρξ ἐχρημάτισας, ἐν τῷ Ναῷ προσενήνεξαι, καὶ πάντα ὑπομένεις ὁ ἀναμάρτητος.
Τὸν πάντα ῥήματι φέροντα, χερσὶ περιφερόμενον βλέπων σε, διὰ τὸν ἄνθρωπον, ὅνπερ χερσί σου διέπλασας, ὁ Πρέσβυς πανοικτίρμων, ὕμνει τὸ κράτος σου.
Τῷ πρέσβει Δέσποτα σπεύδοντι, κομίσαι τῷ Ἀδὰμ εὐαγγέλια, τῆς παρουσίας σου, ᾧ προσενέχθης βοῶντί σοι· ἀπόλυσόν με Λόγε Θεοῦ τὸν δοῦλόν σου.
Ὁ φύσει ὢν ἀπερίγραπτος, σαρκὶ περιεγράφη βουλόμενος, σῶσαι τὸν ἄνθρωπον, ὃν Συμεὼν ὥσπερ νήπιον, χαίρων καὶ τρέμων ἅμα περιεπτύξατο.
Καταβασία.
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.







Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἱερουργὸς σὺ ἀπεφάνθης ἐν κόσμῳ· ὃν δὲ ὁ Νόμος ἀνεκήρυξε πᾶσιν, ὡς βρέφος ἐν χερσὶν ἑώρακας παμμάκαρ Συμεών· ὅθεν οὖν τὴν μνήμην σου, ἱεραῖς εὐφημίαις, νῦν ἐγκωμιάζομεν, οἱ πιστοὶ κατὰ χρέος, ἐκδυσωποῦντες ῥυσθῆναι τῶν δεινῶν, ταῖς σαῖς πρεσβείαις, θεόφρον πρὸς Κύριον.
Ὁ Οἶκος.
Ὁ τῶ σώματι προβεβηκώς, τῷ πνεύματι δὲ νεάζων, Συμεὼν πανεύφημε, ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κεχρημάτισαι, μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδης βρέφος νέον τὸν προόντα πρὸ τῶν αἰώνων, Θεὸν τῶν ὅλων, καὶ Ποιητὴν τῶν ἁπάντων, τὸν σαρκὶ πτωχεύσαντα, ὃν ἰδὼν ἀνεσκίρτησας καὶ τῆς σαρκὸς τὴν λύσιν ἤτησας· πρὸς δὲ τὰ θεῖα σκηνώματα, μεταβὰς ἀγαλλόμενος, σώζεις τοὺς σὲ τιμῶντας, ταῖς σαῖς πρεσβείαις, θεόφρον πρὸς Κύριον.

Συναξάριον
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.
Ἤγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
Οὐ γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
ἕως ἐπ’ αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
Τῇ τριτάτῃ δεσμοῖο βίοιο λύθη Συμεώνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδριανοῦ καὶ Εὐβούλου.
Ἀνδριανόν, χαίροντα τμηθῆναι ξίφει,
Χείρ, ἡ φόνοις χαίρουσα, τέμνει δημίου.
Ξίφει θανὼν Εὔβουλε, Κυρίου χάριν,
Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βλασίου τοῦ βουκόλου.
Βοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.
Χρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,
Σιγᾷ προφητεύουσα λοξὰ πυθία.



Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παῦλος καὶ Σίμων, ξίφει τελειοῦνται.
Καὶ Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,
Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαύδιος, ἐν εἰρήνῃ τελειοῦται.
Ἔχαιρε εὑρὼν Κλαύδιος βίου τέλος,
ὡς εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκύλα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κελερίνου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Πνευματικού, τοῦ ἀσκήσαντος ἐν Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς νήσου τῶν Ἰωαννίνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων Σταματίου καὶ Ἰωάννου τῶν αὐταδέλφων, καὶ τῶν αὐτῶν συντρόφου Νικολάου, τῶν ἐκ Σπετσῶν καὶ ἐν Χίῳ μαρτυρησάντων.
Βαβαὶ τοσαύτης ἀδελφῶν εὐθαρσίας.
Σπεύδουσιν ἄμφω ποῖος ἐκτημηθῆ πρώτον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λαυρεντίου, ἀρχιεπισκόπου Καντουαρίας τῆς Ἀγγλίας.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνσερίου, ἀποστόλου Δανίας καὶ Σκανδιναβίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥωμανοῦ, τοῦ Πρίγκηπος τοῦ Οὔγκλιχ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰακώβου, ἀρχιεπισκόπου Σερβίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Συμεών, ἐπισκόπου Τβὲρ τῆς Ῥωσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Σιμονὼφ τῆς Ῥωσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου Κασάτσκιν, τοῦ ἐκ Ῥωσίας ἱεραποστόλου, ἱδρυτοῦ καὶ πρώτου ἱεράρχου τῆς τῶν Ἰαπώνων Ἐκκλησίας.
Μνήμην γεραίρω τὴν τοῦ Νικολάου,
Οὗ μνήμη κλέος Ἰαπωνίᾳ φέρει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.
ννομώτατα Κυρίῳ παντοκράτορι σὺ ἐλειτούργησας, δίκαιος ὡς ἀληθῶς, ἐν νόμῳ τε ἄμεμπτος μάκαρ γενόμενος· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.
χαρὰ τῶν θλιβομένων ἐπεδήμησεν ἡ ἀπολύτρωσις, τοῦ Ἰσραὴλ ἀληθῶς, ὡράθη ὡς νήπιον ἐν τῷ ναῷ αὐτοῦ, ἀπολύων με, πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, Συμεὼν ἐβόα χαίρων.
Διὰ σπλάγχνα οἰκτιρμῶν σου κεκμηκότα με νόμου τῷ γράμματι, κατακαμφθέντα τε, τῷ γήρᾳ ἀπόλυσον Σῶτερ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, ὁ Συμεὼν ἐκραύγαζεν, ἐπὶ γῆς φοροῦντα σάρκα.
Θεοτοκίον
κενώσας ὁ πληρέστατος τὸν ἄχραντον κόλπον τοῦ φύντος Πατρός, σοῦ ἐν τοῖς κόλποις Ἁγνή, ὡς βρέφος καθέζεται ἑτοιμαζόμενος, οἷς ἠθέλησεν, ὁμοιωθῆναι Ἄχραντε, ἱερὰν σαφῶς καθέδραν.

Ἕτερος. Ὁ αὐτός.
Τῇ ἀφάτῳ σου κενώσει ἀνεκαίνισας πάντα φιλάνθρωπε, καὶ πρὸς τὸ πρῶτον ἡμᾶς, κάλλος ἐπανήγαγες, καὶ ὑπερύψωσας, καὶ ἐθέωσας, καὶ κληρονόμους ἔδειξας, οὐρανίου Βασιλείας.
Ἐπιπνοίᾳ τοῦ Ἁγίου Σῶτερ Πνεύματος τὴν παρουσίαν σου, τὴν ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὁ Πρέσβυς ὡς ᾔσθετο, προκατελάβετο, καὶ ἐβόα σοι, θαμβητικῶς ὡς εἶδέ σε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἱκεσίαις τῶν ἐνδόξων θεραπόντων σου εὔσπλαγχνε Κύριε, τοῦ ἱεροῦ Συμεών, καὶ Ἄννης τῆς σώφρονος, ῥῦσαί με δέομαι, πάσης θλίψεως, πάσης δεινῆς συμπτώσεως, καὶ μελλούσης καταδίκης.
Καταβασία.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.












ᾨδὴ η'. Παῖδας εὐαγεῖς.
Χηρεύσαντα κόσμον θείας δόξης, ἐλθόντα νυμφοστολῆσαι τὸν Ὑπέρθεον, χήρα χρηματίζουσα, Ἄννα ἡ πανεύφημος, καὶ Προφητείας χάριτι περιαστράπτουσα, ἐδόξασεν, αὐτὸν καὶ τὸ μέλλον, πᾶσι τοῖς παροῦσιν, ἐδήλου θεῖον λύτρον.
ναίμους θυσίας προσηγάγω, ἀμνοῦ τοῦ δι' οἶκτον ἀδιήγητον, αἷμα τὸ σωτήριον, χυθὲν τὸ ἱερώτατον, προμηνυούσας πόρρωθεν, ὃν σωματούμενον, κρατήσας, Συμεών ἐδοξάσθης, ὑπὲρ Μωϋσέα, καὶ πάντας τοὺς Προφήτας.
δὼν τὸν ποθούμενον τὴν λύσιν, ὑπέστης τοῦ σώματος θεόπνευστε, καὶ καθάπερ ὥριμος, σῖτος μεταβέβηκας, πρὸς τοὺς πατέρας ἔνδοξε, τραφεὶς ἐν γήρᾳ καλῷ· διό σου, τὴν πανέορτον μνήμην, ἐν ἀγαλλιάσει, ψυχῆς ἐπιτελοῦμεν.
Θεοτοκίον
ς κρίνον ὡς εὔοσμον σε ῥόδον, ὡς θεῖον ὀσφράδιον ἐδρέψατο, Λόγος ὁ ὑπέρθεος, πάναγνε Θεόνυμφε, καὶ σοῦ τὴν μήτραν ᾤκησεν. εὐωδιάζων ἡμῶν, τὴν φύσιν. δυσωδίας πλησθεῖσαν, τὴν ἐξ ἁμαρτίας, Μαρία Θεοτόκε.

Ἕτερος. Ὁ αὐτός.
Ὁ βρέφη ἐν μήτρᾳ διαπλάττων, ὡς βρέφος περικρατεῖται καὶ συνέχεται, καὶ Ναῷ προσάγεται, καὶ ἀνθομολόγησιν, παρὰ τῆς Ἄννης δέχεται, καὶ ἀγκαλίζεται, χερσί, τοῦ Συμεὼν καὶ Πρεσβύτου, ὑπὲρ τῆς ἁπάντων, ζωῆς καὶ σωτηρίας.
Ἰσχύσατε χεῖρες ἀνειμμέναι, καὶ γόνατα παρειμένα ἀνορθώσατε, Συμεὼν ἐφθέγγετο, πόθῳ ἐπειγόμενος, πρὸς τὸν Ναὸν τὸν ἅγιον, τὸν τῶν ἁγίων Θεόν, ἰδεῖν, καὶ περιπτύξασθαι φόβῳ· ὅθεν καὶ τοῦ πόθου, διήμαρτεν οὐδόλως.
Σκιρτήσατε ὄρη τε καὶ νάπαι, ἀγάλλου ὁ οὐρανὸς ἡ γῆ εὐφράνθητι, καὶ συνεπαγάλλεσθαι, γένους οἱ Προπάτορες, καὶ γὰρ ἦλθεν ἐφάνη ἡ προσδοκία ἡμῶν, ἐβόα, ἐν ἀγκάλαις κατέχων, Συμεὼν ὁ Πρέσβυς, τὸν πάντων εὐεργέτην.
Ἡ πάνσεπτος Ἄννα καὶ Προφῆτις, ἡ σώφρων ὡς ἀληθῶς καὶ ἀξιάγαστος, πόθῳ προσεδρεύουσα, τῷ Ναῷ ἀείποτε, καὶ τῷ Θεῷ λατρεύουσα, ζέουσει πίστει ἀεί, ἰδεῖν, κατηξιώθη ὃν πάλαι, ἄγαν ἐπεπόθουν, δικαίων αἱ χορεῖαι.
Καταβασία.
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».



ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Σεπταί σου αἱ χεῖρες ἀληθῶς προσψαύσασθαι, Θεοδόχε θείοις μέλεσι, τοῦ ἁπτομένου τῶν ὀρέων, ὡς Δαυῒδ μελῳδεῖ καὶ καπνίζονται, μακάριος τῷ ὄντι σὺ γέγονας· ὅθεν ἀξίως εὐφημοῦμέν σε.
θήκη σου βλύζει τοῖς πιστοῖς ἰάματα, ἡ δὲ μνήμη μεμακάρισται, λάμπουσα, πλέον τοῦ ἡλίου, καὶ πάντων τὰς ψυχὰς σελαγίζουσα, πρὸς φῶς θεογνωσίας ἀνάγουσα, Ἱερομύστα πανσεβάσμιε.
Φωτίζουσι φέγγει νοητῷ ὡς ἥλιος, καὶ σελήνη τὴν ὑφήλιον, Ἄννα ἡ σώφρων καὶ προφῆτις, ὁ Πρέσβυς Συμεών τε ὁ ἔνδοξος· δι' ὧν ἡμᾶς φιλάνθρωπε Κύριε, ἁμαρτημάτων σκότους λύτρωσαι.
Θεοτοκίον
Φανεῖσαν Μητέρα σε Θεοῦ ὡς ἔβλεψε, Θεοτόκε ὁ πρεσβύτατος, ἔφησεν οἷά περ προφήτης· Ἰδοὺ ὁ σὸς Υἱὸς εἰς ἀνάστασιν, καὶ πτῶσιν τῶν πολλῶν κεῖται Δέσποινα, καὶ εἰς σημεῖον δυσερμήνευτον.

Ἕτερος. Ἅπας γηγενής.
Ἄγγελοι, ἀνύμνησαν τὸν Δεσπότην, ὁρῶντες ἀφίκομενον, εἰς ναὸν ὥσπερ βρέφος, ὑπὸ Μητροῦ ἀπειράνδρου.
Φύσιν τὴν ἡμῶν, δι’ οἶκτον ἐφόρεσας, ὁ φύσει εὔσπλαγχνος, σῶσαι θέλων ἅπαντας· διό σου Λόγε, τὴν συγκατάβασιν, καὶ τὴν ἀπερινόητον, οἰκονομίαν σου, καὶ τὸ πλῆθος, τῆς μεγαλωσύνης σου, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.
Ἄνθρωποι, τὴν ἄφατον, καθορῶντες, Θεοῦ τὴν συγκατάβασιν, ἀνακράξωμεν ὕμνον, ἰδοὺ γὰρ ἐν ναῷ προσηνέχθη.
Φύσιν τὴν ἡμῶν, δι’ οἶκτον ἐφόρεσας, ὁ φύσει εὔσπλαγχνος, σῶσαι θέλων ἅπαντας· διό σου Λόγε, τὴν συγκατάβασιν, καὶ τὴν ἀπερινόητον, οἰκονομίαν σου, καὶ τὸ πλῆθος, τῆς μεγαλωσύνης σου, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.
Ἄναρχον, ὁ Πρέσβυς ἐνηγκαλίσω, Λόγον τὸν νηπιάσαντα, καὶ Ναῷ εἰσαχθέντα, τεσσαρακονθήμερον βρέφος.
Θάμβει συσχεθείς, ὑπότρομος ἵστατο, ἡνίκα ἔβλεψε, σὲ τῶν πάντων Κύριον, βρεφουργηθέντα, ὁ θεῖος Πρέσβυς Χριστέ· διό σε καὶ δεξάμενος ἐν ταῖς ἀγκάλαις αὐτοῦ, ἀνεβόα, ὅλως ἐξιστάμενος, κεκμηκότα με Σῶτερ ἀπόλυσον.
Ἄννα δέ, ἡ Προφῆτις ἐπιστάσα, Χριστὸν ἀνθωμολόγησε, περὶ αὐτοῦ καὶ ἐλάλει, τὴν λύτρωσιν τῶν ἀνθρώπων.
Λόγε τοῦ Θεοῦ, σεπταῖς παρακλήσεσι τῶν θεραπόντων σου, Ἄννης τῆς θεόφρονος, καὶ τοῦ πανσέπτου, καὶ ἱεροῦ Συμεών, πάντας ἡμᾶς ἐξάρπασον, πειρατηρίων δεινῶν, καὶ παντοίας, βλάβης ἐλευθέρωσον, καὶ τῆς σῆς Βασιλείας ἀξίωσον.
Ἄναρχε, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ ὁμοούσιος, σῶζε τοὺς σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας τὸ κράτος.
Δέσποτα Χριστέ, ἱλέω σου ὄμματι, πρόσχες μοι δέομαι, καὶ μὴ παρίδῃς μου, ὃν σοὶ θαῤῥήσας ὕμνον ἐξύφανα, καὶ σοὶ προσανατέθηκα, ζεούσης Σῶτερ ψυχῇ, ἀλλ’ εὐσπλάγχνως, τοῦτον προσδεξάμενος, τῶν πταισμάτων τὴν λύσιν  μοι δώρησαι.
Ἄχραντε Παρθένε καὶ Θεοτόκε, πρέσβευε πρὸς Κύριον μετὰ τοῦ Συμεὼν καὶ τῆς Ἄννης, τοῦ οἰκτειρῆσαι πάντας καὶ σῶσον.
Δέσποινα ἁγνή, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ὅτε προσπηγνύμενον, Σταυρῷ κατεῖδες τὸν Σὸν Υἱὸν καὶ Θεόν, καθά σοι διὰ τοῦ Πνεύματος προανηγόρευσεν, ὁ Πρεσβύτης, Συμεὼν καὶ Δίκαιος, μεθ’ οὗ πάντες ἀεὶ σὲ δοξάζομεν.
Καταβασία.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
 «Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θεὸν ἐνανθρωπήσαντα, ἐκ τῆς ἁγνῆς Θεόπαιδος, καὶ τῷ Ναῷ κατὰ Νόμον, προσενεχθέντα ἐδέξω, Συμεὼν ἐν ἀγκάλαις σου, καὶ χαίρω ἀνεβόησας· Νῦν ἀπολύεις Δέσποτα, τὸν δοῦλόν σου ἐν εἰρήνην· ὅθεν πιστοὶ σὲ τιμῶμεν.
Τῆς ἑορτῆς.
Ἀτρέπτως καθ’ ὑπόστασιν, ἐν Σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγον, Ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.
















Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δεδόξασται σήμερον Χριστόν, Συμεὼν ὡς ἄνθρακα, θεοπρεπῶς εἰσδεξάμενος, καὶ περιπτύσσεται, καθαρθεὶς τὰ χείλη, ἀνθομολογεῖται δέ, καὶ χαίρων ἐξαιτεῖ τὴν ἀπόλυσιν· αὐτὸν οὖν ἅπαντες, εὐσεβῶς νῦν μακαρίζοντες, ἐν ὕμνοις τιμήσωμεν.

Διδάσκαλος ἄριστος ὀφθείς, καὶ τοῖς ἑβδομήκοντα, προχειρισθεὶς συναρίθμιος, νεύσει τῇ κρείττονι, τοῦ μεθερμηνεῦσαι, τὴν Γραφὴν τρισόλβιε, ἡρμήνευσας καὶ ἔγνως σαφέστατα, Θεοῦ τὴν σάρκωσιν, ἣν ἰδεῖν πρὸ τοῦ θανάτου σου, ἠξιώθης Συμεὼν ὡς ἄμεμπτος.

Σαυτὸν ἀπετέλεσας ναόν, τοῦ Θεοῦ πανάγιον, μελέτη Νόμου καὶ πράξεσιν, ἐνθέοις ἔνδοξε, ἐν Ναῷ τῷ θείῳ, τὸν Θεὸν σαρκούμενον, ἰδὼν ἐνηγκαλίσθης γηθόμενος· ὅθεν ἀνέδραμες, Συμεὼν πρὸς τὰ σκηνώματα, τῶν Ἁγίων μεθ’ ὧν ἡμῶν μέμνησο.

Χριστὸν ὃν κατεῖδες ἐν σαρκί, καὶ ἐν ταῖς ἀγκάλαις σου, ἐν Ἱερῷ ὃν ἐβάστασας, ἀεὶ ἱκέτευε, Συμεὼν θεόφρον, μετὰ τῆς Προφήτιδος, Ἄννης τῆς σεμνῆς καὶ παμμάκαρος, ἡμῖν τὴν ἄφεσιν, τῶν πταισμάτων νῦν δωρήσασθαι, τοῖς τιμῶσιν ὑμῶν τὴν πανήγυριν.

Δόξα. Ἦχος πλ. α΄.
Συμεὼν Πρεσβύτα Δίκαιε, Προφῆτα καὶ θεόπτα, σὺ ταῖς ἱεραῖς πράξεσιν ὑψωθείς, καὶ ἐν Νόμῳ ἱερουργὸς γενόμενος, νοὸς καθαρότητι, Θεῷ τῷ Παντοκράτορι, καθάπερ ἄγγελος ἐλειτούργησας, καὶ ἐναίμοις θυσίαις ἥγνισας, πάλαι τὸν λαὸν Ἰσραήλ, αἷμα τὸ σωτήριον προδηλούσαις τρανώτατα· διὸ καὶ τῷ μὲν γήρει ὑπερήκμαζες, τῇ δὲ πίστει ἐνάζες προσδεχόμενος τοῦ Κυρίου τὸν Χριστὸν ἰδεῖν· ὃν καὶ προσβλέψαι ἀξιωθεὶς ἐν Ναῷ ἁγίῳ μετὰ σαρκός, καὶ ἰδίαις χερσὶν ἐναγκαλισθείς, χαίρων ἐβόησας· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου Δέσποτα· καὶ νῦν Δικαίων σκηνώμασιν αὐλιζόμενος τὸν δίκαιον Κύριον, Δίκαιε, αἴτησαι δικαιῶσαι ἡμᾶς τοὺς τὴν θείαν σου ἐκτελοῦντας πανήγυριν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὡς ἐδείχθης βρέφος ἐν Ἱερῷ, τὸν Θεὸν τῶν ὅλων, δικαιότατε Συμεών, οὕτως ἐκδυσώπει, αὐτὸν ἐν παῤῥησίᾳ, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
 
 

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΣΥΜΕΩΝ

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Φῶς ἀγκαλισθεὶς πρὸς φῶς ὁ πρέσβυς ἤρθη.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθρᾶιον πέλαγος.

Φωτίζου ὁ πηρωθεὶς πρωτόπλαστος, τῇ παραβάσει Ἀδάμ· τὸ γὰρ τοῦ κόσμου φῶς παρθενικῆς, ἐκ γαστρὸς ἀνέτειλεν, Χριστὸς τὸν ἀπατεῶνα, ὄφιν νεκρώσας τῇ σαρκώσει Αὐτοῦ.

Ὡς εἶδεν ἀνθρωπικῶς φερόμενον, χερσὶ μητρώοις Χριστόν, ὁ Συμεὼν δεξάμενος χερσί, πρὸς Αὐτὸν ἀνεβόησεν· Νῦν ἀπολύεις Δέσποτα, κατὰ τὸ ῥῆμά Σου τὸν δοῦλόν Σου.

Σχεδίως ἐν ὀφθαλμοῖς θεώμενος, ὡς κεχρημάτιστο, ὁ τρυχωθεὶς τῷ γήρει Συμεών, τοῦ Θεοῦ τὸ σωτήριον, πνεύματι ἀπολυέται, γῆθεν πρὸς λῆξιν οὐράνιον.

Θεοτοκίον.

Ἀφράστως τὸν Ἰησοῦν σαρκώσασα, εὐλογημένη ἁγνή, τοὺς ταπεινοὺς ἀνύψωσας ἡμᾶς, νεκρωθέντας τοῖς πάθεσιν· διὸ καὶ νῦν ἐλέησον, εὐλογημένη τοὺς ὑμνοῦντάς Σε.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Γεννᾶται καὶ τῷ ναῷ, βρέφος προσάγεται πληρῶν Κύριος, ὡς νομοδότης χάριτι, τὰ τῶν Προφητῶν προκηρύγματα.

Κολποῦται δόξαν Θεοῦ, πνευματικῶς ὥσπερ Μωσῆς ὕπερθεν, ὁ Συμεὼν γῆθεν δε, μεταστὰς ἀπαίρει πρὸς τὰ ἄφθαρτα.

Ἀγάλλεται τῇ ψυχῇ, ὁ Συμεὼν ἀγκαλισθεὶς Κύριον, καὶ προσφωνεῖ· δόξα Σοι, ὁ ἐπιφανεὶς εἰς τὸ σῶσαί με.

Θεοτοκίον.

Λυτροῦσαι πάσης ὀργῆς, τοὺς πεποιθότας ἐπὶ Σοὶ πάναγνε, ἀλλὰ καὶ νῦν ἵστασο, ἀντιληπτικῶς περισώζουσα.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Αὐλῶν ποιμενικῶν.

Ὁ σάρκα δι’ ἡμᾶς, ἐκ Παρθένου φορέσας, χωρεῖται ἐπὶ Σοί, Συμεὼν καὶ τὸ πνεῦμα, σήμερον προσλαμβάνει, ἐκ τῶν προσκαίρων, τὸν Σὸν ἀοίδιμε, κήρυκα τοῖς ἐν ᾍδη, προσαπολύων μηνύοντα τὴν χαράν, ἵνα θαῤῥῶν κραυγάζῃ ὁ Δαυΐδ· Ἰδοὺ τὸ φῶς ἐγγίζει Χριστός.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἰλὺν τὴν δυσκάθεκτον ἧκε τεμών, τῆς ἁμαρτίας ἄφεσιν, Χριστὸς παροχεύων, ἐξ ἁγνῆς Μητρὸς σαρκωθείς, ἐν γῇ ὁ πληρέστατος, τοῖς ἀδαμιαίοις χρηστότητι.

Σοφία Χριστὸς ὁ πάντα δημιουργήσας, ἐν ταῖς χερσὶ τὸ πνεῦμά μου, δεξάμενος δόξῃ, Συμεὼν θαυμάσιε, ἐδόξασεν ὕψωσεν, Ὃν καὶ ἠγκαλίσω ὡς νήπιον.

Θανάτου μὲν ἀπεγεύσω ὦ θεοφόρε, θεσμοπρεπῶς προστάγματι, Θεοῦ λειτουργήσας, ἀλλὰ ζῇς τῷ πνεύματι, φαιδρῶς αὐλιζόμενος, ἐν τοῖς οὐρανίοις σκηνώμασιν.

Θεοτοκίον.

Ἐν ἀνάγκαις ὄντας ἡμᾶς Θεοκυῆτορ, ταῖς μητρικαῖς πρεσβείαις Σου, προφθάσασα ῥῦσαι, καὶ σῶσον δεόμεθα, μὴ καταισχυνθείημεν, ἐπὶ Σοὶ ἐλπίζοντες Δέσποινα.

 

ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.

Ἴδε πᾶς ὁ λαός, τοῦ Θεοῦ τὸ σωτήριον· φῶς ἔλαμψεν εἰς τὰ ἔθνη· ἐν ναῷ σαρκοφόρος, προσηνέχθη ὁ Κύριος.

Σὲ ὕψωσεν Θεός, ὁ δεχθεὶς ἐν ἀγκάλαις Σου· Σὲ ἔδειξεν ὡς Ἠλίαν, Συμεὼν θεῖον κήρυκα, Αὐτοῦ τῆς σωματώσεως.

Πῦρ θεῖον ἐν χερσίν, ὁ πρεσβύτης δεξάμενος, πῦρ δέδεκται θεοπτίας· ὡς Μωσῆς ἠξιώθη γάρ, τῆς κρείττονος ἐμπνεύσεως.

Θεοτοκίον.

Ῥώμῃ παγκραταιᾷ, τοὺς ἐχθροὺς ἡμῶν ὄλεσον, Σῇ Δέσποινα Θεοτόκε, μητρικῇ παῤῥησίᾳ, καὶ σῶσον ἀνυμνοῦντάς Σε.

 

ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς.

Ὄμμασι, τοῖς νοεροῖς ὁ πρέσβυς θεώμενος, τοῦ νηπιάσαντος Λόγου, τὴν θεαρχικὴν κυριότητα, ὡς ὑψόθεν, χρηματισθεὶς ἐκ γῆς ἀπολύεται.

Σώματος, ὁ Συμεὼν πληροῖ τὴν διέξοδον, ἐκ τῆς τοῦ Πνεύματος ἄμφω, ἁρμονίας· ὅθεν μεταναστεύει, ἐν ὑψίστοις, χρηματισμῷ τῷ θείῳ ἑπόμενος.

Φάνηθι, ἡμῖν ἐξ ὕψους Δέσποτα Κύριε, τοῖς ταπεινοῖς ἀοράτως, ἐν ἀνάγκαις οὖσι ποικιλοτρόποις, ταῖς πρεσβείαις, τοῦ Σοῦ πρεσβύτου σώζων ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Ὤλεσον, τοὺς ὑβριστὰς Παρθένε τοῦ Τόκου Σου, καὶ καταδίωξον πάντας, τοὺς τὴν Σὴν Εἰκόνα μὴ προσκυνοῦντας, ὀρθοδόξως, ἀλλὰ τούτους εἰς χάος ἀπόλεσον.

 

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Χρηματισθεὶς παρὰ Θεοῦ μὴ τεθνάναι, ἐκ τῆς ὁράσεως Αὐτοῦ κατὰ σάρκα, προσενεχθέντα τοῦτον δὲ ἐν τῷ ἱερῷ, ἤνεγκας ἀγκάλαις σου, καὶ χερσὶν ὑπεδέξω, ὅλως χαριστήρια, τῷ Δεσπότῃ κραυγάζων· διό Σοι πάντες μέλπομεν πιστῶς· Χαίροις πρεσβύτα, θεόληπτε δίκαιε.

Ὁ Οἶκος.

Ὁ τῶν ἁπάντων Ποιητής, καὶ πλάστης τῶν αἰώνων, τεχθεὶς ἐκ τῆς Παρθένου, προσάγεται ὡς βρέφος· ἀγκαλιφόρος Συμεών, δέχεται ὡς βρέφος, καὶ γηραλέᾳ τῇ φωνῇ, ἐκραύγασεν· Ἀπόλυσον, εἶδον γὰρ εἶδον τὸ σωτήριόν Σου, σήμερον τοῦ πρὸ αἰώνων, ἐν πατρὶ μὲν συνόντος, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου τεχθέντος· ἀπόλυσον νυνί, προσκαίρου με βίου, τοῦ Ἀδὰμ ἵνα εἴπω, καὶ τοῖς Προφήταις, ὅτι κατῆλθεν ὁ Χριστός, ἡ ἀλήθεια καὶ ὁ Σωτήρ μου· χαίροις πρεσβῦτα, θεόληπτε δίκαιε.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.

Σὺν τῇ τεκούσῃ, τὸν γεννηθέντα παῖδα ὁ Συμεών, φόβῳ, καὶ χαρᾷ ἀνύμνησε προσπεσών, καὶ ἐβόα εὐφραινόμενος· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ὁ ἑωσφόρος, τοῦ νοητοῦ ἡλίου ἀγκαλισθείς, χαίροις, Συμεὼν θεόπτα καὶ γηραιέ, σὺν Ἀγγέλοις μέλπων ἄληκτα· εὐλογημένς εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Πεπληρωμένη, πάσης σοφίας Ἄννα ἡ θαυμαστή, πίστει, ἀνθωμολογεῖτο τῷ δι’ ἡμᾶς, νηπιάσαντι καὶ ἔψαλλεν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ῥημάτων αἴγλην, προγνωστικὴν ὁ πρέσβυς εἰληφεν, ὅτε, τὸν προγνώστην ἔφερεν ἐν χερσί, προφητεύων καὶ ἐκραύγαζεν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.

Εὐσεβοφρόνως, τῇ Θεοτόκῳ πάντες εἴπωμεν· χαῖρε, τῶν πιστῶν ἡ δόξα καὶ ἡ χαρά· χαῖρε σκέπη τῶν ὑμνούντων Σε· χαῖρε τὸ θέριστρον, τῶν ἀπειθῶν ἐχθρῶν ἀμυντήριον.

 

ᾨδὴ η΄ Χεῖρας ἐκπετάσας Δανιήλ.

Σῶμα καὶ ψυχὴν προκαθαρθείς, ἐνηγκαλίσω χερσί, ταῖς γηραλέαις Σου, τὸν νηπιάσαντα Κύριον, Συμεὼν θεομακάριστε, ἐν τῷ ναῷ ὑπὸ Μητρός, προσενεχθέντα ἁγνῆς, ἀναμέλπων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Βλέμματι νοὸς ἑωρακώς, Πατρὸς ἀνάρχου Υἱόν, ἐξ ἀπειράνδρου Μητρός, τὸν τεχθησόμενον ᾔνεσεν, Συμεὼν καὶ ὑπεδέξατο, ἀπολυθεὶς δὲ πάραυτα, χαίρων ἐκραύγαζεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὕλης ἐκ φθαρτῆς πρὸς ζωηράν, μεταναστεύει σκηνήν, θείῳ προστάγματι, καὶ γῆθεν σήμερον πνεύματι, Συμεὼν ὁ θαυμαστώτατος, οὗ ἐκτελοῦντες ἐν ᾠδαῖς, τὴν μνήμην κράζομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Σὲ ἔχομεν σκέπην κραταιάν, τὴν τὸν Θεὸν ἡμῶν, ἀφράστως τέξασαν, καὶ Σὲ κεκτήμεθα Δέσποινα, κατ’ ἐχθρῶν ἀθέων τρόπαιον· Σὲ δυσωποῦμεν ἐκτενῶς, ὄντες ἐν θλίψεσι, Θεοτόκε, ῥῦσαι καὶ σῶσον ἡμᾶς ταῖς πρεσβείαις Σου.

 

 

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Ἤρθης ἀπὸ γῆς πρὸς ὑψος, κατὰ τὸ ῥῆμα τοῦ Δεσπότου, ὥσπερ ὁ Θεσβίτης Ἠλίας, πρεσβῦτα θεῖε ἀξιωθεὶς ἐν σαρκί, τὸν Ἰησοῦν θεάσασθαι, καὶ ὑποδέξασαι χερσί σου σεπταῖς.

Ῥεῖθρα ἰαμάτων πηγάζει, ἡ τῶν λειψάνων σου σωρεία, ῥώννυσι ψυχὰς δὲ ὁ σηκός, ἐν ᾯ ἑστῶτες σὲ μακαρίζομεν, ἀγκαλιστὰ τοῦ ἄνακτος, Θεοῦ πρεσβῦτα δικαιότατε.

Θρόνῳ παρεστὼς τῷ ἀστέκτῳ, τοῦ Βασιλέως τῶν ἁπάντων, σὺν τῇ Θεοτόκῳ πρεσβῦτα, καὶ Ἀποστόλοις Προφήταις Μάρτυσι, καὶ τοῖς δικαίοις πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Ἥνπερ κατηρτίσω Παρθένε, τῷ τοκετῷ Σου θείαν ποίμνην, πάσης ἐχθρικῆς ἐπιδρομῆς, ἐκλυτρουμένη φρούρει περίεπε, καὶ ἀσινῆ περίσῳζε· Σοῦ γὰρ τῇ δόξῃ ἐναβρύνεται.

***

 

Ἕτερος Κανών.

ᾨδὴ α’. Ἦχος δ΄. ᾌσομαί Σοι, Κύριε ὁ Θεός μου.

Ἀγκάλαις δεξάμενος ὁ πρεσβύτης, τὸν ζωοδότην καὶ Κύριον, τῆς ζωῆς ἀπελύετο, βοῶν· Νῦν ἀπολύεις με, κατεῖδον γάρ Σε σήμερον.

Τὸ γράμμα κατήργηται τὸ τοῦ νόμου, καὶ ἀντεισήχθη ὁ Χριστός, ἡ χάρις ἡ ἀλήθεια, Ὃν εἶδεν ἐδέξατο, ἀγκάλαις ὁ σεπτὸς Συμεών.

Ἀγάλλου πρεσβῦτα καὶ θεοδόχε, προετοιμάζου εἰς ταφήν, ἦλθεν ὁ ἀπολύων σε· μετάθες τὴν τοῦ γράμμτος, ζωὴν πρὸς τὴν τοῦ πνεύματος.

Τὸν Κτίστην δεξάμενος ὁ πρεσβύτης, ηγαλλιᾶτο τῇ ψυχῇ, βοῶν· Νῦν ἀπολύεις με, κατεῖδον γάρ Σε σήμερον, τὸν πάλαι γνωρισθέντα μοι.

Τριαδικόν.

Τριάδα δοξάσωμεν Ὀρθοδόξως, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ Πνεῦμα τὸ Ἅγιον, τὴν μίαν Θεότητα, Μονάδα τρισυπόστατον.

Θεοτοκίον.

Τὴν ἄχραντον Μητέρα Σου εἰς πρεσβείαν, καὶ τῶν Ἁγίων Σου Χριστέ, τὰ πλήθη προσάγομεν·  αὐτῶν ταῖς δεήσεσιν, εἰρήνευσον τὸν κόσμον Σου.

 

ᾨδὴ γ΄. Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη.

Ὑποδέχου Συμεών, Ὃν πρὸ ταφῆς ἐχρηματίσθης ἰδεῖν· εὐφραίνου εὐτρεπίζου, πρὸς τὴν ἀνάλυσιν ἰδὼν τὴν ζωήν.

Νῦν παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης· νῦν ὑποδέχου τὸν Χριστὸν Συμεών.

Χήρα Ἄννα ἡ σώφρων, μεμονωμένη καὶ γνωστῇ τῷ Θεῷ, νῦν ἀνθομολογεῖται, τῷ νηπιάσαντι σαρκὶ δι’ ἡμᾶς.

Ἀνοιγέσθω ὁ ναός, ὁ τοῦ Θεοῦ γὰρ ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ Παναγίου Αὐτοῦ Πνεύματος.

Σήμερον ὁ πρεσβύτης, τὸν Βασιλέα καὶ Δεσπότην Χριστόν, ἐδέξατο κραυγάζων· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου.

Θεοτοκίον.

Ἀξιόχρεον ὕμνον, τὸ χαῖρε πάντες Σοὶ κραυγάζομεν, Παρθένε Θεοτόκε, ἡ κραταιὰ καὶ σκέπη τοῦ γένους ἡμῶν.

 

ᾨδὴ δ΄. Τῆς Σῆς ἐπὶ γῆς παρουσία, Χριστὲ ὁ Θεός.

Αἰ τάξεις τῶν Ἀγγέλων κατεπλάγησαν, ἐν ταῖς ἀγκάλαις τοῦ πρεσβύτου θεασάμεναι, τὸν σὺν Πατρὶ καὶ Πνεύματι, ὑμνούμενον ὡς Υἱὸ καὶ Θεὸν ἡμῶν.

Ὁ κτίσας τοὺς αἰῶνας νηπιάζει σαρκί, Ὃν γηραλέαις Συμεὼν χερσὶν ἐδέξατο, βοῶ· Νῦν ἀπολύεις με, ὅτι εἶδόν Σε Δέσποτα.

Ὡς βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ Θεὸς ἐν πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον, τοῦ κόσμου τὸν Χριστὸν ἀνεκήρυττεν.

Μωσέως τιμιώτερος γέγονας, τοῦ δεξαμένου τὸν νόμον ἐν τῷ ὄρει Σινᾷ, ὅτι Χριστὸν τὸν Κύριον, ἀγκάλαις Σου ὦ πρεσβύτα ἐβάστασας.

Εὐφραίνου Συμεὼν τέρπου Προφῆτα, ἐχρηματίσθης γὰρ ἰδεῖν Ὃν ὑπεδέξω σαρκί, καὶ νῦν ἰδὼν μετάβηθι, πρὸς τὴν ζωὴν τὴν αἰώνιον.

Ὁ ναός Σοι ἀνέωγε Παρθένε, τὰ τῶν ἁγίων ἅγια καὶ ὑπεδέξατο Σέ, τὸ τῶν ἁγίων ἅγιον, βαστάζουσαν Ἰησοῦν τὸν Θεὸν ἡμῶν.

Ἡ Ἄννα προφητεύουσα Παρθένε, τὸν ἐκ τῆς μήτρας Σου Θεὸν ἀνηγόρευσεν· δὸ ἀπαύστως πρέσβευε, σωθῆναι Θεογεννῆτορ τοὺς δούλους Σου.

 

ᾨδὴ ε’. Ὁ ἀνατείλας τὸ φῶς.

Νόμου ὑπάρχων δοτήρ, ἐπειθάρχησας νόμῳ, τὸ γράμμα καταλύσας, ἔδωκας τὴν χάριν Σου, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Ἐν τῇ τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος Λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος, σωματικῶς τὸν Χριστὸν δεξάμενος.

Οὗτος εἰς πτῶσιν πολλῶν, καὶ ἀνάστασιν κεῖται, εις πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν ἀνάστασιν, ὁ Συμεὼν ἄρτι προεφήτευσεν.

Ἐν τῷ ναῷ ἡ ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, προσφέρει κατὰ νόμον,
Ὃν χερσὶ δεξάμενος, ὁ Συμεὼν ἄρτι ἀπολύεται.

Ἡ σώφρων Ἄννα Χριστέ, ἀνυμνοῦσα τὴν χάριν, τῆς Σῆς οἰκονομίας, ἀνθωμολογεῖτό Σοι, ἐν τῷ καιρῷ τῆς Σῆς ἀναδέιξεως.

Θεοτοκίον.

Θεογεννῆτορ ἁγνή, τὸν Υἱόν Σου δυσώπει, λυτρώσασθαι κινδύνων, καὶ πάσης περιστάσεως, τοὺς Σὲ πιστῶς ἀνυμνοῦντας ἄχραντε.

Θεοτοκίον.

Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ κτίσις, προσφέρει Σοι Παρθένε· χαῖρε Μῆτερ ἄχραντε, Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.

 

 

ᾨδὴ στ΄. Ὡς Ἰωνᾶν τὸν Προφήτην.

Ἐχρηματίσθη ὁ πρέσβυς, μὴ θανεῖν πρὶν ἰδεῖν τὸν Σωτῆρα Χριστόν, ἀγκάλαις δὲ σήμερον φέρει, καὶ τοῦτον προδεικνύει, παντὶ λαῷ Ἰσραήλ.

Θεοχαράκτους μὲν πλάκας, Μωϋσῆς τὰς τοῦ νόμου ἐδέξατο, νῦν δὲ Συμεὼν ὁ πρεσβύτης, Αὐτὸν τὸν ἐν τῷ νόμῳ, προφητευθέντα σαρκί.

Τὸν Ποιητὴν τῶν αἰώνων, ὁ πρεσβύτης ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ φῶς ἐθνῶν καὶ δόξαν, τοῦ Ἰσραὴλ τὸν Χριστόν.

Νῦν Συμεὼν προφητεύει, καὶ ἡ Ἄννα ἀνθομολογεῖται Θεῷ, ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ δὲ τῷ ἐκ Παρθένου, ἀναδειχθέντι σαρκί.

Θεοτοκίον.

Ὢ μακαρία κοιλία, ἡ ὁλόπλουτος δόξα τοῦ γένους ἡμῶν, ἐν Σοὶ τὸ κεφάλαιον ὅλον, ἐπράχθη Κύριος, τῆς σωτηρίας ἡμῶν.

Θεοτοκίον.

Ἡ ἀφράστως τεκοῦσα, τὸν Σωτῆρα τοῦ κόσμου Χριστὸν τὸν Θεόν, Αὐτὸν δυσωποῦσα μὴ παύσῃ, τὸ γένος ἅπαν σῶσαι, τῶν ἀνυμνούντων Σε.

 

ᾨδὴ ζ΄. Ὁ τῶν Πατέρων Θεός, μὴ καταισχύνης ἡμᾶς.

Ὁ ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ πυρίνῳ, σήμερον ἐνθρονίζεται.

Σὺ τὸ γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε, ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσίων, μετέσχες ὥσπερ νήπιος.

Ἦλθε τὸ φῶς ὁ Χριστός, τοῦ Ἰσραὴλ ἡ δόξα, τὰ τοῦ γράμματος πληρῶν, καὶ τὰ τοῦ Πνεύματος νέμων, ὡς ἀμφοτέρων κύριος.

Ἡ σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον, καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.

Χαῖρε παστὰς νοητή, τοῦ ἡλίου τῆς δόξης, οὗ κατεῖδε Συμεών, τὴν ὑπερκόσμιον δόξαν, καὶ χαίρων ἠγκαλίζετο.

Θεοτοκίον.

Χαῖρε ἡ ἄσπιλος γῆ, ἡ τὸν Λόγον ἐκ μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα, ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

 

Ἑτέρα ᾠδή. Ὁ ἐν τῷ ὄρει Μωυσεῖ

Ὁ τῷ πρεσβύτῃ, δωρησάμενος χάριν, καὶ τούτου, οὐρανὸν τὰς ἀγκάλας δείξας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ εὐδοκήσας, ταῖς χερσὶ τοῦ πρεσβύτου, δεχθῆναι, ὡς ἐν θρόνῳ τῆς ἄνω δόξης, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἡ σώφρον Ἄννα, νῦν ἀνθομολογεῖται, ἐλθόντι, τῷ Σωτῆρι κατὰ τὸν νόμον· εὐλογητὸς εἶ κράζουσα, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ ἐν τῇ μήτρᾳ, τῆς Παρθένου οἰκήσας, καὶ ταύτην, οὐρανῶν πλατυτέραν δείξας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η’. Τὸν Βασιλέα Χριστόν, Ὃν ὡμολόγησαν.

Τὸν σαρκωθέντα Θεόν, βρέφος γενόμενος, καὶ δουλεύσαντα νόμῳ, καὶ κατὰ νόμον σήμερον, ἀχθέντα ἐν τῷ ναῷ, δεῦτε κατίδωμεν πάντες, γηραλέαις σήμερον, χερσὶν ἀγκαλισθέντα.

Τὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς, νῦν ἀνασχόμενον, ὑπὸ νόμον γενέσθαι, ἵνα τοὺ νόμου πάντας, ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀγάλλου νῦν Συμεών, σκίρτα καὶ χόρευε, καὶ συνευφράνθητι Ἄννα, ὅτι Παρθένος τίκτουσα, προσφέρει τῷ ναῷ, Ὃν εὐλογοῦσι τὰ ἔθνη, φῶς ἐις ἀποκάλυψιν, ἐθνῶν τὸν Ζωοδότην.

Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα, δι’ ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι, τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῷ ἱερῷ τοῦ Θεοῦ, Ἄννα προσμένουσα, προσευχαῖς καὶ νηστείαις, ἐκδεχομένη λύτρωσιν, ἀεὶ τῷ Ἰσραήλ, αὕτη αὐτόπτως ἰδοῦσα, ἀνθωμολογεῖτό Σοι, Χριστὲ τῷ ζωοδότῃ.

Θεοτοκίον.

Τὸν Βασιλέα Χριστόν, Ὃν ἡμῖν ἔτεκεν, ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινεν, Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Μεγαλύνομεν πάντες.

Ὁ πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος νόμον, χερσὶν ἀγκαλίζεται, πρεσβύτου ὡς νήπιον, καὶ ἁγιόγραφον ἡμῖν, ὑπαγορεύει νόμον τὸ εὐαγγέλιον.

Σήμερον ἐν τῷ ναῷ, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐβόησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου Δέσποτα.

Συμεὼν Θεοδόχε, τοῦ Κυρίου αὐτόπτα, καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν ποιοῦ καὶ ἡμῶν, τῶν ἐκτελούντων τὴν ἁγίαν σου κοίμησιν.

Θεοτοκίον.

Χαῖρε πάνσεμνε ἁγνή, παρθενίας καύχημα, Μητέρων τὸ στήριγμα, ἀνθρώπων βοήθεια, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη τοῦ Σωτῆρος Χριστοῦ.

Θεοτοκίον.

Ἐπαξίως Σοι πάντες, ἐπιβοῶμεν τὸ χαῖρε, Παρθένε πανύμνητε, ὅτι μόνη γέγονας, τροφὸς καὶ μήτηρ τῆς ζωῆς, καὶ Θεοτόκος καὶ φύλαξ τῶν ψυχῶν ἡμῶν.

 

 
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν χερσὶ διακρατοῦντα τὸν Κόσμον, τὸν καὶ Δεσπότην καὶ δοτῆρα τοῦ Νόμου, ὑπὸ Παρθένου τῷ Ναῷ φερόμενον, πόθῳ εἰσδεξάμενον, ταῖς ἀγκάλαις σου Πρέσβυ, Συμεὼν μακάριε, καθικέτευε πᾶσι, τῶν ὀφλημάτων λύσιν παρασχεῖν, καὶ γυναιξίν, εὐτοκίαν δωρήσασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δέχου τὸν ὕμνον, Συμεὼν Θεοδόχε. Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δικαίων σκηνώμασιν ἐν χαρᾷ, καὶ πόθῳ ἀφράστῳ, αὐλιζόμενος Συμεών, πάντας τοὺς τελοῦντάς σου τὴν μνήμην, Θεὸν τῶν ὅλων δικαιῶσαι ἱκέτευσον.
ν Νόμῳ γενόμενος ἱερεύς, Συμεὼν ὡς ηὔχου, σὺ τεθέασαι Ἰησοῦν, τὸν Χριστὸν Κυρίου Ὃν δυσώπει, ἐκ πάσης λύπης ἡμᾶς ἀπαλλάξασθαι.
Χειρὶ τὸν κατέχοντα πᾶσαν γῆν, ἐν χερσὶν ἐδείχθης, ἁγιώτατε Συμεών. Τοῦτον οὖν δυσώπει δυστοκίας, ἐλευθερῶσαι τὴν σοὶ καταφεύγουσαν.
Θεοτοκίον.
Οὐκ ἔχω παῤῥησίαν Μῆτερ Θεοῦ, ἰδεῖν ἁμαρτήσας, εἰς τὸ ὕψος τοῦ Οὐρανοῦ· ἀλλ’ οἴκτειρον Κόρη τὸν Σὸν δοῦλον, ἡ τὸν Θεὸν ἐν γαστρί Σου χωρήσασα.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
ψωθεὶς ταῖς πράξεσι, ταῖς ἱεραῖς ἁγιώτατε, τὸν Ἰησοῦν, ἐν χερσὶν ἐδέχθης, ὑπὲρ πάντων δεόμενος.
Τὸν τοῦ Νόμου Κύριον, μήτραν Παρθένου ἀνοίξαντα, ἰδὼν σεπτέ, Συμεὼν δυσώπει, ἐκ κινδύνων ῥυσθῆναί με.
χερσὶ τὸν ἄνθρωπον, δημιουργήσας κατέχεται, ἐν Συμεών, γηραιαῖς ἀγκάλαις, ῥῶσιν πᾶσι δωρούμενος.
Θεοτοκίον.
Νοητὴν λαβίδα Σε, ἄνθρακα φέρουσαν πάναγνε, τὸν ἐκ τῶν Σῶν, αἱμάτων τεχθέντα, ὁ Ἡσαΐας Σε ἔβλεψεν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Συμεὼν Θεοδόχε, ἐπὶ τοῖς ἐμοῖς δεινοῖς τοῦ σώματος πάθεσι, καὶ ἴασιν δώρησαί μοι λιταῖς σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἐκ τῆς Παρθένου Σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών, Νῦν ἀπολύεις ἐκβοῶν τὸν δοῦλόν Σου Δέσποτα. Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι, ἡμεῖς δὲ ζωοδότα βοῶμέν σοι· δόξα τῷ οὕτως εὐδοκήσαντι.







ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
περήκμασας γήρατι, πίστει δὲ τῇ θείᾳ ὄντως ἐνέαζες, ἰδεῖν θέλων τὸν παντέλειον, Ὃν ὑπὲρ σῶν δούλων καθικέτευε.
Μακαρίσωμεν ἅπαντες, Συμεὼν τὸν Δίκαιον καὶ βοήσωμεν, φθάσον ῥῦσαι ταῖς πρεσβείαις σου, πάντας τοὺς τιμῶντάς σε θεόπνευστε.
Νομοδότην σὺ Κύριον, ἐν ταῖς σαῖς ἀγκάλαις πάλαι ἐβάστασας, Συμεὼν καὶ νῦν πρεσβείαις σου, βρέφη τὰ θηλάζοντα ἐγκολπώθητι.
Θεοτοκίον.
χειρὶ Κόσμον ἅπαντα, φέρων τῆς Παρθένου βαστάζεται, μικρὸν ἀγκάλαις νήπιον, ὁ γαστρὶ συνέχων ἅπαν νήπιον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νῦν ἐν Οὐρανοῖς, ἀγαλλόμενος μακάριε, πάντας τοὺς τελοῦντας τὴν θείαν μνήμην σου, δεινῶν παντοίων, ταῖς πρεσβείαις σου ἀπάλλαξον.
Σὺ ὦ Συμεών, θεηγόρε ἀπετέλεσας, σεαυτὸν Ναὸν τοῦ Θεοῦ πανάγιον· διὸ καὶ εἶδες, ἐν Ναῷ αὐτὸν ὡς νήπιον.
μνοις ἱεροῖς, Συμεὼν ἀνευφημήσωμεν, τὸν θεηγόρον ἀνακράζοντες, ὦ Θεοδόχε, σαῖς λιταῖς ἡμᾶς οἰκτείρησον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, τῇ φθορᾷ κατολισθήσαντας, πάντας τοὺς Σοὺς δούλους Σὺ ἐξανάστησον, καὶ πρὸς ἀφθαρσίας, τὴν ζωὴν ἡμᾶς ὁδήγησον.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
βόησας Συμεών, ὅτε κατεῖδες τὸν Κύριον, ἀπόλυσόν με Σωτήρ, νυνὶ ὡς ὑπέσχου μοι· καὶ νῦν τοῦτον αἴτησαι, ἀπολύσαι πάντας, τῶν δεινῶν καὶ περιστάσεων.
ραιώθεις Συμεών, τοῦ Μωϋσέως λαμπρότερος, ἐγένου ἐν ταῖς χερσί, τὸν κάλλει θαυμάσιον, δεξάμενος πάνσεπτε· τοῦτον οὖν δυσώπει, οἰκτειρῆσαι τοὺς οἰκέτας σου.
Νεκρώσεως τοῖς θεσμοῖς, ἀπῆλθες πρὸς τὸν ποθούμενον, Ὃν ἐκδυσώπει ἀεί, Συμεὼν πανάγιε, ῥυσθῆναί με θλίψεως, καὶ δεινῶν παντοίων, σαῖς λιταῖς καὶ περιστάσεων.
Θεοτοκίον.
Θηρεῦσαί με προσπαθεῖ, ὁ μιαρὸς δαίμων πάντοτε, Παρθενομῆτορ ἁγνή, ἀλλὰ Σὺ ἐξάρπασον, τῶν αὐτοῦ παγίδων με, καὶ τῇ θείᾳ σκέπῃ, τῆς πρεσβείας Σου συντήρησον.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Συμεὼν Θεοδόχε, ἐπὶ τοῖς ἐμοῖς δεινοῖς τοῦ σώματος πάθεσι, καὶ ἴασιν δώρησαί μοι λιταῖς σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Δικαίων ταῖς σκηναῖς περιχαρῶς ἐνηδόμενος, Χριστὸν τὸν Θεὸν Ὃν ἐν ἀγκάλαις ὡς βρέφος ἐβάστασας, αἴτησαι ἁμαρτημάτων πολλῶν λύτρωσαι ἡμᾶς, καὶ εὐτοκίαν ταῖς ἐγκύοις δωρήσασθαι, Συμεὼν Θεοδόχε μακάριε.

Προκείμενον: Νῦν ἀπολύεις τὸν δοῦλόν Σου, Δέσποτα, κατὰ τὸ ῥῆμά Σου ἐν εἰρήνῃ.
Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ Σου Ἱσραήλ
Εὐαγγέλιον, κατὰ Λουκᾶν (κεφ. β΄ 25-32)
Τῷ καιρῷ ἐκείνῳ, ἦν ἄνθρωπος ἐν Ἰερουσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 
Δόξα: Ταῖς τοῦ Θεοδόχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πρεσβύτην θαυμάσιον, ὑπερακμάσαντα γήρει, πολιὰν σεβάσμιον, ἄνθρωπον οὐράνιον καὶ πανέντιμον, προστασίαν θείαν, ἐνεργὸν θαυμάτων, καὶ ἐγκύων ἀντιλήπτορα, πασῶν γινώσκοντες, σὲ ὦ Συμεὼν ἱερώτατε, ἡμεῖς πάντες ἐν δάκρυσι, τῇ σῇ βοηθείᾳ προστρέχομεν· ἴδε Θεοδόχε, τὴν λύπην καὶ ἀσθένειαν αὐτῶν, καὶ εὐτοκίαν χορήγησον, αὐταῖς ἱκεσίαις σου.












ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
λαβες μάκαρ ἐν ἀγκάλαις, μικρὸν βρέφος Χριστὸν τὸν Ζωοδότην· τοῦτον οὖν Συμεών, ἱκέτευε νηπίοις, θηλάζουσι δωρήσασθαι, ἐντελῆ τὴν ὑγείαν.
λων ἡ λύτρωσις ἐπέστη, ἐν Ναῷ γὰρ ὡς βρέφος τῷ ἁγίῳ, Ἰησοῦς Σωτήρ, θανάτου αἰφνιδίου, τοῦ Συμεὼν δεήσεσι, ἀπαλλάττων ἡμᾶς πάντας.
Δέχου τὴν δέησίν μου Πάτερ, καὶ προσάγαγε τῷ ὑπὸ σοῦ ὡς βρέφος, βασταχθέντι Θεῷ, καὶ τοῦτον ἐκδυσώπει, ῥυσθῆναί με τὸν ἄθλιον, τῶν παγίδων διαβόλου.
Θεοτοκίον.
Οἴκτειρον σῶσόν με Μαρία, τὸν φιλάνθρωπον τεκοῦσα Θεὸν Λόγον, καὶ ἀκτῖσι ταῖς Σαῖς, καταύγασον ψυχήν μου, καὶ φιλανθρώπως ῥῦσαί με, τῆς δαιμόνων τυραννίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Χριστὸν δυσώπει, ὦ Συμεὼν Θεοδόχε, χαρμονῆς αἰωνίου ἀπολαῦσαι, κἀμὲ τὸν σὸν δοῦλον, ἧς νῦν σὺ ἀπολαύεις.
χων ὦ Πρέσβυ, παρὰ Θεῷ παῤῥησίαν, καθικέτευε ὑπὲρ τῶν σὲ τιμώντων, καὶ ῥύου εὐχαῖς σου, κινδύνων ἀδοκήτων.
Σὺ Θεοδόχε, τὰς ἐν γαστρὶ νῦν ἐχούσας, διαφύλαττε θερμαῖς σου ἱκεσίαις, ταῖς πρὸς τὸν Δεσπότην, καὶ ῥύου δυστοκίας.
Εὑρὼν τῶν πόνων, τοῦ ἐπικήρου σου βίου, Συμεὼν τὰ ἔπαθλα ἐν βίῳ, τῷ ἀτελευτήτῳ, ἡμῶν μὴ ἐπιλάθου.
Θεοτοκίον.
ᾶνον ὦ Κόρη, Θεογεννῆτορ Μαρία, τῷ πιστῶς τιμῶντί Συ ῥανίσι, τῆς Σῆς προστασίας, καὶ ῥῦσαι τῶν πταισμάτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
γναί σου ὦ Πρεσβύτα, χεῖρες αἱ δεχθεῖσαι, τὸν ζωοδότην καὶ γέγονας πάνσεπτε, ὄντως εὐδαίμων· διὸ εὐφημοῦμέν σε.
Φιλάνθρωπε τοῦ κόσμου, Δέσποτα καὶ Σῶτερ, ταῖς Θεοδόχου πρεσβείαις ἀπάλλαξον, τοὺς Σοὺς οἰκέτας τῶν νόσων καὶ περιστάσεων.
πὶ τὴν προστασίαν, τὴν σὴν Θεοδόχε, νῦν καταφεύγω ὁ δοῦλός σου πρόφθασον, καὶ ταῖς πρεσβείαις σου σῶσόν με τὸν κατάκριτον.
ασαι τρισμάκαρ, τὴν ἐκ δυστοκίας, δεινῶς νῦν πάσχουσαν δούλην σου Ἅγιε, καὶ εὐτοκίαν ἐν τάχει αὐτῇ χορήγησον.
Θεοτοκίον.
Μαρία Θεοτόκε, Μῆτερ τοῦ Δεσπότου, τῶν ψυχοφθόρων παθῶν με ἀπάλλαξον, καὶ αἰωνίου πυρὸς ῥῦσαι καὶ σῶσόν με.



Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Φῶς εἰς ἀποκάλυψιν τῶν ἐθνῶν, ἐπὶ τῆς γῆς ὤφθης, ἐκ Παρθένου ὄντως τεχθείς, καὶ ἐπανεπάυσω, γηραλέαις ἀγκάλαις, τὰ βρέφη ὁ φυλάττων, μόνε φιλάνθρωπε.
Πρέσβυ ἱερώτατε Συμεών, μὴ παύσῃ πρεσβεύων, τῷ Σωτῆρί σου καὶ Θεῷ, εὐτοκίαν δοῦναι, ταῖς ἐπίτεξι πάσαις, καὶ νόσων καὶ κινδύνων, τὴν ἀπολύτρωσιν.
Ὡς ἐδέχθης βρέφος ἐν Ἱερῷ, τοῦ Πατρὸς τὸν Λόγον, ἐν ἀγκάλαις σου Συμεών, οὕτως ἐκδυσώπει, Αὐτὸν ἐν παῤῥησίᾳ, θηλάζουσι νηπίοις, ῥῶσιν δωρήσασθαι.
Ὡς ἐνηγκαλίσθης ἐν Ἱερῶ, τὸν Θεὸν τῶν ὅλων, δικαιότατε Συμεών, οὕτω καὶ τὰ βρέφη, πρεσβείαις σου συντήρει, καὶ τὰς ἐγκύους πάσας, σὺ ἐλευθέρωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.







Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος πλ. δ΄. Δέσποινα πρόσδεξαι.
Σὺμεὼν ἱερώτατε, τὸν Σωτῆρα ἱκέτευε, Ὃν ἐν ἀγκάλαις ἐδέχθης, τὰς ἐν γαστρὶ ἐχούσας ῥῦσαι, καὶ εὐτοκίαν αὐταῖς δωρήσασθαι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου