ΦΕΒΡΟΥΑΡΙΟΣ Δ΄!!
ΙΣΙΔΩΡΟΣ ΠΗΛΟΥΣΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε
ἐκ τοῦ ξύλου.
Ὅτε,
τῆς σοφίας τὸν βυθόν, ἐν τελειοτάτῃ φρονήσει, Πάτερ κατείληφας, τότε
κατεπλούτισας τὸν πολυτίμητον, μαργαρίτην Ἰσίδωρε, καὶ πᾶσιν ὡράθης, γνώμων
πρὸς τὰ κρείττονα, καὶ ὁδηγὸς ἀσφαλής, βίον γὰρ τὸν σὸν μεγαλύνων, καὶ τῶν
ἀρετῶν σου τὸν πλοῦτον, ὁ Χριστὸς λαμπρῶς σε ἐθαυμάστωσε.
Ὅτε,
ἀπηρνήσω σεαυτόν, εὐαγγελικῶς τὰ ἐν κόσμῳ, λιπὼν Ἰσίδωρε, τότε ἠκολούθησας τῷ Ζωοδότῃ
Χριστῷ, καὶ νηστείαις καὶ δάκρυσι, τὸν νοῦν ἐκκαθάρας, Πνεύματος ἐνέργειαν,
θείαν εἰσδέδεξαι· ὅθεν, μοναζόντων ἀλείπτης, καὶ τῶν ἀποῤῥήτων ἐκφάντωρ, ὤφθης
τῇ λαμπρότητι τοῦ βίου σου.
Ὅτε,
ὥσπερ ἥλιος λαμπρός, ἐν τῷ Πηλουσίῳ ἀσκήσας, Πάτερ ἐξέλαμψας, τότε κατεφώτισας
κόσμου τὰ πέρατα, ταῖς ἀκτῖσι τῶν λόγων σου, πᾶσιν ἐπιστέλλων, τῆς διδασκαλίας
σου, τὰ θεῖα ῥήματα, ἄναξιν ὁμοῦ καὶ δημόταις, νουθετῶν σοφῶς καὶ παιδεύων,
πάντας πρὸς ἐπίγνωσιν τοῦ κρείττονος.
Ὅτε,
τὸν ἀγῶνα τὸν καλόν, ὡς σταδιοδρόμος θεόφρων, ὁσίως ἤνυσας, τότε κατεσκήνωσας
ἀγαλλιώμενος, ἔνθα φῶς τὸ ἀνέσπερον, καὶ τῆς ὑπὲρ λόγον, δόξης καὶ λαμπρότητος,
Πάτερ ἠξίωσαι· ὅθεν, μὴ ἐλλείπῃς πρεσβεύων, τῇ Ὑπερουσίῳ Τριάδι, πάσης ἡμᾶς
ῥύεσθαι κακώσεως.
Δόξα.
Ἦχος δ΄.
Τῶν
ἀρετῶν τὴν ἔλλαμψιν, νουνεχῶς εἰσποιησάμενος, ὡς ἀστὴρ πολύφωτος, τῇ Ἐκκλησίᾳ
Πάτερ ἀνέλαμψας· θείᾳ γὰρ στοιχειωθεὶς ἀγάπῃ, λόγῳ μὲν τῶν πρακτέων ἐκφαίνεις
τὴν κατόρθωσιν, ἔργῳ δὲ βεβαιοῖς, τῶν ἐπάθλων τὴν χάριν· καὶ θεοπρεπῶς πάντας
παιδεύων, θεοφόρε Ἰσίδωρε, ἀδιαλείπτως πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σήμερον ἡ Ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν
παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον,
ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε. Νῦν
ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκον
θεοειδῆ, τῶν θείων χαρισμάτων, ἀμέμπτῳ πολιτείᾳ, Ἰσίδωρε τρισμάκαρ, τὴν σὴν
ψυχὴν κατέστησας.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις
τῶν ἀρετῶν, ὁ μέγας ὑποφήτης, ἠθῶν δὲ ἐσφαλμένων, ὁ θεῖος ῥιζοτόμος, Ἰσίδωρε
Πατὴρ ἡμῶν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Βίῳ
θεοφιλεῖ, καὶ λόγῳ θεοσόφῳ, ὁσίως διαπρέπων, Ἰσίδωρε ῥυθμίζεις, τῶν εὐσεβῶν τὸ
φρόνημα.
Δόξα.
Τριαδικόν.
Ἄναρχε
Παντουργέ, Τρισήλιε Θεότης, οἰκτείρησον τὸν κόσμον, λιταῖς τοῦ Σοῦ Ὁσίου, τοῦ
Σὲ λαμπρῶς δοξάσαντος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Φέρουσα
ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις,
ἐν τῷ ναῷ εἰσέρχεται.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφία
κοσμούμενος παντοδαπεῖ εὐκλεῶς, τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ,
Ἰσίδωρε Ὅσιε· σὺ γὰρ δι’ ἐγκρατείας, σεαυτὸν ἐκκαθάρας, πράξει καὶ θεωρίᾳ,
διαλάμπεις ἐν κόσμῳ· δι’ ὧν μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγας
γέγονας, ποιμὴν θεόφρων, καὶ τὰ πρόβατα, τὰ ἐν Αἰγύπτῳ, τὰ λογικὰ τοὺς ὁσίους
ἐποίμανας, καθοδηγήσας εἰς μάνδραν οὐράνιον, καὶ διαθρέψας τροφὴν θείας
πίστεως· Πάτερ Ὅσιε, Ἰσίδωρε θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος
τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν,
χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τῆς Ἑορτῆς. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Θεοφανείας
ἀρρήτου νῦν ἑορτάζομεν, σωτηριώδη χάριν· ἐκ Παρθένου γὰρ Κόρης, ἀτρέπτως
νηπιάσας Χριστὸς ὁ Θεός, ἐν ναῷ τῷ Θεῷ καὶ Πατρί, ὑπὸ Μητρὸς νῦν προσάγεται, ὃν
λαβών, Συμεὼν ἐνηγκαλίσατο.
Ἐν
τοῖς Προφήταις ὡράθης, ὡς θέμις ἦν Ἰησοῦ, σὲ θεαθῆναι πάλαι, ἀλλὰ νῦν Θεοῦ
Λόγε, σαρκὶ παντὶ τῷ κόσμῳ, ὤφθης ἑκών, ἐκ Παρθένου Μαρίας Χριστέ, σοῦ τὸ
σωτήριον πᾶσι τοῖς ἐξ Ἀδάμ, ἐμφανίσας ὡς φιλάνθρωπος.
Ὁ
ἐν Σιναίῳ τῷ ὄρει τὸν νόμον τάξας ποτέ, νῦν ἐν Σιὼν τῇ πόλει, ἐκπληρῶν τὰ τοῦ
νόμου, χερσὶ τῆς Θεοτόκου, βρέφος Χριστέ, σὺν τοῖς ὁλοκαυτώμασι, τοῦ Συμεών ἐν
ἀγκάλαις εἰς τὸν ναόν, εἰσαχθῆναι κατεδέξω σαρκί.
Στιχηρὰ
τοῦ Ἁγίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Θεωρίαις
καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου πάνσοφε διετέλεσας, τῆς θεωρίας
ἐπίβασιν, τὴν πρᾶξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον· οὗ
γενόμενος, ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, καὶ τρισηλίου
ἐλλάμψεως.
Τῇ
πλημμύρᾳ τῆς χάριτος, καὶ τοῖς ὄμβροις τῶν λόγων σου, καταρδεύεις ἅπαντας τοὺς
θεόφρονας· τῆς ἀνωτάτω σοφίας γάρ, κρατῆρι τὸ στόμα σου, ἐπιθεὶς ὡς ἐκ πηγῆς,
δαψιλῶς σὺ ἑξήντλησας, καὶ διέδωκας, πανταχοῦ τὰς ἀκτῖνας τῶν δογμάτων,
ἐπιστέλλων καὶ διδάσκων, καὶ νουθετῶν ἀξιάγαστε.
Ἐγκρατείᾳ
τὸ φρόνημα, τῆς σαρκὸς ἐθανάτωσας, ζωηφόρον νέκρωσιν ἐνδυσάμενος, καὶ τῆς ψυχῆς
τὴν κατάστασιν, πλατύνας πανόσιε, ἐναργῶς χωρητικήν, χαρισμάτων τοῦ Πνεύματος,
ἀπετέλεσας, καὶ δοχεῖον ἐγένου θεοπνεύστων, διδαγμάτων καὶ σοφίας, τῆς ὑπὲρ
νοῦν ἐνδιαίτημα.
Δόξα.
Ἦχος πλ. δ΄.
Εὐφραίνου
Αἴγυπτος, ἀνθίσασα τοιοῦτον πολιοῦχον, τὸν σοφώτατον Ἰσίδωρον. Οὗτος γὰρ τῇ
σοφίᾳ τοῦ Ἁγίου Πνεύματος καταγλαϊσθείς, πᾶσαν ἄσκησιν τῇ ἐναρέτῳ πολιτείᾳ
αὐτοῦ ὑπερηκόντισεν. Αὐτὸν καὶ ἡμεῖς μεσίτην προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τὸν
Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β΄.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ
Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς
βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον
ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ
ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος
ἀνθρώπων, Κύριε, δόξα σοι.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Ἡ σοφία
τοῦ Θεοῦ, τοὺς ἑαυτῆς θησαυροὺς ἐν τῷ Ἰσιδώρῳ κατέκρυψε. Διό, μηκέτι γῆς
διορύξαντες φθορᾶς θησαυρῶν φροντίσωμεν καὶ τούτοις πλουτισθῆναι σπεύσωμεν.
Πρόσκαιρον γὰρ τὴν ἀπόλαυσιν ἕξομεν. Τῶν δὲ τῆς θεοσοφίας θησαυρῶν Ἰσιδώρου τοῦ
τρισμάκαρος, αἰωνίως ἀπολαύοντες ἐν ταῖς ψυχαῖς ἡμῶν φυλάξωμεν.
Ἦχος β΄.
Περιφανείας
τοῦ βίου ἀλογήσας, περιουσίᾳ θείας ἀγάπης, προσωκειώθης Χριστῷ Ἰσίδωρε, τῇ
καθαρᾷ πολιτείᾳ σου· ἐν ὁσιότητι γὰρ καὶ δικαιοσύνῃ, καταγλαΐσας σεαυτόν,
ἀγλάϊσμα Ὁσίων ὤφθης, καὶ ἐν Ἐκκλησίᾳ στόμα θεῖον, ἐν Ἁγίῳ Πνεύματι, λαλοῦν καὶ
φθεγγόμενον.
Ἦχος γ’.
Τῇ τῶν
ἔργων σου λαμπρότητι, ὑπὲρ ἡλίου αὐγάς, τῇ οἰκουμένῃ ἐξέλαμψας Ἰσίδωρε· ἡ τοῦ
Πνεύματος γὰρ ἔλλαμψις, τῇ καθαρᾷ σου καρδίᾳ σκηνώσασα, ἑωσφόρον σε λαμπρόν,
καὶ πυρσὸν ἀειφανῆ, τοῖς πᾶσί σε ἀνέδειξε. Τῆς εὐσεβείας γὰρ τὸ φῶς, καὶ ἠθῶν
τὴν εὐκοσμίαν, δαδουχεῖς τοῖς πέρασι. Καὶ τῷ λόγῳ καρποφορῶν ἀεὶ τῷ Χριστῷ,
πλείστους Κυρίῳ προσάγεις, ὡς οἰκονόμος τῆς χάριτος· ἧς καὶ ἡμᾶς μετασχεῖν
ἀξίωσον, Πάτερ δεόμεθα.
Δόξα. Ἦχος δ΄.
Τῶν
ὑλικῶν φροντίδων, χωρίσας τὸν νοῦν, δι’ ἄκρας ἡσυχίας Θεῷ ἡνώθης, καὶ τῆς ὑπὲρ
λόγον θεωρίας, ἠξίωσαι Πάτερ· ἔξω κόσμου γὰρ καὶ σαρκός, ὑπὲρ τὰ ὁρώμενα ζῶν,
τοῦ θείου κάλλους τὰ τεκμήρια, καὶ τῆς μελλούσης δόξης τὰς ἀπαρχάς, ὡς ἀληθῶς
ἐθησαύρισας· ὅθεν μοναστῶν τύπος ἐδείχθης, καὶ παιδευτὴς θεοειδής, καὶ ὁδηγὸς
ἀσφαλής, πρὸς ἀρετὴν ἰθύνων τοὺς θεόφρονας, καὶ τῷ Σωτῆρι πρεσβεύων, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον ἡ Ἱερὰ Μητηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν
παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου
πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων
ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδὸν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν.
Χαίροις
τῶν μοναστῶν καλλονή, στηλογραφία ἀρετῶν θεοτύπωτος· τὸ στόμα τῆς ἀληθείας, ὁ
τῆς σοφίας πυρσός, δᾳδουχῶν τοῖς πᾶσι φῶς τὸ ἄδυτον· δοχεῖον ὑπέρλαμπρον,
ἐπιπνοίας τοῦ Πνεύματος, τῆς ἀπαθείας, τὸ εὐῶδες κειμήλιον, λύρα εὔσημος,
διδαγμάτων τῆς χάριτος· ὄργανον τὸ θεόπνευστον, ἠθῶν τελειότητος, φωστὴρ ὁ
πᾶσιν ἐκλάμπων, μαρμαρυγὰς βίου κρείττονος, Ἰσίδωρε Πάτερ, ὁ αἰτούμενος τῷ
κόσμῳ, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις,
ἀσκητικῆς ἀγωγῆς, ὑφηγητὴς καὶ παιδευτὴς καὶ διδάσκαλος· ὁ λάμψας ἐν Πηλουσίῳ,
τῇ ἐναρέτῳ ζωῇ, καὶ φιλοσοφίας ἀπαυγάσμασιν· ἐντεῦθεν αἰδέσιμος, καὶ δημόταις
καὶ ἄρχουσι, καὶ βασιλεῦσιν, ἐπιστήμῃ τῶν λόγων σου, καὶ τῆς γνώσεως, τῆς
ἐνθέου τῇ χάριτι, ὤφθης καὶ ἐξεπαίδευσας, τοὺς πάντας Ἰσίδωρε, φρονεῖν σωφρόνως
καὶ πράττειν, τὰ τῷ Κυρίῳ εὐάρεστα. ᾯ πρέσβευε Πάτερ, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις,
ἡ Πηλουσίου δομή, ἡ Θεοφίλου καὶ Κυρίλλου συγγένεια· τὸν βίον γὰρ ὄντως τούτων,
ἐπὶ τῆς γῆς ἀληθῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρώτατον, ἀκηλίδωτον
ἔσοπτρον, ἀεὶ αὐγάζον· δι’ ὧν πάσιν ἐπέστειλας, καὶ πονήματα, γέγραφάς μοι
θεάρεστα· ὅθεν τοὺς ἑορτάζοντας, τὴν μνήμην σου Ὅσιε, ἐλεηθῆναι δυσώπει, τὸν
ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀγγελικῶς
πολιτευσάμενος, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, τὰς ἀξίας ὑπεμφαίνεις, Ἰσίδωρε
Ὅσιε. Τῇ ἀποθέσει γὰρ τῶν ἐν κόσμῳ, ἐγκράτειαν σύντονον, ἡσυχίαν νοός, γλῶσσαν
θεηγόρον, καὶ σοφίας χῦμα, ὡς ἀληθῶς ἐπλούτισας, εἰς περιποίησιν πιστῶν· τῷ γὰρ
θείῳ θελήματι, πάντα τὰ σὰ διήγαγες. Καὶ νῦν τῆς αἰωνίου ζωῆς λαβόμενος,
ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ,
σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται
ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν
ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο
νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών,
τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους
σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν·
Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον
φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφία
κοσμούμενος παντοδαπεῖ εὐκλεῶς, τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ,
Ἰσίδωρε Ὅσιε· σὺ γὰρ δι’ ἐγκρατείας, σεαυτὸν ἐκκαθάρας, πράξει καὶ θεωρίᾳ,
διαλάμπεις ἐν κόσμῳ· δι’ ὧν μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγας
γέγονας, ποιμὴν θεόφρων, καὶ τὰ πρόβατα, τὰ ἐν Αἰγύπτῳ, τὰ λογικὰ τοὺς ὁσίους
ἐποίμανας, καθοδηγήσας εἰς μάνδραν οὐράνιον, καὶ διαθρέψας τροφὴν θείας
πίστεως· Πάτερ Ὅσιε, Ἰσίδωρε θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος
τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν,
χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Χορὸς Ἀγγελικός.
Λαμπρύνας
τὴν ψυχήν, ἀρετῶν ταῖς ἰδέαις, πολύφωτος ἀστήρ, ἐν τῷ κόσμῳ ἐδείχθης, Ἰσίδωρε
Ὅσιε, τῶν Ὁσίων ἀγλάϊσμα, καὶ κατηύγασας, τῶν εὐσεβῶν τὰς καρδίας, ταῖς
ἐλλάμψεσι, τῶν ἱερῶν σου ῥημάτων· διό σε γεραίρομεν.
Δόξα...
Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ
ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ
βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις,
χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Σαρκὸς
τὴν εὐπάθειαν καταλιπὼν νουνεχῶς, ἀγῶσιν ἀσκήσεως τῷ ἐπὶ πάντων Θεῷ, ὁσίως
ἐλάτρευσας· ὤφθης ἐν Πηλουσίῳ, οὐρανόφωτος στῦλος, κόσμῳ δὲ διαυγάζεις, τὴν
ἠθῶν εὐκοσμίαν, παθῶν Πάτερ Ἰσίδωρε, ἡμᾶς ἐκλυτρούμενος.
Δόξα...
Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ὅμοιον.
Σαρκὶ
νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών,
Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν
θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατέπλαγη Ἰωσήφ.
Καθαρθεὶς
ἐκ τῶν παθῶν, δι’ ἐμμελείας ἀρετῶν, ἀνεδείχθης ἀληθῶς, ὄργανον θεῖον καὶ
σεπτόν, τῆς ἀπαθείας Ἰσίδωρε θεοφόρε, ῥήμασι σοφοῖς, διατυπούμενος, βίου
καθαροῦ, πᾶσι τὰς χάριτας· δι’ ὧν ἐν κόσμῳ φῶς ἐχρημάτισας, καὶ ἅλας θεῖον ὡς
γέγραπται· ἀλλὰ μὴ παύσῃ, Χριστῷ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν σὲ τιμώντων.
Δόξα...
Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ὅμοιον.
Νηπιάζει
δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν
σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεών, μυσταγωγούμενος, ἐπέγνω
τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν·
Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη
ἡ χάρις τοῦ Θεοῦ ἐν τῇ γραφίδι σου, Ὅσιε Πάτερ Ἰσίδωρε. Καὶ γέγονας ποιμὴν τῆς
Ἐκκλησίας τοῦ Χριστοῦ, διδάσκων τὰ λογικὰ πρόβατα πιστεύειν εἰς μίαν ὁμοούσιον
Τριάδα, ἐν μιᾷ Θεότητι.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Σὲ τῶν Μοναστῶν
τὸ κλέος μέλπω Πάτερ. Θεοφάνους.
ᾨδὴ
α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
Συντετριμμένης καρδίας τὸν
στεναγμόν, ἐπακούσας Δέσποτα, τῆς ψυχῆς μου τὴν δεινήν, συντριβὴν θεράπευσον
εὐχαῖς, τοῦ Ὁσίου σου Χριστέ, ὡς παντοδύναμος.
Ἐπιβὰς θεοσόφως τῆς
πρακτικῆς, ἀρετῆς Ἰσίδωρε, θεωρίας ἀκραιφνοῦς, τὴν τερπνὴν ἐμφάνειαν, Θεῷ,
ὁμιλῶν διαπαντὸς σαφῶς ἐπλούτησας.
Τῷ τῆς σοφίας κρατῆρι
προσαγαγών, τὸ σὸν στόμα πάνσοφε, τῶν ἐκεῖθεν δωρεῶν, τὴν ῥοὴν ἑξήντλησας Θεῷ,
ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.
Θεοτοκίον
Ὡς ἐπὶ κούφης νεφέλης ὁ
Πλαστουργός, ἐπὶ σοὶ ἐλήλυθε, καθελεῖν ὡς δυνατός, τὰ Αἰγύπτου Δέσποινα ἁγνή,
χειροποίητα Χριστὸς ὡς παντοδύναμος.
ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος ὡς σύ
Νοὸς ὀξύτητι σαφῶς, τὴν
τῶν ὄντων ἀθροίσας, παναοίδιμε φύσιν· δι' αὐτῆς τὴν ἀρχικήν, αἰτίαν ὡς καθαρός,
θεολόγος ἀπλανῶς κατέλαβες.
Μελέτην θέμενος τρανῶς,
τοῦ θανάτου τὸν βίον, θεοφόρε τρισμάκαρ, τῶν παθῶν τὰς ὑλικάς, ἐνέκρωσας
ἀφορμάς, ἀπαθείας συσχεθεὶς τῷ ἔρωτι.
Ὀπίσω χαίρων τοῦ Χριστοῦ,
τὸν σταυρόν σου βαστάσας, ἠκολούθησας Πάτερ, ἐν ἀσκήσει καρτερᾷ, καὶ τούτῳ ὡς
δυνατόν, ὡμοιώθης βίου καθαρότητι.
Θεοτοκίον
Νομίμων φύσεως ἐκτός, τὸν
Δεσπότην τεκοῦσα, Θεοτόκε Παρθένε, τῆς πάλαι παρακοῆς, διέλυσας τὴν ἀράν,
εὐλογίας τὴν πηγὴν βλυστάνουσα.
Κάθισμα
τοῦ Ἁγίου. Ἦχος γ'. Θείας πίστεως.
Βίβλος
γνώσεως, διδασκαλίας, πλούτῳ πίστεως, συντεταγμένη, τῷ πανάγνῳ ἀνεδείχθης ἐν
Πνεύματι, ἀνακαλύπτων τὰ θεῖα τοῖς χρῄζουσι, καὶ τὴν ζωὴν θησαυρίζων τοῖς
θέλουσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶν
Ἐτέχθης
ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ
Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω
κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
ᾨδὴ
δ'. Χριστός μου δύναμις
Ἀφθόνως Ὅσιε, Χριστῷ
πειθόμενος, τὸν δοθέντα σοι πλοῦτον ὡς εὐπειθής, δοῦλος διαδέδωκας, καὶ τῆς
ἀφράστου σε χαράς, ὁ Δεσπότης κατηξίωσε.
Σοφίας πέλαγος,
διανηξάμενος, τὸν καλὸν μαργαρίτην ὡς ἀγαθός, ἔμπορος ἐκέρδησας, καὶ τοῦτον
μόνον θησαυρόν, ἀδαπάνητον ἐπλούτησας.
Τῷ θείῳ Πνεύματι,
καταλαμπόμενος, τὰς ἀκτῖνας τῶν λόγων ἡλιακῶς, πᾶσιν ἐξαπέστειλας, τῆς σωτηρίας
τῶν πιστῶν θεοφάντορ ὀρεγόμενος.
Θεοτοκίον
Ὡς ὄντως ἄφθεγκτα, καὶ
ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ
οὐρανοῦ, ἀειπάρθενε Μυστήρια.
ᾨδὴ
ε'. Τῷ θείῳ φέγγει σου ἀγαθέ
Νεκρώσει πάνσοφε τῶν
παθῶν, ἔξω γεγονὼς καὶ τῆς σαρκός, πόθῳ Θεῷ προσωμίλησας, τῷ καθαρωτάτῳ καὶ
λαμπροτάτῳ φωτί, καὶ μόνην ἀπαιτοῦντι τὴν καθαρότητα.
Τῷ θείῳ φέγγει σου ἀγαθέ,
νῦν ὁ θεοφόρος αὐγασθείς, στῦλος ὁλόφωτος γέγονε, πᾶσι πέμπων θείου φωτός, τὰς
θείας αὐγάς, καὶ ζόφον τῆς ἀγνοίας ἀποσειόμενος.
Ὁ θέλων πάντας ὡς ἀγαθός,
πάνσοφε σωθῆναι ποδηγόν, τοῖς πλανομένοις σε ἔδειξε, πολλοὺς ἐπιστρέφειν πρὸς
σωτηρίας ὁδόν, Ἰσίδωρε τρισμάκαρ, Πάτερ πανόλβιε.
Θεοτοκίον
Κυρίως στόματι καὶ ψυχῇ,
Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογῶ σε πανάμωμε, σεσωματωμένον Θεὸν τεκοῦσαν
Ἁγνή, καὶ βίου σε προστάτιν πίστει προβάλλομαι.
ᾨδὴ
ς'. Τοῦ βίου τὴν θάλασσαν
Λογίῳ τῶν κρίσεων,
κοσμηθεὶς ὡς Ἱερεύς, λογιστικῶς ἐδίκασας, θεοφόρε καὶ σώματι καὶ ψυχῇ, τὸ
χεῖρον τῷ κρείττονι, ὑποτάξας ἐμφρόνως ἀξιάγαστε.
Εὐτόνως τὴν Αἴγυπτον, τῶν
παθῶν καὶ τῆς τρυφῆς, σὺ Μοναστῶν τὸ καύχημα, τῆς ἐγκρατείας ἔνδοξε ταῖς
πληγαῖς, ἐτάζων ἐμάστιξας, τοῖς πιστοῖς ὁμαλίζων τήν διάβασιν.
Θεοτοκίον
Ὁ φέρων τὰ σύμπαντα,
δυναστείᾳ θεϊκῇ, καὶ συγκρατῶν ὡς εὔσπλαγχνος, σαῖς ἀγκάλαις πανάμωμε
σαρκωθείς, ὡς βρέφος βαστάζεται, ὁ Πατρὶ κατ᾽ οὐσίαν συναΐδιος.
Κοντάκιον.
Τῆς Ἑορτῆς. Ἦχος α'
Ὁ
μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς
ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις
τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος
φιλάνθρωπος.
Τοῦ
Ὁσίου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑωσφόρον
ἄλλον σε, ἡ Ἐκκλησία, εὑραμένη ἔνδοξε, ταῖς τῶν σῶν λόγων ἀστραπαῖς,
λαμπρυνομένη κραυγάζει σοι· χαίροις
παμμάκαρ, Ἰσίδωρε Ὅσιε.
Ὁ
Οἶκος.
Ἄνθρωπος
μὲν τῇ φύσει ἐχρημάτισας Πάτερ, ἀλλ’ ὤφθης συμπολίτης καὶ συνόμιλος Ἀγγέλων· ὡς
γὰρ ἄσαρκος ἐπὶ τῆς γῆς βιοτεύσας σοφέ, τῆς σαρκὸς ἅπασαν τὴν πρόνοιαν
ἀπέῤῥιψας. Διὸ καὶ παρ’ ἡμῶν ἀκούεις τὰ ἐπάξια ταῦτα·
Χαίροις,
πατρὸς εὐλαβοῦς γέννημα·
χαίροις,
μητρὸς εὐσεβοῦς ἀγλάϊσμα.
Χαίροις,
τὸ τῆς Αἰγύπτου βλάστημα·
χαίροις,
τὸ τοῦ Πηλουσίου καύχημα.
Χαίροις,
τῆς ἐρήμου ὁ ἐπουράνιος ἀστήρ·
χαίροις,
τῆς οἰκουμένης ὁ ἐπίγειος φωστήρ.
Χαίροις,
τῆς ἡμετέρας αὐλῆς ἡ μοῦσα·
χαίροις,
σοφία ἐκ Θεοῦ προϊοῦσα.
Χαίροις,
ὅτι ἐκ νεότητος ἠκολούθησας τὸν Χριστόν·
χαίροις,
ὅτι κατεμάρανας τῆς σαρκὸς τὸν σκοτασμόν.
Χαίροις,
τῶν πτωχῶν ὁ τροφὸς θεραπείας·
χαίροις,
τῶν πιστῶν ὁ τροχὸς σωτηρίας.
Χαίροις, παμμάκαρ Ἰσίδωρε.
Συναξάριον.
Τῇ
Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἰσιδώρου τοῦ Πηλουσιώτου
Πηλουσιῶτα,
χαῖρε, πολλά μοι,
Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης.
Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ.
Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης.
Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Ἀβραμίου, ἐπισκόπου Ἀρβὴλ τῆς Περσίας
Πῶς
τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου,
Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος.
Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Ὁμολογητοῦ τοῦ
Στουδίτου
Ἔδοξε
τῷ στήσαντι μέτρα τῷ βίῳ,
καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον.
καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰασίμου.
Ἀλλ'
Ἰασίμου καὶ μόνη κωφὴ κόνις,
Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν.
Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόκτιστος, ξίφει τελειοῦται.
Θείοις
σκεπασθεὶς πίστεως θείας ὅπλοις,
Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει.
Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, ἐπισκόπου
Εἰρηνουπόλεως
Καὶ
Ἰωάννης, Ὀρθοδοξίας χάριν,
τοὺς δυσσεβεὶς ἤλεγχε, σὺν παῤῥησία.
τοὺς δυσσεβεὶς ἤλεγχε, σὺν παῤῥησία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων· Φιλέα Θμούεως, Ἡσυχίου, Παχωμίου καὶ Θεοδώρου ἐπισκόπων,
Φιλορώμου καὶ τῶν σὺν αὐτῶν
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα, τοῦ ἐν τοῖς Πυθίοις
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς
Ἀντώνιος ὁ Καρεώτης, ἐν Θεσσαλονίκῃ, ἐν ἔτει 1516, πυρὶ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς
Ἰωσὴφ ὁ Χαλεπλής, ἐν ἔτει 1686, ξίφει τελειοῦται.
Τέμνου
Ἰωσήφ, ἀνδρικῶς διὰ ξίφους,
καὶ ἐκ Θεοῦ στέφανον, ἄφθαρτον δέχου.
καὶ ἐκ Θεοῦ στέφανον, ἄφθαρτον δέχου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Εὐαγρίου καὶ Σίου ἐκ Γεωργίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου Βσεβολόντοβιτς, Πρίγκιπα
Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὀσίων Ἀβραὰμ καὶ
Κόπρις, τῆς Μονῆς Μεταμορφώσεως Πετσένγκα-Γκραζοβέσκ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τῆς Λευκῆς Λίμνης
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Δοσιθέας Βασίλισσας τῆς Ῥωσίας
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Δροσοβόλον μὲν τὴν κάμινον
Στερεώματι τῆς πίστεως
ἐνέθετο, καθάπερ Πάτερ ἥλιον, ὁ Δεσπότης σε καταλάμπειν φέγγει νοητῷ, ψυχὰς τῶν
βοώντων ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἤμων.
Μολυσμοὺς σαρκὸς καὶ
πνεύματος ἀπέπλυνας, μάκαρ δακρύων χεύμασι, καὶ γενόμενος θεοφόρε φῶς τοῖς ἐπὶ
γῆς, τοὺς πάντας ἐδίδαξας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐπὶ ἄσειστον κρηπῖδα ὄντες
πίστεως, σὲ Θεομῆτορ ἄχραντε, ὁμολογοῦμεν Θεοτόκον. Λόγον γὰρ Θεοῦ, ἀσπόρως
ἐγέννησας ἡμῖν. Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή.
ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Λογικὴν ὡς θυσίαν πάντα
τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι
Χριστῷ τῷ Θεῷ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Πλεονάζεις τὸν πλοῦτον καὶ
μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς,
κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.
Ὡραιώθης παμμάκαρ κάλλει
τῶν λόγων σου· τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος, γράφων εὐσεβῶς, τούτου
γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.
Θεοτοκίον
Πρὸς τὴν σὴν καταφεύγω
σκέπην πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν,
Θεὸν Λόγον κυήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
ᾨδὴ
θ'. Θεὸν ἀνθρώποις
Ἀκτὶς καθάπερ φωτὸς
ἐνήστραψε, σοῦ τῇ ψυχῇ τῆς χάριτος ὁ λόγος πανόλβιε· διὰ σοῦ δὲ πᾶσα ἡ γῆ
πεπλήρωται, τούτου τῆς λαμπηδόνος, ἧς οἱ μετέχοντες, τὸν τῆς σῆς σοφίας
θησαυρόν, Πάτερ θαυμάζομεν.
Τρισὶ προσώποις μονάδα
φύσεως, τοῖς πατρικοῖς ἑπόμενος θεόφρον διδάγμασι, θεοφρόνως προσκυνεῖν
ἐδίδαξας, σέβειν θεολογοῦντας, ἄκτιστον ἄναρχον, πᾶσι τοῖς πιστοῖς τὸν φωτισμὸν
ἀναπηγάζουσαν.
Εὑρὼν τῶν πόνων τῶν σῶν τὰ
ἔπαθλα, ἐν οὐρανοῖς ζωῆς ἀτελευτήτου λαβόμενος, τοῖς ὑμνοῦσι πάνσοφε τὴν μνήμην
σου, αἴτησαι σωτηρίαν, μάκαρ Ἰσίδωρε, θρόνῳ τοῦ Σωτῆρος μέτ' Ἀγγέλων
παριστάμενος.
Θεοτοκίον
Ῥευστὴν ὁ Λόγος Θεοῦ ὁ
ἄρρευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ πατρικῇ σκηνώσας
ἐν σοί, τῇ κεχαριτωμένῃ· ὅθεν πανάχραντε, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς, σὲ
μεγαλύνομεν.
Ἐξαποστειλάριον
τοῦ Ἁγίου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ἱδρῶσι
τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν θεοφόρε,
τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε
τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.
Ἐξαποστειλάριον
τῆς Ἑορτῆς
Ἐκ
σοῦ Θεογεννήτρια, ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, τεχθεὶς ἀφράστως ὡς οἶδεν, ἐν τῷ
ναῷ νῦν ὡς βρέφος, εἰσήχθη ἐπωλένιος, ὃν Συμεὼν δεξάμενος, Θεὸς ὑπάρχεις
Δέσποτα, Σωτὴρ καὶ ῥύστης ἐβόα, βροτῶν τοῦ γένους Χριστέ μου.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
θεόφρον Ἰσίδωρε, ἀκολουθήσας Χριστῷ, κοσμικὴν περιφάνειαν, καὶ τρυφὴν τὴν
ῥέουσαν, θεοφρόνως κατέλιπες, καὶ ἐγκρατείας ταῖς ἐπιδόσεσι, φωτὸς ἐπλήσθης τοῦ
ὑπὲρ ἔννοιαν· ὅθεν ἀπήστραψας, χρυσαυγὲς ὡς ἔσοπτρον εἰς πᾶσαν γῆν, τῆς
θεοσοφίας σου τὰ ἀμαρύγματα.
Πάτερ
ἱερὲ Ἰσίδωρε, ταῖς τῆς σοφίας αὐγαῖς, λαμπρυνθεὶς τὴν διάνοιαν, εὐκλεῶς
διέπρεψας, διὰ λόγου καὶ πράξεως· ὅθεν ῥυθμίζεις πιστῶν τὸ φρόνημα, καὶ
ἀπελαύνεις παθῶν σκοτόμαιναν· ὢ τῆς ἐλλάμψεως, ἧς μετέσχες πάνσοφε! ὢ δωρεῶν,
ὧνπερ κατηξίωσαι! ὡς ἐνθεώτατος.
Ὅσιε
Πάτερ Ἰσίδωρε, ἀπὸ χειλέων τῶν σῶν, ζωῆς λόγον ἐπήγασας, ὕδωρ ὡς ἁλλόμενον, εἰς
ζωὴν τὴν αἰώνιον, καὶ Ἐκκλησίας ἀεὶ τὰς αὔλακας, πρὸς εὐκαρπίαν μεθύσκεις ἔνθεον·
ὄντως γὰρ ἴαμα, ταῖς ψυχαῖς ὁ λόγος σου, προφητικῶς, θείῳ ἀναδέδεικται, θεόφρον
Πνεύματι.
Ὅσιε
Πάτερ Ἰσίδωρε, τῶν ἐντολῶν τοῦ Θεοῦ, θεοκίνητον ὄργανον, καὶ κιθάρα εὔηχος,
μυστικῶς ἐχρημάτισας, χάριτος θείας τὰ ἀπηχήματα, ἐκ Πηλουσίου φωνῶν τοῖς πέρασιν·
ὅθεν γεραίρει σε, Ἐκκλησία ἅπασα ἡ τοῦ Χριστοῦ, ἣν συντήρει ἄτρωτον, πάσης
αἱρέσεως.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν, Ἰσίδωρε Ὅσιε. Διὰ σοῦ γὰρ τὴν
τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας
καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν· Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ
Δικαίων. Μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ
προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε.
Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου Κύριε.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἔρωτι
σοφίας διαπρεπής, ἀποδεδειγμένος, καταλάμπεις πᾶσαν τὴν γῆν, ἐκ τοῦ Πηλουσίου,
τῶν λόγων τὰς ἀκτῖνας, ὥσπερ πυρσὸς ἐκπέμπων, Πάτερ Ἰσίδωρε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός
Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό
Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε,
ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ
ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν
ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ
κατασβέσαντι σαρκίου τὴν φλόγα, ἱδρώτων χεύμασι καὶ ῥείθροις δακρύων, καὶ
παρεστῶτι βήματι τανῦν τοῦ Χριστοῦ, ἅπαντες προσπέσωμεν, ἐκβοῶντες· μὴ παύσῃ,
Ὅσιε Ἰσίδωρε, Πηλουσίου κοσμῆτορ, Αὐτῷ πρεσβεύειν πέμψαι δαψιλῶς, ἡμῖν τὸ μέγα,
καὶ πλούσιον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ἰσιδώρῳ προσπίπτῳ, τῷ Πηλουσίῳ, κλέει. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσίδωρε κλέϊσμα μοναστῶν, μὴ παύσῃ πρεσβεύειν, τῷ Κυρίῳ
ὑπὲρ ἡμῶν, τῶν πίστει τιμώντων τὴν σὴν μνήμην, ἐνσαρκωτὰ δωρημάτων τοῦ
Πνεύματος.
Σοφώτατε Ὅσιε ὡς λαμπτήρ, ἐκ γῆς τῆς Νειλώας
ἀνετέταλκας εὐκρινῶς, φωτίζων σκοτόμαιναν καρδίας, τῶν σὲ ὑμνούντων αὐγαῖς
θείας χάριτος.
Ἰδεῖν τὸν Δεσπότην καὶ Λυτρωτήν, ἐν πόλει τῇ ἀνῳ,
καταξίωσον ἀσκητά, Ἰσίδωρε πάντας ὡς πολίτης, τῆς οὐρανίου πατρίδος θειότατος.
Διδάσκων ἀζύγους καὶ νουθετῶν, σοῖς λόγοις πατέρων,
ἀναδείχθης ὑπογραμμός, Ἰσίδωρε· ὅθεν δυσωπῶ σε, ποιεῖν Χριστοῦ δίδαξόν με τὸ
θέλημα.
Θεοτοκίον.
ᾨδὰς ἐξυφαίνοντες μυστικάς, ὑμνοῦμέν Σε Μῆτερ, ἀσιγήτως
ὡς τοῦ Θεοῦ, λαμπρὸν οἰκητήριον καὶ κόσμου, τοῦ μεγαλύνοντός Σε παραμύθιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρότητα τάχος ταῖς σαῖς
ῥοαῖς ἔκπλυνον, λογισμῶν μου Πηλουσιῶτα θεῖε Ἰσίδωρε, ὁ τὴν ψυχὴν ἱεροῖς, ῥύπου
καθάρας καμάτοις, προσευχαῖς καὶ ῥεύμασι, θείοις ἱδρώτων σου.
Ὡραιώθης τῷ κάλλει τῶν σῶν
γραφῶν Ὅσιε, κάλαμε τοῦ Πνεύματος θεῖε, μάκαρ Ἰσίδωρε· διό σε νῦν δυσωπῶ, πρὸς
τὴν σωτήριον γνῶσιν, ἴθυνόν με ὅπως σε στέφω τοῖς ᾄσμασι.
Πολυτίμητον ὄντως πιστῷ
λαῷ ἔλιπες, τοὺς ἐμψύχους λόγους σου Πάτερ σῶφρον Ἰσίδωρε, κληροδοσίαν τῷ νῦν,
σὲ μεγαλύνοντι θείαις, σαῖς εὐχαῖς προστρέχοντι, βίου ἐν θλίψεσι.
Θεοτοκίον.
Ῥῦσαι πάντας ἐκ βλάβης τοῦ
πονηροῦ Δέσποινα, τοῦ εἰς ἁμαρτίας ποντίσαι βόθυνον θέλοντος, τοὺς Σοὺς οἰκέτας
ἁγνή, ἵνα ὡς ῥῦστιν τιμῶσι Σέ, καὶ μεγαλύνουσι, τόκον τὸν θεῖόν Σου.
Κατεύθυνον,
πρὸς ἀπαθείας λιμένας πνευματοφόρε, τοὺς τιμῶντας πανευλαβῶς σὲ μάκαρ Ἰσίδωρε,
ἀῤῥήτου σοφίας ὡς θεῖον σκεῦος.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ χάρις τοῦ Πνεύματος,
κινήσασα τὴν χεῖρά σου, πρὸς θείας γραφὰς ἀνέδειξε Ἰσίδωρε, σὲ Πατέρων ἔκτυπον,
Πηλουσίον ἔμπνουν θησαύρισμα· διὸ βοῶ σοι· δίδαξον κἀμὲ ὁδὸν τὴν σωτήριον
πορεύεσθαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀκνηρίας ἐκδίωξον, ἀφ’ ἡμῶν ζοφώδη ἀχλὺν Ἰσίδωρε, ὁ
ἀόκνως ἐργαζόμενος, τοῦ Χριστοῦ τὸν λόγον τὸν σωτήριον.
Στερεώματι πίστεως, σὲ ὡς φωτοφόρον Χριστὸς ἐνέθετο,
σέλας Ὅσιε Ἰσίδωρε, τὰς ψυχὰς ἡμῶν φωτίζον λόγοις σου.
Πηλουσίου ὡράϊσμα, ὄρους καὶ Αἰγύπτου βλαστὲ θεόφυτε,
μετανοίας τρίβον δεῖξόν μοι, τὴν πρὸς οὐρανίους θόλους ἄγουσαν.
Θεοτοκίον.
Ἰαμάτων ἐπίσταξαι, ὄμβρους Θεομῆτορ ἐπὶ τοὺς δούλους
Σου, τοὺς πυρέσσοντας ἑκάστοτε, καὶ ἐκδεχομένους τὴν Σὴν εὔνοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλοῦτον τὸν φθαρτόν, Πάτερ Ὅσιε ἀπέλιπες, καὶ πτωχείαν
ἐπεπόθησας Χριστοῦ, ἧς τὸν πόθον καὶ ἡμῖν θεόφρον ἄναψον.
Τεῖχος ἀρετῶν, ἀῤῥαγέστατον Ἰσίδωρε, περιτείχισον τοὺς
σπεύδοντας εἰς σέ, τῇ δυνάμει τῆς ἐνθέρμου προστασίας σου.
Ὡς τῶν μοναστῶν, καλλονὴν ἐγκωμιάζων σε, δυσωπῶ σε τῆς
σαρκός μου σαῖς λιταῖς, καταπάτησον χαμαίζηλον τὸ φρόνημα.
Θεοτοκίον.
Τόμον τῆς Χριστοῦ, εὐσπλαγχνίας Σε χρυσόδετον, καὶ
ἀρχεῖον θεοσδότων ἀρετῶν, Σὲ κατέγνωμεν Μητρόθεε πανύμνητε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἄμπελον, ἀρετῶν κυπρίζουσα, καὶ ἐρήμου εὐθαλέστατα
φοῖνιξ, καρποὺς ἐξήνθησας θείων σου λόγων, ὑπὲρ τὸ μέλι ἡδίστους Ἰσίδωρε,
βροτοῖς προσάγοντας ταχύ, γλυκασμὸν τοῖς προστάτην σε ἔχουσι.
Πυρίμορφον, ἀληθῶς ὡς ἄνθρακα, ἡ τοῦ Πνεύματος ἀνέδειξε
χάρις, σὲ τὸν πιμπρῶντα Ἰσίδωρε ὄφιν, δεινὸν καὶ φλέγοντα πάθη δυσίατα· ὅθεν
κραυγάζω σοι κἀμοῦ· ἁμαρτίας κατάφλεξον φρύγανα.
Ἠρίστευσας, ἐν ἀγώνων σκάμμασι, καὶ τὸν δόλιον
ἐπάλαισας τάχος, ἐχθρὸν συντόνοις Ἰσίδωρε πόνοις· διὸ κἀμὲ δυσωπῶ σε
κραταίωσον, καταπατῆσαι μηχανάς, τοῦ δεινῶς πολεμοῦντός με δαίμονος.
Θεοτοκίον.
Λιμένα Σε, οἱ πιστοὶ ἀχείμαστον, ἐν δεινοῖς οἱ
θαλαττεύοντες βίου, Θεοκυῆτορ κατέγνωμεν πάντες, ἀναβοῶντες· ἀνθρώπων διάσωσμα,
ἐκ τρικυμίς συμφορῶν, τὸν οἰκέτην Σου σῷον ἀνάγαγε.
Κατεύθυνον,
πρὸς ἀπαθείας λιμένας πνευματοφόρε, τοὺς τιμῶντας πανευλαβῶς σὲ μάκαρ Ἰσίδωρε,
ἀῤῥήτου σοφίας ὡς θεῖον σκεῦος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν τῶν εἰλικρινῶς
προσιόντων σοι, καὶ τῶν σῶν οἰκετῶν θεραπεύειν νοσήματα, μὴ ἐλλίπῃς ὡς ἰατὴρ
Ἰσίδωρε, ταχὺς καὶ πρεσβευτὴς πρὸς τὸν Θεὸν ταχινός, ἵνα κράζομεν· πρόφθασον,
Πηλουσίου σεμνότης, καὶ ῥῦσαι βλάβης τοῦ παμβεβήλου τοὺς πιστῶς, εὐφημοῦντάς σε
σοφώτατε.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ
Στ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ
Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς
ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα
ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα
ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ
σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ
Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Κόπασον τὸν τάραχον, τοῦ
χοϊκοῦ μου σαρκίου, καὶ τὸν σάλον πράϋνον, τῆς ψυχῆς Ἰσίδωρε πανσεβάσμιε,
ἀσκητῶν πρόβολε, καὶ Πατέρων δόξα, Πηλουσίου ὄρους καύχημα, καὶ θείου Πνεύματος
πάγχρυσε γραφίς, ἵνα σπεύδων σοι ἐν βίου περιστάσεσι, καὶ δεινοῖς εὑρίσκω
ἀντίληψιν, ὕμνοις δὲ σὴν μνήμην, τὴν θείαν καταστέφω ἱεροῖς, καὶ αἶνον πέμπω τῷ
Κτίσαντι, σὲ τῷ κραταιώσαντι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὄμβροις θείων σου λόγων καὶ χαρίτων κατάρδευσον
ὁσιώτατε, Ἰσίδωρε ψυχήν μου, τὴν ἀπεξηραμμένην, τοῦ βλαστῆσαι σεμνότητος, καὶ
μετανοίας καρπόν, πολὺν πνευματοφόρε.
Ὑφειμένους τῷ πλήθει τῶν πταισμάτων Ἰσίδωρε
παμμακάριστε, καὶ τοὺς κατεστιγμένους, ἀμέτροις ἀνομίαις, τῆς πρεσβείαις σου
ἴασαι, φαρμάκῳ τῷ μυστικῷ, ἐρήμου ὑφηγῆτορ.
Σωφροσύνης ἀκρότης ἐγκρατείας πυξίον καὶ γνώμων νήψεως,
Ἰσίδωρε θεόφρον, ἀνάδειξον σοφίας, καὶ συνέσεως πρότυπα, τοὺς ἐκζητοῦντας
θερμῶς, τὰς πρὸς Θεὸν λιτάς σου.
Θεοτοκίον.
Ἰατὴρ ἀσθενούντων καὶ ἀκέστωρ στενόντων ὑπάρχεις
πάναγνε, Κυρία Θεοτόκε· διὸ θανατηφόρα, ἱκετεύω Σε ἴασαι, ψυχῆς μου πάθη ταχύ,
τὰ κατατρύχοντά με.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ πλούτῳ λόγων, τὴν Ἐκκλησίαν κοσμήσας, τῶν σοφῶν σου
πλουτεῖν θεοφόρε, τοὺς σὲ ἀνυμνοῦντας, ἀξίωσον ἐν πόλῳ.
Ὑπὲρ τῶν πίστει, ἐπιτελούντων σὴν μνήμην, γόνε πάντιμε
Ἀλεξανδρείας, καὶ φωστὴρ ἀζύγων, ἱλέωσαι τὸν Κτίστην.
Κερδῆσαι μόνον, Χριστὸν παμμάκαρ ποθήσας, τὰ τοῦ κόσμου
ἡγήσω σκιώδη, ἃ καὶ σὸν ἱκέτην, ἀξίωσον μισῆσαι.
Θεοτοκίον.
Λῦσον δεσμούς μου, τῆς ἁμαρτίας Παρθένε, τοὺς οἰκτρῶς
με δουλοῦντας ἐν βίῳ, καὶ πρὸς εὐνομίας, κατεύθυνόν με τρίβους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὑρὼν τῶν σῶν ἀτρύτων, ἐν τοῖς θείοις δόμοις, καμάτων
Πάτερ Ἰσίδωρε ἔπαθλα, τῶν σὲ τιμώντων κατ’ ἄμφω ὑγείαν αἴτησαι.
Ἐξάλειψον τὰ πλήθη, τῶν ἀγνοημάτων, ταῖς σαῖς θερμαῖς
πρὸς Θεὸν παρακλήσεσιν, ἡμῶν Ἰσίδωρε κάλαμε θεοκίνητε.
Ἰσίδωρε θεόφρον, βλάστημα Αἰγύπτου, καὶ συμπολῖτα τῶν
ἄνω δυνάμεων, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν πολυεύσπλαγχνον.
Θεοτοκίον.
Χρυσάκτινε λυχνία, κεχαριτωμένη, τὸν ἐσβεσμένον μου
λύχνον διάναψον, καὶ φῶς συνέσεως δεῖξον, κἀμὲ λαμπρότατον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τῆς Ἀλεξανδρείας κλεινὸς
βλαστός, ἄνθος εὐσεβείας, καὶ συνέσεως μυριστόν, εὐωδία λόγων, τῶν σῶν πιστῶν
ἡδύνεις, Ἰσίδωρε παμμάκαρ, σὲ τοὺς γεραίροντας.
Μολυσμοὺς ἐκπλύνας τοὺς τῆς
σαρκός, χεύμασι δακρύων, καὶ τοῦ Πνεύματος καθαρόν, γεγονὼς δοχεῖον, κιρνᾶς
πιστοὺς ἀφθόνως, τῆς σωτηρίας πόμα, σῶφρον Ἰσίδωρε.
Χαίροις μοναζόντων ἡ
καλλονή· χαίροις ἱερέων, θεοσόφων ἡ κορυφή· χαίροις Πηλουσίου, τοῦ Ὄρους
μυροθήκη, καὶ Ἐκκλησίας πάσης, κῦδος Ἰσίδωρε.
Δῶρον τῷ Κυρίῳ προσενεγκών,
τῶν κατορθωμάτων, τὴν πλημμύραν σου ἀσκητά, εἴληφας ἐξ ὕψους, ἀντίδωρον
παρέχειν, τὰς σωτηρίους δόσεις, πᾶσιν Ἰσίδωρε.
Χαίροις τῆς ἐρήμου φῶς
τηλαυγές· χαίροις Πηλουσίου, ὄρους ἄνθος ἡδυτερπές· χαίροις ὁ ἀρδεύων, τοῖς
ὀχετοῖς χαρίτων, καὶ ὄμβροις τῶν σῶν λόγων, πάντας Ἰσίδωρε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ
γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’
ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ
Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην
ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν
Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ
παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Γέρας, Ὀρθοδόξων τιμαλφές,
Ἐκκλησίας ἄσειστον βάθρον, καὶ οὐρανόμηκες, πύργε θείας γνώσεως ἡμᾶς ἀνάψυξον,
ἐν ἀνάγκαις τοὺς πέλοντας, δειναῖς ἀλγηδόσι, λοιμικοῖς νοσήμασι, καὶ δυσμενείᾳ
ἐχθροῦ, ἵνα, γηθοσύνως τιμῶμεν, σὲ καὶ ἀναπέμπομεν δόξαν, σὲ τῷ κραταιώσαντι
Ἰσίδωρε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου