Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 5. ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΓΑΘΗ ΑΚΟΛΟΥΘΙΑ & ΚΑΝΩΝ ΕΤΕΡΟΣ


ΦΕΒΡΟΥΑΡΙΟΣ Ε΄!!
ΑΓΑΘΗ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Χριστὸν ἐκ νεότητος σεμνή, ὁλικῶς ποθήσασα, τούτῳ θερμῶς ἠκολοῦθησας, ἀσχέτῳ ἔρωτι, καὶ ὑπερφυέσι, πόνοις τῆς ἀθλήσεως, αὐτοῦ τὸ ὑπερένδοξον ὄνομα, Μάρτυς ἐδόξασας, ὦ Ἀγάθη καλλιπάρθενε· διὰ τοῦτο, ἀξίως δεδόξασαι.

Παρθένος καὶ νύμφη εὐκλεής, τοῦ Σωτῆρος πέφηνας, ἁγνείας λάμπουσα κάλλεσιν, Ἀγάθη ἔνδοξε, καὶ τοῦ μαρτυρίου, τοῖς ἁγίοις στίγμασι· διὸ λαμπαδηφόρος ἀνέδραμες, πρὸς τὰ οὐράνια, τοῦ Νυμφίου τὴν λαμπρότητα καθορῶσα, καὶ δόξῃ ἀστράπτουσα.

Ἀνδρείῳ φρονήματι πικράς, τιμωρίας ἤνεγκας, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, ὡς ἄλλου πάσχοντος, Ἀγάθη θεόφρον, καὶ ἐχθρῶν κατέπληξας, τὴν ἄνοιαν ἀτρέπτῳ ἐνστάσει σου, καὶ ἀνελήλυθας, νικηφόρος πρὸς οὐράνια, τὸν ἀγῶνα, τὸν μέγαν τελέσασα.

Φρουρᾶ σοι ἐπέστη ἐμφανῶς, Πέτρος ὁ μακάριος, ὡς φρουρουμένη τῇ χάριτι, τῇ τοῦ νυμφίου σου, καὶ τοῦ σώματός σου, τὰς πληγὰς ἰάσατο, Ἀγάθη Ἀθληφόρε ἀήττητε· ἔνθεν ἐξέπληξας, τῶν ἀνόμων τὰ συστήματα, τῇ δοθείσῃ, δυνάμει σοι ἄνωθεν.

Δόξα. Ἦχος β΄.
Τῇ παρθενίᾳ πεποικιλμένη, τῆς ἀληθείας ἐλαμπρύνθης τοῖς ἄθλοις, Ἀγάθη θεόνυμφε· τὸ γὰρ οἰκεῖον αἶμα, ὑπὲρ Χριστοῦ προείλου ἐκχέαι, ἵνα τῆς τοῦτω ὡραιότητος, τελειώτερον μετάσχης· καὶ ἐν αμφοτέροις δόκιμος φανεῖσα, τῆς σῆς ἐφέσεως τὴν πλήρωσιν εὕρηκας, νομίμως ἀθλήσασα· καὶ νῦν πρέσβευε πανεύφημε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Καὶ νῦν. Τῆς Ἐορτῆς.
Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, τοῦ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγεν· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρα μου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθά.
Πλοῦτον τὸν γεηρόν, καὶ ἄνθος ἡλικίας, Ἀγάθη παριδοῦσα, ὑπερ Χριστοῦ τὸ σῶμα, εἰς θάνατον παρέδωκας.

Στίχος· Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Βήματι δυσσεβοῦς, ἀπτόητος παρέστης, Ἀγάθη μακαρία, καὶ τοῦ Χριστοῦ ἀνδρείως, τὴν κλῆσιν ὡμολόγησας.

Στίχος· Καὶ ἔστησεν ἐπὶ πέτραν τοῦς πόδας μου.
Ὤ! Πῶς τὰς χαλεπάς, ὑπέστης τιμωρίας, καὶ ἤσχυνας εἰς τέλος, Ἀγάθη Ἀθληφόρε, τὸν νοῦν τὸν ὑπερήφανον.

Δόξα Πατρί.
Δύναμιν κραταιάν, ἐκ σοῦ Τριὰς Ἁγίᾳ, Ἀγάθη ἡ παρθένος, ἐν τῇ ψυχῇ λαβοῦσα, ὑπερφυῶς ἠγώνισται.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νύμφη πανευκλεής, τοῦ σοῦ Υἱοῦ καὶ Κτίστου, Παρθένε Θεοτόκε, Ἀγάθη ἡ θεόφρων, ὥράθη ἀριστεύσασα.

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

Ἀπολυτίκον. Ἦχος γ΄. Θείας πίστεως.
Ῥόδον εὔοσμον, τῆς παρθενίας, νύμφη ἄφθορος, τοῦ Ζωοδότου, ἀναδέδειξαι Ἀγάθη πανεύφημε· τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας. Μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον, τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.
Δόξα. Καὶ νῦν. Ἦχος α΄. Τῆς Ἐορτῆς.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἐξῆς προσόμοια τῆς Ἑορτῆς. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῶ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, Συμεὼν ὁ Πρέσβυς, γηραιαῖς ἀγκάλαις. Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα· κατεῖδον γὰρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τῆς ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.

Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας Χάριτος· διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε Δέσποτα.

Κόλπων τοῦ Γεννήτορος, μὴ χωρισθεὶς τῇ Θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διὸ Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.

Καὶ γ’ τῆς Ὁσίας, ὅμοια
Ἄφθορον ἐτήρησας, σῶμα Χριστῷ τῷ νυμφίῳ σου, παρθενίας ἐν κάλλεσιν, Ἀγάθη θεόνυμφε, καθωραϊσμένη, καὶ λελαμπρυσμένη, μαρτυρικαῖς μαρμαρυγαῖς, καὶ πρὸς νυμφῶνα θεῖον ἐχώρησας· διό σου τὴν παγκόσμιον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν ἀεί σε δοξάσαντα.

Μαστοῦ τὴν ἀφαίρεσιν, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπήνεγκας ἔνδοξε, τὰς αἰωνίζουσας, ὄμμασι καρδίας, ἀποσκοποῦσα ἀμοιβάς, καὶ τὴν ἐκεῖθεν μακαριότητα, καὶ στέφος τὸ ἀμάραντον, ὅ σοι Χριστὸς νῦν δεδώρηται, δι’ αὐτὸν παναοίδιμε, ἀθλησάσῃ λαμπρότητα.

Ὅρμημα ἀκάθεκτον, πυρὸς Αἰτναίου ἀνέστειλας, σαῖς εὐχαῖς ἀγαθώνυμε· καὶ πόλιν διέσωσας, τὸ σεπτόν σου Μάρτυς, λείψανον πλουτοῦσαν, ἐξ οὗ τρυγᾶ τοὺς ποταμούς, τῶν ἰαμάτων ἐν θείῳ Πνεύματι· ἐν ταύτῃ γὰρ ἀθλήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσω πανεύφημε.



Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Χριστοῦ Παρθενομάρτυς Ἀγάθη, ὡς λαμπὰς φαεινή, τῇ ἐτησίῳ αὐτῆς μνήμη, τῇ Ἐκκλησίᾳ ἔλαμψεν· ἀνδρικῶς γὰρ πορευθεῖσα, τοῦ μαρτυρίου τὴν ὁδόν, τοὺς πιστοὺς συγκαλεῖται, βοᾶν πρὸς αὐτήν· χαίροις ἡ τῶν ἀγαθῶν τὴν πηγήν, ἐν τῇ καρδίᾳ πλουτήσασα, ὡς τὸν νοῦν χωρήσασα, πάσης ὑλικῆς σχέσεως· χαίροις ἡ στερροτάτη ψυχῇ, ἐν ἁπαλῷ σώματι ἀθλητικῶς καταπαλαίσασα, τὸν ἀρχέκακον ἐχθρόν· χαίροις παρθένων ὡράϊσμα, Μαρτύρων δόξα, καὶ τῶν πιστῶν προστασία θερμοτάτη. Χριστὸν ἀπαύστως ἱκέτευε, ρύεσθαι ἡμᾶς ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον∙ ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ∙ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς, Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ∙ οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου. Ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  












Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνεται πάλαι, Κατάνη ἡ πατρίς σου, τὸ σὸν λειψάνον πλουτοῦσα, ὡς θησαυρὸν οὐράνιον, Ἀγάθη μεγαλώνυμε· νῦν δὲ ἡμεῖς τὴν πρεσβείαν σου, ὡς λιμένα ἀχείμαστον ἕχοντες, καὶ πύργον ἀσφαλείας, πάσης ζάλης λυτρούμεθα, καὶ πάσης τοῦ ἐχθροῦ ἐπηρείας· καὶ τὴν ἁγίαν μνήμην σου, λαμπρῶς ἑορτάζοντες, ὑμνοῦμεν τοὺς ἄθλους σου, καὶ πιστῶς βοῶμεν· Μὴ παύσῃ δυσωποῦσα, διδόναι ἡμῖν πλῆθος οἰκτιρμῶν, παρὰ Χριστοῦ τοῦ νυμφίου σου.

Πλούτου ρέοντος ἠλλαξω, τῆς ἀληθείας τὸν θησαυρόν, καὶ τῆς ἀπανθούσης εὐκλείας, τὴν ἐν Χριστῷ οἰκείωσιν· ὅθεν ἐν αὐτῷ κραταιουμένη, νεότητος ἄνθος ὑπερεῖδες, καὶ πρὸς μεγίστους ἀγῶνας ἀπεδύσω, γυναικείας φύσεως, ἀπειπαμένη τὴν ασθένειαν· τὸ γὰρ ἐχθροῦ κάθεῖλες θράσος, καὶ ὡς ἄσαρκος ἤνεγκας, τὰς τῶν βασάνων ἐπιφοράς. Ἀλλ’ ὦ παρθένε μακαρία, καὶ μάρτυς ἀήττητε, Ἀγάθη ἔνδοξε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Πυρὸς εὐτονωτέρα, ἐν τῷ πυρὶ τῆς θείας ἀγαπήσεως, ἀληθῶς ἀναδέδειξαι, Ἀγάθη παμμακάριστε· καὶ τῷ Σωτῆρι ἀτενίζουσα, οὐκ ἐφρόντισας σαρκός ξαινομένης, καὶ τεμνομένων μελῶν, δεχομένη ἄνωθεν, ἀναψυχὴν ἰσχύος· καὶ πάντων ἀνωτέρα φανεῖσα, μειζόνων ἠξιώθης ἀμοιβῶν, καὶ πλουσίων ἀγαθῶν, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος.

Ἦχος β΄.
Παρθενικῇ ἐκλάμπουσα χάριτι, ὡς νεᾶνις ἐκλεκτή, μαρτυρικῶς γεραίρομεν, Ἀγάθη πανεύφημε· σὺ γὰρ οὐράνιον φρόνημα ἐν νεότητι ἐκτήσω, καὶ ἀνδρείαν ἀήττητον, ἐν ἄθλοις ἐπεδείξω· δι’ ὦν ἐχθρόν μὲν κατήσχυνας, τῆς δὲ πίστεως τὸ κράτος, τοῖς πᾶσιν ἐφανέρωσας· καὶ τὴν ἀγαθώνυμόν σου κλῆσιν βεβαιοῦσα, ἀγαθῶν δόσεις χορηγεῖς, τοῖς τιμῶσι σε Μάρτυς, ταῖς πρὸς τὸν άγαθόδωρον Κύριον πρεσβείαις σου.

Δόξα. Ἦχος πλ. α΄.
Τοὺς ὑπὲρ φύσιν ἀγῶνας σου, δι’ ὦν Χριστόν ἐδόξασας, ἀσματικῶς γεραίρομεν, Ἀγάθη πανεύφημε· σὺ γὰρ οὐράνιον φρόνημα, ἐν νεότητι ἐκτήσω, καὶ ἀνδρείαν ἀήττητον, ἐν ἄθλοις ἐπεδείξω· δι’ ὦν ἐχθρὸν μὲν κατήσχυνας, τῆς δὲ πίστεως τὸ κράτος, τοῖς πᾶσιν ἐφανέρωσας· καὶ τὴν ἀγαθώνυμόν σου κλῆσιν βεβαιοῦσα, ἀγαθῶν δόσεις χορηγεῖς, τοῖς τιμῶσι σε Μάρτυς, ταῖς πρὸς τὸν ἀγαθόδωρον Κύριον πρεσβείαις σου.




Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα∙ ὃν Συμεὼν δεξάμενος ἔλεγε∙ Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλον σου, εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.

Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, τῆς παρθενίας ὁ λειμὼν ὁ πανεύοσμος, ἀγάπης θείας ταμεῖον, σεμνῶν ἠθῶν θησαυρός, εὐσεβείας δενδρον τὸ κατάκαρπον, Ἀγάθη θεόνυμφε, ἀγαθῶν θείων μέτοχε, θείων θαυμάτων, λαμπηδῶν ἡ πολύφωτος, ἡ σκεπάζουσα, πειρασμῶν τὴν σκοτόμαιναν· κόρη ἡ καλλιπάρθενος, καὶ Μάρτυς ἀήττητος, τῶν τοῦ Χριστοῦ παθημάτων· τῶν Ἀθληφόρων ἀγλάϊσμα· μεθ’ ὦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχος· Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, ἡ ἐν ἀθλήσει ἀνδρικῶς ἀριστεύσασα, καὶ πᾶσαν καταβαλοῦσα, τῶν δυσμενῶν τὴν ὀφρῦν, ὡς ἐνδεδυμένη θείαν δύναμιν· δεσμῶν γὰρ τὴν κάκωσιν, καὶ πυρὸς τὴν κατάφλεξιν, καὶ τῶν μαστῶν σου, τὴν ἐκρίζωσιν φέρουσα, ἐξερίζωσας, τῆς ἀπάτης τὴν ἄκανθαν· ὅθεν ἐγκεκλεισμένην σε, φρουρᾶ ἐπεσκέψατο, Πέτρος ὁ θεῖος τὰ ἄλγη, τοῦ σώματός σου ἰώμενος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχος· Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Χαίροις, παρθενομάρτυς Χριστοῦ, ἡ δοξασθεῖσα οὐρανίοις χαρίσμασι, καὶ ἅπασι βοηθοῦσα, τοῖς ἐν ἀνάγκαις ἀεί, καὶ κινδύνοις πλείστοις περιπίπτουσι· διὸ καὶ ἀνέστειλας, τῇ θερμῇ ἀντιλήψει σου, πῦρ τὸ Αἰτναῖον, ἀπειλοῦν δεινόν ὄλεθρον, πάλαι ἔνδοξε, τῇ Κατάνῃ τῇ πόλει σου. Ὅθεν Μάρτυς προΐστασο, ἡμῶν τῶν τιμῶντων σε, καὶ τῶν παθῶν τὸ πὺρ σβέσον, ἡμᾶς φλογίζον ταῖς θλίψεσιν, καὶ δίδου εἰρήνην, ταῖς πρεσβείαις σου θεόφρον, ἐν τῇ ζωῇ ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Παράδοξον θαῦμα γέγονεν, ἐν τῇ ἀθλήσει τῆς πανεδόξου Ἀγάθης, καὶ Μάρτυρος Χριστοῦ τοῦ Θεοῦ, ἐφάμιλλον τῷ Μωϋσεῖ· ἐκεῖνος γάρ, τὸν λαὸν νομοθετῶν ἐν τῷ ὄρει, τὰς ἐγγραφείσας ἐν πλαξί, θεοχαράκτους Γραφὰς ἐδέξατο· ἐνταῦθα δὲ ὁ Ἄγγελος, οὐρανόθεν τῷ τάφῳ, πλάκα ἐπεκόμισεν ἐγγεγραμένην· Νοῦς ὅσιος αὐτοπροαίρετος, τιμὴ ἐκ Θεοῦ, καὶ πατρίδος λύτρωσις.



Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Ἀνδρέου Κρήτης.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις∙ καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν∙ περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιάς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε∙ καὶ παρ΄ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν∙ Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι∙ ὅτι εἶδον σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Ἀπολυτίκον. Ἦχος γ΄. Θείας πίστεως.
Ῥόδον εὔοσμον, τῆς παρθενίας, νύμφη ἄφθορος, τοῦ Ζωοδότου, ἀναδέδειξαι Ἀγάθη πανεύφημε· τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας. Μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον, τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.
Δόξα. Καὶ νῦν. Ἦχος α΄. Τῆς Ἐορτῆς.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα· Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Παρθένος ἐκλεκτή, καὶ περίβλεπτος οὖσα, νενύμφεσαι Χριστῷ, διὰ τοῦ μαρτυρίου, Άγάθη παμμακάριστε, παριδοῦσα τὰ πρόσκαιρα· ὅθεν μέτοχος, τῶν ἀγαθῶν τῶν ἀφθάρτων, ἀναδέδειξαι, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν πίστει τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς
Χερσὶ τοῦ Συμεών, ὥσπερ βρέφος ἐδόθης, τεχθεὶς ὑπερφυῶς, ἐξ Ἀχράντου Παρθένου· διὸ καὶ χαίρων ἔλεγεν, ὁ Πρεσβύτης Φιλάνθρωπε· Νῦν ἀπόλυσον, τὸν σὸν ἱκέτην Οἰκτίρμον· ὅτι εἶδόν σε, τὸν πρὸ αἰώνων Θεόν μου, γενόμενον ἄνθρωπον.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα· Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χριστοῦ τὸ ὄνομα, ὁμολογήσασα, γνώμης στεῤῥότητι, Μάρτυς πολύαθλε, πολλὰς αἰκίας καὶ ποινὰς ὑπέστης ἀνδρειοφρόνως, καὶ ὡς ὁλοκαύτωμα, προσηνέχθης τῷ Κτίστῃ σου, τοῦ πυρὸς ἐνέγκασα, τὴν δριμεῖαν κατάφλεξιν· διὸ Παρθενομάρτυς Ἀγάθη, δόξης μετέσχες τῆς ἀλήκτου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς
Χριστὸς ὡς νήπιον, ναῷ προσφέρεται, ὧ ὑποτέτακται, γῆ καὶ οὐράνια, καὶ ὑποδέχεται αὐτόν, ἀγκάλαις ἐν εὐφροσύνῃ, Συμεὼν ὁ δίκαιος, οὖ ἧν μένων τὴν ἔλευσιν, καὶ αὐτοῦ τῷ νεύματι, τῆς σαρκὸς ἀπολέλυται, γνωρίσαι τὴν αὐτοῦ παρουσίαν, τοῖς ἐν τῷ Ἅδῃ κρατουμένοις.

Μετὰ τὸν Πολυέλεον, κάθισμα· Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν τὴν σήν, Μάρτυς ἀνδρείαν τὴν πολλήν, ὅτι κόρη ἁπαλή, τὸν πολυμήχανον ἐχθρόν, ὡραιοτάτοις ποσί σου κατεπάτησας, καὶ ἤνεγκας στεῤῥῶς, βασάνων ἔφοδον, νοΐ σου καθαρῷ, Χριστὸν προσβλέπουσα, οὗ τῇ δυνάμει ἐν πᾶσι νενίκηκας, καὶ ἐδοξάσθης τοῖς θαύμασι· διὸ Ἀγάθη Παρθενομάρτυς, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς
Ἐσαρκώθης δι’ ἡμᾶς, ὁ Ὑπερούσιος Θεός, καὶ ἀγκάλαις Συμεῶν, ὑπὸ Μητρός σου τῆς Ἁγνῆς, δι’ εὐσπλαγχνίαν ἐπεδόθης Φιλάνθρωπε· διὸ καὶ ἡ σεμνή, Ἄννα ἀνύμνησε, τὸ μέγεθος, τῆς σῆς, συγκαταβάσεως· ὅτι Θεὸς ὤν ἐνεδύσω ὅν ἔπλασας, διὰ τὸ σῶσαι τὸν ἀνθρωπον. Ἀλλ’ ὦ Οἰκτίρμον, αὐτῶν πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.






Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος· Καὶ ἔστησεν ἐπι πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον τῶν Δέκα Παρθένων. (Ζήτει αὐτὸ τῷ ιζ΄ Σαββάτῳ τοῦ Ματθαίου)
Ὁ Ν΄ ψαλμός.
Δόξα Πατρί: Ταὶς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος· Ἐλέησόν με ὁ Θεός...
Τὴν παρθενικήν σου λαμπάδα, τῷ ἐλαίῳ τῆς ἀθλήσεως, ἄσβεστον τηρήσασα, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὸν νυμφῶνα τῆς ἄνω δόξης· καὶ ὡς παρθένος φρονίμη, καὶ Μάρτυς ἠγλαϊσμένη, ἐπαξίων ἀμοιβῶν ἠξιώθης, Ἀγάθη θεόνυμφε, παρὰ Χριστοῦ τοῦ νυμφίου σου, τοῦ παρέχοντος ἡμῖν, διὰ σοῦ τὸ μέγα ἔλεος.

Εἶτα οἱ κανόνες τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τὴν θείαν Ἀγάθην ἀγαθοῖς μέλψωμεν ἐν ὕμνοις. Θεοφάνους.
ᾨδὴ α' Ἦχος β'. Δεῦτε λαοί.
Τῶν ἀγαθῶν, πρώτην αἰτίαν ποθήσασα, ἀγαθωνύμου κλήσεως, Μάρτυς ἠξίωσαι, τῆς ἀφράστου προνοίας, τῶν τρόπων σου προγνούσης τὴν ἀγαθότητα.
ρθης Ἁγνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, τοῦ τῆς σαρκὸς φρονήματος καταφρονήσασα, καὶ τῷ ποθεινοτάτῳ, Νυμφίῳ σου συντόνως ἐνατενίζουσα.
Νύμφη Θεοῦ, θεία Ἀγάθη κεκόσμησαι, καὶ παρθενίας κάλλεσι, καὶ θείοις αἵμασι, τοῦ σεπτοῦ μαρτυρίου, διπλοῖς στεφανουμένη στέμμασιν ἔνδοξε.
Θεοτοκίον
Θεοπρεπές, σκήνωμα Ἁγνὴ σὺ πέφηνας, τῶν οὐρανῶν πλατύτερον καὶ καθαρώτερον, Θεοτόκε Παρθένε, καὶ νῦν ἐπὶ σοὶ χαίρει ὁ τῶν Παρθένων χορός.
Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.








ᾨδὴ γ'. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε
γάθη τὸ φαιδρὸν καὶ τὸ τερπνότατον, τῶν θείων Μαρτύρων ἄνθος, καὶ κλέος, τῆς ψυχῆς μου σὺ τὴν κάκωσιν, θεραπεύουσα Μάρτυς κατακάλλυνον.
Γονίμοις ἀρεταῖς αὐτὴν ἐφαίδρυνας, Ἀγάθη καὶ Μάρτυς ἀνηγορεύθης, τῶν προσκαίρων ἀλογήσασα, καὶ Θεοῦ Βασιλείαν ἀγαπήσασα.
πάντων τῶν τερπνῶν Χριστὸν προέκρινας, Ἀγάθη θελχθεῖσα τῷ θείῳ πόθῳ, καὶ τυράννων τὰ φρυάγματα, εὐφθαρσῶς καὶ ἀνδρείως κατεπάτησας.
Θεοτοκίον
Θεόνυμφε σεμνὴ Θεὸν ὃν ἔτεκες, δυσώπει ῥυσθῆναι τοὺς σὲ ὑμνοῦντας, πειρασμῶν καὶ περιστάσεων, καὶ παθῶν καὶ κινδύνων παμμακάριστε.
Καταβασία.
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.

Κάθισμα τῆς Ἁγίας Ἦχος γ' Θείας πίστεως.
Κλέος πίστεως, καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθη Ἀγάθη Νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Τὴν ὡραιότητα.
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, νῦν ὑπεδέξατο, ὁ Ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσήγαγε· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

ᾨδὴ δ'. Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε.
σχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν, τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος.
Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθλοφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων τούτου ἄρασα.
Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν Ἀγαθώνυμε.
Θεοτοκίον
πείρως τῶν Ἀγγέλων πάναγνε, τὰς λαμπρότητας ὑπερέβης, τὸν νοητὸν Ἥλιον, κυήσασα ἀνερμηνεύτως, Χριστὸν τὸν ἀκτῖσι τῆς Θεότητος, τὰς τῶν πιστῶν ἐννοίας καταυγάσαντα.
Καταβασία.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ᾨδὴ ε'. Ὁ τοῦ φωτὸς χορηγός.
Θείοις προστάγμασι, ῥυθμιζομένη τοῦ Χριστοῦ ἔνδοξε, συμβολικῶς, σαρκὸς προσπαθείας ἐλύθης τῶν δεσμῶν, Ἀγάθη ἐλαία φανεῖσα κατάκαρπος.
λῳ τῷ πόθῳ Χριστοῦ, τὰς φανοτάτας ἀστραπὰς βλέπουσα, τὰς ἐπὶ γῆς, χαμαὶ συρομένας παρεῖδες ἡδονάς, ἐκείνου καὶ μόνου ποθοῦσα τερπνότητα.
να τὴν ἄφραστον, ἀξιωθῇς διαγωγὴν ἔνδοξε, τῶν ἐκλεκτῶν, ἰδεῖν τὰς βασάνους ὑπέμεινας στερρῶς, ἀγαλλιωμένη Ἀγάθη πανεύφημε.
Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.
Καταβασία.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.






ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ' ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στερρῷ σου φρονήματι.
ξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.
Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.
Θεοτοκίον
Ψαλμικῶς εὐφημοῦντες βοῶμέν σοι· Χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν εὐδόκησε, δι' ἡμῶν σωτηρίαν Θεόνυμφε.
Καταβασία.
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Κοντάκιον Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, λύθρων Ἀγάθης τῆς Μάρτυρος· Χαῖρε, βοῶσα, Κατάνης τὸ καύχημα.
Ὁ οἶκος.
Τῷ τῆς ἁγνείας κάλλει περιαστράπτουσα, παρθένος ὤφθης ἐκλεκτή, καὶ περίβλεπτος ἐν πᾶσι, τῇ τοῦ σώματος ὡραιότητι, τὴν τῆς ψυχῆς καλλονὴν καὶ εὐμορφίαν ὑπερφαίνουσα, ἀγαθώνυμε κόρη, Ἀγάθη παμμακάριστε· καὶ πλοῦτον φθαρτόν, καὶ δόξαν εὐμάραντον, καὶ τὰ τοῦ κόσμου ἡδέα, ὡς ὄναρ λελόγισαι, δι’ ἀγάπην τὴν ἔνθεον· καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἄρασα, ἀθλητικῶς αὐτῷ ἠκολούθησας, σῶμα ἁπαλὸν ὑπεριδοῦσα, καὶ πυρὸς καὶ σιδήρου ἀνωτέρα φανεῖσα, ἐθριάμβευσας ἐχθροῦ πᾶσαν τὴν δύναμιν, ἐν τῇ ἄνωθεν ροπῇ· διὸ κατ’ ἀξίαν θαυμαστωθεῖσα, σώζεις ἀεὶ τοὺς βοῶντας· χαῖρε Κατάνης τὸ καύχημα.













Συναξάριον.
Τῇ Ε’ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης
Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,
μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.
Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν Σκοπέλῳ.
Στενὴν ὁδεύσας Θεοδόσιος τρίβον,
τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον.

Eὐκτοῦ τέλους ἔτυχες ποιμὴν Kυρίου,
φερωνυμήσας πράγμασιν θεηγόρε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐκ Σικελίας

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀντώνιος ὁ Ἀθηναῖος, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1779, ξίφει τελειοῦται.
Χριστοῦ γεραίρω Μάρτυρ’ ἀτεχνῶς θεῖον,
τὸ ζῆν ὃς ἤδη Χριστῷ δῶκεν ἐκθύμως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ Οὔγκλιχ Ῥωσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς.
ς λίαν φαιδρῶς φθεγγομένη καὶ σαφῶς τυράννους ἔπληξας, λόγῳ σοφίας καὶ τῆς χάριτος, ὑπομονῇ τε κολάσεων· ἄνθρακας πυρὸς γὰρ ἀπόνως, καρτεροῦσα ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μανίᾳ δεινῇ, συσχεθεὶς ὁ δυσμενὴς ἐξηπορεῖτο δεινῶς, τὴν σὴν θεώμενος ἀνανέωσιν, καὶ τοῦ μαστοῦ σου τὴν βλάστησιν· χαίρουσα γὰρ Μάρτυς ἐβόας, τῷ σῷ Νυμφίῳ κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
πέστη φαιδρῶς, τοῦ Χριστοῦ ὁ μαθητὴς σοὶ φρουρουμένη, τὰς σὰς ἰώμενος δεινὰς μάστιγας, ἅς περ ὑπέστης ἀήττητε, Μάρτυς τοῦ Σωτῆρος παρθένε, ἀγαλλομένη καὶ λέγουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεκροῦται Ἀδάμ, παραβὰς τὴν ἐντολὴν τοῦ Παντοκράτορος, σὺ δὲ τεκοῦσα τὴν αἰώνιον, ζωὴν Παρθένε πανάμωμε, τοῦτον ἐλυτρώσω θανάτου, εὐχαρίστως σοι κράζοντα· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.
Καταβασία.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
ν εὐφροσύνῃ καὶ χαρᾷ, δι' αἰῶνος κατοικεῖν ἀξιωθεῖσα, τῇ ἀφράστῳ σου δόξῃ, καταυγασθῆναι τοὺς σέ, τιμῶντας Ἀγάθη δυσώπησον, καὶ τῆς ἀκηράτου ζωῆς κατατρυφῆσαι.
Νῷ καὶ καρδίᾳ καὶ ψυχῇ, ἀγαπήσασα Χριστοῦ τὴν ὑπὲρ λόγον, πολυέραστον θέαν, ἀνεπτερώθης αὐτῷ, βοῶσα· Δραμοῦμαι ὀπίσω σου, καὶ κατασκηνώσω σὺν σοὶ εἰς τούς αἰῶνας.
περφυέσι κροσσωτοῖς, καὶ ὡραία τῇ στολῇ ἠγλαϊσμένη, βασιλέως θυγάτηρ, ἐν τῇ τιμῇ τοῦ Χριστοῦ, παρέστης Ἀγάθη κραυγάζουσα· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τούς αἰῶνας.
Θεοτοκίον
Μύρον γενόμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διό σοι Παρθένε κραυγάζομεν, Χαῖρε μυροθήκη τοῦ πυριπνόου μύρου.
Καταβασία.
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Νικητικοῖς ἐν στεφάνοις, κοσμηθεῖσα θεόφρον, Ἀγάθη δεξιᾷ ζωαρχικῇ, νῦν λυτρωθῆναι δυσώπησον, τὴν πατρίδα σου ζάλης, ὡς πρὶν πυρὸς ἀνέστειλας ὁρμήν· ἵνα ὕμνοις σε πάντες, ἀπαύστως μεγαλύνωμεν.
θεϊκῇ προμηθείᾳ, περιέπων τὰ πάντα, Χριστὸς νῦν ἀμειβόμενος τὴν σήν, Μάρτυς ἀνδρείαν κατῴκισεν, ἐν σκηναῖς οὐρανίαις, νύμφην παναμώμητον αὐτοῦ, καὶ συγχαίρειν Ἀγγέλοις, καὶ Μάρτυσιν ἠξίωσεν.
λεων ὦ Ἀθληφόρε, τὸν Κριτὴν τῶν ἁπάντων, Χριστόν μοι παρασκεύασον σεμνή, ταῖς ἱκεσίαις σου πάνσεμνε, καὶ πταισμάτων τὰ πλήθη, καθᾶραί μου, τὸν εὔσπλαγχνον ἀεί, δυσωποῦσα μὴ παύσῃ, Μαρτύρων ἐγκαλλώπισμα.
Θεοτοκίον
Σωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, πρὸ αἰώνων ἁπάντων, ὁ τῷ Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.
Καταβασία.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
 «Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».

Ἐξαποστειλάριον τῆς Ἁγίας. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάθη μεγαλώνυμε, Χριστοῦ νύμφη ἀκήρατε, κάλλος ἀπόθετον θεῖον, καὶ Μάρτυς ἠγλαϊσμένη, μνείαν ποιοῦ τῶν πίστει σε, τιμώντων καλλιπάρθενε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελούντων, πταισμάτων λύσιν εὑρέσθαι.
Τῆς Ἑορτῆς, ὅμοιον
Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δέ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν ἀγαθώνυμον κόρην καὶ καλλιμάρτυρα, Ἀγάθην τὴν ἁγίαν, εὐφημήσωμεν πάντες· αὕτη γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ἐν ἀθλήσει ἠνδρίσατο, καὶ καθελοῦσα τὸν ὄφιν τὸν σκολιόν, ἐδοξάσθη θείῳ Πνεύματι.

Οὔτε θυμός τῶν τυράννων οὔτε βασάνων τὸ πῦρ, ἐχώρισε σε Μάρτυς, τοῦ Χριστοῦ τῆς ἀγάπης, ἀλλ’ ἤνεγκας τὰ πάντα καρτερικῶς, καὶ κατέπληξας ἄπαντας, τῇ σῇ Ἀγάθη ἀθλήσει τῇ θαυμαστῇ· δι’ ἧς δόξης θείας ἔτυχες.

Ἐν τῇ φρουρᾷ κεκλεισμένην σε ἐπεσκέψατο, Πέτρος ὁ κορυφαῖος, τῶν σοφῶν Ἀπόστολων, ἰώμενός σε Μάρτυς ἐκ τῶν πληγῶν, τοῦ νυμφίου τῷ νεύματι· διὸ Ἀγάθη Μαρτύρων ἡ καλλονή, εὐφημοῦμεν τοὺς ἀγῶνας σου.

Ὡς πῦρ τὸ πάλαι τῆς Αἴτνης ἔστησας πάνσεμνε, τῇ σῇ πρὸς τὸν Δεσπότην, ὀξυτάτῃ πρεσβείᾳ, οὕτω καὶ νῦν στῆσον τὰ καθ’ ἡμῶν, τοῦ ἐχθροῦ μηχανήματα, Μεγαλομάρτυς Ἀγάθη καὶ ἐν παντί, ἡμῖν ἔσο φύλαξ ἄγρυπνος.

Δόξα. Ἦχος πλ. β΄.
Ἀθλητικῶς ἀγωνισαμένη, καὶ τὸ τοῦ θήλεως χαῦνον ἀποῤῥίψασα, μέγα τρόπαιον ἤγειρας, κατὰ τῶν ἀντιπάλων, Ἀγάθη μεγαλώνυμε· καὶ νικητικοῖς κοσμηθεῖσα στεφάνοις, τῆς τοῦ νυμφίου σου δόξης κοινωνὸς γέγονας, τὸν καρπὸν τῆς ζωῆς τρυγήσασα. Αὐτὸν ἰκέτευε, δοῦναι ἡμῖν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Γερμανοῦ.
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ΄ ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντας σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Καλλιπάρθενε τοῦ Χριστοῦ, Ἀγάθη θεόφρον, ἡ ἀθλήσασα ἀνδρικῶς· χαίροις προστασία, τῶν σὲ ὑμνολογούντων, καὶ βοηθὸς ἐν πᾶσι· Μάρτυς πανευφημε.
 

ΚΑΝΩΝ ΕΤΕΡΟΣ ΑΓΙΑΣ ΑΓΑΘΗΣ

 

Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς: Ὕμνοις Ἀγάθην, τὴν φερώνυμον στέφω.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί, ᾄσωμεν.

Ὕμνοις πιστοί, σήμερον τῆς καλλιμάρτυρος, Ἀγάθης δεῦτε ἅπαντες, ἐγκωμιάσωμεν, τὴν πανέορτον μνήμην, γηθόμενοι προθύμως, ὅτι δεδόξασται.

Μόνον Χριστόν, ἄριστε τὸν τῶν ψυχῶν ἐραστήν, ἵνα κερδίσῃς ἔσπευσας, γῆς ἀπαρνήσασθαι, περιφάνειαν πᾶσαν, καὶ τούτῳ νυμφευθεῖσα, πόθῳ συνήρμοσαι.

Νεανικῶς, πύρωσιν τῶν τῆς σαρκὸς ἡδονῶν, τῷ τῆς ἁγνείας ὕδατι, ἀπομαράνασα, μαρτυρίου δὲ λύθρῳ, σαυτὴν καταλαμπρύνας, Ἀγάθη ἔνδοξε.

Θεοτοκίον.

Νῦν ἀληθῶς, Δέσποινα φύσις ἡ πάλαι βροτῶν, φθορᾷ κατολισθήσασα, μεταποιεῖται νῦν, θειοτέραν πρὸς δόξαν, τῷ ξένῳ τοκετῷ Σου, Σὲ μακαρίζουσα.

 

ᾨδὴ β΄. Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ ἐν θαλάσσῃ.

Ὄλβον ἐπίκηρον, ὡς διολλύμενον, ἡ καλλιμάρτυς φίλτρῳ, τῶν αἰωνίων προθεῖσα, Ἀγάθη λέλοιπεν, καὶ τῆς κάτω πατρίδος, τὴν ἄνω προσφυῶς, ὡς νομιμώτατον ἀεί, ἀντηλλάξατο θείαν, μητρόπολιν τῷ Θεῷ, ἐν ᾗ συνευφραίνεται.

Ἰδοὺ τὸν πρόπαλαι, ὄφιν πτερνίσασα, τὴν ἀρχηγὸν τοῦ γένους, Εὔαν τῷ φθόνῳ νεᾶνις, ἀνδρωθεῖσα τὸ θῆλυ, στεῤῥότητι φρενῶν, καὶ δι’ ἀθλήσεως Αὐτῷ, συμπλακεῖσα γενναίως· διὸ καὶ ὡς ἀδρανής, ὁ δόλιος πέπτωκεν.

Σὺ τὴν λαμπάδα σου, ἄσβεστον ἔσχηκας, τῆς παρθενίας ὄντως, Ἀγάθη Μάρτυς θεόφρον· τῷ τῆς ἀθλήσεως, ἀντ’ ἐλαίου ἀνῆψας, γὰρ αἵματι αὐτήν, καὶ διὰ τοῦτο ὁ Χριστός, σὺν ταῖς πέντε φρονίμοις, παρθένοις σοὶ τὸ σεπτόν, νυμφῶνα ἀνέῳγεν.

Θεοτοκίον.

Σοῦ τὸ μυστήριον, ὦ Μητροπάρθενε, τῆς ἀκραιφνοῦς λοχείας, πᾶσαν ἐξίστησι φρένα, καὶ καταπλήττει βροτῶν, ὡς παράδοξον ὄντως· μὴ γνοῦσα γὰρ τὸ πῶς, τὸν φυτουργὸν ἐγκυμονεῖς, καῖ βαστάζεις ἀγκάλαις, τὸν πᾶσαν δρακὶ ἁγνή, τὴν κτίσιν κατέχοντα.

 

 

 

 

 

 

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Ἀλήκτοις προσευχαῖς, τῷ Θεῷ σχολάζουσα, Ἀγάθη, πρὸς ἄμυναν τοῦ τυράννου, σὺ θεόθεν κεκραταίωσαι, τοῖς τῆς πίστεως ὅπλοις τοῦτον βάλλουσα.

Γνωστοὶ καὶ προσφιλεῖς, ἐκ τῆς πατρίδος σε, παρεῖδον, χωροῦσαν πρὸς τοὺς ἀγῶνας, ἀλλὰ τούτων τὴν κακόνοιαν, ἀκαρπίας φυτῷ στηλιτεύεις σεμνή.

Ἀεὶ πρὸς τὸν Θεόν, ταῖς σαῖς ἐντεύξεσιν, Ἀγάθη, περίσῳζε ἀλωβήτους, τοὺς τὴν μνήμην σου τελοῦντας πιστῶς, ἐξ ἐχθρῶν πάσης βλάβης καθικέτευσον.

Θεοτοκίον.

Ἀνύμφευτε ἁγνή, ἡ λόγῳ τέξασα, τὸν Λόγον, ἀνθρώπων εἰς σωτηρίαν, τοὺς κυρίως Θεοτόκον Σε, καταγγέλλοντας φρούρει ταῖς πρεσβείαις Σου.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Εὐγενείᾳ τῶν τρόπων περικαλλής, ἐγνωρίσθης παρθένος βίον σεμνόν, καὶ πρὸ τῆς ἀθλήσεως, κεκτημένη θεόπνευστε, ὑπλεθοῦσα δὲ πόθῳ, σεμνὴ τὸ μαρτύριον, ὡραιώθης πλέον, καὶ νύμφη πανάμωμε, ὤφθης τοῦ οὐρανίου, Βασιλέως Ἀγάθη, μαστοῦ τὴν ἀφαίρεσιν, καὶ πυρὸς τὴν κατάφλεξιν, ἀνδρικῶς ὑπομείνασα· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα.

Ὡς στολὴν ἀφθαρσίας τὸν λογισμόν, μυστικῶς ἐστολίσω τῷ βαπτισμῷ, καὶ λίαν ἀνέλαμψας, ψυχικὴν ὡραιότητα, καὶ ἐν αὐτῷ τῷ ἄνθει, τῆς ἀναμορφώσεως, τὴν κατ’ ἐχθρῶν διήνυσας, ἀήττητον ἄθλησιν· ὅθεν τοὺς στεφάνους, ἐκ Θεοῦ ἐκομίσω, ἀθλοῦσα τῷ σώματι, καὶ νικῶσα τῷ πνεύματι, Χριστῷ Μάρτυς θεόνυμφε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

 

 

 

 

 

ᾨδὴ δ΄. Ὑμνῶ Σε· ἀκοὴν γὰρ Κύριε.

Θωπεῖαι, οὐδαμῶς παρέπεισαν, μεμηνότων κατὰ τοῦ Κτίστου, τοῖς ἀψύχοις σέβας τε, Μάρτυς σεμνὴ εἰδώλοις νέμειν, Θεῷ τὴν λατρείαν δὲ προσήγαγες· δι’ ὃν καὶ πρὸς βασάνους ηὐτομόλησας.

Ἡ θείῳ, κραταιῶς τῆς πίστεως, θεμελίῳ ἑδραιωθεῖσα, μεμένηκας ἄσειστος, καὶ ἄτρωτος Ἀγάθη πᾶσαν, ἐχθρῶν πρὸς παράταξιν τῇ κρείττονι, ἐλπίδι τῶν μελλόντων πτερουμένη τὸν νοῦν.

Νηπίων, ἀμαθῶν ψελλίσματα, τῆς ἀσέμνου Ἀφροδισίας, λελόγισαι πάνσεμνε, ἀπατηλὰς τῶν λόγων ῥήσεις, καὶ δὴ πλοῦτον ταύτης τὸν φθειρόμενον, ὡς σκύβαλα ἡγήσω δι’ εὐσέβειαν.

Θεοτοκίον.

Τὴν ῥάβδον, Ἰεσσαὶ βλαστήσασαν, ἐκ τῆς ῥίζης Σε Θεοτόκε, ἄνθος Χριστὸν φύσασαν, δίχα σπορᾶς τὴν σωτηρίαν, φωναῖς ἀσιγήτοις ἀναμέλπομεν, πιστοὶ καταλλαγέντες τῷ Θεῷ διὰ Σοῦ.

 

ᾨδὴ ε᾿. Ὁ τοῦ φωτὸς χορηγός.

Ἠχρειωμένον τὸν νοῦν, τῇ ἀφεγγείᾳ τῶν παθῶν Κύριε, ταῖς τῆς σοφῆς, Ἀγάθης εὐκτίαις, καθάρας τῷ φωτί, τῶν Σῶν ἐντολῶν με, ὁδήγησον δέομαι.

Νῦνα ἀπειλαῖ τῶν δεινῶν, καὶ τῶν βασάνων αἱ ποιναὶ κάμψαι μου, τὸν λογισμόν, οὐκ ἂν δυνηθεῖεν, θυσίας καὶ σπονδάς, ξοάνεις προσφέρειν, Ἀγάθη ἐκραύγαζες.

Φρενοβλαβεῖτε ὑμεῖς, ἀθεωτάτοις δικασταῖς ἔλεγες, Μάρτυς Χριστοῦ, λιπόντες τὸν Κτίστην, ἀνοίας λογισμῷ, καὶ ἀπειροκάλως, τῇ κτίσει λατρεύοντες.

Θεοτοκίον.

Φῶς τοῖς ἐν σκότει Χριστός, ἐκ Σοῦ ἐπέφανεν ἡμῖν ἄχραντε, ἀειλαμπές, καὶ θεογνωσίας, ἡ σύμπασα κτίσις, ἐπλήσθη· διό, σὺν Αὐτῷ Σε δοξάζομεν.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ἐμμανῶς ὁ παναίσχιστος τύραννος, δίκας δημοσίᾳ διδόναι προσέταττεν· κατατρυφᾶν τοῦ κάλλους σου, ἀναισχύντως Ἀγαθὴ ἠτένιζεν.

Ῥητορεύουσα λόγοις ἀοίδιμε, τῆς παρὰ Θεοῦ δεδομένης σοφίας σου, πλάνης βυθὸν ἐξήλεγξας, τῆς ἑλλήνων θρησκείας τὸ ἔκπτωτον.

Ὡς πολλὴν κεκτημένη Ἀγάθη σεπτή, πρὸς τὸν ἐν ὑψίστοις Θεὸν παῤῥησίαν ἡμῖν, τοῖς σὲ τιμῶσιν αἴτησαι, τῶν πταισμάτων δοθῆναι τὴν ἄφεσιν.

Θεοτοκίον.

Ὡς θερμὴν ἐγνωκότες προστάτιν Σε, καὶ πρὸς Βασιλείαν εἰσάγουσαν γέφυραν, καὶ τεῖχος ἀπροσμάχητον, καταχρέως γεραίρομεν Δέσποινα.

 

Κοντάκιον. Ἦχος β΄. Τῷ Θεῷ ἀπὸ μήτρας.

Ἐν διπλῇ παρθενίᾳ καθηγνισμένη, καὶ Χριστῷ νυμφευθεῖσα ἀγαθοτρόπως, τοῦ μαρτυρίου πιοῦσα τὸ ποτήριον, ἀγαθοπροίκως πλημμυρεῖς χαρίσματα, ἀγαθώνυμε πλούταθλε· διὸ ὑπὲρ ἡμῶν δυσώπει.

Ἕτερον. Ἦχος δ΄.

Ἡ τῆς ἀγαθότητος φερώνυμος, καὶ τῆς πίστεως ὑπέρμαχος, Ἀθληφόρε ἔνδοξε Χριστοῦ τοῦ Θεοῦ, ταῖς ἱκεσίαις σου ἀγάθυνον τὸν ἐλεήμονα, τοῦ καταπέμψαι τὴν ἄφεσιν, τῶν πταισμάτων ἡμῶν, ὡς λαβοῦσα τὸ βραβεῖον τῆς ἄνω Βασιλείας.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Νεκρώσει μελῶν, τὴν μακραίωνα ζωὴν Μάρτυς ὠνήσω, καὶ τοῖς αἰκίσμασιν ἐκαρτέρησας, τοῦ δυσμενοῦς ἀκατάπληκτος· ὅθεν γεγηθυῖα ἐβόας, τῷ ἀφθάρτῳ Νυμφίῳ Σου· εὐλόγητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὑψόθεν ἰσχύν, ἐκομίσω παγκλεὴς ὄντως Ἀγάθη, τὰς ἀλγηδόνας τοῦ πανάγνου σου, στεῤῥῶς ὑπήνεγκας σώματος, γόνυ κεκλικέναι μηδόλως, τοῖς ἀψύχοις θεσπίσασα, τῷ δὲ Θεῷ ταῖς προσευχαῖς, ἀεὶ προσψαύσασα.

Μαζὸν ἀφειδῶς, ὁ δεινὸς Κυντιανὸς Μάρτυς Ἀγάθη, τὸν γαλακτόριον ἐκκοπῆναί σου, ἑλλήνων δήμοις προσέταξεν· φέρεις δὲ τῶν πόνων τὸ ἄλγος, ἀνδρικῶς ἀναμέλπουσα, τῷ δὲ κρατοῦντί Σε Θεῷ, τὰ χαριστήρια.

Θεοτοκίον.

Ὁ ἄνευ μητρός, ἐκ Θεοῦ μονογενὴς Λόγος ἐκλάμψας, πρὸς ἐπ’ ἐσχάτων δίχα τέτεκται, ἐκ γυναικὸς σωματούμενος, ἧς καὶ μετὰ τόκον φυλάττει, τὴν νηδὺν ἀδιάφθορον· Θεὸς γὰρ φύσεως θεσμούς, νῦν κεκαινούργηκεν.

 

ᾨδὴ η΄. Κάμινος ποτέ.

Νεύσει τῆς σοφῆς, προνοίας ὑπέρτατος, πυρὸς τὴν καῦσιν διαπέφευγας, Ἀγάθη πανόλβιε, οἱ συμμύσται τοῦ τυράννου δε, σεισμῷ ἐπιπεπτώκασιν· ἅπαντες τῶν ἑλλήνων, ὅθεν οἱ δῆμοι τεθάμβηντια.

Σὺ τῷ ἐραστῇ, Θεῷ τὴν καθαράν σου, δοξολογίαν ἐν τοῖς ῥήμασιν, ψυχὺν ἀνατέθηκας, ὡς καὶ ζῶσα ἐν δικαίων χοροῖς, ἀεὶ ἐπαναπέπαυσαι, κράζουσα· εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Τίμιος ὁ Σός, κατέναντι Κυρίου, Ἀγάθη θάνατος γεγένηται· καὶ γὰρ πρὸς τῷ τάφῳ σου, πλάκα Ἄγγελος κεκόμικεν, ἐγγεγραμμένην· νοῦν εἰς Θεόν, ὅσιον καὶ πατρίδος, ἐκ τῶν κινδύνων τὴν λύτρωσιν.

Θεοτοκίον.

Τέτοκας Θεόν, παιδίον ὦ Παρθένε, σάρκα ἐκ Σοῦ ἀμφιασάμενον, εἰς κόσμου ἀνάπλασιν, μὴ ἐκστάντα κατ’ οὐσίαν ὃ ἧν, ἀλλὰ διπλοῦν ταῖς φύσεσιν, τέλειον πεφηνότα, Λόγον Θεόν τε καὶ ἄνθρωπον.

 

 

ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα, γλῶσσα εὐφημεῖν.

Ἐκδικήσεων, Κύριος ἰσχύος τῷ κράτει, τὸν πανέχθιστον, τύραννον ποτὲ θυμῷ, ἀγρίῳ βαδιοῦντα, κατὰ τῶν προσόντων κτίσεως, τῇ Ἀθληφόρῳ, πρὸς ποταμίῳ ὕδατι ἔκλεισε βυθῷ, τούτου τοῖς ἐκ τῶν ἵππων, λακτίσμασι συμπνιγόμενον.

Φόβῳ καὶ πίστει, σοὶ τοὺς προσιόντας Ἀγάθη, τῶν ἀνηκέστων, ῥῦσαι ἀπειλῶν· καὶ γάρ, Αἰτναίου πυρὸς ῥεῦσιν, μέλλουσαν τὴν πόλιν πᾶσαν πικράν, τῶν Καταναίων, ταῖς τοῦ λαοῦ λιταῖς πεπεισμένη ἐπέσχες· ὅθεν καὶ πολιοῦχον, εἰκότως σε μακαρίζομεν.

Ὠχυρωμένους, θράση πρὸς βαρβάρων δεικνύων, οὓς ᾑρετίσω, Σῶτερ ἐφ’ ἡμᾶς, ἀνδρείως βασιλεύειν, τοὺς αἱρετικοὺς κατάβαλε, καὶ Ὀρθοδόξοις, τὰς Ἐκκλησίας δόγμασιν ἕνωσον εἰς ἕν, σώζων καὶ τὸν λαόν Σου, Ἀγάθης θείαις ἐντεύξεσιν.

Θεοτοκίον.

Ὡς Θεοτόκον, πάντες δυσωποῦμεν Παρθένε, μὴ ἐπιλάθῃ, δέησιν ἐν Σοί, τῶν γνησίως πεποιθότων, ἀλλὰ μητρικαῖς πρεσβείαις Σου, πρὸς τὸν Δεσπότη, ἐχθροῦ φθορᾶς ἐκ πάσης ἀφάρπασον ἡμᾶς, ὅπως εὐχαριστοῦντες, σὺν τούτῳ Σὲ μεγαλύνομεν.

 

 
 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου