Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 7. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ Ζ΄!!
ΓΕΩΡΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΚΥΔΩΝΙΩΝ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱεράρχου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἑλλησπόντου τὸ κλέος, ὁ τῆς Λαμψάκου φωστήρ, τῶν θαυματουργημάτων, ὁ λαμπρὸς ἑωσφόρος, Παρθένιος ὁ μέγας, πάντας ἡμᾶς, συγκαλεῖται τῇ μνήμῃ αὐτοῦ, ἑορτασμόν ἐκτελέσαι πνευματικόν, ἀνυμνοῦντας τὸν Σωτῆρα Χριστόν. 

Ἐκ νεαρᾶς ἡλικίας θεοφορούμενος, τὰ τῶν δαιμόνων στίφη, πυρὶ τῶν προσευχῶν σου, κατέφλεξας Παμμάκαρ, ἰθύνας σοφῶς, τῆς Λαμψάκου τὸ ποίμνιον· τοὺς γὰρ βωμούς τῶν εἰδώλων καταβαλών, ἐνεούργησας Θεῷ σεαυτόν. 

Ἀνακηρύττει σου θαῦμα ὁ ἀνανήξας ἰχθύς, ὁ ἀναζήσας ἄπνους, ὁ καρπὸς τῆς ἀκάρπου, ἀρούρας καὶ ἀμπέλου, βροχὴ ἱκανή, τῶν βαφῶν ἡ ἐπίτευξις. Ὡς θαυμαστὰ σου τὰ ἔργα Ἱερουργέ! ἀλλὰ πρέσβευε σωθῆναι ἡμᾶς. 

Καὶ τοῦ Ἁγίου γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν Μαρτύρων τὰ σκάμματα, μελετῶν ἐνθεώτατα, πρὸς τὴν τούτων μίμησιν ἀνεπτέρωσαι, καὶ τῷ Σωτῆρι ἐκραύγαζες· κἀμὲ καταξίωσον, ἀθλοθέτας τῆς αὐτῶν, κοινωνῆσαι ἀθλήσεως, τῇ δυνάμεις σου· διὰ τοῦτο ἀνδρείως ἐναθλήσας, τῆς ἐφέσεως τὸ πέρας, εὗρες ἀξίως Γεώργιε.

Κυδωνίας τὸ βλάστημα, καὶ τερπνὸν ἀγαλλίαμα, τῶν Κρητῶν τὸ ἔνθεον ἐγκαλλώπισμα, τῆς Φολεγάνδρου τὸ κάλλιστον, καὶ θεῖον ἐντρύφημα, Ἀθλητῶν τὸν μιμητήν, καὶ ἐν δόξῃ ἰσότιμον, μακαρίσωμεν, ὡς γενναῖον ὁπλίτην τοῦ Σωτῆρος, τὸν Γεώργιον τὸν θεῖον, Νεομαρτύρων τὸ καύχημα.

Οὔτε ἄνθος νεότητος, οὔτε βίαιος θάνατος, οὐ στοργὴ γονέων σὲ ἀπεχώρισε, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, παμμάκαρ Γεώργιε, ἀλλ’ ἀνδρείᾳ θαυμαστή, ἀκατάπληκτος ἔστηκας, ἐκτεμνόμενος, μεληδόν σου τὸ σῶμα διὰ πόθον, Ἀθλοφόρε τοῦ Σωτῆρος, τοῦ σὲ λαμπρῶς μεγαλύναντος.

Δόξα. Ἦχος πλ. β΄.
Ζήλῳ θείῳ τρωθείς, ἀθλητικὸν ὑπῆλθες ἀγῶνα, Νεομάρτυς Γεώργιε. Φερωνύμως γὰρ γεωργῶν, τοὺς καρποὺς τῆς θείας ἀγάπης, ὑπὲρ αὐτῆς προθύμως ἐξέδωκας, σεαυτὸν εἰς θάνατον. Καὶ τὸ σῶμα πικρῶς μελιζόμενος, ἄτμητος ἔμεινας τῇ πίστει, καὶ τῆς ἐν Χριστῷ ἑνώσεως, τελειότερον ἔτυχες. Τοῦ γὰρ πόθου σου εὗρες τὸ πλήρωμα, καὶ τῶν Μαρτύρων συνήφθης τοῖς δήμοις. Μεθ’ ὧν τοῖς ἄνω δόξης κατατρυφῶν, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Χαίρει ἡ πατρίς σου, καὶ σὺν αὐτῇ πᾶσα ἡ Ἐκκλησία, ἐν τῇ λαμπρᾷ ἀθλήσει σου, Νεομάρτυς Γεώργιε· ὑπερφυῶς γὰρ ἠγωνίσω, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, καὶ πάντας ἐξέπληξας, ἐν τῇ ἀτρέπτῳ στάσει. Τὸ γὰρ σῶμα τεμνόμενος, ἔχαιρες τῷ πνεύματι, καὶ τῇ ἐλπίδι τοῦ κρείττονος, τῶν πόνων οὐκ ἠσθάνου· ὢ τῆς καρτερίας σου, Ἀθλητὰ πανθαύμαστε! Ἄγγελοι ἐθαύμασαν, τῆς σῆς ψυχῆς τὴν ἀνδρείαν, δαίμονες ἐπνίγησαν, ἐν τοῖς ῥείθροις τῶν αἱμάτων σου, καὶ Χριστὸς ὁ Κύριος, τὴν σὴν ἄθλησιν ἐδέξατο, ὡς θυσίαν εὐπρόσδεκτον. Αὐτὸν ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τοῖς τῶν Μαρτύρων παιδευόμενος ἄθλοις, καὶ τῇ αὐτῶν προγυμναζόμενος μελέτῃ, τῶν ἀγώνων αὐτοῖς ἐκοινώνησας, καὶ τῆς εὐκλείας ἴσος ὤφθης, Νεομάρτυς Γεώργιε. Εὐθέτου γὰρ καιροῦ λαβόμενος, ἀνδρειοφρόνως πρὸς τὸ σκάμμα ἐχώρησας, μὴ φεισάμενος σαρκὸς θνησκούσης. Καὶ τοῦ Χριστοῦ ὁμολογήσας τὸ ὄνομα, ὑπὲρ Αὐτοῦ προθύμως τέθνηκας, ὡς γενναῖος ἀριστεύς· ἐντεῦθεν ἀντάξια, ἐκομίσω Μάρτυς τὰ ἔπαθλα.

Ἦχος γ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἔνστασιν, ἐν στεῤῥοτάτῳ φρονήματι, τοῖς τυράννοις ἐβόας Γεώργιε· εἰ καὶ μελίζετε τὸ σῶμά μου, ἀλλὰ τῇ Χριστοῦ ἀγάπῃ, ἐπὶ πλεῖόν με συνάπτετε· τέμνετε οὖν τὰ μέλη μου, ἵνα μείζονος δόξης ἔλλαμψιν, ἐν οὐρανοῖς παρέξῃ μοι, ὁ ἀψευδῶς ἐπαγγειλάμενος· ὁ πιστεύων εἰς ἐμέ, κᾂν ἀποθάνῃ ζήσεται. Ἀλλ’ ὦ Μάρτυς καρτερόψυχε, τῆς ἐν αὐτῷ ζωῆς ἀπολαύων, καὶ θέσει θεούμενος, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τῷ πυρὶ τῆς θείας ἀγάπης, ἀναφλεχθεὶς τὴν ψυχήν, τῆς ἀσεβείας τὴν ὕλην κατέφλεξας, Ἀθλοφόρε Γεώργιε· ὅλῳ τῷ νοΐ γὰρ ἀτενίζων Χριστῷ, παρ’ οὐδὲν ἡγήσω τὰς ἀφορήτους ὀδύνας ἐν τῇ ἐκτομῇ τῶν μελῶν, τῇ ἀπ’ οὐρανοῦ κουφιζόμενος ῥοπῇ· ὅθεν, Μαρτύρων μὲν τὴν νίκην, λαμπρῶς ἀνεκεφαλαίωσας, ἡμῖν δὲ ὡς λαμπὰς νεόφωτος ἀνήφθης, φωτίζων καὶ στηρίζων, τῆς εὐσεβείας τῇ αἴγλῃ, καὶ πρὸς Θεὸν καθοδηγῶν, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Ἦχος πλ. α΄.
Ἡ τοῦ Σωτῆρος δύναμις, ἐν ἀσθενείᾳ τῆς σαρκός σου, ἀληθῶς ἐθαυμαστώθη Γεώργιε, ἐν αὐτῷ γὰρ ἀθλῶν, καὶ τοῖς πάθεσι αὐτοῦ ῥωννύμενος, ὥσπερ ἄλλου πάσχοντος διέκεισο, ἐν τῷ πικρῶς τέμνεσθαι τὸ σῶμά σου. Τομὴν γὰρ οὐχ ὑπέστης, τῆς ἐν αὐτῷ ἑνώσεως, ἀλλ’ ὅλος ἠγλαϊσμένος Αὐτῷ παρέστης, καλῶς τελέσας τὸν ἀγῶνα. Διὸ τελοῦντες τὴν μνήμην σου, τὴν σὴν ἄθλησιν γεραίρομεν, ὁμοφώνως βοῶντες· Νεομάρτυς στεῤῥίψυχε, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, πρέσβευε εὑρεῖν ἡμᾶς ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
















Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, δυσσεβούντων ἡ πληθύς, σὲ περιεκύκλωσε μάκαρ, ὡς συστροφὴ πονηρά, τότε σου τὸ ἅγιον σῶμα κατέτεμνον, τοῦ Σωτῆρος τὸ ὄνομα, ἐπικαλουμένου, καὶ τῷ θείῳ ἔρωτι, ἐνδυναμούμενον· ὅθεν, νικηφόρος ἀνῆλθες, πρὸς τὰς οὐρανίους σκηνώσεις, ἔνθα φῶς Γεώργιε ἀνέσπερον.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χεῖρας, ἐκκοπεὶς καρτερικῶς, ῥῖνα ἐκτμηθεὶς καὶ τὰ ὦτα, ἀπεριτρέπτῳ νοΐ, γλῶσσαν δὲ τὴν εὔλαλον, ἀφαιρεθεὶς ἀπηνῶς, Ἀθλοφόρε Γεώργιε, καὶ ἐξορυχθείς σου, ὄμματα σκληρότατα, καὶ κεφαλὴν ἐκτμηθείς, πᾶσαν, ἐθριαμβεύσας πλάνην, τῆς Ἀγαρηνῶν δυσσεβείας, καὶ Χριστοῦ τὸ ὄνομα ἐδόξασας.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Χαίρει, ἡ πατρίς σου Ἀθλητά, ἐν τῇ σῇ ἁγίᾳ ἀθλήσει, σεμνυνομένη ἐν σοί, σὺν αὐτῇ δὲ ἅπασα, ἡ Κυδωνία σκιρτᾷ, ὡς θυσίαν εὐπρόσδεκτον, καὶ κάρπωμα θεῖον, τῷ Χριστῷ Γεώργιε, σὲ προσενέγκασα, ἅμα καὶ Φολέγανδρος Μάρτυς, σὺν αὐταῖς βοᾷ γηθομένη· κἀμοῦ θεῖον κλέος πέλεις Ἅγιε.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, καὶ θεασώμεθα τῷ πνεύματι, οἷον ἆθλον διήνυσεν, ὁ νέος Ἀθλητής, τοῦ Χριστοῦ Γεώργιος, ὡς ἀνδριὰς γὰρ ἵσταται, ἀκλινὴς καὶ ἄσειστος, πικρῶς ἐκμελιζόμενος, ὑπ’ ἀνδρῶν ἀνόμων, ὢ τοῦ θαύματος! Πῶς ἤνεγκεν ἐν σώματι φθαρτῷ, τὰς τῶν μελῶν ἀφαιρέσεις, καὶ τὰς ἐκ τούτων ἀλγηδόνας, ὡς ἄσαρκος μηδόλως πάσχων; ἀλλ’ ἡ τῷ πόθῳ Χριστοῦ, ἐν ᾧ ἐνετρύφα, καὶ κραταιῶς ἐνεδυναμοῦτο. Καὶ νῦν τὸ στέφος τῆς ζωῆς, εἰληφὼς παρὰ Κυρίου, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ. 
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῶν πάλαι ἰσότιμος πανευκλεῶν Ἀθλητῶν, ἐδειχθης Γεώργιε ἐν τοῖς ἐσχάτοις καιροῖς, ἀθλήσας στεῤῥότατα, σώμα γὰρ ἐκτμηθείς σου, δι’ ἀγάπην Κυρίου, ῥείθροις τῶν σῶν αἱμάτων, τοὺς πιστοὺς καταρδεύεις, ὑμνοῦντας Νεομάρτυς τὴν θείαν σου ἄθλησιν.
Δόξα. Ὅμοιον.
Γεώργιον μέλψωμεν τὸν Κυδωνίας βλαστόν, καὶ ᾄσμασι στέψωμεν τὸν Ἀθλοφόρον Χριστοῦ, ἐχθροῦ γὰρ τὴν δύναμιν, Πνεύματι τῷ Ἁγίῳ, καὶ φρονήμσατι θείῳ, πάσας τὰς τῶν τυράννων, μεθοδείας καθεῖλεν· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, ἡμῖν πρεσβεύει τὰ κρείττονα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.
























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Χορὸς ἀγγελικός.
Χορὸς ἀγγελικός, ἐπεκρότησεν ἄνω, θεώμενος τὴν σήν, ἐν ἀθλήσει ἀνδρείαν, παμμάκαρ Γεώργιε, Ἀθλητῶν ἐγκαλλώπισμα· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, τοὺς ἀγῶνάς σου, τοὺς ἱεροὺς εὐφημοῦμεν, Χριστὸν μεγαλύνοντες.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὅμοιον.
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Τὰ μέλη τῆς σαρκός, ἐκτεμνόμενος Μάρτυς, ἐξέτεμες ἐχθροῦ, τὰς ποικίλας μεθόδους, καὶ ὤφθης ἀδιάσπαστος, τῆς Χριστοῦ ἀγαπήσεως, ᾧ συνήρμοσαι, καλῶς τελέσας τὸν δρόμον, τελεώτερον, καὶ τῆς Αὐτοῦ εὐφροσύνης, μετέχεις Γεώργιε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Κατεπλάγησαν τὴν σήν, ὁρῶντες Μάρτυς ἀληθῶς, καρτερίαν θαυμαστήν, καὶ ἀκατάπληκτον ἰσχύν, ὅτι ὡς ἄσαρκος ἵστασο Γεώργιε, μέλη τῆς σαρκός, ἐκθερίζομενος, μόνον δὲ Χριστοῦ, τὸ θεῖον ὄνομα, ἐπικαλούμενος ὅλῃ καρδίᾳ, καὶ ἐκβοῶν ἐν τῷ τέμνεσθαι· δέξαι Σωτήρ μου, τὸ ἐμόν πνεῦμα, καὶ τῷ φωτί σου ἀνάπαυσον.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὅμοιον.
Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν καὶ ἄνθρωπον· καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον, μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐνδυναμωθεὶς ἐν Χριστῷ, τῶν Μαρτύρων ἠκολούθησας τῷ δρόμῳ, ὡς καλὸς σταδιοδρόμος, Νεομάρτυς Γεώργιε. Καὶ νίκην περιφανῆ ἀράμενος, κατὰ τοῦ παλαμναίου ἐχθροῦ, τροπαιοφόρος εἰσελήλυθας, πεποικιλμένος ἐν δόξῃ, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, Ἀθλητὰ μακάριε, ταῖς πρὸς Αὐτὸν πρεσβείαις Σου.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Τὴν σήν, Γεώργιε, μνήμην σέβω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Τὴν σὴν ἑορτάζοντες, ἁγίαν μνήμην, ἐκ σοῦ ἐξαιτούμεθα, χάριν Γεώργιε, ἣν δίδου Μάρτυς δαψιλῶς, ἀνευφημῆσαί σου πιστῶς, σκάμμα τὸ μέγιστον.
Ἡ σὴ θεία ἄθλησις, ἐσχάτοις χρόνοις, πιστῶν ἀνεπτέρωσε Μάρτυς τὸ φρόνημα, πρὸς τὴν ἀγάπην Χριστοῦ, τοῦ ὑπομένειν δι’ αὐτόν, ἅπαν ἐπίπονον.
Νευρώσας τὸ φρόνημα, θείαις μελέταις, τοῖς πόνοις ὡμίλησας, Μαρτύρων ἔνδοξε, ὥσπερ ἐπόθεις θερμῶς, καὶ ἤθλησας καρτερικῶς, Χριστοῦ τῷ ἔρωτι.
Θεοτοκίον.
Σαρκὶ Κόρη τέξασα, ὑπὲρ αἰτίαν Θεὸν τὸν ἀσώματον, κόσμον καινίζοντα, δι’ εὐσπλαγχνίαν πολλήν, σωματικῶν καὶ ψυχικῶν, παθῶν με κάθαρον.

ᾨδὴ γ'. Στερεωθήτω ἡ καρδία μου.
Ἡ Κυδωνία ἐπαγάλλεται, σὲ περιφανῶς ἐκβλαστήσασα, καὶ ἡ Φολέγανδρος ἐν σοί, Νεομάρτυς σεμνύνεται, ῥιζουχία ὡς περίβλεπτος, τῆς σῆς ἐξανθήσεως.
Νέος ὁπλίτης Χριστοῦ πέφηνας, Μάρτυς ἀριστεύσας λαμπρότατα, καὶ καθελὼν τὸν δυσμενῆ, τῇ ἀτρέπτῳ ἐνστάσει σου· διὰ τοῦτό σε Γεώργιε, Χριστὸς ἐστεφάνωσε.
Γενναίως ἔστης μελιζόμενος, καὶ τὸ σῶμα Μάρτυς τεμνόμενος, ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ, τὴν ψυχήν σου ἀνέφλεγεν, ὑπομεῖναι τὰ ἐπώδυνα, ὥσπερ ἄλλου πάσχοντος.
Θεοτοκίον.
Ἐκ τῆς γαστρός Σου προελήλυθε, σῶμα προσλαβὼν τὸ ἡμέτερον, ὁ ὑπερούσιος Θεός, μὴ τραπεὶς ὃ ἦν ἄχραντε, καὶ διέσωσε τὸν ἄνθρωπον, δεινῶς ἀπολλύμενον.

Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Ἐν τοῖς αἵμασι τοῖς σοῖς, κατεποντίσθη Ἀθλητά, ὁ διώκων σε ἐχθρός, σὺν τοῖς στρατεύμασιν αὐτοῦ, σὺ δὲ ἀνέπτης τροπαιοῦχος Γεώργιε, εἰς γῆν τῆς ὑπὲρ νοῦν ἀγαλλιάσεως, καὶ Μάρτυσι κλεινοῖς συγκαταλέλεξαι, μεθ’ ὧν τρυφῶν Χριστοῦ τῆς λαμπρότητος, ὑπὲρ ἡμῶν καθικέτευε, πταισμάτων λύσιν, ἡμῖν δοθῆναι, καὶ σωτηρίαν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Ὡμολόγησας Ἅγιε, Χριστοῦ τὴν κλῆσιν τὴν παναγίαν, καὶ ἀνδρείως κατεπάλαισας, Ἀθλητὰ Γεώργιε, τῶν ἀντικειμένων τὴν δύναμιν.
Ῥείθροις θείων αἱμάτων σου, τῆς δυσσεβείας ἔσβεσας φλόγα, καὶ πιστῶν τὸ φρόνημα, ἤρδευσας Γεώργιε, πρὸς καρποφορίαν οὐράνιον.
Γεωργήσας τῆς πίστεως, φερωνύμως τὰς ἀντιδόσεις, μαρτυρίου ἄσταχυν, ἐδρέψω Γεώργιε, καταβεβληκὼς τὸν ἀντίπαλον.
Θεοτοκίον.
Ἵνα δόξης ἧς πέπτωκεν, Ἀδὰμ ὁ πρῶτος αὖθις μετάσχῃ, Ἀδὰμ ὤφθη ἐκ Σοῦ δεύτερος, Θεὸς ὁ ὑπέρθεος, Κόρη καὶ τὸν κόσμον διέσωσε.

ᾨδὴ ε'. Τὴν σὴν εἰρήνην.
Ἐνορῶν τῷ πνεύματι, Χριστὸν ἀκλινῶς, ἔφερες ἀνδρείως τοὺς πόνους Γεώργιε, ἐν τῷ ἐκτέμνεσθαι τὰ μέλη σου, πρὸς τὰς ἀϊδίους, προσβλέπων ἀντιδόσεις.
Μηδαμῶς φεισάμενος, ἀκμῆς τῆς σαρκός, μηδὲ τῶν ἐν κόσμῳ, τερπνῶν ἀπολαύσεων, σαὐτὸν εἰς θάνατον ἐκδέδωκας, ὑπὲρ τῆς ἀγάπης, Χριστοῦ τοῦ Ζωοδότου.
Νοητοὶ ὡς κύνες σοι, κυκλώσαντες ἐχθροί, ἔτεμον ἀγρίως τὰ μέλη σου Ἅγιε, Χριστοῦ τῷ πόθῳ δυναμούμενον, καὶ τῆς ἀσεβεία,ς ἐκλύοντα τὸ θράσος.
Θεοτοκίον.
Ἥλιος ὁ ἄδυτος, ἐκ Σοῦ σωματικῶς ἀνέτειλε Κόρη, καὶ κόσμον ἐφώτισε, θεογνωσίας ἐπιλάμψεσιν, οὗ κἀμὲ Παρθένε, καταύγασον τῇ αἴγλῃ.

ᾨδὴ ς'. Τὸν Προφήτην Ἰωνᾶν.
Μαρτυρίου τὴν ὁδόν, διανύσας ἀκλινῶς, ἐν ἐσχάτοις τοῖς καιροῖς, στρατιώτης εὐκλεής, Γεώργιε, Χριστοῦ ἐδείχθης, ἀθλήσας ἄριστα.
Ἡ μελῶν σου ἐκκοπή, ἣν ὑπέμεινας στεῤῥῶς, ἀκηράτων ἀγαθῶν, πρόξενος καὶ παροχή, Γεώργιε, ὄντως σοι ὤφθη, ἐν οὐρανίοις σκηναῖς.
Νέος ὤφθης Ἀθλητής, τοῦ παντάνακτος Χριστοῦ, μιμησάμενος καλῶς, τῶν ἀρχαίων Ἀθλητῶν, τὴν ἄθλησιν, καὶ τὴν ἀνδρείαν Μάρτυς Γεώργιε.
Θεοτοκίον.
Σαρκωθεὶς ὑπερφυῶς, ἐξ αἱμάτων Σου ἁγνῶν, ὁ παντέλειος Θεός, τῆς κατάρας τοῦ Ἀδάμ, διέσωσε τοὺς Σέ, Παρθένε ὀρθῶς δοξάζοντας.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν ἐσχάτοις ἔτεσι, περιφανῶς ἐναθλήσας, μαρτυρίου στέφανον, παρὰ Χριστοῦ ἀνεδήσω· τούτου γάρ, τὴν θείαν χάριν ἐνδεδυμένος, ἔφερες, τὴν τῶν μελῶν τόμὴν ἀνδρείως· διὰ τοῦτό σε τιμῶμεν, νέε ὁπλῖτα, Χριστοῦ Γεώργιε.
Ὁ Οἶκος.
Ἐν εὐσεβείᾳ ἐκτραφείς, καὶ βίῳ σεμνοτάτῳ, ὤφθης Μαρτύρων ζηλωτής, τούτων τὰ ἆθλα μελετῶν, καὶ τὴν ἀνδρείαν τὴν πολλήν, ἐν ἀκορέστῳ πόθῳ· ὅθεν Χριστὸς ὡς ἀγαθός, τὴν ἔφεσίν σου ἐκπληρῶν, στάδιον ἀθλήσεώς σοι ἤνοιξε, καὶ ἐν αὐτῷ ἀγωνισθῆναί σε κέκληκεν, ἐν ἀοράτῳ κλήσει· ἐν ᾧ συμπλακεὶς τῷ ἐχθρῷ, τοῦτον κατὰ κράτος ἐτροπώσω, τῇ ἀκαταπτοήτῳ παῤῥησίᾳ, καὶ ἀνδρειοτάτῳ φρονήματι. Τῶν γὰρ μελῶν τὰς ἐκκοπὰς στεῤῥῶς ἐκαρτέρεις, καὶ τὸν Χριστὸν ὡμολόγεις ἐν τῷ μελίζεσθαι, παρ’ οὗ ἀξίως ἐδοξάσθης, ὡς στρατιώτης ἀκαταγώνιστος· ἔνθεν καὶ ἡμεῖς σὲ τιμῶμεν, νέε ὁπλῖτα, Χριστοῦ Γεώργιε.

Συναξάριον.
Τῇ Ζ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, τοῦ ἐξ Ἀλικιανοῦ Κυδωνιᾶς Κρήτης.
Ἀθλήσει γεώργιον καινὸν ἐδείχθης,
Κυρίῳ Γεώργιε, ᾧ συναγάλλῃ.
Ἑβδομάτῃ Γεώργιος μελεϊσθεὶς Κυρίῳ ἔστη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παρθενίου, ἐπισκόπου Λαμψάκου.
Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ,
Λαμπτῆρα πυρσεύοντα φῶς αὐτοῦ μέγα.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα,
Ὃς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Χιλίων Μαρτύρων, καὶ Τριῶν Οἰκετῶν, καὶ Τεσσάρων Προτικτόρων, τῶν ἐν Νικομηδείᾳ μαρτυρησάντων.
Πλῆθος βροτῶν πρὸς τρισὶν ὄντων χιλίων,
Ξίφει θανεῖν εἴλοντο τοῦ Xριστοῦ χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἕξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ τελειοῦνται.
Μὴ τὴν πυρὸς φρίξαντες ἰσχὺν ἓξ Φρύγες,
Τῇ τῶν Φρυγῶν γῇ πύργος εἰσὶν ἰσχύος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀπρίωνος, ἐπισκόπου Κύπρου.
Xριστὸς καλεῖ σε, σπεῦσον Ἀπρίων ἴθι,
Πρὸς τὰ βραβεῖα τῆς ἄνω κληρουχίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ ἐν Μοναβάτοις.
Ἀγῶνα τὸν μέγιστον ἀνύσας Πέτρος,
ἐν Oὐρανοῖς εἴληφε πάντιμον στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς συνοδίας αὐτοῦ.
Kαλῶς ἀθλήσας Θεόπεμπτος γεννάδας,
Σὺν τοῖς ἑαυτοῦ, τὰ βραβεῖα λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐδάτου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σαραπίωνος

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 







ᾨδὴ ζ'. Ἡ κάμινος Σωτήρ.
Ἐτμήθης μὲν τὸ σῶμα Γεώργιε, καὶ ἄτμητος τῷ πνεύματι ἔμεινας, ἐν τῇ ἑνώσει Χριστοῦ, τοῦ σὲ δοξάσαντος.
Βαφεῖσαν ἐξ αἱμάτων Γεώργιε, στολὴν ἐνδεδυμένος ὑπέρλαμπρον, συμβασιλεύεις Χριστῷ, μετὰ Μαρτύρων ἀεί.
Ὡς θεῖόν σε μεσίτην πρὸς Κύριον, πατρίς σου κεκτημένη Γεώργιε, πάσης λυτροῦται ὀργῆς, τῇ σῇ πρεσβείᾳ ἀεί.
Θεοτοκίον.
Γαλήνην καὶ εἰρήνην παράσχου μοι, τῷ νῷ καὶ τῇ ψυχῇ θεονύμφευτε, ταραττομένῳ ἀεί, περισπασμοῖς ὑλικοῖς.

ᾨδὴ η'. Ὕμνον σοι προσφέρομεν.
Ἔλαμψας Γεώργιε τῇ ἀθλήσει, καὶ καταυγάζεις τὴν Ἐκκλησίαν, ἐν ἐσχάτοις ἔτεσι, τῷ φωτὶ τῆς ἀγάπης, Χριστοῦ τοῦ παντάνακτος.
Ῥώμη δυναμούμενος τοῦ Δεσπότου, ἐν ἀσθενίᾳ σαρκὸς καθεῖλες, ὄμμα τὸ μετέωρον, εὐλογεῖτε πάντα ἔργα, κραυγάζων τὸν Κύριον.
Ἄθλησιν διήνυσας τὴν ἁγίαν, καὶ Ἀθλοφόροις συνηριθμήθης, ὡς ἐπόθεις Ἅγιε, μεθ’ ὧν δόξης τῆς ἄνω, μετέχεις εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σβέσον νῦν τὸν καύσωνα τῆς ψυχῆς μου, τῇ ἐπομβρίᾳ τῆς χάριτός Σου, Θεοτόκε πάναγνε, καὶ παράσχου μοι Κόρη, γνησίαν ἐν πᾶσι μετάνοιαν.
ᾨδὴ θ'. Τὴν ζωοδόχον πηγήν.
Ἰσχύς σοι θεία ἐδόθη Γεώργιε, παρὰ Χριστοῦ ἐν καιρῷ τῶν ἀγώνων σου· ὅθεν κατενίκησας, τοῦ ἐχθροῦ τὴν δύναμιν, καὶ τῶν μελῶν ταῖς τομαῖς ἐγκαρτέρησας, τροπαιοφόρος Χριστῷ ἀνελήλυθας.
Μαρτυρικὴν μιμησάμενος ἔνστασιν, μαρτυρικῶς ἠνδραγάθησας ἔνδοξε, καὶ Μαρτύρων σύμμορφος γέγονας ἐν ἅπασι, μεθ’ ὧν τῆς δόξης Κυρίου ἀπολαύων, τῶν σῶν ἀγώνων κομίζῃ τὰ ἔπαθλα.
Ὁ Νεομάρτυς Κυρίου Γεώργιος, τῆς Κυδωνίας τὸ ἔξοχον βλάστημα, τὴν ἐνεγκαμένην σε, πατρίδα διάσωζε, ταῖς σαῖς πρεσβείαις ἐκ πάσης δυσπραγίας, πανηγυρίζουσαν πόθῳ τὴν μνήμην σου.
Θεοτοκίον.
Ὑπερανέστηκε πάντων ἡ δόξα Σου, ὅτι Θεὸν τῶν ἁπάντων ἐκύησας, ἐξ ἁγνῶν αἱμάτων Σου, ἄνθρωπον γενόμενον, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον Παρθένε· ὅθεν κἀμὲ σωτηρίας ἀξίωσον.







Ἐξαποστειλάριον. Ἦχος γ'. Ἐν πνεύματι τῷ ἱερῷ
Ἐν χάριτι τῇ τοῦ Χριστοῦ, ἀριστεύσας νομίμως, ὑπήνεγκας τοῦ σώματος, ἐκτομὰς ἀνενδότως, καὶ ἔτεμες τῆς ἀπάτης τοὺς συνδέσμους Ἅγιε· ἐντεῦθεν τῆς τῶν Μαρτύρων, ἠξιώθης χαρμονῆς, Νεομάρτυς εὐκλεῶς Γεώργιε ὡς ἐπόθεις.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐν πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα πάντες Χριστοῦ Γεώργιον, ὡς ζηλωτὴν τῶν πάλαι, Ἀθλοφόρων Ἁγίων, καὶ νέον Ἐκκλησίας τῆς τοῦ Θεοῦ, ἀνυμνήσωμεν στήριγμα, ἵνα πρεσβεύῃ ἀπαύστως δοῦναι ἡμῖν, σωτηρίας τὰ αἰτήματα.

Τῶν Ἀθλητῶν μακαρίζων τὰ κατορθώματα, αὐτῶν κατηξιώθης, κοινωνὸς χρηματίσας, Γεώργιε ἀθλήσας ὑπὲρ Χριστοῦ, ἐν ἐσχάτοις τοῖς ἔτεσι· μεθ’ ὧν δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Ἡ ἐκκοπὴ τῶν μελῶν σου πάσας ἀπέτεμε, τὰς μηχανὰς τοῦ πλάνου, καὶ δολίου βελίαρ, καὶ σύναψις τελεία τῆς ἐν Χριστῷ, κοινωνίας καὶ χάριτος, τῶν εὐσεβούντων ἐγένετο ἀληθῶς, παναοίδιμε Γεώργιε.

Ἡ Κυδωνίας εὐφραίνου πᾶσα περίοικος, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ κλεινοῦ Γεωργίου, ἐκ σοῦ γὰρ οὗτος ἔφυ ὡς ἄνθος τερπνόν, καὶ ὀσμῇ θείου Πνεύματος, ὡς Ἀθλητὴς τοῦ Κυρίου τῶν εὐσεβῶν, καθηδύνει τὴν διάνοιαν.

Δόξα. Ἦχος πλ. β΄.
Ἀθλητικὸν ἀνύσας ἀγῶνα, θεοπρεπῶς ἐδοξάσθης, Νεομάρτυς Γεώργιε· ἐντέχνως γὰρ ὑποβαλών, τὸν ἐπελθόντα ἐχθρόν, τοῖς τετμημένοις σου μέλεσι, καὶ τοῖς ῥείθροις τῶν αἱμάτων, μέγα τρόπαιον ἔστησας, κατὰ τῆς ἀσεβείας. Ἀλλ’ ὦ Μάρτυς ἀξιάγαστε, τῆς σῆς πατρίδος δόξα καὶ καύχημα, καὶ τοῦ Χριστοῦ γενναῖε στρατιῶτα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις Κυδωνίας θεῖος βλαστός, καὶ τῆς Φολεγάνδρου, ἐγκαλλώπισμα εὐκλεές· χαίροις ὁ τὸ σῶμα, τμηθεὶς ὑπὲρ Κυρίου, Γεώργιε θεόφρον, στεῤῥῷ φρονήματι.
Βουλὰς τῶν τυράννων ὑπεριδών, καὶ Μαρτύρων κλέη, ἀγαπήσας θεοπρεπῶς, λαμπρῶς ἐδοξάσθης, Γεώργιε ἐν ἄθλοις· διὸ Νεομαρτύρων, χαρᾶς ἠξίωσαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου