Σάββατο 18 Απριλίου 2020

ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΕΤΡΟΣ ΣΕΡΑΓΕΒΟΥ ΥΠΟ ΤΩΝ ΟΥΣΤΑΣΙ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ


16-23!! Γ΄ ΚΥΡΙΑΚΗ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΠΕΤΡΟΣ ΣΕΡΑΓΕΒΟΥ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ψάλλομεν τὰ ἀκόλουθα προσόμοια . ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Χριστωνύμων εὐφραίνονται, αἱ χορεῖαι τὴν μνήμην σου, ἐκτελοῦσαι Πέτρε θεομακάριστε· σὺ γὰρ τῶν Σέρβων ἐδόξασας, λαὸν θεοφίλητον ὡς τοῦ Σάββα τοῦ κλεινοῦ, ἱεράρχου γενόμενος, ἰσοστάσιος· καὶ φοινίξας ποδήρη ἱερέων, τῷ τιμίῳ αἵματί σου, νῦν τῷ Χριστῷ συμπαρίστασαι.

Κορυφαίου ὁμώνυμος, Πέτρου ὤφθης τρισόλβιε, Σεραγέβου κόσμημα καὶ ἐγκαύχημα, διὰ σεπτῆς πολιτείας σου, καὶ βίου θεόφρονος, ὡς ποιμὴν ἀληθινός, πρὸς ζωὴν τὴν αἰώνιον, ποίμνην τέκνων σου, ὁδηγήσας τῇ σύριγγι τῶν λόγων, ἐξ ὧν δέχου τὰς αἰνέσεις, ἱερομάρτυς μακάριε.

Ἐνδυθεὶς τὴν εὐσέβειαν, ὡς πατρῷον κειμήλιον, ταύτῃ κατεκόσμησας, βίον ἅπαντα· καὶ παιδευθεὶς τὰ ἁρμόδια, ὡς λύχνος χριστόφωτος, πλήθη ἔφανας πιστῶν, ἐν Βοσνίᾳ τρισόλβιε Πέτρε ἔνδοξε, καὶ σταυρὸν μαρτυρίου ἀγαπήσας, ἠξιώθης τοῦτον ἆραι, ὡς τοῦ σοῦ γήρως ἐπίστεψιν.

Εὐπρεπείᾳ τῶν τρόπων σου, τὴν ἀγάπην προέκρινας, ὑπὲρ πάντα ἅγιε κατορθώματα, διὸ ἠλέησας πένητας, νοσοῦντας ἐστήριξας, καὶ παιδίων ὀρφανῶν, τὰς ἀνάγκας ἐπλήρωσας, ὡς φιλόστοργος· διὸ Πέτρε συνὼν τῇ Αὐταγάπῃ, καθικέτευε δοθῆναι, ἡμῖν ἀγάπην φιλόθεον.

Ψευδαδέλφων ὑπήνεγκας, διωγμοὺς Πέτρε ἅγιε, ὑποκρινομένων τὴν θεοσέβειαν, καὶ ὡς κριὸς θείας ποίμνης σου, ἐκ ταύτης ἀφῄρησαι εἰς θυσίαν τῷ Χριστῷ, Ὃν ἐκ βρέφους ἠγάπησας, καὶ ἐπόθησας· ὅθεν χαῖρε ἐν οἴκῳ τοῦ Κυρίου, μετὰ θείων Πρεσβυτέρων, Ἀποκαλύψεως ἔνδοξε.

Ὡς φιλόπατρις πρόσδραμε, καὶ φιλόψυχος πρέσβευε, ὑπὲρ σῆς πατρίδος θεομακάριστε· ἰδοὺ γὰρ νῦν τῆς κολάσεως, δυνάμεις ἐπέδραμον, ἀφανῖσαι ἐκ τῆς γῆς, ταύτην Πέτρε μακάριε, ὅτι ἵσταται, ὥσπερ κάρφος ἐν ὄμμασιν ἀδίκων, καὶ ἀλήθειαν μισούντων, Ὀρθοδοξίας τὴν πάντιμον.



Δόξα. ῏Ηχος πλ.β.
Τῇ ἀληθείᾳ τῆς πίστεως ἐκ βρέφους συντραφείς, καὶ τὴν Ὀρθοδοξίαν ὡς νύμφην τοῦ Θεοῦ ἀγαπήσας, ταύτης ἀναδέδειξαι διὰ τὸν βίον σου, Πέτρε ἀρχιεράρχης τίμιος· ὡς ὁ Πρωτοκορυφαῖος δὲ ὡμολόγησας διὰ τοῦ μαρτυρίου, ὅτι Χριστὸς ἐστὶν ἡ ἀλήθεια, ἡ ζωὴ καὶ τὸ φῶς τοῦ κόσμου, τῆς δὲ Ἐκκλησίας οὐδέποτε κατισχύσουσιν αἱ πύλαι τοῦ ᾅδου. Διὸ παμμακάριστε καὶ νέε ἱερομάρτυς, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τέκνων σου, ὅπως ἐν ὑπομονῇ διαπλεύσωμεν τὴν θάλασσαν τοῦ βίου, καὶ ἐν μετανοίᾳ ἀξιωθῶμεν, τῆς μετὰ σοῦ αἰωνίου παραστάσεως.

Καὶ νῦν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας και τὰ Ἀναγνώσματα,

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.




Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Ἀποστολικῶς περάσας τὸν βίον σου μακάριε, μαρτυρικῇ θυσίᾳ ἐπεσφράγισας, τὴν πρὸς τὸν Κύριον ἀγάπην, ἐξαρπασθεὶς τοῦ ποιμνίου σου· καὶ τοῖς ἐμπαιγμοῖς τῶν ψευδαδέλφων διωκτῶν, ἐπιχρώσας τὴν ἀρχιερατικὴν ἀμφίεσίν σου, ἰσοστάσιος τῶν ἀπ᾿ αἰῶνος ἱερομαρτύρων Πέτρε γέγονας. Διὸ αἰτοῦμέν σε, ἐπίχεε ἡμῖν οὐρανόθεν τὴν εὐλογίαν τῶν ἁγίων εὐχῶν σου, πάτερ ἀεισέβαστε.

῏Ηχος β΄.
Ὡς ὡραῖοι οἱ πόδες σου πάτερ Πέτρε· ὡς ἐκαλλιώθη ὁ βίος σου καὶ ὡς ὑπερευλογήθη ἡ θεάρεστος πολιτεία σου, ἐν πᾶσι γὰρ ἀνεπίληπτος ἀρχιερεὺς γεγονώς, ἐσφράγισας τὴν διακονίαν σου τῇ μετοχῇ τοῦ μαρτυρίου, καὶ ἣν ἠγάπησας αἱματοπότιστον Ἐκκλησίαν, μεγάλως ἐχαροποίησας διὰ τῆς σῆς ἀθλήσεως· ὅθεν ταύτης μνήσθητι δεόμεθα πολεμουμένης, ἀλλὰ νικώσης ἀεὶ τὸν ἀρχέκακον.


῏Ηχος γ΄.
ὡς ἐπαφρίζοντα κύματα ψευδαδελφίας, τοὺς ἐμπαιγμοὺς καὶ τὰς βασάνους τῶν Οὐστάσι πάτερ Πέτρε θεωρήσας, ἄσειστος διέμεινας, εἰς τὴν ὁμολογίαν τῆς πίστεως· καὶ μετασχὼν ἕως τέλους τοῦ ὀνειδισμοῦ τοῦ Χριστοῦ, ἀντανεπλήρωσας Αὐτοῦ τὰ ὑστερήματα τοῦ πάθους ἐν τῇ σαρκί σου· ὅθεν κατηξίωσαι ἱερομάρτυς κλεινέ, τῆς δόξης ἣν χορηγεῖ ὁ Δεσπότης, τοῖς βαστάσασιν εὐόρκως τῆς ἡμέρας τὸν ἀμπελωνικὸν κάματον.

῏Ηχος δ΄.
Μάρτυς πιστὸς ἐφάνης ἐν τῇ διακονίᾳ τοῦ λόγου, ἀλλὰ καὶ τῇ τοῦ αἵματός σου χύσει, ἰσότιμος ἐγένου τῶν πάλαι Μαρτύρων. Γνοὺς γὰρ πάτερ Πέτρε, ὅτι οὐκ εἰσὶν ἄξια τὰ νῦν παθήματα πρὸς τὴν μέλλουσαν ἡμῖν δόξαν ἀποκαλυφθῆναι, ἀφόβως ὑπήνεγκας τὴν χλεύην τῶν διωκτῶν σου, ἔχων πρὸ ὀμμάτων σου τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὴν τριήμερον Αὐτοῦ Ἀνάστασιν. Ὅθεν ἱερομάρτυς ἔνδοξε, πρέσβευε τῷ Κυρίῳ, καὶ ἡμᾶς καθ᾿ ὥραν συμμετέχειν Αὐτοῦ εὐαγγελικῶς, διὰ τοῦ μαρτυρίου τῆς συνειδήσεως.

Δόξα. ῏Ηχος πλ.α΄.
Ἐμετρήθης δικαίως παρὰ Κυρίου Πέτρε ἅγιε, ἐζυγίσθης ἀκριβῶς τὴν ἀγάπην, καὶ εὑρέθης ὑπὲρ χρυσὸν ὄβρυζον δοκιμώτερος. Τί με χωρίσει, ἔλεγες, τοῦ ἠγαπημένου μου Δεσπότου; θλῖψις ἤ στενοχωρία, διωγμοὶ ἤ φυλακαί, μαρτυρικὰ σκάμματα ἤ καὶ αὐτὸς ὁ θάνατος; διὸ καὶ ἀνδρικῶς ἐνήθλησας γενναιόφρον ἱεράρχα, κρεῖσσον λογισάμενος παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τῆς Ὀρθοδοξίας, ἤ δουλεύειν τῇ πλάνῃ τῶν διωκόντων, ἐπ᾿ ἀπωλείᾳ ψυχῆς αἰωνίῳ. Ὅθεν ψαλμικὴν στηλογραφίαν ὁμολογίας σε γινώσκοντες, αἰτούμεθα τὰς ἁγίας σου εὐχάς, πρὸς τὸν Φιλάνθρωπον Κύριον.

Καὶ νῦν.












ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πέτραν τὸν Χριστὸν Πέτρε εὑρών, ἔθηκας ζωῆς θεμελίους, ἐπὶ τὴν πίστιν Αὐτῷ, σὺν Ἁγίοις ἅπασιν, ὡς οἰκοδόμος σοφός· καὶ λαμπρὸν ἀπετέλεσας, σαὐτὸν Πάτερ οἶκον, ἔνθα ἐντεθρόνισται, Πνεῦμα τὸ Ἅγιον· ὅθεν, ὑπηχήμασι τούτου, γέγονας πανεύηχος σάλπιγξ, τῆς Ὀρθοδοξίας ἱερώτατε.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...
Σέρβων εὐσεβούντων ὁδηγός, ὤφθης τρισμακάριε Πέτρε, ἱεραρχίας φαιδρόν, ἐνδυθεὶς ἀμπέχωνον, καὶ βακτηρίαν λαβών, τῆς ποιμάνσεως ἅγιε, ὡδήγησας πλήθη, πρὸς Χριστοῦ ἐπίγνωσιν, καὶ πλουτισμὸν τῆς ζωῆς· ἧς νῦν τῶν γερῶν ἀπολαύων, μνήσθητι ἡμῶν τῶν τιμώντων, τὴν χαροποιὸν καὶ θείαν μνήμην σου.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν...
Πέτρε ὡς ὁ Παῦλος τὸν σταυρόν, τοῦ Κυρίου ὤμοις σου ᾄρας, αὐτὸν ἠγάπησας, καὶ αὐτῷ καθήλωσας, σὰ ἐννοήματα· ἐν αὐτῷ καὶ κεκαύχησαι, καὶ κλῆρόν σου ἔσχες, ὅτε ἐμαρτύρησας, ἐκ τῶν Οὐστάσι φρικτῶς· ὅθεν, ἱκετεύομεν πόθῳ, δίδαξον ἡμᾶς ἀγαπῆσαι, σταυρικῶς Δεσπότην τὸν φιλάνθρωπον.

Δόξα. ῏Ηχος δ΄.
Τοῦ Κυρίου πυθομένου σε, εἰ φιλεῖς με Πέτρε; διὰ τῆς ἐθελοθύτου σου ὁλοκαυτώσεως, δέδωκας τὴν ἀπόκρισιν μακάριε· ἄριστα γὰρ ποιμάνας τὸν λαόν σου, ἐν διδασκαλίᾳ θεοσόφῳ καὶ βίῳ σεμνότητος, τούτῳ ὡς παρακαταθήκην αἰώνιον κατέλιπες πατρικῶς, τὸ μηδενὸς πρὸ τῆς ἀγάπης τοῦ Θεοῦ ἐπιμελεῖσθαι. Ὅθεν ἱερομάρτυς χριστόψυχε, δίδου οὐρανόθεν τοῖς ἀνυμνοῦσί σε, ἀείφλεκτον τοῦ Δεσπότου τὴν ἀγάπησιν.

Καὶ νῦν.

Νῦν ἀπολύεις. Τρισάγιον κλπ. ῞Οτι σοῦ ἐστιν.

πολυτίκιον. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν χριστομίμητος καὶ ἱεράρχης σεπτός, Σεράγεβο γέγονας, καὶ ἀποστόλων λαμπρόν, ἐφάνης ἐκμίμημα· ὅθεν Ἁγίων δήμοις, συνετάγης τοῖς πάλαι, καὶ διὰ αἵματός σου, στέφος εἴληφας Πέτρε, δοξάσας τὸν Δεσπότην σου, Σέρβων ἀγλάϊσμα.





ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α΄ στιχ. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐνίκησας λαμπρῶς, τῶν μαρτύρων τὴν νίκην, διὸ καὶ ἐντρυφᾷς τῆς ζωῆς ξύλου πάτερ, τὸν δεύτερον θάνατον, μὴ πτοούμενος ἅγιε· ὅθεν πρέσβευε, τῷ Ἀρχιμάρτυρι Πέτρε, ὅπως ἄφθονον, χάριν παράσχῃ λαῷ σου, καὶ νῦν κινδυνεύοντι.
Δόξα. Καὶ νῦν, Θεοτοκίον ὅμοιον.
Ἐκύησας σαρκί, τὸν ὑπέρθεον Λόγον, θεώσαντα Ἁγνή, τῶν βροτῶν τὴν οὐσίαν, καὶ ἅπασι παρέχοντα, σωτηρίαν αἰώνιον, τοῖς δοξάζουσι σὲ ἀληθῆ Θεοτόκον· ἀλλὰ Δέσποινα, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ὑμνούντων σε.

Εἰς τὴν β΄ στιχ. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Λευκὰ ἱμάτια, Πέτρε ἐφόρεσας, ὅτι ἐβάστασας, τὴν τοῦ Κυρίου σου, ὁμολογίαν ἀληθῆ, ἐνώπιον ψευδαδέλφων· ὅθεν καὶ σὸν ὄνομα, ζωῆς βίβλῳ ἐγγέγραπται, κατὰ τὴν ἀγάπησιν, τοῦ Δεσπότου μακάριε, καὶ γέγονας ὡς στύλος Σερβίᾳ, ὑπὲρ αὐτῆς ἀεὶ δεόμενος.
Δόξα. Καὶ νῦν, Θεοτοκίον ὅμοιον.
Τὴν νεκρωθεῖσάν μου, ψυχὴν τοῖς πάθεσι, ζώωσον Πάναγνε, Κόρη Πανάμωμε, ὡς παῤῥησίαν μητρικήν, πρὸς τὸν Υἱόν σου ἔχουσα· σὺ γὰρ μόνη ἔτεκες, ὑπὲρ νοῦν καὶ διάνοιαν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ, διδόντα ἀεὶ καὶ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν ψυχήν σου τέθυκας, ὑπὲρ ποιμνίου, ὡς ποιμὴν χριστάρεστος, Πέτρε Σεράγεβο κλεινέ, καὶ νῦν πρεσβεύεις ἀείποτε, Χριστῷ δοθῆναι, εἰρήνην προβάτοις σου.
Δόξα. Καὶ νῦν, Θεοτοκίον ὅμοιον.
Χαῖρε θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σὲ Κόρη πανύμνητε.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος· Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ...
Εὐαγγέλιον, τὸ τοῦ ὄρθρου τῆς ιγ΄ Νοεμβρίου.
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. ῏Ηχος πλ.β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Ὁμολογήσας Πέτρε ἀνδρικῶς, ἐνώπιον τυράννων, τὴν ὁμολογίαν τοῦ Χριστοῦ, καὶ ἐμπτυσμοὺς καὶ βασάνους ὑπομείνας, εἴληφας τὸ στέφος τῆς ζωῆς, ὑπὲρ ἡμῶν Χριστῷ δεόμενος ὡς φιλότεκνος.

Ὁ κανὼν τοῦ ἱερομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Πέτρον Ἀρχιποιμένα τοῦ Σεραγέβου ᾄσω. Ἀ(θανάσιος).
δὴ α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παράκλητε δέομαι, μίαν ἀκτῖνα κατάπεμψον, ψυχῇ τῇ ἀθλίᾳ μου, ὅπως ὑμνήσω καλῶς, Πέτρον ἅγιον, Σεράγεβο ποιμένα, γενναίως ἀθλήσαντα, ἐσχάτοις ἔτεσι.
κ βρέφους ἐπόθησας, τὸν Ἰησοῦν παμμακάριστε, πλουτήσας εὐσέβειαν, τὴν γονικὴν εὐλαβῶς· ὅθεν εὕρηκας, αὐλαῖς ταῖς τοῦ Δεσπότου, στρουθὸς ὥσπερ ἔλλογος, Πέτρε ἀνάπαυσιν.
Τὴν γνῶσιν τὴν ἔξωθεν, τῇ εὐσεβείᾳ προσθέμενος, καλῶς διηκόνησας, τὴν Ἐκκλησίαν Χριστοῦ· καὶ ἐπήρκεσας, τοῖς πᾶσι θεαρέστως, ἀγάπῃ φερόμενος, Πέτρε θεόσοφε.
Θεοτοκίον
ητόρων ἡττήθησαν, κενολογίαι Θεόνυμφε, μηδόλως δυνάμεναι, κατανοῆσαι τὸ πῶς, ὁ Ὑπέρθεος, ἐσκήνωσε γαστρί σου, γενόμενος ἄνθρωπος, διὰ τὸν ἄνθρωπον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
πόθος τῶν θείων μυστηρίων, ἀπέσβεσε πόθον χοϊκῶν, ἐκ σῆς καρδίας ἅγιε, διὸ καὶ προετίμησας, παρθένων Πέτρε ἄσκησιν, διὰ Χριστὸν τὸν Νυμφίον σου.
Νικήσας παθῶν ἐπαναστάσεις, ἐκάθηρας Πέτρε σεαυτόν, ὡς τοῦ Θεοῦ ἀνάθημα, καὶ οἶκον χριστοσκεύαστον· διὸ καὶ σοὶ ἐσκήνωσεν, ὁ Βασιλεὺς ὁ Παράκλητος.
γίων ζηλώσας πολιτείαν, ἁγίως ἐβίωσας καὶ σύ, σοφῶς ἐπιμελούμενος, εὐχῆς καὶ κατανύξεως, καὶ πάσης ἄλλης πράξεως, δι᾿ ὧν Χριστῷ Πέτρε ἥνωσαι.
Θεοτοκίον
αθύμως παρέρχομαι τὸν βίον, μηδόλως τὴν κρίσιν κατὰ νοῦν, λαμβάνων Παναμώμητε, καὶ τὴν φρικτὴν ἀπόφασιν· διό μοι δὸς μετάνοιαν, καὶ πεπραγμένων διόρθωσιν.







Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν χριστόψυχον Σάββαν ἐκμιμησάμενος, λογικῶν σου προβάτων τὴν ποίμνην ἔθρεψας, διδαχαῖς ταῖς ζωτικαῖς Πέτρε ἅγιε, καὶ τὴν πίστιν ἀνδρικῶς, ὡμολόγησας σοφέ, ἐνώπιον τῶν Οὐστάσι, διὸ ἐστέφθης δικαίως, παρὰ Κυρίου ᾿Αρχιμάρτυρος.
Δόξα. καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοὶ πρὸς σὲ προστρέχομεν, ἐκβοῶντες ἐκτενῶς, καὶ ἀνακράζοντες πιστῶς· ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.    

δὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Χρῖσμα ἅγιον ἐδέξω, ἱερέων μακάριε, θύων τὸν Δεσπότην, Πέτρε εἰς ζωὴν τὴν αἰώνιον, ἀγγελικῇ πολιτείᾳ ἐγκοσμούμενος, καὶ δεόμενος, ἐν κατανύξει καρδίας σου.
να ῥύσῃ τὸν λαόν σου, ἀπὸ πλάνης σκοτώσεως, λόγοις ζωηφόροις, Πέτρε ἐκατήχεις καὶ βίῳ σου, ὅνπερ ὡς τύπον κατέχοντες ἄριστον, ἐφωτίζοντο, σοῦ ἐν χαρᾷ ὑπακούοντες.
Ποιμενάρχην θεοφόρον, ὁ Χριστὸς σὲ ἀνέδειξε, τὴν φιλαδελφίαν, βλέπων καὶ ψυχῆς γενναιότητα, δι᾿ ὧν ἐστήριξας Πέτρε τὴν ποίμνην σου, κλονουμένην, ἐκ καιρικῶν περιστάσεων.
Θεοτοκίον
Οὐρανῶν σε Πλατυτέραν, καὶ τοῦ κόσμου κοσμήτριαν, γνόντες σε Παρθένε, πάντες ἐν χαρᾷ μεγαλύνομεν, καὶ ἐκζητοῦμεν πρεσβεύειν πρὸς Κύριον, ὅπως ρύσηται, ἡμᾶς πυρὸς τῆς κολάσεως.

ᾨδὴ ε΄. ᾿Εξέστη τὰ σύμπαντα.
Ἰσάξιος πέφυκας Ἱεραρχῶν πανεύφημε, Πέτρε Βασιλείων τε καὶ Σάββα, ὅθεν λαόν σου τὸν πολυφίλητον, ἤγαγες πρὸς γνῶσιν τοῦ Θεοῦ, τῇ ἀγάπῃ χρώμενος, ὡς Χριστοῦ ἀκριβὲς ἀποτύπωμα.
Μισῶν τὴν διαίρεσιν, ἑνότητα ἠγάπησας, Πέτρε καὶ ἐδίωξας ἐν πόθῳ, πάντας εἰς τάξιν τῆς ἀδελφότητος, τάττων θεϊκῇ ἐπιλογῇ, βλέπων τὴν πρωτόκτιστον, ἐν Ἐδὲμ φυσικὴν πανενότητα.
Ἐκόσμησας ἅγιε, ναοὺς Θεοῦ ἐν χώρᾳ σου, εἰς δοξολογίαν τοῦ Κυρίου· ἀλλὰ κυρίως ἐμψύχους ἔδειξας, ἐκκλησίας τέκνα σου πιστά, ταῖς διδασκαλίαις σου, ποιμενάρχα κλεινὲ καὶ φιλόψυχε.
Θεοτοκίον
Νοὸς μου τὸ ἄστατον, συγκράτησον Πανάμωμε, σαῖς πανευπροσδέκτοις ἱκεσίαις· ἐγκαθιστῶσα τὴν ἀδιάλειπτον, μνήμην τοῦ γλυκέος Ἰησοῦ, τὴν εἰρηνοπάροχον, καὶ παντὸς ἀγαθοῦ τὴν γεννήτριαν.



ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.
γιαζόμενος ἅγιε, λαόν σου καθ᾿ ἡμέραν ἡγίαζες, θείαις ἐντεύξεσι, καὶ πρὸς ζωῆς τὴν ἐπίτευξιν, σοῖς λόγοις καθωδήγεις, Πέτρε θεόσοφε.
Τηρῶν Πατέρων ἀκρίβειαν, πατὴρ ἀληθινὸς Πέτρε δέδειξαι, ταῖς ἐπαρχίαις σου, ἐπιμελούμενος ἄριστα, πενήτων ἀδελφῶν σου, διὰ τὸν Κύριον.
δὸν βαδίσας χριστόδεικτον, εἰρήνης κήρυξ Πέτρε πανάριστε, πέφυκας ἔνθεος, ἥτις παρέχεται ἄνωθεν, ἐκ τοῦ Εἰρηνοδότου, τοῖς καθαρεύουσι.
Θεοτοκίον
λώδεις μέριμναι Δέσποινα, ψυχὴν μου τοῦ Δεσπότου χωρίζουσι, ὅθεν αἰτοῦμαί σου,ταύτας μακρὰν ἀποδίωξον, καὶ δός μοι ἐν καρδίᾳ, θείαν κατάνυξιν.

Κοντάκιον. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Ὑπενδυθεὶς ἀρχιερέως τὴν χλαῖναν, Ἀρχιερέα ἐμιμήθης τὸν μέγαν, ἀράμενος ἐπ᾿ ὤμων σου σταυρὸν μαρτυρικόν· ὅθεν ἐπεκύρωσας, τὴν ἀγάπην σου Πέτρε, ὥσπερ ὁ συνώνυμος, Μαθητὴς ἐναθλήσας, καὶ Ἐκκλησίας γέγονας θερμός, πρὸς τὸν Δεσπότην, ἱκέτης τρισόλβιε.
Ὁ Οἶκος
Χρυσοῦν κανόνα ἔχων σου Πέτρε ὁμολογίαν, ἣν ὁ συνώνυμος ποτὲ μαθητὴς ἐποιήσατο, τὸ· σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, Χριστῷ ἀναβοήσας, τούτῳ τοὺς θεμελίους σου ἔπηξας τῆς πίστεως. Ὅθεν ποιμεναρχίας τὴν ῥάβδον ὡς ὑπεράξιος λαβών, εἰς χλόην καὶ πηγὴν ζωῆς τὰ τέκνα σου ὡδήγησας· καιροῦ δὲ ἐπιστάντος πολλὰς βασάνους ὑπομείνας παρὰ τῶν ψευδοσχήμων Οὐστάσι, ἐπορφύρωσας τὴν ἀρχιερωσύνην τῷ σεπτῷ αἵματί σου, καὶ νῦν ἑστὼς παρὰ τῷ θρόνῳ τῆς παναγίας Τριάδος, λαοῦ καὶ ποίμνης γέγονας θερμός, ἱκέτης τρισόλβιε.

Τὸ Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Πέτρου, γενομένου πρῶτον ἐπισκόπου Ζαχουμίου καὶ Ἐρζεγοβίνης, εἶτα δὲ ἀναδειχθέντος Μητροπολίτου Σεραγέβου.
Πέτρᾳ συνήφθης τῇ ἀσαλεύτῳ Πέτρε,
ποιμὴν κάλλιστος Καλοῦ Ἀρχιποιμένος.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Στήλη πάμφωτος, ἐγένου τῷ ποιμνίῳ σου, καθοδηγήσας αὐτό, ἐκ γῆς πρὸς τὸν οὐρανόν, καὶ πείσας πορεύεσθαι, κατὰ τὸν νόμον Χριστοῦ, Ὃν ἐδόξασας, τῷ βίῳ τῷ ἐνθέῳ σου, ποιμενάρχα Ζαχουμίου.
δικαίωσας, τὰς προσδοκίας Ἅγιε, τῆς ᾿Εκκλησίας Χριστοῦ, τοῖς ἴχνεσιν πορευθείς, σεπτῶν Ἀποστόλων τε, ἱεραρχῶν εὐκλεῶν, καὶ ἐστήριξας, τῇ ράβδῳ τῆς ἀγάπης σου, κλονουμένων τὰς καρδίας.
ητορεύουσι, τὸν ζῆλόν σου μακάριε, ὑπὲρ τῆς δόξης Χριστοῦ, ναοὶ οἱ περικαλλεῖς, ἐκ βάθρων οὓς ἤγειρας, ἐπιστασίᾳ σου, καὶ κηρύττουσι, τὸ τῆς ψυχῆς φιλάδελφον, τὰ λοιπὰ σου Πέτρε ἔργα.
Θεοτοκίον
διόρθωτος, ὑπάρχων Παναμώμητε, ἐκ τῆς σκληρότητος, ἁμαρτωλῆς μου ψυχῆς, κραυγάζω σοι· σῶσόν με, Μῆτερ τοῦ Πλάστου μου, χορηγοῦσά μοι, μετάνοιαν καὶ δάκρυα, ὅπως πλύνω μου τὰς πράξεις.

δὴ η΄. Παῖδας εὐαγεῖς.
Γῆρας συνηρμόσθη τὸ σεμνόν σου, τοῖς γέρασι πάθους τοῦ σεπτοῦ, ὦ Πέτρε παμμακάριστε, καὶ ἕνα ἀπετέλεσαν, λαμπρὸν Κυρίου ἄγαλμα, ἐξ Οὗ ἐστέφθης λαμπρῶς, γενόμενος, συνέστιος θεῖος, Ἱερομαρτύρων, εἰς πάντας τοὺς αἰῶνας.
θυσας σαὐτὸν ὡς ἱερεῖον, καὶ κάρπωμα Πέτρε λογικόν, τηρήσας τὴν ἀκρίβειαν, τῆς Ὀρθοδόξου πίστεως, καὶ ταύτην ὡμολόγησας, πρὸ διωκτῶν ἀπηνῶν, ὡς ἄκακον, ἀρνίον Κυρίου· ὅθεν ἀναπαύῃ, εἰς πάντας τοὺς αἰῶνας.
Βέβηλοί σε χεῖρες τῶν Οὐστάσι, ἐξήρπασαν μέγαν ὡς κριόν, ἐκ ποίμνης σου μακάριε, καὶ ταύτην ἀπωρφάνισαν, δοκοῦντες οἱ πανάθλιοι, δόξαν προσφέρειν Θεῷ, Ὃς εὔοσμον θυσίαν ἐδέχθη, σῶν αἱμάτων χύσιν, ὦ Πέτρε ἱεράρχα.
Θεοτοκίον
ταν ἔλθῃ Μῆτερ ὁ Υἱός σου, τοῦ κρῖναι δικαίως πᾶσαν γῆν, τότε μὴ ἐπιλάθῃ μου, ἀλλ᾿ αἴτησαι δοθῆναί μοι, συγχώρησιν πταισμάτων μου καὶ τῶν παντοίων κακῶν, ἃ ἔπραξα, καὶ πράττω ὁ τάλας, οὐδαμῶς λαμβάνων, εἰς νοῦν ἐσχάτην κρίσιν.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
γγελος Θεοῦ, ἐδείχθης Σεράγεβο, Πέτρε πανθαύμαστε, ἔτι ἐν τῷ σώματι· καὶ νῦν ὑψόθεν ἐπιμελούμενος, τῆς ποίμνης καὶ τῶν τέκνων σου, ὡς παρεστὼς τῷ Χριστῶ, καὶ σημεῖα Τούτῳ ἐνδεικνύμενος, μαρτυρίων φρικτῶν ἃ ὑπήνεγκας.
Στῆθι ἐς ἀεί, μεσίτης καὶ πρόμαχος, ὑπὲρ Πατρίδος ἡμῶν, Πέτρε χριστοφίλητε, καὶ τὴν εἰρήνην εὐχαῖς σου πάρεχε, ὅπως Θεοῦ ἐντάλματα τηροῦντες ἅπαντα, Βασιλείαν εὕρωμεν τὴν ἄσειστον, καὶ Χριστὸν τὸν γλυκὺν ἐποψώμεθα.
ριμος καρπός, καθάπερ συγκέκλεισαι, τῇ ἀποθήκῃ Χριστοῦ, Πέτρε ἀξιάγαστε, διὰ βασάνων πολλῶν καὶ θλίψεων, ἀλλὰ νῦν χαίρων ἄληκτα, ἡμῶν μνημόνευε, τῶν σῶν τέκνων, πάτερ ὡς φιλότεκνος, καὶ εὐχὰς τὰς ἁγίας σου ἔκχεε.
Θεοτοκίον
νασσα Σεμνή, λαόν σου ᾿Ορθόδοξον Σέρβων εὐλόγησον, καὶ πταισμάτων ἄφεσιν, παρὰ Κυρίου αἴτει ὡς εὔσπλαγχνος, συμπρεσβευτήν σου ἔχουσα, Πέτρον Σεράγεβο, ποιμενάρχην καὶ ἱερομάρτυρα, οὗ τὴν μνήμην φαιδρῶς ἑορτάζομεν.

Ἐξαποστειλάριον ῏Ηχος Β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Πέτρα στεῤῥὰ τῆς πίστεως, καὶ τῆς ὁμολογίας, ὤφθης ὦ Πέτρε ἔνδοξε, πρόεδρε Σεραγέβου, μαρτύρων δόξα καὶ κλέος, ἐπισκόπων λαμπρότης, ἐν τοῖς ἐσχάτοις ἔτεσι ὑπὸ τῶν ψευδαδέλφων, πολλὰ παθών· ὅθεν χεῖρας ἔκτεινον τῷ Δεσπότῃ, ὑπὲρ Σερβίας ἅγιε, σῆς πατρίδος φιλτάτης.
Θεοτοκίον
Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ Πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν ἁγίων Ἀγγέλων, ἁγιωτέρα Πάναγνε, τὸν γὰρ Κτίστην τῶν ὅλων, σωματικῶς, ἀποῤῥήτως τέτοκας Θεοτόκε· Ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.












ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ τοῦ Χριστοῦ ᾿Εκκλησία, φαιδρῶς ἑόρτασον, ἔχεις γὰρ νέον Πέτρον, ἐν χοροῖς τῶν ῾Αγίων, ποιμένα γεγονότα Σέρβων πιστῶν, καὶ μαρτύρων συνόμιλον, θερμὸν δὲ πρέσβυν ὑψοῦντα χεῖρας Θεῷ, ὑπὲρ ποίμνης ἣν ἀγάπησε.

Πτωχοὺς ἠγάπησας πάτερ, ὥσπερ τὸν Κύριον, καὶ ὀρφανοῖς ἐγένου, κηδεμὼν καὶ προστάτης· ναούς τε τῷ Δεσπότῃ περικαλλεῖς, ἐκ ψυχῆς προσενήνοχας, τῶν δὲ πιστῶν τὰς καρδίας ἐπιμελῶς, πρὸς εὐσέβειαν ὡδήγησας.

Ὀρθοδοξίας τηρήσας, τὰ θεῖα δόγματα, καὶ τούτοις πάτερ Πέτρε, συντραφεὶς ἀπὸ βρέφους, ἐνώπιον κηρύξας σῶν διωκτῶν, μάρτυς ὤφθης περίδοξος, καὶ Βασιλείας ἐπέτυχες οὐρανῶν, δι᾿ αἱμάτων ἅπερ ἔδωκας.

Τὸν Πρωτομάρτυρα πάτερ, καλῶς μιμούμενος, ἠγάπησας τὸν πέλας, ὡς εἰκόνα Κυρίου· ἀλλ᾿ ὅμως ἐκ φορούντων ἀλωπεκῆν, εὐσεβείας ἀπείληφας, σφοδρὰς βασάνους καὶ θάνατον ἐν Χριστῷ, Σεραγέβου Πέτρε ἔνδοξε.

Δόξα. ῏Ηχος πλ.δ΄.
Ἀρχιτεκτονήσας σοφῶς, τὸν τῆς ψυχῆς σου οἶκον, ὅλος ἐπλήσθης τῆς χάριτος τοῦ Δεσπότου, Πέτρε ἀξιομακάριστε·καὶ τῶν πάλαι ἁγίων πιστῶς βαδίσας τὴν ὁδόν, ᾖρας ἄχρι τέλους ἑκουσίως τὸν σταυρὸν τοῦ μαρτυρίου, σύμμορφος γενόμενος τῶν πεπελεκισμένων διὰ τὴν ἀγάπην τοῦ ἐσφαγμένου Ἀρνίου. Οὗ τῆς εὐφραντικῆς ὄψεως, καὶ ἡμᾶς ἀξίωσον ταῖς πρεσβείαις σου, ὡς πατὴρ φιλότεκνος καὶ εὐπάρεδρος.

Καὶ νῦν.

Μεγαλυνάριον
Τὴν ἀνδρείαν Πέτρου ἐκμιμηθείς, Πέτρε Σεραγέβου, ἱεράρχα καὶ ἀθλητά, διὰ μαρτυρίου, ὑπὸ δεινῶν Οὐστάσι, λαοῦ σου μέγας πρέσβυς, ὤφθης πρὸς Κύριον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου