Κυριακή 12 Απριλίου 2020

ΜΑΡΤΙΟΣ 27. ΑΓΙΟΙ ΝΕΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΕΥΝΟΥΒΙΟΣ, ΠΑΪΣΙΟΣ & ΑΒΕΡΚΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ ΚΖ΄!!
ΕΥΝΟΥΒΙΟΣ, ΠΑΪΣΙΟΣ & ΑΒΕΡΚΙΟΣ
ΝΕΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄.Τῶν οὐρανίων ταγμάτων.
Καταφλεχθέντες ἀγάπῃ, τοῦ Παντοκράτορος, τερπνὰ τοῦ βίου πάντα, ἀρνηθέντες Πατέρες, προσήλθετε προθύμως ἐν τῇ Μονῇ, τῆς Ἁγνῆς Θεομήτορος, τὰς θεουργοὺς ἐργαζόμενοι ἀρετάς, καὶ ἀσκήσει καθαιρόμενοι.

Σταυρὸν Κυρίου ἐπ’ ὤμων, ἀναλαβόμενος, Εὐνούβιε τρισμάκαρ, καὶ τὸν νοῦν ἀνατείνας, πρὸς ὕψος Βασιλείας τῶν οὐρανῶν, δι’ εὐχῆς κατενίκησας, τῶν πειρασμῶν τὰς παγίδας, ὡς ἀθλητής, συνειδήσεως  μακάριε.

Πάσῃ δυνάμει καρδίας, πάτερ Παΐσιε, τὸν Κύριον ποθήσας, πῦρ πυρὶ προσετίθεις, νηστείᾳ ἀγρυπνίᾳ καὶ προσευχῇ, ὅθεν φλὸξ ὅλος γέγονας, καὶ διὰ ξίφους διψαίμου τῷ Ἰησοῦ, συνεκράθης ἀδιάστατα.

Τῆς ἁμαρτίας τὰ βάρη, θεῖε Ἀβέρκιε, ἀπὸ ψυχῆς σου ῥίψας, τὴν ὁδὸν τοῦ Κυρίου, ἐβάδισας μὴ πτήξας βέλη ἐχθροῦ, τῇ εὐχῇ δυναμούμενος, καὶ Ἄγαρ πλάνην ἐλέγξας τὴν σκοτεινήν, εἰς τὸ φῶς Χριστοῦ ἐλήλυθας.

Ὡς τῆς Ἀχράντου Δεσποίνης, θεῖα ἐκθρέμματα, ηὐξήσατε Πατέρες, δωρεὰν τῶν ταλάντων, προθύμως ἐργασθέντες ἐν μυστικῷ, ἀμπελῶνιτὴν ἄσκησιν, καὶ τῆς Μονῆς ὑμῶν πρέσβεις πρὸς τὸν Χριστόν, μαρτυρίῳ ἐγενήθητε.

Τῆς Παναγίας Τριάδος, τὴν πίστιν Ἅγιοι, κηρύξαντες γενναίως, πρὸ ἀθέων τυράννων, καὶ πλάνην τοῦ Μωάμεθ τοῦ δυσσεβοῦς, γραφικῶς διελέγξαντες, τῇ ξιφοτμήσει τὸ στέφος παρὰ Χριστοῦ, τῆς ἀθλήσεως εἰλήφατε.




Δόξα. Ἦχος β΄.
Τῷ θείῳ ἔρωτι καταφλεχθέντες τὰς ψυχάς, τῆς Παναχράντου τῇ Μονῇ ὡς πρόβατα λογικὰ ἐλθόντες, καὶ κεφαλὰς Κυρίῳ δι’ ἀσκήσεως ὑποκλίναντες, δοχεῖα τῆς χάριτος Αὐτοῦ ἐγεγόνατε. Ὅθεν ἐν παῤῥησίᾳ καὶ δυνάμει, τὴν πλάνην τοῦ ψευδοπροφήτου ὡς ψυχώλεθρον ἐλέγξαντες, τῶν θείων Μαρτύρων τῷ χορῷ, τῷ ξίφει ἠριθμήθητε. Ὅθεν σύντρεις ἀδιαστάτως παριστάμενοι τῇ Ζωοποιῷ Τριάδι, Αὐτὴν καθικετεύσατε δεόμεθα, Εὐνούβιε μακάριε, Παΐσιε θεσπέσιε καὶ Ἀβέρκιε θεόψυχε, ὑπὲρ τῶν πίστει ἐκτελούντων εὐλαβῶς τὴν ἱερὰν ὑμῶν μνήμην, Ὁσιομάρτυρες γενναιότατοι.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁΘεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἠρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Ὡς ἄρνες τοῦ Κυρίου ἑκουσίως ὑπετάγητε, τῆς Παναχράντου τῇ θείᾳ Μάνδρᾳ, καὶ καθ’ ἡμέραν τὴν κλίμακα τῶν ἀρετῶν ἀναβαίνοντες, τῶν ἐπιψόγων παθῶν ἐκκαθάρθητε, τὴν ἀγάπην τοῦ Δεσπότου πληθύνοντες. Ὅθεν ἐν καιρῷ τοῦ πειρασμοῦ, Αὐτὸν οὐ κατελίπετε, ἀλλὰ τρανῶς ὁμολογήσαντες ὡς Θεὸν καὶ ἄνθρωπον τέλειον, τῷ ξίφει ἀπετμήθητε, διὸ τὴν μνήμην ὑμῶν σήμερον, Ὁσιομάρτυρες σεπτοὶ περιχαρῶς ἑορτάζομεν.

Ἦχος β΄
Τῆς βαρβαρικῆς ἡμισελήνου τὸ ψυχώλεθρον σκότος μυκτηρίσαντες, τῷ νοητῷ ἡλίῳ Χριστῷ συνενώθητε σφαγέντες, Πατέρες ὁσιώτατοι. Οὐ γὰρ ἠνέχθητε τὸ φῶς τῆς ζωῆς καταλιπεῖν, ἀλλὰ τῷ αἵματι ὑμῶν εἰς τὸν ἔκλαμπρον νυμφῶνα τῆς Βασιλείας εἰσεληλύθατε, ἔνθα μὴ ἐπιλάθεσθε καὶ ἡμῶν ὡς φιλάδελφοι.





Ἦχος γ΄
Τῆς παρθενίας τὸν λευκὸν χιτῶνα ἠρυθρώσατε, τοῖς μαρτυρικοῖς αἵμασιν ὑμῶν, Εὐνούβιε χριστόψυχε, Παΐσιε μακάριε, καὶ Ἀβέρκιε γενναιόφρον. Ὅθεν σὺν τῷ Ἐσφαγμένῳ Ἀρνίῳ συμβασιλεύοντες, καὶ ἡμῶν τὰς καρδίας καταφλέξατε, εἰς τὴν ἀγάπησιν Αὐτοῦ τρισάριθμοι Ὁσιομάρτυρες.

Ἦχος δ΄
Τὸν θησαυρὸν τῆς Ὀρθοδοξίας πλουτήσαντες, ἄκαμπτον τὸ φρόνημα ὑμῶν ἀπεδείξατε, ἐν καιρῷ τοῦ μαρτυρίου. Καὶ τὴν τῶν ἀσεβῶν ἀγαρηνῶν ψευδοθρησκείαν ὁμοῦ ἀποστραφέντες, τὸ βάπτισμα τοῦ αἵματος, περιχαρῶς ἐδέξασθε, καὶ τῷ χορῷ τῶν ὁσιομαρτύρων προστιθέντες, πρεσβεύσατε δεόμεθα ὑπὲρ τῶν πίστει τιμώντων ὑμᾶς.

Δόξα. Ἦχος πλ.α΄.
Τίς ἡ συμφώνησις Χριστοῦ πρὸς τὸν Βελίαρϗ τίς ὁ συμφυρμὸς τῆς ἀληθείας πρὸς τὸ ψεῦδοςϗ ταῦτα λογιζόμενοι οἱ ἅγιοι Ὁσιομάρτυρες, τὸν Θεάνθρωπον Ἰησοῦν καρτερῶς ὁμολογήσαντες, τῆς ἰσλαμικῆς ἀσεβείας τὴν πολύπλανον θρησκείαν ὁμοφώνως ἐλοιδόρησαν. Ὅθεν ὡς λογικὰ σφάγια τῇ ζωοποιῷ Τριάδι προσενεχθέντες, δόξα τῆς Ἐκκλησίας καὶ τοῦ γένους τῶν Ὀρθοδόξων ἐγένοντο, καὶ τῶν φιλαγίων μεσῖται θερμότατοι ἀνεδείχθησαν, ὧν τὰς πρὸς τὸν Κύριον εὐχὰς ἐξαιτούμεθα.

Καὶ νῦν, Θεοτοκίον, ὁμόηχον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὅτε ἡ ἀγάπη τοῦ Θεοῦ, ἔπληξεν ὡς βέλος καρδίας, ὑμῶν μακάριοι, τότε ἐξελέξασθε βίον τὸν ἄζυγον, καὶ ὡς θύματα ἄμωμα, Δεσποίνης Ἀχράντου, τῇ Μονῇ προσήλθετε ἔνθα ἀσκούμενοι, πάντα ἀντιδίκου τὰ βέλη, ὡσπερεὶ ἀθύρματα παίδων, τοῦ Χριστοῦ δυνάμει διελύσατε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Νοῦν Χριστοῦ Εὐνούβιε πλουτῶν, ἅπαντα τὸν βίον σωφρόνως, Αὐτῷ ὑπέταξας, καὶ τῆς συνειδήσεως, βιῶν μαρτύριον, Παϊσίου ὁμότροπος, καὶ τοῦ Ἀβερκίου, γεγονὼς συνήθλησας τούτοις ἀσέβειαν, τοῦ ψευδοπροφήτου Μωάμεθ, σύντρεις διελέγξαντες ξίφει, στέφος τὸ ἀμάραντον ἐλάβετε.



Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Γνώμῃ ἑκουσίᾳ πρὸς σφαγήν, σπεύσαντες ὡς πρόβατα θεῖα, Πατέρες ὅσιοι, νίκην κατηγάγετε, κατὰ ἀρχαίου ἐχθροῦ· τοὺς μανδύας τῷ αἵματι, ἐμβάψαντες πύλην, οὐρανῶν εἰσέβητε, τὸ στέφος λήψεσθαι, παρὰ τοῦ καλοῦ Ἀθλοθέτου, Ὃν ὑπὲρ ἡμῶν δυσωπεῖτε, ὅπως σωτηρία  ἐπιτύχωμεν.

Δόξα. Ἦχος δ΄.
Τὸν δρόμον τῆς ἀσκήσεως τελέσαντες καλῶς, βαπτίσματι τοῦ αἵματος τὴν δόξαν τοῦ Χριστοῦ, ἐκτήσασθε τρισόλβιοι· ὡς πλοῖα γὰρ πολύφορα ἐν οὐρανοῖς ἐλλιμενισθέντες, τὸν πλοῦτον τῆς εὐαγγελικῆς βιοτῆς ἡμῖν ἐκδιδάσκετε, οὐκ ἄξια, λέγοντες, τὰ παθήματα τοῦ νῦν αἰῶνος, πρὸς τὴν τοῦ Παραδείσου μακαρίαν ζωήν, ἔνθα τρυφῶντες τοῦ σωτηρίου Προσώπου Ὁσιόαθλοι Πατέρες, πρεσβεύσατε δεόμεθα, σὺν τῇ Παναχράντῳ Δεσποίνῃ, καὶ τοῖς Ἁγίοις πᾶσιν,ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν Μονῇ ἀσκηθέντες τῆς ἁγνῆς Θεομήτορος, ὤφθητε δοχεῖα Τριάδος, τῆς ἁγίας τρισόλβιοι· διὸ ψευδοπροφήτου σκοτεινήν, ἀπάτην μυκτηρίσαντες σοφῶς, σύντρεις ξίφει ἀπετμήθητε κεφαλάς, καὶ στέφος ἀπειλήφατε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, καὶ θείους πρέσβεις πρὸς Αὐτόν, ἡμῖν διδόντι Ὅσιοι.
Δόξα. ἕτερον, ὅμοιον.
Τὸν σταυρὸν τοῦ Κυρίου ἐν τοῖς ὤμοις ἐπάραντες, τῆς ἀσκητικῆς πολιτείας, ξιφηδὸν ἐσφραγίσατε, Εὐνούβιε γενναῖε ἀθλητά, Παΐσιε μαρτύρων μιμητά, καὶ Ἀβέρκιε χριστόψυχε ἀσκητά, ἀσέβειαν ἐλέγξαντες· ὅθεν πρεσβεύσατε Χριστῷ, ὅπως ἡμῖν χαρίσηται, φῶς Παραδείσου ποθητόν, δυνάμει θείου Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄.Τὸν τάφον σου, Σωτήρ.
Ἀσκήσεως ὁδόν, φιλοτίμως Πατέρες, ἐστέψατε καλῶς διὰ τοῦ μαρτυρίου, Χριστὸν ὁμολογήσαντες, ὡς Θεάνθρωπον τέλειον, καὶ αἰσχύναντες, τοὺς λατρευτὰς ἀσεβείας, στύλοι ὤφθητε, ἐν τῷ καιρῷ τῆς δουλείας, λαὸν Θεοῦ στηρίξαντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς Αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄.Ταχὺ προκατάλαβε.
Τοῦ βίου τὴν θάλασσαν διαπεράσας καλῶς, παμμάκαρ Εὐνούβιε, συνασκητάς σου εὑρών, ἑτοίμους πρὸς ἄθλησιν, ἅμα τῷ Παϊσίῳ τὸν Ἀβέρκιον ξίφει, στέφους τοῦ ἀμαράντου, ἠξιώθητε σύντρεις, διὸ ἐν παῤῥησίᾳ Χριστῷ, ὑπὲρ ἡμῶν πρεσβεύσατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι, καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχοντες Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει νῦν προστρέχομεν, πάντες οἱ δοῦλοί σου.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὑπελθόντες ἀσκήσεως τὸν ζυγόν, ἐν Μονῇ τῆς Ἀχράντου θεοπρεπῶς, ὡς στάχεις πολύκαρποι, ἐθερίσθητε Ἅγιοι, διὰ τοῦ μαρτυρίου, τὴν Τριάδα κηρύξαντες, ὡς Θεὸν εἶναι μόνον, καὶ τοῦτον δεῖ σέβεσθαι· ὅθεν παρ’ ἀνόμων, ἀπετμήθητε ξίφει, Μαρτύρων γενόμενοι, καὶ ὁσίων ὁμόσκηνοι, ἱκετεύοντες πάντοτε, Δεσπότην ὑπὲρ πάντων πιστῶν, τῶν τιμώντων, θείαν ὑμῶν ἄθλησιν, ὅπως πᾶσι παράσχῃ τὸ ἄπειρον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χλαμὺς ἁλουργόχροοε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτος. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα. Χαῖρε Νύμφη ἡλιοστάλακτε, χαῖρε μόνον ψυχῆς μου, τὸ θεῖον διάσωσμα.




Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ὁσίου Σάββα.
Ὁ Ν΄ ψαλμός
Δόξα. Ὁσιομαρτύρων, πρεσβείαις Ἐλεῆμον... 
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον.
Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός…
Τὸν ἐκ τῆς Κεχαριτωμένης Ἀειπαρθένου γεννηθέντα Θεὸν Λόγον, πρὸ τῶν ἀθέων ἀγαρηνῶν καλῶς ὁμολογήσαντες, ἅγιοι Ὁσιομάρτυρες, διπλοῦν τὸν στέφανον ἐλάβετε, τῆς θεοφιλοῦς τε ἀσκήσεως καὶ τῆςγενναίας ἀθλήσεως. Ὅθεν ἐνδόξως παριστάμενοι τῷ θρόνῳ τοῦ Κυρίου, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ κανὼν τῶν ἁγίων Ὁσιομαρτύρων, οὗ ἡ ἀκροστιχίς: Μάρτυρας ὑμνῶ τῆς Παναχράντου Κόρης. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μαρτύρων τὴν ἄθλησιν, ἀνευφημῆσαι βουλόμενος, Τριάδος τὴν ἔλλαμψιν ἐπικαλοῦμαι θερμῶς, ἧς τὴν δύναμιν, ὡς ὅπλον ἐνδυθέντες, οἱ τρεῖς Ὁσιόαθλοι, σατὰν ἐνίκησαν.
γάπῃ τοῦ Κτίσαντος, φθαρτῶν ἁπάντων ἠλόγησαν, οἱ τρεῖς Ὁσιόαθλοι, καὶ προετίμησαν, συνειδήσεως, μαρτύριον λαβόντες, τὸ σχῆμα τὸ ἅγιον, τὸ ἰσομάρτυρον.
αδίως ἠνύσατε Πατέρες δρόμον ἀσκήσεως, τὴν χάριν τοῦ Πνεύματος ἔχοντες σύμπλοον, καὶ ἐφθάσατε, διὰ τοῦ μαρτυρίου, λιμένα ἀκύμαντον, γλυκὺν Παράδεισον.
Θεοτοκίον
Τριάδι προσήνεγκας, τριάδα τέκνων σου Πάναγνε, ὡς δῶρον πολύτιμον ὁμολογήσασαν, τὴν εὐσέβειαν, πρὸ ἀσεβῶν τυράννων, καὶ στέφανον ἄφθαρτον, κληρονομήσασαν.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
πέκλινας κάραν τῷ Δεσπότῃ, καὶ ᾖρας ζυγὸν τὸν τοῦ σταυροῦ, Εὐνούβιε μακάριε, βιώσας ὡς ἀσώματος, καὶ πάθη τὰ ἐπίψογα, κατανικήσας τῇ χάριτι.
οαῖς τῶν δακρύων ἀποπλύνας, Παΐσιε ῥύπον τῆς ψυχῆς, ὡράθης θεῖον κάτοπτρον, ἀφ’ οὗ ἐξηκοντίζοντο, τῶν ἀρετῶν λαμπρότητες, δι’ ὧν σοφῶς κατεστόλισαι.
βέρκιε θύμα τῆς ἀγάπης, ἐφάνης Κυρίου Ἰησοῦ, καλῶς ἀσκήσας πρότερον, καὶ εἶτα συναρίθμιος, Μαρτύρων θείων γέγονας, ξιφοτμηθεὶς ἀπηνέστατα.
Θεοτοκίον
Συνέχομαι φόβῳ καταδίκης, ἐξ ἔργων σαπρῶν καὶ πονηρῶν, ἅπερ ἀφόβως ἔπραξα, λυπήσας τὸν Σωτῆρά μου, διὸ ἐν ὥρᾳ Κρίσεως, μὴ καταλίπῃς με Δέσποινα.

Κάθισμα .Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Τριάδος τὴν πίστιν ὁμολογήσαντες, πρὸ ἀθέων τυράννων πανοσιώτατοι, ὥσπερ θύματα Χριστῷ σύντρεις προσήχθητε, καὶ ζωῆς τῆς ἀληθοῦς, ἐντρυφῶντες ἐν χαρᾷ, τοὺς τὴν παγγέραστον μνήμην, ὑμῶν τελούντων ἀπαύστως, εὐχαῖς σεπταῖς ἐπιστηρίξατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν πίστει ὑμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
περέβης φρόνημα κοσμικόν, ἐν Θεῷ βιώσας Εὐνούβιε, καὶ τοῦ Κυρίου, ἐκτελέσας ἐντολάς, ζῶν ὤφθης Εὐαγγέλιον, ὅθεν ἐπαξίως τιμῶμέν σε.
Μιμητὴς ἐγένου τοῦ Ἰησοῦ, πάτερ θεοφόρε Παΐσιε, καὶ ἐξ ἀγάπης, ἐξεπλήρωσας πιστῶς, Αὐτοῦ τὸ θεῖον θέλημα, αἵματι σφραγίσας τὸν βίον σου.
Νικηφόρος ἕστης πρὸ τοῦ Χριστοῦ, ὅσιος καὶ μάρτυς Ἀβέρκιε, φανεὶς γενναῖος, διὸ ἔστεψαι λαμπρῶς, καὶ μεσιτεύεις πάντοτε, ὑπὲρ τῶν τὴν μνήμην τιμώντων σου.
Θεοτοκίον
ς νεφέλη σκέπουσα τοὺς πιστούς, σκέπασον κἀμὲ Παναμώμητε, ἐκ τῶν ποικίλων, διαβόλου πειρασμῶν, καὶ τὴν ψυχήν μου δρόσισον, ἀπὸ ἁμαρτίας τοῦ καύσωνος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τριάδος θεότητα, ὁμολογῶν ἀντίθεοι, πλάνον ὀνομάζω τὸν Μωάμεθ, ὅθεν εἰς πίστιν, τὴν ἀληθῆ καὶ ὑμᾶς, ἐκ φιλαδελφίας προσκαλῶ, ἔφη ὁ Εὐνούβιος, πρὸς δημίους παράφρονας.
λίου φαιδρότερον, λάμπει Χριστοῦ ἀλήθεια, ὅθεν τὴν σκοτώδη πλάνην Ἄγαρ, καταλιπόντες, φωτὸς γενήθητε, τέκνα καὶ ὑμεῖς θεοφιλῆ, τοὺς σφαγεῖς προέτρεπεν, ὁ θεόφρων Παΐσιος.
Σωτῆρα γινώσκοντα, Χριστὸν τὸν πολυέλεον, οὐκ ἂν δυνηθῆτέ με σαλεῦσαι, Ὀρθοδοξίας πίστεως τάλανες, ἔκραζεν Ἀβέρκιος λαμπρῶς, καὶ πρὸς ξίφος δίψαιμον, κεφαλὴν αὑτοῦ ἔκλινε.
Θεοτοκίον
Πολλὰ Μῆτερ πταίοντα, ἐν λόγοις τε καὶ πράξεσιν, πρὸς τὸν Πολυέλεον Υἱόν σου, καθικετεύω, σπεῦσον βοήθησον, καὶ ἀπὸ κοπρίας με παθῶν, ἔγειρον ὡς τάχιστα, ὥσπερ οἶδας τὸν δοῦλόν σου.

ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
γάπῃ θείᾳ πυρούμενος, Εὐνούβιε ἠρνήσω τὰ πρόσκαιρα, καὶ ἀγαλλόμενος, πρὸς τὴν σφαγὴν κάραν ἔκλινας, συνόμιλος Μαρτύρων ἀναδεικνύμενος.
Νομίμως ἤθλησας ὅσιε, καὶ βίον μαρτυρίῳ ἐσφράγισας, μάκαρ Παΐσιε, μὴ ὑπενδοὺς δελεάσμασι, τῶν τέκνων γραίας Ἄγαρ, μείνας ἀκλόνητος.
νακαινίσας τὸν ἔρωτα, Κυρίου θεοφόρε Ἀβέρκιε, οὐδόλως ἔπτηξας, τὸν ἐπικείμενον θάνατον, ἀλλὰ ὥσπερ εἰς γάμον, πρὸς τοῦτον ἔδραμες.
Θεοτοκίον
Χωρίον δεῖξόν με Δέσποινα, Υἱοῦ σου γλυκυτάτου ὑφάπτουσα, θείαν ἀγάπησιν, δι’ ἧς ὡς ἄχρηστα φρύγανα, καυθήσονται τὰ πάθη, τὰ τυραννοῦντά με.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Καταφλεχθέντες τῇ ἀγάπῃ Κυρίου, σταυρὸν ἀσκήσεως ἐπῄρατε πόθῳ, ἐν τῇ τῆς Θεομήτορος βιώσαντες Μονῇ, ὅσιε Εὐνούβιε, καὶ Παΐσιε θεῖε, πάντιμε Ἀβέρκιε, λατρευταὶ τῆς Τριάδος, ἧς τὴν θεότητα κηρύξαντες τρανῶς, ὑπὸ τῆς Ἄγαρ, πιστῶν ἀπετμήθητε.
Ὁ Οἶκος
Ἀγάπης θείας πληρωταὶ φανέντες ἐν τοῖς ἔργοις, ὅτε καιρὸς ἐφέστηκεν καλῆς ὁμολογίας, Τριάδος τὴν θεότητα κηρύξαντες γενναίως, πρὸ δυσσεβῶν ἀγαρηνῶν ἐβάψατε προθύμως, χιτῶνα τῆς ἀσκήσεως τοῖς ἱεροῖς ὑμῶν αἵμασιν. Ὅθεν διπλοῦν νῦν κατέχοντες τὸ στέφος καὶ παῤῥησίαν κεκτημένοι ἀκαταίσχυντον, ὑπὲρ ἡμῶν διηνεκῶς πρεσβεύσατε, τῷ Ἐλεήμονι καὶ στεφοδότῃ Χριστῷ, Εὐνούβιε, Παΐσιε σὺν Ἀβερκίῳ, οἵτινες ὑπὸ τῆς Ἄγαρ, πιστῶν ἀπετμήθητε.












Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν ἁγίων Νέων Ὁσιομαρτύρων Εὐνουβίου, Παϊσίου καὶ Ἀβερκίου, τῶν ἐν τῇ Μονῇ τῆς Θεοτόκου τοῦ Κιτσέβου ξίφει ἀθλησάντων ὑπὸ τῶν ἀγαρηνῶν, κατὰ τὸ ἔτος 1558.
Τριάδος πίστιν κηρύξαντες γενναίως,
Σύντρεις ἐκ ξίφους εἰλήφατε τὸ στέφος.
Εἰκάδι τε ἑβδόμῃ τριὰς Ὁσίων συναπεκάρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ.
Οὐκ ἄξιον λαθεῖν σε Μάρτυς Ματρῶνα,
Κἂν ἔνδον εἱρκτῆς ἐκπνέῃς κεκρυμμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Φιλήτου συγκλητικοῦ καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν δύω τέκνων αὐτῶν Θεοπρεπίου καὶ Μακεδόνος, Ἀμφιλοχίου δουκός, καὶ Κρονίδου κομενταρησίου.
Ὥσπερ Φιλητοῦ καὶ Λυδίας σάρξ μία,
Οὕτως ἓν αὐτῶν καὶ μετ' εἰρήνης τέλος.
Θνῄσκει Θεοπρέπιος σὺν Μακεδόνι,
Θεοπρεπῶς ᾄδοντες ὕμνους Κυρίῳ.
Δοὺξ συντελευτᾷ τῷ Κομενταρησίῳ,
Ἐξουσιάζων ἐξυπηρετουμένῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κηρύκου τοῦ ἐν Ἄπρῳ Θράκης
Ἐγώ, Πάτερ Κήρυκε, καὶ τεθνηκότα,
Κἂν καρδία φέρειν σε, κἂν γλώττῃ θέλω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰωάννης καὶ Βαρούχιος, ξίφει τελειοῦνται.
Οὐ θάρσος ἧττον Ἰωάννου πρὸς ξίφος,
Βαρουχίῳ ὑπῆρχεν, ἀλλὰ καὶ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἀνανί
Τριὰς τρίπους σός, Ἀνανὶ Θεοπρόπε,
Δι' ἧς τὸ μέλλον προὔλεγες πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐτυχίου
Εὐτυχὲς Εὐτύχιος ἦλθεν εἰς πέρας,
Γῆθεν μεταστὰς καὶ κατοικήσας πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου, ἐπισκόπου Κορίνθου
Φύσει ἀδελφὸς ὦν ὁ Παῦλος τοῦ Πέτρου,
Πόλει σὺν αὐτῷ ἐγκατοικεῖ τῇ ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀμβροσίου, Πατριάρχου Γεωργίας


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου τοῦ Βόσκιϋ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ήτωρ ἄριστος, Τριάδος ὤφθης ἅγιε, Ἄγαρ δυσσέβειαν, ἐλέγξας θεοπρεπῶς, καὶ κάραν ἀφῄρησαι, μάκαρ Εὐνούβιε, στέφος ἄφθαρτον, λαβὼν καὶ σὺν τοῖς Μάρτυσιν, νῦν οἰκεῖς εἰς τοὺς αἰῶνας.
κατάβλητον, τηρήσας σου τὸ φρόνημα, πάτερ Παΐσιε, ἐκήρυξας Ἰησοῦ, τρανῶς τὴν θεότητα πρὸ τῶν τῆς Ἄγαρ πιστῶν, καὶ χιτῶνά σου, ἐφοίνιξας τῷ αἵματι, τοῦ ἐνδόξου μαρτυρίου.
Νίκην ἤνεγκας, Ἀβέρκιε αἰώνιον, κατὰ ἀρχαίου ἐχθροῦ, Τριάδος ὑπερφυοῦς, τῇ πίστει ἑπόμενος οὐκ ἐδειλίασας, ξίφος δίψαιμον, δι’ οὗπερ συνηρίθμησαι, τῷ χορῷ Χριστοῦ Μαρτύρων.
Θεοτοκίον
Τρία πρόβατα, τῆς ποίμνης σου Θεόνυμφε, ὡς ἱερεῖα σεπτά, Τριάδι ζωοποιῷ, προσήνεγκας φέροντα, ἄθλους ἀσκήσεως, οἷς συνέμιξαν, τὰ ἐκχυθέντα αἵματα, δι’ ἀγάπην τοῦ Κυρίου.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὅλῃ σου ψυχῇ καὶ διανοίᾳ, ποθήσας τὸν Ἰησοῦν Εὐνούβιε, τὸν σταυρὸν ἀνείληφας, πρῶτον τῆς ἀσκήσεως, καὶ μαρτυρίου ἔπειτα, πικρὸν ποτήριον, ἐξέπιες, ποθῶν Βασιλείας, τῆς ἐπουρανίου, τὴν δόξαν εἰς αἰῶνας.
πὲρ ἀληθοῦς θεογνωσίας, παμμάκαρ Παΐσιε ἐνήθλησας, ὡς οἱ πάλαι Μάρτυρες, δι’ ἀγάπην Κτίσαντος, Ὃν τέλειον Θεάνθρωπον, ὁμολογήσας τρανῶς, πρὸ τυράννων, γέγονας συνέστιος, τῶν Ἁγίων τμηθεὶς θείαν κάραν σου.
Κύριον κηρύξας καὶ Δεσπότην, ἁπάντων Ἀβέρκιε Χριστόν, πεῖραν μαχαίρας ἔλαβες, ὑπὸ τῶν ἐλεγχθέντων σοι, διὸ πρεσβείαν ποίησον ὑπὲρ τιμώντων σου, τὴν ἄθλησιν, διδοὺς καρτερίαν, τοῖς πορευομένοις, ἐν κύμασι τοῦ βίου.
Θεοτοκίον
Οὐρανῶν ὑπάρχεις πλατυτέρα, ὡς τέξασα Λόγον τοῦ Θεοῦ, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, Παρθένε Παναμώμητε, Οὗ τῆς ἀγάπης ὄπισθεν προσεκολλήθησαν, τὰ πλήθη τῶν Ἁγίων ἁπάντων, μεθ’ ὧν καὶ Μονῆς σου τριὰς κλεινῶν Πατέρων.


ᾨδὴ θ΄. Ἅπας γηγενής.
ήμασι ζωῆς, Χριστοῦ ἠκολούθησας πάτερ Εὐνούβιε, καὶ ἀσκήσας ἄριστα, κατηξιώθης λαβεῖν τὸν στέφανον, διπλοῦν ὡς τὸ μαρτύριον, τῆς συνειδήσεως, τελειώσας διὰ ξιφοτμήσεως, καὶ πολίτης Σιὼν ἄνω γέγονας.
λιος ζωῆς, Χριστὸς ὄντως πέφυκεν, καὶ φῶς ἀνέσπερον, σκότος δὲ ἀσέβεια, ψευδοπροφήτου ᾧπερ πιστεύετε, ἀγαρηνοῖς ἐκραύγαζες πάτερ Παΐσιε, ἀλλ’ εἰς ὦτα, κεκλεισμένα ἤχησας, καὶ τμηθεὶς κεφαλὴν ἐστεφάνωσαι.
Σὸς εἰμὶ ἐγώ, Χριστέ μου καὶ ἔρχομαι πρὸς σὴν ὑπάντησιν, εἴρηκας Ἀβέρκιε, τομῇ μαχαίρας μάρτυς γενόμενος, καὶ Παραδείσου ᾤκησας, τὰς φωτοφόρους σκηνάς, μνημονεύων, πάντας τοὺς τιμῶντάς σου, τὸ σεπτὸν καὶ γενναῖον μαρτύριον.
Θεοτοκίον
νασσα ἁγνή, Τριάδα τὴν ἄκτιστον ἀεὶ ἱκέτευε, σὺν τριάδι τέκνων σου, μαρτυρησάντων διὰ τὸν Τόκον σου, ὅπως φυλάττῃ ἅπαντας τοὺς ἀνυμνοῦντάς σε, καὶ ἐν πόθῳ, σῇ Μονῇ προστρέχοντας, καὶ αἰτοῦσι ἁγίας πρεσβείας σου.

Ἐξαποστειλάριον Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀσκήσει διαπρέψαντες, πρῶτον θεῖοι Πατέρες, καὶ μαρτυρίου ὕστερον, ἐφάνητε συμμύσται, Εὐνούβιε θεοφόρε, καὶ Παΐσιε μάκαρ, Ἀβέρκιε χριστόψυχε, ἀπελέγξαντες πλάνην, ἀγαρηνῶν, καὶ Χριστὸν κηρύξαντες ὁμοφώνως, Θεάνθρωπον καὶ σῴζοντα, τῶν ἀνθρώπων τὸ γένος.
Θεοτοκίον, ὅμοιον.
Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ σατὰν ἡμᾶς λάβῃ, μὴ ᾅδης μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ σου, τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὦ Θεομῆτορ Δέσποινα, ποίησον σαῖς πρεσβείαις.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄.Ὤ τοῦ παραδόξου θαύματος.
Ἐπιποθήσαντες Ὅσιοι, πάσῃ δυνάμει Χριστόν, ἀγαπῆσαι προσήλθετε, εἰς τῆς Θεομήτορος, τὴν Μονὴν καὶ ὑπήχθητε, αὐτεξουσίως ὑπακοῆς τῷ ζυγῷ, τὴν παρθενίαν ἐπενδυσάμενοι, βίον δ’ ἀκτήμονα, ὡς ἄσαρκοι ἄγγελοι, ἐπὶ τῆς γῆς, ζῶντες τῷ Καλέσαντι, εὐηρεστήσατε.

Συσταυρωθεὶς τῷ Δεσπότῃ σου, τῷ δι’ ἡμᾶς τῷ σταυρῷ, καταργήσαντι θάνατον, εἴληφας Εὐνούβιε, τὸν σταυρὸν τῆς ἀσκήσεως, καὶ καθ’ ἡμέραν, ἔθνησκες πάθεσι, τὴν ζωηφόρον διώκων νέκρωσιν· ὅθεν ἠξίωσαι, τελειῶσαι βίον σου, μαρτυρικῶς, τοῦ Χριστοῦ θεότητα, ἀνακηρύξας τρανῶς.
Τὴν πανοπλίαν τοῦ Πνεύματος, ἀναλαβὼν ἀνδρικῶς, πρὸς ἀγῶνας Παΐσιε, πρὸς τὸν ἀντικείμενον, ἰσοβίως ἐχώρησας, καὶ φιλοτίμως ἀγωνιζόμενος, ζῆλον Κυρίου ηὔξησας χάριτι, ὁμολογήσας δέ, πρὸ τυράννων ἄριστα εἶναι Θεόν, τὸν Χριστὸν τὴν κάραν σου, τῷ ξίφει τέτμησαι.

Κατὰ τὸν Παῦλον Ἀβέρκιε, οὐδὲν γλυκέος Χριστοῦ, τῆς ἀγάπης χωρίσαι σε, ἠδυνήθη πώποτε, ἀλλὰ μᾶλλον ἐπηύξησε, ταύτην δι’ ἧς περκατεμυκτήρισας, ψευδοπροφήτου, πλάνην σκοτόμορφον, καὶ κατετράνωσας, πίστιν τὴν Ὀρθόδοξον πανευσεβῶς, τῶν Μαρτύρων σύναθλος, ξίφει γενόμενος.

Δόξα. Ἦχος ὁ αὐτός.
Υἱοὶ φωτὸς ὑπάρχοντες, καὶ τῆς πανάγνου Θεομήτορος τέκνα φωτόμορφα, τρισάριθμοι Ὅσιοι, Εὐνούβιε, Παΐσιε καὶ Ἀβέρκιε, γενναιοφρόνως τὸν Χριστὸν ὡμολογήσατε εἶναι μόνον Θεόν, τὴν δὲ σκοτεινόμορφον πλάνην τῆς Ἄγαρ σοφῶς ἀποστραφέντες ἐμυκτηρίσατε. Ὅθεν ὡς θύματα εὐπρόσδεκτα προσήχθητε τῷ Κυρίῳ, ἀνηλεῶς ξιφοτμηθέντες· καὶ στάντες νικηταὶ πρὸ τοῦ στεφοδότου Δεσπότου, πρεσβεύσατε, δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου.

Μεγαλυνάρια
Πίστιν τῆς Τριάδος τὴν ἀληθῆ, Εὐνούβιε πάτερ, καὶ Παΐσιε θαυμαστέ, σὺν τῷ Ἀβερκίῳ, κηρύξαντες γενναίως, πρὸ ὀπαδῶν τῆς Ἄγαρ, ξίφει ἐτμήθητε.
Διὰ τὴν ἀγάπην τοῦ Ἰησοῦ, καὶ Ὀρθοδοξίαν, ὥσπερ πρόβατα λογικά, καρατομηθέντες, τρεῖς Ὅσιοι πατέρες, τοῦ στέφος τῶν Μαρτύρων, κατηξιώθητε.
Δεῦτε εὐφημήσωμεν ἐκ ψυχῆς, τὴν Ἁγνὴν Παρθένον καὶ τριάδα τῶν θαυμαστῶν, Ὁσιομαρτύρων, αἰτούμενοι πρεσβείας, αὐτῶν πρὸς τὸν Δεσπότην, τούτους δοξάσαντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου