ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΘ΄.
ΘΕΟΔΩΡΟΣ ΚΑΝΤΟΥΑΡΙΑΣ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ
ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ'. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Ὢ
τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἱρόμενος,
ἐμφανίζεται σήμερον· δοξολογοῦσι, πάντα τὰ πέρατα· ἐκδειματοῦνται, δαίμονες ἅπαντες·
Ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾽ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς
μόνος εὔσπλαγχνος.
Ὢ
τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος,
Σταυρὸς ὁρᾶται σήμερον, δι᾽ οὗ πρὸς Θεόν, πάντες εἱλκύσθημεν, καὶ κατεπόθη, εἰς
τέλος θάνατος, Ὢ ξύλον ἄχραντον! ὑφ᾽ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως,
Χριστὸν δοξάζοντες.
Ὢ
τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι,
ἁγιάζει τὰ σύμπαντα· ἐν τούτῳ ἔθνη, βάρβαρα ἥτηνται· ἐν τούτῳ σκῆπτρα, ἀνάκτων ἥδρασται.
Ὢ θείας κλίμακος! δι᾽ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν
τὸν Κύριον.
Καὶ γ’ τοῦ Ἁγίου. Ὅμοια.
Δῶρον
Θεοῦ σε γινώσκοντες, τῇ Ἐκκλησίᾳ αὑτοῦ, τὴν χαρμόσυνον μνήμην σου, σήμερον
Θεόδωρε, ἐν χαρᾷ ἑορτάζομεν, καὶ τὴν σοφίαν ἐν ᾗ ἐβίωσας, ὡς ποιμενάρχης καταθαυμάζοντες,
δόξαν προσάγομεν, τῷ φωστῆρα δείξαντι σὲ ἐν δυσμοῖς, ἐξ ἑώας λάμψαντι, σαρκὶ
μακάριε.
Διπλοῦν
τὰς φύσεις ἐκήρυξας, ἐπὶ συνόδῳ Χριστοῦ, καὶ διπλᾶ τὰ θελήματα, ἱερὲ Θεόδωρε,
καταισχύνας τοὺς ἄφρονας, καὶ τῷ Μαξίμῳ συμπορευόμενος, Ὀρθοδοξίας στύλοι ἐδείχθητε,
ὅθεν τοῖς ἴχνεσιν, τοῖς ὑμῶν ἑπόμενοι τὸν Ἰησοῦν, ἀληθῆ Θεάνθρωπον, ὁμολογοῦμεν
πιστῶς.
Φιλοψυχίᾳ
φερόμενος, τοὺς Βρετανοὺς εἰς Χριστόν, ὡς ποιμὴν θεοφώτιστος, ἤγαγες Θεόδωρε, ἔν
τε ἔργοις καὶ λόγοις σου, καὶ Ἐκκλησίας σοφῶς διΰθυνας, τὰς ὑποθέσεις, κατὰ τὸ
θέλημα, τοῦ Παντοκράτορος, δι’ Ὃν πλείστας ἤνεγκας ἐπιφοράς, καὶ σωρείαν θλίψεων,
ὡς ἰσαπόστολος.
Δόξα.
Ἦχος β΄.
Τοῦ
χριστοψύχου καὶ πρωταποστόλου Παύλου, κατὰ σάρκα συμπολίτης,
καὶ κατὰ πνεῦμα ζηλωτὴς γενόμενος, τῆς Ἐκκλησίας μέγιστος
φωστὴρ ἀνεδείχθης, Θεόδωρε μακάριε. Τῶν γὰρ δογμάτων τῆς πίστεως
ὑπερμαχήσας, καὶ Πνεύματι Θεοῦ ἀγόμενος, τῶν Βρετανῶν θεοφιλῶς
ἐπεσκόπευσας, ὡς τύπος τοῦ ἀρχιποίμενος Κυρίου, τὰ τέκνα σου
ποιμάνας εἰς νομὰς σωτηρίας· διὸ ὡς ἀληθῆ ἱεράρχην καὶ ἀποστολικὸν
ἐκσφράγισμα τιμῶντές σε σήμερον, τὸν ἐν Τριάδι προσκυνούμενον
Θεόν, χαρμονικῶς δοξάζομεν.
Καὶ νῦν. Τοῦ Σταυροῦ, ὁμόηχον.
Δεῦτε
ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι’ οὗ γέγονεν ἡ αἰώνιος
δικαιοσύνη· τὸν γὰρ προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται,
καὶ πίστει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου
πλάσματος. Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης
δικαίας, ἀδίκῳ δίκῃ τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι,
καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ
Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ oικονομίᾳ δι’ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα
Παροιμιῶν
τὸ ἀνάγνωσμα. (Κεφ. 10, 6-7 & 3, 13-16 & 8,).
Μνήμη
δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα·
σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί
μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου· Διὰ τοῦτο παρακαλῶ ὑμᾶς,
καὶ πρoΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες.
Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ,
ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενoς, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Ἐκλογή).
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ
σοφίαν. Δικαιοσύνῃ δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ
δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται· καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ
Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ
πρόσωπον συνετοῦ, φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας
δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα,
καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.
Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα
ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ· ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν
αὐτήν· μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ
πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην
καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν
ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ
λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ
χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον
ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν
λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν
τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος
σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου,
καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ
σοί, καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξη αὐτῆς. Λογισμοὶ γὰρ
θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Τὴν
τῆς ἀσκήσεως ὁδὸν τὸ πρῶτον βαδίσας θεοφιλῶς Θεόδωρε, καὶ Ὀρθοδόξων δογμάτων
κατανοήσας τὸ ὕψος, εἰς θρόνον ποιμαντικὸν Καντερβουρίας ἐπαξίως ἀνηνέχθης, ἐν ᾧ
διέλαμψας ὡς φωστὴρ θεολαμπέστατος, ἰσάξιον τὴν πολιτείαν τῶν ἁγίων ἱεραρχῶν ἐν
πᾶσιν ἐνδειξάμενος. Μεθ’ ὧν τῷ Ἀρχιθύτῃ Χριστῷ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Διπλοῦν
κηρύξας τὸν Χριστόν τὰς φύσεις καὶ τὰς ἐνεργείας, μετὰ Πατέρων συνοδικῶς ὁσιώτατε
Θεόδωρε, πολυπλάσιον τὴν χάριν τοῦ Ἁγίου Πνεύματος ἀπείληφας· ὅθεν μακρὰν εἰς φῶς
ἐθνῶν ὁ Φιλάνθρωπος ἐξαπέστειλέ σε, ὅπως ὡς ὄρνις φιλοστόργως συναγάγῃς τὰ ἐσκορπισμένα
τέκνα τῆς Ἐκκλησίας, καὶ ἀναθερμάνῃς τῆς Ὀρθοδοξίας τὴν βίωσιν, ἧς ὑπέρμαχος ἀναδειχθείς,
ἐν Παραδείσῳ ἀναπέπαυσαι, πρεσβεύων ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς τιμώντων σε.
Ἦχος
γ΄.
Κατανοήσας
παμμακάρσιτε Θεόδωρε, ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, τῆς ἐπιγείου
πατρίδος ἀβραμιαίως ἐμάκρυνας, ποθήσας εὐτυχῆσαι τῆς ἄνω Ἱερουσαλήμ. Διὸ τὸν αὐχένα
ὑποκλίνας τῷ θελήματι Θεοῦ, εἰς Βρετανίαν ἀπεστάλης ποιμάναι τὸν λαὸν αὐτοῦ, ὃν
ἐν τῷ Εὐαγγελίῳ φιλοτέκνως οἰκοδομήσας, νῦν κατασκηνῶν ἐν τῷ ποθητῷ Παραδείσῳ,
μὴ ἐπιλάθῃ καὶ ἡμῶν, τῶν ἀνυμνούντων τὴν μνήμην σου.
Ἦχος
δ΄.
Τὸν
βίον ρυθμίσας τοῖς δόγμασιν, εἰκὼν Κυρίου ἔμψυχος ἀνεδείχθης, θεομακάριστε
Θεόδωρε. Τίς γὰρ ἡ ὠφέλεια μὴ ἰσάζειν τὰς πράξεις τῷ θελήματι Αὐτοῦ. Ὅθεν καὶ ἐν
ὁσίοις διέπρεψας θαυμασίως, καὶ ἐν ποιμέσιν ἄριστος ἀνεδείχθης, πιστοὺς
καθοδηγήσας εἰς σωτηρίας ὁδούς. Νῦν δὲ ἀπολαύων τοῦ μισθοῦ τῆς καλῆς οἰκονομίας
σου, μνήσθητι τῆς κληρουχίας σου, δι’ ἣν τὰς δυνάμεις σου ὁλοσχερῶς κατηνάλωσας.
Δόξα.
Ἦχος πλ.α΄.
Τοῦ
Θεανθρώπου Ἰησοῦ τὸν βίον ἀγαπήσας, τούτῳ ἀφιέρωσας πᾶσαν ἰκμάδα καὶ δύναμιν, ἐραστικῶς
Θεόδωρε. Εἰς οὐδὲν γὰρ λογισάμενος τὴν κατὰ κόσμον λιπαρὰν παιδείαν σου καὶ
σπουδήν, ἐν ταπεινώσει ἐμαθήτευσας παρὰ τοὺς πόδας τῶν ἁγίων Πατέρων, ὧν ἐν πᾶσιν
μιμητὴς ἀναδειχθείς, καὶ ἱεραρχικῶς τὴν Ἐκκλησίαν διακονήσας, πρέσβευε δεόμεθα ἀξιάγαστε,
καὶ ἡμᾶς τὸν βίον περαιῶσαι χριστοειδῶς.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός
Δεῦτε
λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι
ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον
προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ
διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
μάρτυσι.
Τῆς
Ταρσοῦ μὲν ἐξήνθησας, καὶ τὴν Δύσιν ἐφώτισας, τῷ ἁγίῳ βίῳ σου πάτερ ἔνδοξε,
τραφεὶς δογμάτων πιότητι, καὶ σχὼν τὴν ἐμπράγματον, θεωρίαν ἀληθής, μιμητὴς ἀναδέδειξαι,
συμπολίτου σου, πρωτοκήρυκος Παύλου οὗ τὸν ζῆλον, σῇ καρδίᾳ ἐπαυξήσας, δῶρον Θεοῦ
ὤφθης τίμιον.
Στίχ.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Τὸν
Χριστὸν διπλοῦν φύσεσιν, ὡς Θεόν τε καὶ ἄνθρωπον, καὶ διπλοῦν ἐνέργειαν ἀνεκήρυξας,
ἐπὶ Συνόδου Θεόδωρε, Πατράσιν ἑπόμενος, δογματίσασιν ὀρθῶς, καὶ ὡς πλοῦτον ὑπέρτιμον
καταλείψασιν, Ἐκκλησίᾳ ἀνόθευτον τὴν πίστιν, ἣν τηροῦντες σωτηρίαν, τὴν αἰωνίαν
εὑρίσκομεν.
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Τῇ
προνοίᾳ ἀγόμενος, τοῦ Κυρίου Θεόδωρε, ἐξ ἑῴας ἔφθασας εἰς ἑσπέρια, ἔνθα
ποιμὴν ἐχρημάτισας, πλουτῶν τοῖς χαρίσμασι, εὐσχημόνως ἐπιστάς, καὶ
δογμάτων ὀρθότητι καθωδήγησας, εἰς νομὰς τῆς ζωῆς Καντουαρίαν, ὅθεν
μνήμην σου ἁγίαν, πανευπρεπῶς ἑορτάζομεν.
Δόξα. Ἦχος πλ.β΄.
Θεοδωρήτως
χαρισμάτων τὴν πληθύν, Θεόδωρε δεξάμενος, ἔν τε ἀσκήσει ἔλαμψας καὶ ποιμανσίᾳ,
τοῖς πάλαι ἱεροῖς Πατράσιν ἐξομοιωθείς. Τὴν δὲ διπλόην τῶν φύσεων καὶ ἐνεργειῶν
τοῦ Θεανθρώπου Κυρίου συνοδικῶς ὁμολογήσας, θεοπρεπῶς τῆς Καντουαρίας εἶτα ἱεράρχησας.
Διὸ σὺν τοῖς Ἁγίοις ἐν Παραδείσῳ χαροψύχως αὐλιζόμενος, μνήσθητι τῶν τιμώντων
σε, ὡς πατὴρ φιλότεκνος.
Καὶ
νῦν. Τοῦ Σταυροῦ. Ἦχος ὁ αὐτός.
Ὁ
τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ,
Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κέρας τῶν πιστῶν συνυψοῦται βασιλέων ἡμῶν, συντριβόντων
ἐν αὐτῷ τῶν δυσμενῶν τὰ κέρατα. Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις
σου! Δόξα σοι!
Νῦν
ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Δῶρον
τίμιον, τῇ Ἐκκλησίᾳ, πάτερ δέδοσαι, παρὰ Κυρίου, τὴν γὰρ Ταρσὸν καταλιπών, ὡς ἥλιος
ἐν τῇ δύσει, τῷ ἐνθέῳ βίῳ σου, καὶ δογμάτων ὀρθότητι, πρὸς Χριστὸν Θεόδωρε,
θεοσόφως ὡδήγησας, πιστοὺς Καντουαρίας ποιμάνας, ὡς ἱεράρχης ἁγιώτατος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Σῶσον
Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ
βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὰς
θείας δωρεάς, ἀντιδοὺς τῷ Κυρίῳ, δι’ ὧν καλὸς ποιμήν, Βρετανίας ἐδείχθης,
Θεόδωρε μακάριε, καὶ δογμάτων ὑπέρμαχος· ὅθεν εἴληφας, προσθετικὴν αὖθις χάριν,
καὶ ἐδόξασας, τῷ χριστοφόρῳ σου βίῳ, τὸν σὲ ἀναδείξαντα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἁπλώσας
ἐν Σταυρῷ, τὰς παλάμας οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα,
συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα· ἀλλ’ ἐπίβλεψον, ἐπὶ τὴν σὴν
κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ’ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Διπλόην
ἐκήρυξας ἐνεργειῶν τοῦ Χριστοῦ, καὶ δύο θελήματα ὑποστηρίξας Αὐτοῦ, Θεόδωρε ὅσιε,
ἅμα σὺν τῷ Μαξίμῳ, τῶν πατρῴων δογμάτων, στύλοι ἀναδειχθέντες, ὑπὲρ πρόσκαιρον
πλοῦτον, τρανῶς ὡμολογήσατε, πίστιν ὀρθόδοξον.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ταχὺ
προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν,
Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει,
Ὀρθοδόξων ἡ πίστις· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον
Τὸν
ζυγὸν τοῦ Κυρίου ἀναλαβών, ἰσοβίως ἐφάνης δοῦλος πιστός, Αὐτοῦ καὶ τῆς χάριτος,
οἰκονόμος πιστότατος, ἐν ἀσκήσει πρῶτον, ὡς λύχνος Θεόδωρε, μοναστὰς φωτίσας,
λαμπρότητι βίου σου, εἶτα δὲ καθέδρᾳ, ἀναχθεὶς ἐπισκόπων, ἐξέθρεψας ποίμνην
σου, φιλοστόργοις διδάγμασι, καὶ ὡς νύμφην ἐστόλισας, σοφῶς Καντουαρίας ψυχάς, ἔνθα
Πνεῦμα ἤγαγέ σε ἅγιον, Οὗπερ οἶκος ἐδείχθης, τερπνὸς καὶ ὑπέρλαμπρος.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ, ὅμοιον.
Τὸν
Σταυρὸν τοῦ Σωτῆρος ἀπὸ τῆς γῆς, κεκρυμμένον ἀνείλετο ἐν σπουδῇ, χαρᾶς τε ἐμπίπλησιν,
οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν Πνεύματι, καὶ τὸ σκῆπτρον
κομίζει, ἐπὶ τὰ βασίλεια, ἡ σεπτὴ Ἑλένη, τῷ υἱῷ ἐκβοῶσα· ὑφάπλωσον Δέσποτα, τὰς
σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ
τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τοῦ Κυρίου Σταυρὸν καὶ τὰ πάθη Αὐτοῦ.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον·
Οἱ ἱερεῖς σου, Κύριε,ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος·
Τὸ στόμα μου λαλήσει σοφίαν
καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον,
τὸ Ἱεραρχικόν (βλ. ιγ΄ Νοεμβρίου εἰς τὸν Ὄρθρον)
Ὁ
Ν΄ ψαλμός
Δόξα. Ταῖς τοῦ Ἱεράρχου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα,
στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Ὡς οἰκονόμος
πιστὸς τῶν δοθεισῶν σοι θείων χαρίτων, ἐν πᾶσιν ἄριστος ἀνεδείχθης, Θεόδωρε
μακάριε. Ἔν τε ἀσκήσει καὶ ποιμανσίᾳ, σοφῶς ὁδηγήσας τὴν ποίμνην Καντουαρίας, εἰς
γνῶσιν Χριστοῦ, καὶ εὐαγγελικοῦ βίου στερέωσιν. Ὅθεν τὴν μνήμην σου τελοῦντες
σήμερον χρεωστικῶς, δοξάζομεν ἐν ὕμνοις, τὸν σὲ δοξάσαντα Ἅγιε.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ποιμένα
σε, Θεόδωρε, Καντουαρίας μέλπω.Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ποιμὴν
παντεπίσκοπε, Θεὲ καὶ Λόγε ἐνσώματε, ὑμνῆσαι βουλόμενον θεῖον Θεόδωρον, ἀρχιποίμενα,
τὸν τῆς Καντουαρίας, φωτί με καταύγασον, Ἁγίου Πνεύματος.
Ὁ
πάντων βουλόμενος, τὴν σωτηρίαν Θεόδωρε, Θεός σε ἐσφράγισεν καὶ ἐκ Ταρσοῦ
θαυμαστῶς, μετενήνοχεν, εἰς Δύσεως τὰ ἄκρα, καὶ ποίμνης ἀνέδειξεν, Καντουαρίας
ταγόν.
Ἰδὼν
πρὸ τῆς πλάσεως, τῆς σῆς ψυχῆς τὸ φιλάδελφον, Χριστὸς ὁ φιλάνθρωπος, μάκαρ
Θεόδωρε, προητοίμασεν, γενέσθαι ποιμενάρχην, λαοῦ δι’ ὃν εἵλετο, σταυροῦ τὸν
θάνατον.
Θεοτοκίον
Μητέρα
γινώσκοντες, τοῦ Θεοῦ Λόγου Πανάμωμε, πρὸς σὲ καταφεύγοντες ἐπικαλούμεθα, τὴν
βοήθειαν, ἐν θλίψεσι τοῦ βίου, καὶ γάρ σοι εὐήκοον, οὖς κλίνει Κύριος.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἐφάνης
τοῦ Παύλου συμπολίτης, ἀλλὰ καὶ τοῦ βίου μιμητής, Θεόδωρε τὸ μήνυμα, Εὐαγγελίου
ἕωθεν, εἰς Βρετανίαν ἄριστα, μετενεγκὼν ὡς ἀπόστολος,
Νοὸς
τὰς κινήσεις ὑποτάξας, ἁπάσας Θεόδωρε Χριστῷ, τὸν νοῦν Αὐτοῦ ἐπλούτησας, διὸ καὶ
πλοῦτον γνώσεως, τῆς κοσμικῆς ἀπέῤῥιψας, γνῶσιν τὴν θείαν κτησάμενος.
Ἀνέβης
εἰς ὕψος θεωρίας, ἐκ πράξεως τῆς ἀσκητικῆς, Θεόδωρε καὶ γέγονας, θεολογίας ἔμπλεως,
δι’ ἧς σοφῶς διήλεγξας, ἐπὶ συνόδου τὴν αἵρεσιν.
Θεοτοκίον
Σοφίας
καὶ Λόγου ἐγεγόνεις, Παρθένε παλάτιον λαμπρόν, ἐν ᾧ πιστοὶ προστρέχοντες, τοῦ
σκότους ἐκλυτρούμεθα, καὶ τῷ Χριστῷ ἑνούμενοι, πανευγνωμόνως σε μέλπομεν.
Κάθισμα .Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει
τὸ πρότερον εὐαρεστήσας Θεῷ, ποιμὴν ἀναδέδειξαι Καντουαρίας σοφός, Θεόδωρε
πάντιμε. Ἔνθα ἱεραρχήσας, κατὰ Παῦλον τὸν μέγαν, λόγοις τε καὶ ἐν ἔργοις, πρὸς
νομὰς ζωηφόρους, ὡδήγησας λαὸν τοῦ Θεοῦ, καὶ ᾠκοδόμησας.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν
παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ κρανίῳ
πάλαι ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ
με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν· Δόξα τῇ θείᾳ Σταυρώσει σου
Κύριε.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἐπὶ τῆς
συνόδου φύσεις Χριστοῦ, καὶ θελήσεις δύο ἐκήρυξας, κατατροπώσας, τῆς αἱρέσως
ταγούς, ἀναφανεὶς Θεόδωρε, τῆς Ὀρθοδοξίας ὑπέρμαχος.
Θεῖον
στόμα ὄντως ὤφθης σοφέ, εὐαγγελικῶς τὴν ἀλήθειαν, ἀνακηρύξας, σὺν Μαξίμῳ τῷ
κλεινῷ, Χριστὸν δύο Θεόδωρε, φύσεις καὶ θελήματα ἔχοντα.
Ἔγνως
μυστηρίων πνευματικῶν, βάθος θεοφόρε Θεόδωρε, ὡς τὴν καρδίαν, ἐκκαθάρας μυστικῶς,
καὶ ταῦτα διεκήρυξας, ἀκριβῶς ὡς στόμα θεόφθογγον.
Θεοτοκίον
Οἱ ἀξιωθέντες
ἐγκεντρισμοῦ, εἰς τὴν καλλιέλαιον Δέσποινα, τῆς Ἐκκλησίας, ἀνυμνοῦμέν σε ἀεί, ὡς
Κεφαλὴν γεννήσασαν, ταύτης Ἰησοῦν τὸν Θεάνθρωπον.
ᾨδὴ
ε΄ Ἐξέστη τὰ σύμπαντα.
Δωρήματα
χάριτος, ἃ εἴληφας Θεόδωρε, εἰς διακονίαν Ἐκκλησίας, ἀφιερώσας, πάσῃ δυνάμει
σου, ἔλαμψας ὡς ἥλιος Χριστοῦ καὶ πρὸς φῶς ὡδήγησας, ἀληθείας τὴν ποίμνην σου.
Ὡς Παῦλον
μιμούμενος, Θεόδωρε ἐξέδραμες, ἐκ Ταρσοῦ εἰς Δύσεως τὰ ἄκρα, καὶ θεοζήλως, ἐπληροφόρησας,
τὴν ἐπισκοπείαν σου ἐν ᾗ, ἑκατονταπλάσιον, τὸν καρπὸν ἀπεθέρισας.
Ῥωμαίους
ἐξέπληξας, ἐπὶ συνόδου ἅγιε, φύσεις καὶ θελήματα Κυρίου, διπλᾶ κηρύξας, ὥσπερ ἐλάβομεν,
ἀπὸ τῶν Πατέρων ἀκριβῶς, καὶ καθὼς πιστεύομεν, ἐς ἀεὶ οἱ Ὀρθόδοξοι.
Θεοτοκίον
Ἐν σοὶ
καταφεύγομεν, ἐν θλίψεσι Πανάμωμε, καὶ ἐν πειρασμῶν ταῖς τρικυμίαις, ὥσπερ
λιμένι καὶ ἀπολαύομεν, τῆς Χριστοῦ εἰρήνης ἀκλινῶς, ὑπὸ τὰς σὰς πτέρυγας, ὡς
στρουθοὶ οἱ χριστώνυμοι.
ᾨδὴ
Ϛ΄. Τὴν θείαν ταύτην.
Κενὴν
τὴν δόξαν ἀπέδειξας, τῶν μονοθελητῶν τῇ σοφίᾳ σου, καὶ ὡμολόγησας, ὡσπερεὶ
σάλπιγξ χριστόφθογγος, τὴν πίστιν Ἐκκλησίας, μάκαρ Θεόδωρε.
Ἀσκητικῶς
πρῶτον ἔλαμψας, μονάζουσι φανεὶς τύπος ἄριστος, πάτερ Θεόδωρε, ὅθεν Χριστός σε ἀντήμειψεν,
καὶ τῆς Καντουαρίας, θρόνῳ ἀνήγαγεν.
Νομίμως
πάτερ ἠγώνισαι, τηρῶν Εὐαγγελίου τὰ δόγματα, ὅθεν εὐσχήμονα, ἐπισκοπῆς σου τὰ
πράγματα, Θεόδωρε σωφρόνως πάντα κατήρτισας.
Θεοτοκίον
Τὸν
νοῦν μου δεῖξον Πανάμωμε, τῆς μνήμης Ἰησοῦ ἐργαστήριον, καὶ εὐναστήριον, ὅπως Αὐτοῦ
τῇ γλυκύτητι, τὸν ἅπαντα τελέσω, βίον ὁ ἄθλιος.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Δῶρον
Θεοῦ τῇ Ἐκκλησίᾳ ἐδόθης, Καντερβουρίας γεγονὼς ποιμενάρχης, Ὀρθοδοξίας δόγμασιν
ἐκθρέψας σὸν λαόν· λόγων σου τῇ σύριγγι, πρὸς πηγὰς ζωηφόρους, τοῦτον
καθωδήγησας, εὐσχημόνως τὴν τάξιν, ἐπιβαλὼν ὡς Παῦλος συνιστᾷ, νοῦν κεκτημένος,
Χριστοῦ πάτερ ἅγιε.
Ὁ Οἶκος
Δῶρον
ἐδόθης ἐκ Θεοῦ ἐν χρόνοις δυσχειμέροις, τῇ Ἐκκλησίᾳ τὸν σταυρόν, Θεόδωρε, ἀσκήσεως
ἐπάρας, καὶ καθηράμενος τὸ ὀπτικόν σου τῆς ψυχῆς, διὰ πράξεως τε καὶ ἐπιμόνου
θεωρίας, δογμάτων θείων ἐδείχθης γνώστης καὶ ἑρμηνευτής. Διὸ καὶ ἀπροόπτως τὴν ποιμαντικὴν ἐνεπιστεύθης
ράβδον, ὡς ἥλιος χριστόφωτος σταλεὶς εἰς Καντουαρίαν, ἔνθα κατὰ Παῦλον τὸν
συμπολίτην σου πρωταπόστολον,
τὰ πάντα σωφρόνως ᾠκονόμησας
εἰς σωτηρίαν τῶν πιστῶν, παρ’ ὧν δέχου νῦν τὴν εὐγνώμονα εὐχαριστίαν ἐν Χριστῷ Πάτερ ἅγιε.
Συναξάριον.
Τῇ
ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Θεοδώρου, (Theothore) ἀρχιεπισκόπου Καντέμπουρι Ἀγγλίας.
Φῶς
Χριστοῦ, κήρυξ, στύλος Ὀρθοδοξίας,
Ὁ Θεόδωρος ὤφθη Καντερβουρίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Τροφίμου, Σαββατίου
καὶ Δορυμέδοντος
Πνέοντες ἓν Τρόφιμε
καὶ Δορυμέδον,
ἓν ἐκ ξίφους δέχεσθε
καὶ βίου τέλος.
Ξεσθεὶς σιδηροῖς
Σαββάτιος ὀξέσιν,
εἰς σαββατισμὸν
θεῖον ὡς Μάρτυς φθάνει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ
πρίγκιπος καὶ τῶν υἱῶν αὐτοῦ· Δαβὶδ καὶ Κωνσταντίνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Ἀμφιλοχίου τοῦ ἐν
Πάτμῳ, γενομένην ἐν ἔτει 1980ῳ.
Εὐωδίαν πνέοντα
ζωῆς τῆς θείας,
ἐκ τοῦ τάφου ὤφθησαν
τὰ λείψανά σου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐχ ὑπέστειλες,
τὸν ζῆλόν σου Θεόδωρε, τοῖς πειρασμοῖς πολεμῶν, ἀλλὰ τῇ πρὸς τὸν Θεόν, ἀγάπῃ ἐνίσχυες,
διακονίαν σου, ὅθεν ἤνεγκας, πλήθη πρὸς τὴν ἀλήθειαν, ὑπομένων πᾶσαν θλῖψιν.
Ὕδωρ
Πνεύματος, ἐπότισας τὴν ποίμνην σου, φιλοτεκνότατε, εἰς χλοηφόρους νομάς, ζωῆς
θείας πάντοτε, τροφορούμενος, καὶ τῇ σύριγγι, τῶν θεοσόφων λόγων σου, ταύτην αὔξων
ἐν Κυρίῳ.
Ἀκατάβλητον,
τὸ φρόνημα δεικνύμενος, πίστιν πλουτῶν πρὸς Θεόν, δαιμόνων ἐπάρματα, πάτερ
κατέβαλες, καὶ ὡμάλισας, τῇ ποίμνῃ σου Θεόδωρε, τὰς ὁδοὺς τῆς σωτηρίας.
Θεοτοκίον
Ῥοῦν
μετέβαλες, τῆς ἱστορίας Δέσποινα τῷ θείῳ τόκῳ σου, καὶ αὖθις διαβατόν,
Παράδεισον ἔδειξας, τῇ ἀνθρωπότητι, οὗ ἀξίωσον, πάντας τοὺς ἀνυμνοῦντάς σε, ὡς
τὴν μόνην Θεοτόκον.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἱεροπρεπῶς
ἐπισκοπεύσας, ὡς Παῦλος ἐν ταῖς ἐπιστολαῖς, ἐντέλλεται Θεόδωρε, τὸν δίκαιον ἀπέλαβες,
μισθὸν ἐκ τοῦ Δεσπότου σου, Ὃν καθικέτευε, ὑπὲρ τῆς ἐν τῇ πλάνῃ κειμένης, καὶ ἀγνοίᾳ
ποίμνης, ἐν τῇ Καντουαρίᾳ.
Αἵρεσιν
χωρίζουσαν Κυρίου, καὶ πίστιν νοθεύουσαν ὀρθήν, Θεόδωρε ἐδίωξας, συνοδικῶς καὶ ἔστησας,
Πατέρων τὰ διδάγματα, ἅπερ τῷ Πνεύματι, συνέθεντο καὶ κλῆρον Ἐκκλησίᾳ, πρὸς τὴν
σωτηρίαν, ἀφήκασιν ἀνθρώπων.
Στήλην
σε λαμπρὰν Ὀρθοδοξίας, Θεόδωρε γνόντες οἱ πιστοί, ὑμνοῦμεν τοὺς ἀγῶνάς σου, καὶ
τὰ πολλὰ παλαίσματα, ἅπερ ἐν βίῳ ἅπαντι, στεῤῥῶς ἐπέδειξας, ἑπόμενος τοῖς ῥήμασι
Παύλου, οὗ τὸν θεῖον ζῆλον, σωφρόνως ἐμιμήθης.
Θεοτοκίον
Μόνη ἐν
μητράσι παρθενίαν, ἐφύλαξας Μῆτερ τοῦ Θεοῦ, διὸ καὶ φύλαξ γέγονας,
παρθενευόντων Δέσποινα, τὸν λύκον ἐκδιώκουσα, τὸν φθοροπάρθενον, πρεσβείαις πρὸς
Χριστὸν ἀκοιμήτοις, δι’ ὧν φιλοάγνων, στηρίζεις τὰς καρδίας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἕνα τὸν
Χριστόν, κηρύξας Θεόδωρε διπλοῦν ταῖς φύσεσιν, ἅμα καὶ θελήσεσιν, καθὼς ἀρχῆθεν
ἀποκεκάλυπται, καὶ Ἐκκλησία σύμπασα διαπιστεύεται· ὅθεν Τοῦτον, ἐκτενῶς ἱκέτευε,
δοῦναι πίστιν Ὀρθόδοξον ποίμνῃ σου.
Λύσιν
τῶν πολλῶν, πταισμάτων ἐξαίτησαι μάκαρ Θεόδωρε, τῶν πιστῶς τιμώντων σε, καὶ τῆν
ἁγίαν μνήμην ἐπιτελούντων σου, ὅπως ἐν ὥρᾳ Κρίσεως, πυρὸς ἐκφύγωμεν, καὶ τοῦ
θείου, Παραδείσου μέτοχοι, εὐσπλαγχνίᾳ Κυρίου γενώμεθα.
Πίπτω
σοῖς ποσίν, φιλότεκνε Ἅγιε καὶ πόθῳ δέομαι, ὅπως ἐκλυτρώσῃς με, τῆς καταδίκης ἧς
εἰμι ἄξιος, τῇ θείᾳ μεσιτείᾳ σου, πρὸς τὸν Φιλάνθρωπον, Ὃν δυσώπει, δοῦναί μοι
μετάνοιαν, καὶ μανίας ἐχθροῦ ἐξαρπάσαί με.
Ὥσπερ
ἐν τῇ γῇ, ὡς ἥλιος ἔλαμψας Χριστοῦ Θεόδωρε, καὶ λαοὺς ἐφώτισας, νῦν λαμπροτέραν
τὴν δόξαν ἔσχηκας, ἐν οὐρανοῖς ὡς δίκαιον καὶ ἀξιόμισθον, ἔνθα πάντων, μνήσθητι
τῶν τέκνων σου, χορηγῶν σωτηρίαν αἰώνιον.
Θεοτοκίον
Ἄνασσα
σεμνή, τὰς πύλας ὑπάνοιξον τοῖς μακαρίζουσι, τὴν ἀγήρω δόξαν σου, καὶ προσκυνοῦσι,
τὸν θεῖον τόκον σου, ἔχουσα συνευχέτην σου κλεινὸν Θεόδωρον, ὃς ἐδείχθη, ἱεράρχης
ἔνδοξος, καὶ ποιμὴν
Ἐξαποστειλάριον
τοῦ ἁγίου Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἔξω
σοφίας ἔμπλεως, καὶ τὴν ἔσω ἐκτήσω, Θεόδωρε μακάριε, ἐν πολλῇ σωφροσύνῃ, ὅθεν
ποιμὴν πανάριστος, θαυμαστῶς ἀνεδείχθης, Καντουαρίαν ἅπασαν, βίῳ σου καὶ τοῖς
λόγοις, θεοπρεπῶς, καὶ πολλοῖς ἀγῶσι καθοδηγήσας, πρὸς φῶς Χριστοῦ ἀνέσπερον, οὗπερ
νῦν ἀπολαύεις.
Καὶ τῆς Ἑορτῆς.
Σταυρὸς
ὑψοῦται σήμερον, καὶ κόσμος ἁγιάζεται· ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῷ Ἁγίῳ,
ἐν τούτῳ χεῖρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς Σὴν Χριστὲ ἐπίγνωσιν·
τοὺς οὖν εἰς Σὲ πεποιθότας, θείας ἀξίωσον δόξης.
Αἶνοι. Ἦχος Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὡς
θεοκίνητον ἅρμα, πάτερ Θεόδωρε, ἐκ τῆς Ταρσοῦ εἰς Ῥώμην, καὶ ἐκεῖθεν μετήχθης,
εἰς τὴν Καντουαρίαν ἔνθα ποιμήν, θεοπρόβλητος ἔσταλσαι, εὐαγγελίου γενόμενος
πληρωτής, καὶ δογμάτων κήρυξ ἄριστος.
Ὅτε
αἱρέσεως ζάλην, μάκαρ Θεόδωρε, ἐτάραξε τὸ σκάφος, τῆς μητρὸς Ἐκκλησίας, Χριστοῦ
τὰς δύο φύσεις θεοπρεπῶς, καὶ θελήσεις ἐκήρυξας, συνοδικῶς σὺν Μαξίμῳ καὶ τοῖς
λοιποῖς, ὡς ἀρχῆθεν πεπιστεύκαμεν.
Φιλοσοφίαν
τὴν ἔξω, μαθὼν ὡς ἄριστα, συνέζευξας πανσόφως, εὐσεβείᾳ πατρῴα, καί ἄμφω ὑποτάξας
θεοφιλῶς, Ἐκκλησίᾳ Θεόδωρε, ἀρχιερεὺς ἀνεδείχθης ταύτης λαμπρός, ἐν τοῖς λόγοις
καὶ ταῖς πράξεσι.
Τοῦ
θείου Παύλου τὸν ζῆλον, καὶ τὴν ἀγάπην Χριστοῦ, Θεόδωρε πλουτήσας, τὴν ψυχήν
σου ὑπέθου, εἰς τὴν διακονίαν τῶν ἀδελφῶν, οὓς σοφῶς διεποίμανας, καὶ τὴν ἱκμάδα
σου ὅλην καταβαλών, ὑπὲρ τούτων ἀναπέπαυσαι.
Δόξα.
Ἦχος πλ. δ´.
Ὡς ἀκριβέστατον
θεολόγον, καὶ χριστοέραστον ποιμενάρχην, πάτερ Θεόδωρε γνωρίζοντες, τιμῶμεν τοὺς
ὑπὲρ τῆς πίστεως ἀγῶνάς σου, καὶ τὴν φιλοτεκνίαν τῆς ποιμαντορίας σου. Ὅτι ἑκασταχοῦ
τῆς οἰκουμένης τῇ Ἐκκλησίᾳ διακονῶν, ἐν πᾶσιν ἄριστος οἰκονόμος τῆς χάριτος ἐφάνης.
Διὸ καὶ ἐν τῇ χώρᾳ τῆς Βρετανίας ἀποσταλείς, ἀποστολικὴν διαγωγὴν ἐπέδειξας. Ὅθεν
τιμῶντές σου τὴν παγγέραστον μνήμην, δεόμεθά σου τεκνικῶς· ἀνάστησον τὴν ἐν Καντουαρίᾳ
ἐκλογάδα σου ἀπὸ τοῦ τάφου τῆς πλάνης, καὶ ταύτην αὖθις ὡς τὸ πάλαι ὀρθόδοξον ἀνάδειξον.
Καὶ
νῦν. Τοῦ Σταυροῦ. Ἦχος ὁ αὐτός.
Ἡ
φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεὸς πεπλήρωται, ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν
κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ
πλάνης ἠλευθέρωται· Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα
τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαβιτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα·
Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν, δι’ ὧν ἡμᾶς
ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε. Παντοδύναμε Κύριε, δόξα σοι.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου
Μεγαλυνάρια
Χαίροις
γόνος ἄριστος τῆς Ταρσοῦ, καὶ Καντουαρίας, ποιμενάρχης χριστοειδής, χαίροις τῶν
δογμάτων, ὑπέρμαχος καὶ μύστης, τοῦ Παύλου συμπολῖτα, μάκαρ Θεόδωρε.
Δῶρον
ὄντως θεῖον ἀναφανείς, ἐν Καντουαρίᾳ, πλήθη εἵλκυσας εἰς Χριστόν, καὶ τὴν Ἐκκλησίαν,
ἐκεῖσε θεοσόφως, Θεόδωρε ποιμάνας, τὸ στέφος εἴληφας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου