ΙΟΥΝΙΟΣ Λ΄.
ΜΑΡΙΑ ΑΓΙΑ ΜΗΤΗΡ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟN
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῶν
ιβ' Ἀποστόλων. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ὡς
αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε· ὡς
ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνατε, καὶ ὡς ὄρη νοητά, γλυκασμόν ἐσταλάξατε,
ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε
νάμασιν.
Ὡς
βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε,
τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ,
μυστηρίων γενόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον
τὸν νόμον, ἱερομύσται πανόλβιοι.
Ἁλιέων
ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα,
χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ
τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν.
Ἕτερα γ΄ τῆς Ἁγίας. ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Συγγενῆ,
ὦ Μαρία, σε, τοῦ Βαρνάβα ὑπάρχουσαν, καὶ μητέρα Μάρκου τοῦ θεοκήρυκος, τοῦ Εὐαγγέλιον
γράψαντος, τιμῶμεν φιλάγιοι, καὶ αἰτοῦμέν σε θερμῶς, ἱκετεύειν τὸν Κύριον, ᾯ ἐπίστευσας,
παρασχεῖν ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, ἐν τοῦ βίου τρικυμίαις, καὶ σωτηρίαν αἰώνιον.
Μαθητῶν
θεῖον σύλλογον, σὺν Κυρίῳ ἐξένισας, ἐν τῷ Ὑπερώῳ τῆς κατοικίας σου, ἔνθα,
Μαρία, τετέλεσται, μυστήριον ὕψιστον, κοινωνίας τῆς φρικτῆς, καὶ ἡμῖν
παραδέδοται, τοῖς πιστεύουσιν· οὗ ἀξίως ἀείποτε μετέχειν, καταξίωσον τοὺς
πίστει, ἐπιτελοῦντας τὴν μνήμην σου.
Θείου
Πνεύματος πέπλησαι, ὦ Μαρία, συμμένουσα, θείοις Ἀποστόλοις ἐν Ὑπερώῳ σου· ὅθεν
ψυχὴν αὐγασθεῖσά σου, διάκονος γέγονας, Ἐκκλησίας τῆς Σιών, ἧς τὰς χρείας ἑκάστοτε,
ἐξεπλήρωσας, τὴν ἐνοῦσάν σοι Χάριν φανεροῦσα, ἥτις ἔδειξέ σε κόσμῳ, τοῦ Ἰησοῦ Ἰσαπόστολον.
Δόξα. ῏Ηχος πλ.β΄.
Τοῖς
μωσαϊκοῖς διδάγμασιν ἀνατραφεῖσα, καὶ ἐν τῷ προσώπῳ τοῦ Κυρίου τὸν Μεσσίαν εὑροῦσα,
εὐθέως τούτῳ διὰ Βαρνάβα προσεκολλήθης, Μαρία σεμνή, τοῦ θείου Μάρκου
γεννήτρια. Ὅθεν τὸ λέντιον τῆς διακονίας διαζωσαμένη, τῆς ἐν Ἱερουσαλὴμ Ἐκκλησίας,
στῦλος θεοδώρητος ἐδείχθης. Καὶ νῦν παρισταμένη τῷ θρόνῳ τοῦ Θεοῦ, ὑπὲρ ἡμῶν ἱκέτευε,
Ἰσαπόστολε, τῶν ἐπιτελούντων τὴν χαροπάροχον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον, Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ ἀνάγνωσμα (ἐκλογή)
Τάδε
λέγει Κύριος· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ
γὰρ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Καὶ ἔσται ὁ
ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ᾿ ὕδατος φερομένου. Καὶ φανήσεται
ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Καὶ οὐκ ἔτι ἔσονται πεποιθότες
ἐπ᾿ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν. Καὶ ἡ καρδία τῶν ἀσθενούντων
προσέξει τοῦ ἀκούειν καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.
Ἰδοὺ Σιὼν ἡ πόλις τὸ σωτήριον ὑμῶν. Οἰ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ, πόλις
πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς
εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου
μέγα ὑμῖν.
Προφητείας
Ἰωὴλ τὸ ἀνάγνωσμα
Τάδε
λέγει Κύριος· τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ἡμῶν· καὶ
γνῶτε, ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν καὶ οὐκ ἔστι
πλὴν ἐμοῦ καὶ οὐ μὴ καταισχυνθῇ ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἔσται μετὰ ταῦτα
ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ
αἱ θυγατέρες ὑμῶν καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν
ἐνύπνια ἐνυπνιασθήσονται. Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν
ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσι. Καὶ ἔσται
πᾶς, ὃς ἐπικαλέσεται τὸ ὄνομα Κυρίου σωθήσεται.
Παροιμιῶν
τὸ ἀνάγνωσμα. (ἐκλογή)
Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἡ καρδία
τοῦ ἀνδρὸς αὐτῆς ἐπ᾿ αὐτῇ. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
αὐτῆς ἀγαθὰ καὶ οὐ κακὰ πάντα τὸν χρόνον. Εὑραμένη ἔρια καὶ λῖνον ἐποίησεν εὔχρηστα
ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη. Μακρόθεν συνάγει ἑαυτῆς τὸν
πλοῦτον καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο. Ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφεύτευσε κτῆμα.
Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο,
ὅτι καλὸν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τὰς
χεῖρας αὐτῆς ἐκτείνει πρὸς τὰ συμφέροντα· τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον,
θύραν δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ
ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ. Πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Πολλαὶ
θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, πολλαὶ εὕραντο δόξαν· σὺ
δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας.
EIΣ THN ΛITHN ῏Ηχος α΄.
Τῆς
Θεοτόκου τὴν συνώνυμον, καὶ μητέρα τοῦ θείου Μάρκου, τὴν ἐπιποθήτριαν τῆς ἐπιγείου
Σιών, καὶ κληρονόμον τῆς ἀσαλεύτου Βασιλείας, Μαρίαν τὴν πνευματοφόρον εὐφημήσωμεν,
ὅτι ἀποστολικῆς ἀξίας γέγονε μέτοχος, καὶ τοῦ Χριστοῦ εὐαγγελίστρια.
῏Ηχος β΄.
Σὲ
μακαρίζομεν, Μαρία, οἱ χριστώνυμοι, ὅτι διὰ σοῦ ἐπλουτήσαμεν θεῖον ἱερογράφον, Μᾶρκον
τὸν παμφίλτατον υἱόν σου, καὶ τῆς ‘ςκκλησίας δεύτερον Εὐαγγελιστήν, μεθ᾿ οὗ
πρέσβευε τῷ Κυρίῳ, ἐν ταῖς καρδίαις ἡμῶν γραφῆναι, τὸ θεῖον αὐτοῦ θέλημα.
῏Ηχος γ΄.
Τὸν
τοῦ ἔθνους σου Μεσσίαν προσδεχομένη, ὡς πατροπαραδότως ἐδιδάχθης, Μαρία
θεοφιλεστάτη, ἐν τῷ προσώπῳ τοῦ Ἰησοῦ, διὰ Βαρνάβα εὗρες τὸν τοῦ κόσμου
Λυτρωτήν, Ὃν ἀεὶ ἱκέτευε, σωθῆναι τοὺς τιμῶντάς σε.
῏Ηχος δ΄.
Εν τῇ
καρδίᾳ σου πιστεύσασα τῷ Δεσπότῃ, τούτῳ τὸ ὑπερῶον σου παρέσχες, εἰς ξενίαν τοῦ
Δείπνου τοῦ Μυστικοῦ· ἀλλὰ καὶ τοῖς Ἀποστόλοις ἔδωκας τοῦτο καταφύγιον, ἐν ᾧ τὸ
Πνεῦμα κατῆλθε τὸ Ἅγιον, Ὅπερ μετὰ Πατρὸς καὶ Υἱοῦ ἱκέτευε, Μαρία, ὑπὲρ τῶν
τιμώντων σε.
Δόξα. ῏Ηχος πλ.α΄.
Ὡς εἰς
θησαυροφυλάκιον ἐν τῇ καρδίᾳ σου, φυλάττουσα ζηλοτύπως, Μαρία, τοῦ Μωϋσέως τὰς ἐντολάς,
σεαυτὴν προητοίμασας, εἰς ἀποδοχὴν τοῦ ἀληθοῦς Μεσσίου, Ὃν προθύμως ἐξένισας ἐν
τῷ ὑπερώῳ τοῦ οἴκου σου. Τοῦτον μετὰ Μάρκου καὶ Βαρνάβα ἱκέτευε, ὅπως δείξῃ ἡμᾶς
κατοικητήρια, τοῦ Παναγίου Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Εὐλογημένη
ὑπάρχεις, ἐν γυναιξίν, Μαριάμ, ὅτι τὸν θεῖον Μᾶρκον, τὴν φωνὴν τοῦ Κυρίου, ἐγέννησας
τῷ κόσμῳ, καὶ πολλαπλῶς, Ἐκκλησίας διάκονος, τῆς ἐν Σιὼν ἀνεδείχθης, ἥτις τὸν
σόν, οἶκον εὗρε καταφύγιον.
Στίχ. Εἰς
πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς...
Ἐν τῷ
σεπτῷ Ὑπερώῳ, ἐφιλοξένησας, Μαρία, τὸν Δεσπότην, καὶ χορὸν Ἀποστόλων, τελέσαντας
τὸν Δεῖπνον τὸν μυστικόν, καὶ ἡμῖν ὑποδείξαντας, ἀναφορὰν Μυστηρίου ὑπερφυοῦς, δι᾿
οὗ κόσμος ἁγιάζεται.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν
Θεοῦ.
Σὺν
τοῖς λοιποῖς Ἀποστόλοις, ἐγένου μέτοχος, Πνεύματος τοῦ Ἁγίου, ὅτε τοῦτο κατῆλθεν,
ἐξ ὕψους αὐτοβούλως, ἐν τῇ Σιών, ὁ Παράκλητος Κύριος, Ὅνπερ, Μαρία, ἐξαίτει
διηνεκῶς, καὶ ἡμῶν ψυχαῖς καθέζεσθαι.
Δόξα. ῏Ηχος δ΄.
Τὴν
πλουσιότητα τῶν ἀγαθῶν σου, ἡ πλησμονὴ τῆς θείας ἀγάπης ὑπερεκάλυψεν, Μαρία
θεοφίλητε· ἅπαντα γὰρ τὸν βίον σου ἐν ἀφελότητι καρδίας, ταῖς χερσὶ τῶν Ἀποστόλων
ἀνατιθεῖσα, τῆς ἐν Σιὼν νεοπαγοῦς Ἐκκλησίας, κοινὴ μήτηρ καὶ τροφὸς ἀνεδείχθης.
Ὅθεν νῦν παρισταμένη ἐν τῇ ἄνω Ἱερουσαλήμ, πρέσβευε ὑπὲρ τῶν πίστει τιμώντων, τὴν
ἀεισέβαστον μνήμην σου, δεόμεθα.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον κλπ.
Ἀπολυτίκιον. ῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Βαρνάβα
συγγενῆ, τοῦ σεπτοῦ ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, θείου Μάρκου μητέρα, Μαρία,
γινώσκοντες, ἀνυμνοῦμεν τὴν μνήμην σου, καὶ δεόμεθα, ψυχὰς ἡμῶν ὑπερῶα, δεῖξον
Χάριτος, ἡ Ὑπερώῳ Δεσπότην, τῶν πάντων ξενίσασα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Χριστὸν
τὸν Ἰησοῦν, ἐπιγνοῦσα Μεσσίαν, Ὃν ἀπὸ γενεῶν, οἱ Προφῆται προεῖδον, Αὐτῷ ἠκολούθησας,
ὦ Μαρία πανεύφημε· ὅθεν οἶκόν σου, ἀναπαυτήριον εὗρεν, ὁ Φιλάνθρωπος, ἐν ᾧ
συνέφαγε Δεῖπνον, σὺν θείοις ᾿Αποστόλοις Αὑτοῦ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν
βάτον ἣν Μωσῆς, ἀκατάφλεκτον εἶδε, τὸ ὄρος τοῦ Θεοῦ, τὴν ἁγίαν νεφέλην, σκηνὴν
τὴν ἀμόλυντον, τὴν θεόδεκτον τράπεζαν, τὸ παλάτιον, τοῦ ὑψηλοῦ βασιλέως, τὴν ὁλόφωτον,
καὶ ἀδιόδευτον πύλην, Παρθένε, ὑμνοῦμέν σε.
Εἰς τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Σιὼν
ποθήσασα, τὴν Κύπρον ἔλιπες, Μαρία πάντιμε, ῥήσει ὑπείκουσα, προφητικῇ καὶ
παγγενῶς ἐν ταύτῃ ᾤκησας πόθῳ· ὡς νυμφαγωγὸν σεπτόν, τὸν Βαρνάβαν πλουτήσασα, τῷ
Χριστοῦ συνήρμοσαι, ὡς γνησία μαθήτρια, καὶ ἅπαντι χορῷ τῶν Ἀποστόλων, προθύμως
διηκόνησας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὁ ὑπερούσιος,
Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι᾿ ἀγαθότητα, τὸ καθ᾿ ἡμᾶς οὐσιωθείς, καὶ
μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν ἀπειρόγαμον,
Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τὰ
σκιώδη τοῦ Νόμου σοφῶς κατέλιπες, κατιδοῦσα, Μαρία, τὸ φῶς τῆς Χάριτος, ὅθεν
μαθήτρια Χριστοῦ ἀναδέδειξαι, ἐν Ὑπερώῳ τῷ σεπτῷ, μετασχοῦσα δαψιλῶς, τοῦ
Πνεύματος τοῦ ῾Αγίου, καὶ μυστηρίου τοῦ Λόγου, ἐγένου θεία διαλαλήτρια.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἀπειρόγαμε
Νύμφη Θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ
προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως,
πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ρήματα αὐτῆς.
Στίχος· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Εὐαγγέλιον· Κατὰ
Λουκᾶν, βλ. τῇ Τρίτῃ τῆς γ΄ ἑβδομάδος.
Ὁ Ν΄.
Δόξα. Ταῖς Ἰσαποστόλου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. ῏Ηχος πλ.β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Ἐκ ῥίζης
μωσεωτραφοῦς, δένδρον εὐσκιόφυλλον ἐδείχθης, τῇ ἐπελεύσει τοῦ ῾Αγίου Πνεύματος,
Μαρία σεμνή, τοῦ ἀποστόλου Μάρκου μήτηρ. Ὅθεν σήμερον τοὺς τιμῶντας τὴν μνήμην
σου, δωροφόρησον, Ἰσαπόστολε, πλουσίως, τὸν γλυκασμὸν τῆς Χάριτος.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Πόθῳ ὑμνῶ Μαρίαν, μητέρα θείου Μάρκου. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμά μου.
Παράκλητε
῞Αγιε, ὁ τὴν Μαρίαν σῇ χάριτι, ἐμπλήσας χαρίτωσον, κἀμὲ τὸν τάλανα, ὅπως ἄξιον,
τὸν ὕμνον ταύτῃ πλέξας, πλουτήσω μεσίτριαν, ἐν βίῳ ἅπαντι.
Ὁ
Νόμος τοῦ γράμματος, ἐγλύκανέ σου τὸν φάρυγγα, ψυχῆς παμμακάριστε, καθώσπερ
γέγραπται, καὶ ὑπέδειξε, προσμένειν τὸν Μεσσίαν, Μαρία, Ὃν ἅπασαι, φυλαὶ ἀνέμενον.
Θεοῦ
τοῖς ἐντάλμασι, Μαρία, καθυπακούουσα, τὴν Κύπρον κατέλιπες, οὗ πρῴην ἔζησας, καὶ
κατείληφας, Σιὼν τὴν ποθουμένην, προσμένουσασα πλήρωσιν, ἐλπίδος γένους σου.
Θεοτοκίον
Ὡς ἔχουσα
Πάνσεμνε, τοῦ Μάρκου θείαν γεννήτριαν, συνώνυμον πρέσβευε, τῷ θείῳ Τόκῳ σου, ὅπως
εὕρωμεν, Σιὼν ἐν ἄνω τόπον, καὶ ἴδωμεν πρόσωπον, Αὐτοῦ παμπόθητον.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὑπῆρξε
σεπτὸς νυμφαγωγός σου, Μαρία, Βαρνάβας συγγενής, ὅστις ψυχῆς τὸν πόθον σου, ὑφῆψε
διηγούμενος, Χριστοῦ τὰ ὑπερθαύμαστα, καὶ ᾯ ἀῤῥήκτως σε ἥρμοσε.
Μεσσίαν
εὑροῦσα Ὃν Προφῆται, ἐκήρυξαν, γύναι ἱερά, Αὐτῷ εὐθὺς ἐπίστευσας, ἐξ ὅλης τῆς
καρδίας σου, καὶ δεομένη ᾔτησας, ἐπισκεφθῆναι τὸν οἶκόν σου.
Ναὸς ἀνεδείχθη
Ὑπερῶον, ἐν ᾧ ἐξενίσθη Ἰησοῦς, Ἀρχιερεὺς ὁ μέγιστος, Μαρία, καὶ συνέφαγεν, Δεῖπνον
τὸ ἱερώτατον, σὺν Μαθηταῖς Αὑτοῦ δώδεκα.
Θεοτοκίον
Ὡς
Μήτηρ τοῦ κτίσαντος τὰ πάντα, καὶ ἔχουσα ἅπασαν ἰσχύν, ἐν ταῖς πρεσβείαις, Ἄχραντε,
Αὐτὸν ἱλέως πρέσβευε, ὅπως ἡμῶν τὰ πταίσματα, καθάρῃ ὁ παγκάθαρος, τῇ χορηγίᾳ
τοῦ Πνεύματος.
Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ
Χριστοῦ μαθήτρια, ἀναδεχθεῖσα, ὡς σελήνη πάμφωτος, εἰς φῶς ὡδήγησας πολλούς· ὅθεν,
Μαρία, τιμῶμέν σε, σὺν θείῳ Μάρκῳ, υἱῷ τῷ γνησίῳ σου.
Δόξα. καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
Χαῖρε
θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ
διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σέ, Κόρη πανύμνητε,
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Μᾶρκον
τὸν συγγράψαντα θαυμαστῶς, θεῖον Εὐαγγέλιον ἔσχηκας, υἱόν, Μαρία, ὃν ἐκ βρέφους
μητρικῶς, τοῦ Μωϋσέως ἔθρεψας, Νόμου ἐπιτάγμασιν ἄριστα.
Ἄνευ
διγνωμίας τὸν ᾿Ιησοῦν, ἔγνως, ὦ Μαρία, πληρώσαντα, τὰ εἰρημένα, τῶν ἀρχαίων
προφητῶν, ὅτε Βαρνάβας εἵλκυσεν, σὲ εἰς αὐτοψίαν τῆς κλήσεως.
Ῥήματα
ἀκούσασα τοῦ Χριστοῦ, καὶ Αὐτοῦ ἰδοῦσα θαυμάσια, ἐστερεώθης, ὅτι Οὗτος ἀληθῶς, πέφυκεν
ὁ λυτρούμενος, ὦ Μαρία, γένος ἀνθρώπινον.
Θεοτοκίον
Ἵλεων
ἀπέργασαι Ἰησοῦν, Δέσποινα, ἁγίαις πρεσβείαις σου, ὅτι ἐν γνώσει, ἁμαρτάνω ἀδεῶς,
καὶ οὐ τολμῶ τὸ ἔλεος, Τούτου ἐξαιτῆσαι ὁ ἄθλιος.
ᾨδὴ ε΄. ᾿Εξέστη τὰ σύμπαντα.
Αἰτήσασα
πάνσεμνε, ἐλθεῖν εἰς τὴν οἰκίαν σου, τὸν φιλανθρωπότατον Δεσπότην, Τοῦτον
προθύμως ἐφιλοξένησας, ἐν τῷ Ὑπερώῳ τῷ σεπτῷ, ἔνθα πλεῖστα πέπρακται, θαυμαστὰ ἡμῶν
πίστεως.
Νικήσασα
πρόσκομμα, τοῦ Νόμου ἐν τῇ Χάριτος, πίστει προσεχώρησας, Μαρία, πᾶσαν οὐσίαν ἐκδαπανήσασα,
ὑπὲρ ᾿Εκκλησίας τοῦ Χριστοῦ, Ὅστις σε ἠξίωσε, θησαυροῦ ἁγιότητος.
Μητρὸς
τὰ γνωρίσματα, τῆς ἀληθοῦς ἀπέδειξας, ὅτε τὸν υἱόν σου, ὦ Μαρία, Μᾶρκον τὸν θεῖον
Χριστῷ ἐγνώρισας, καὶ τῆς ὄντως γέγονας ζωῆς, πρόξενος ἣν πρότερον, σὺ ἐν πόθῳ
μετέσχηκας.
Θεοτοκίον
Ἡ ἕξις
μοι γέγονε, δευτέρα φύσις, Πάναγνε, καὶ τὸ αὐτεξούσιον νικᾷ μου· ὅθεν βοῶ σοι ἐκ
κατωδύνου ψυχῆς, τῇ μαχαίρᾳ θείων σου εὐχῶν, κόψον τὰ δεσμεύοντα, τὴν ψυχὴν ἁμαρτήματα.
ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Ταῖς
μαθητρίαις ἠρίθμησας, σαὐτήν, σεμνὴ Μαρία, αἵτινες, κατηκολούθησαν, ἐκ
Γαλιλαίας τὸν Κύριον, καὶ Τούτῳ διηκόνουν, ἐν οἷς περ ἔχρῃζε.
Ἐν Ὑπερώῳ
τοῦ οἴκου σου, Μαρία, Μαθητῶν θεῖος σύλλογος, καὶ ὁ Διδάσκαλος, τὸ μυστικὸν Δεῖπνον
ἔφαγον, τὸν τρόπον λειτουργίας, ἡμῖν τυπώσαντες.
Ῥωσθεῖσα
πόθῳ Κυρίου σου, Αὐτοῦ τὰ θεῖα Πάθη ἑώρακας, καὶ μῦρα ἔδωκας, εἰς τὴν ταφὴν τὴν
θεόσωμον, σὺν Μυροφόροις ἄλλαις, Μαρία πάνσεμνε.
Θεοτοκίον
Ἀγάπης
φλόγα ὑπάναψον, Υἱοῦ σου γλυκυτάτου, Πανάχραντε, ἐν τῇ
καρδίᾳ μου, ὅπως τὰ ἄχρηστα φρύγανα, ψυχρώδους
ἁμαρτίας, καταναλώσῃ μου.
Κοντάκιον. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Σωματικῶς
τὴν προφητείαν λαβοῦσα, ὅτι μακάριος ἐστὶν ὁ κατέχων, οἰκείους, παμμακάριστε
Μαρία, ἐν Σιών, ἐκ Χριστοῦ ἠξίωσαι, ὑπερτίμου ἀξίας, ὅτι ἐν τῷ οἴκῳ σου, σὺν
χορῷ Ἀποστόλων, ἐπιτελέσας Δεῖπνον μυστικόν, περιφανῆ σε, τῷ κόσμῳ κατέστησε.
Ὁ Οἶκος
Ἰουδαίοις,
βαρβάροις καὶ Ἕλλησιν, ὁ Σωτὴρ ᾿Ιησοῦς πάντων πέφυκε, γυναιξί τε ἀνδράσι
παρέσχετο, μετοχὴν τὴν τοῦ Πνεύματος ἄφθονον· ὅθεν καὶ ἡ Μαρία τοῦτον ἀναμένουσα,
ὡς πατροπαραδότως ἐδιδάχθη, ἐπέγνω Σωτῆρα ἑαυτῆς, καὶ σὺν υἱῷ γλυκυτάτῳ τῷ Μάρκῳ
ἐδείχθησαν, στύλοι θεοστήρικτοι τῆς ᾿Εκκλησίας· ὅθεν ὁ φιλάνθρωπος Δεσπότης, τὸ
ἀντιμίσθιον τῆς ἀγάπης καταβάλλων, περιφανῆ ταύτην, τῷ κόσμῳ κατέστησε.
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Σύναξις τῶν Ἁγίων Δώδεκα Ἀποστόλων
Τιμῶ
θεόπτας δώδεκα Χριστοῦ φίλους,
ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.
Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας.
ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.
Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας, μητρὸς τοῦ Εὐαγγελιστοῦ
Μάρκου.
Ἀνώγεων ἔστρωσας τὴν σὴν καρδίαν
Θεῷ
μολοῦντι εὐτρεπῶς αὐλισθῆναι.
Τριακοστῇ
ἐν αἰθέρι νόες ἄειραν Μαρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μελίτων ξίφει τελειοῦται
Eἴ που Mελίτων καὶ
θεόῤῥυτον μέλι,
ἐχρῆν ἐκεῖ βάψαντα σὴν τομὴν γράφειν.
ἐχρῆν ἐκεῖ βάψαντα σὴν τομὴν γράφειν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πέτρος, ὁ ἐκ Σινώπης, κατὰ
πετρῶν συρόμενος τελειοῦται.
Ἔχουσιν
αἰδεῖσθαί σε καὶ θεῖοι νόες,
αἰδοῖε Πέτρε, δόντα τὰς σάρκας πέτραις.
αἰδοῖε Πέτρε, δόντα τὰς σάρκας πέτραις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φυγελλοῦ ἐκ τῶν Ο',
ἐπισκόπου Ἐφέσσου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Φωκᾶ, Κόνωνος, Συμεών, Ἰσαάκ,
καὶ τῶν σὺν αὐτῶν Χιλίων Τεσσαράκοντα
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ Πακνανάς, ὁ κηπουρός,
ἐν Ἀθήναις, ἐν ἔτει 1776ῳ, ξίφει τελειοῦται
Tί
κατ’ ὀλίγον λαιμόν, ὦ σπαθηφόρε,
τέμνεις Mιχαήλ; Oὐ πτοεῖται τὴν σπάθην
τέμνεις Mιχαήλ; Oὐ πτοεῖται τὴν σπάθην
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἀγρίως
σφαγιασθέντων Νεομαρτύρων ὑπὸ τῶν Κουρδικῶν ὀρδῶν ἐν τῷ νομῷ Διαρβεκίρ, τῆς
Μικρᾶς Ἀσίας, ἐν ἔτει 1896
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ Πρίγκηπος τοῦ
Ὀρντύνσκϊυ Ροστώβ, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Θέλων
ἔρχεσθαι, εἰς τὰ ῾Ιεροσόλυμα, Χριστὸς ὁ Κύριος, δυάδα τῶν μαθητῶν, ἀπέστειλεν ἔμπροσθεν,
εἰς ὑπερῶον τὸ σόν, Δεῖπνον μέγιστον, Μαρία, ἑτοιμάσασθαι, ὁδηγίᾳ θείου Μάρκου.
Ἐδωρήσατο,
τῇ Ἐκκλησίᾳ Κύριος, Σῶμα τὸ Ἅγιον, καὶ Αἷμα τὸ ἑαυτοῦ, τελέσας ἐν οἴκῳ σου, Μαρία
πάνσεμνε, τὸ Μυστήριον, οὗ πάντες οἱ μετέχοντες, καθαρῶς θεοποιοῦνται.
Ἱερώτατος,
σὸς οἶκος ἀναδέδεικται, ὡς δικαιότατα, Μαρία, ὅτι πολλά, ἐν τούτῳ ἐνήργηται, θεῖα
Μυστήρια, ἐν οἷς ἔγνωμεν, καὶ τοῦ Θωμᾶ ψηλάφησιν, τοῦ Κυρίου ἀναστάντος.
Θεοτοκίον
Οὐδὲν
ἔμεινε, ψυχῆς μέρος, Ἀμόλυντε, ὃ οὐκ ἐμόλυνα, διὸ καὶ κεῖμαι δεινῶς, μὴ ἔχων τὸν
βάλλοντα, ὑγείας φάρμακον· σοῦ οὖν δέομαι, Χριστὸν τὸν Ἐλεήμονα, ἐξιλέωσαί μοι
σῶσαι.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὕψει ἀνελθόντα
τὸν Σωτῆρα, ὡς εἶδον οἱ Μαθηταὶ αὖθις ὑπέστρεψαν, εἰς τὸν θεῖον οἶκόν σου, ἔνθα
καὶ ἀνέμενον, τοῦ Παρακλήτου κάθοδον, ὡς ἐπηγγείλατο, αὐτοῖς ὁ φιλαλήθης
Δεσπότης, οὓς μετὰ τοῦ Μάρκου, ἐξένισας, Μαρία.
Μένων
ἐν προσκαρτερήσει, χορὸς Ἀποστόλων αἴφνης ἤκουσε, ἦχον κατερχόμενον, τοῦ ἁγίου
Πνεύματος, ὅπερ καὶ ἐπεκάθισεν, ἐφ᾿ ἕνα ἕκαστον, ἐν σχήματι γλωσσῶν ἐμπυρίνων, μεθ᾿
ὧν ἐνεπλήσθης, καὶ σύ, σεμνὴ Μαρία.
Ἅπαντες
ἐν Ὑπερώῳ, λαβόντες τὴν χάριν Θείου Πνεύματος, ἤρξαντο κηρύττοντες, μεγαλεῖα
πίστεως, πολλοὺς καθοδηγήσαντες, πρὸς τὴν ἀλήθειαν, Κυρίου, μακαρία Μαρία, οἷς
καὶ συνυπούργεις, ἐξ ὅλης σου καρδίας.
Θεοτοκίον
Ῥῦσαί
με τῆς αἰωνίου, Ἁγνή, καταδίκης ταῖς πρεσβείαις σου, μέτοχον δεικνύουσα, αἰωνίας
Πόλεως, Σιὼν τῆς ἄνω ἔνθαπερ, Ἁγίων ἵστανται, χοροὶ καὶ τὸν Δεσπότην αἰνοῦσιν, ὕμνοις
ἀσιγήτοις, σὺν τάξεσιν Ἀγγέλων.
ᾨδὴ θ΄. ῞Απας γηγενής.
Κόπους
ἱερούς, Μαρία, καὶ ἆθλά σου, ἰδὼν ὁ Κύριος, ἔστεψε τὴν κάραν σου, ἐν τῷ κοτίνῳ
τῆς ἁγιότητος, καὶ γὰρ πιστοῖς καθέστηκας, τρανὸν ὑπόδειγμα, διακόνου, ἐν ψυχῆς
ἁπλότητι, ᾿Εκκλησίας ἀρχαίας ἐν οἴκῳ σου.
Οἱ
θεοφιλεῖς, Μαρία, ἀγῶνες σου, ὥσπερ θυμίαμα, ἐκ Χριστοῦ ἐδέχθησαν, τὴν σὴν οἰκίαν
σφόδρα τιμήσαντος, Ὃν ἐκτενῶς ἱκέτευε, τοῦ Θείου Πνεύματος, ἀναδεῖξαι, ὑπερῶα
τίμια, καὶ Σιὼν ἀσαλεύτου οἰκήτορας.
Ὕψου ἐκτενῶς,
Μαρία, τὰς χεῖράς σου, πρὸς τὸν Φιλάνθρωπον, ἵνα Κύπρον πάντοτε, διαφυλάττῃ
πάσης κακώσεως, ἥτις μετὰ οἰκείων σου, Βαρνάβα, Μάρκου τε, σὲ γεραίρει, ὡς ἐκ
ταύτης φύσασαν, καὶ ἱκέτιν πλουτεῖ σε πρὸς Κύριον.
Θεοτοκίον
Ἄνασσα
σεμνή, μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ τῶν δούλων σου, καὶ γὰρ εἴπερ σφάλλομεν, ὅμως
Υἱοῦ σου οὐ μακρυνόμεθα, ἐλπίζοντες εἰς ἔλεος, Αὐτοῦ τὸ ἄμετρον, ὡς τὴν χάριν, ἔχοντες
Βαπτίσματος, καὶ ποθοῦντες ζωὴν τὴν αἰώνιον.
Ἐξαποστειλάριον ῏Ηχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῦ
Μάρκου τὴν γεννήτριαν, συγγενῆ τε Βαρνάβα, Μαρίαν τὴν συνώνυμον, τῆς Ἁγνῆς
Θεοτόκου, ἀνευφημήσωμεν πόθῳ, ὅτι Χριστὸν εὑροῦσα, τὴν τοῦ Ἁγίου Πνεύματος, ὑπεδέξατο
χάριν, σὺν Μαθηταῖς, ἐν τῷ Ὑπερώῳ καὶ φωτισθεῖσα, πολλοὺς πρὸς πίστιν ἤγαγε, ἀληθῆ
τοῦ Σωτῆρος.
Θεοτοκίον, ὅμοιον
Μετ᾿
εὐφροσύνης κράζομεν, σοὶ τό· Χαῖρε, Παρθένε, χαῖρε ἀρᾶς ἡ λύτρωσις, τοῦ Ἀδὰμ καὶ
τῆς Εὔας, χαῖρε δι᾿ ἧς ἀνυψώθη, τῶν βροτῶν ἡ οὐσία, πρὸς δόξαν ὑπερκόσμιον, τοῦ
Υἱοῦ καὶ Θεοῦ σου, χαῖρε δ᾿ ἧς, ὑπ᾿ Ἀγγέλων πάντοτε προσκυνεῖται, ἐν οὐρανοῖς
πανύμνητε, Θεοτόκε Μαρία.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος
πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματοςπ
Μωσαϊκοῖς
παραγγέλμασι, ἀνατραφεῖσα σεμνή, ὃν ἐκεῖνος προέφησε, μέλλειν ποτὲ ἔρχεσθαι, καὶ
προφῆται ἐκήρυξαν, Τούτῳ εὑροῦσα κατηκολούθησας, καὶ τὸν σὸν οἶκον, Αὐτῷ ἀνέθηκας·
ὅθεν, Μαρία σε, Ἀποστόλων ἔγνωμεν ἰσοσθενῆ, καὶ Χριστοῦ δυνάμεως, εὐαγγελίστριαν.
Μᾶρκον
τὸν θεῖον ἐγέννησας, Εὐαγγελίου Χριστοῦ, συγγραφέα τὸν δεύτερον, καὶ φωστῆρα
πρώτιστον, γῆς Αἰγύπτου καὶ μάρτυρα, ὅθεν, Μαρία, σὲ μακαρίζομεν, τῶν
χριστωνύμων πλήθη ἀείποτε, καὶ ἐξαιτούμεθα, τὴν θερμὴν πρεσβείαν σου πρὸς τὸν
Θεόν, ἔτι περικείμενοι, σαρκὸς ἀσθένειαν
Διὰ
Βαρνάβα ἐγνώρισας, Μαρία, τὸν Ἰησοῦν, Ὃν πολλάκις ἐξένισας, ἐν σῷ οἴκῳ
πάνσεμνε, ἔνθα πλεῖστα τετέλεσται· Μυστικὸς Δεῖπνος, Νιπτήρ, Ψηλάφησις, κάθοδος
αἴφνης, Ἁγίου Πνεύματος, σεισμὸς παράδοξος, Πέτρου καταφύγιον, ἐκ φυλακῆς, καὶ ὅσα
ἀνέγραψε, Λουκᾶς ἐν Πράξεσι.
Ἀξιωθεῖσα
πανεύφημε, ἐκ τοῦ Θεοῦ δωρεῶν, διὰ πλῆθος ἀγάπης σου, εὔχου ὅπως ἕξωμεν, ἐπισκίασιν
Πνεύματος, καὶ ὑπερῶα ὀφθῶμεν Χάριτος, ἐν Οἶς σκηνώσοι, Τριὰς ὑπέρθεος, καὶ κλῆρον
εὕροιμεν, σὺν Ἁγίοις ἄσειστον ἐν οὐρανοῖς, ἔνθα σὺ εἱρίσκῃ νῦν, Μαρία ἔνδοξε.
Δόξα.
῏Ηχος πλ.δ΄.
Τὸ ἀληθινὸν φῶς
Χριστοῦ διὰ Βαρνάβα κατιδοῦσα, τὴν νομικὴν λατρείαν εὐθὺς κατέλιπες, Μαρία
Μάρκου μήτηρ σεπτή· καὶ τὸ Ὑπερῶον τῆς οἰκίας σου τῇ ἀρχεγόνῳ Ἐκκλησίᾳ ἀνατιθεῖσα,
πολλῶν ἐν τούτῳ μυστηρίων θεατὴς καὶ μέτοχος ἐγεγόνεις. Τοῦ δὲ Εὐαγγελίου ἐξαγγελεὺς
ὀφθεῖσα, νῦν ἐπαγάλλῃ ἐν τῇ ἄνω Ἱερουσαλήμ, ἔνθα ὑπὲρ τῆς ἐνεγκαμένης σε Κύπρου
εὔχου, τῇ ζωοποιῷ Τριάδι, παμμακάριστε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις
Μεγαλυνάριον
Χαίροις τοῦ
Βαρνάβα ἡ συγγενής, καὶ τοῦ θείου Μάρκου, κατὰ σάρκα μήτηρ σεπτή, χαίροις, ὦ
Μαρία, ἡ ἐν τῷ Ὑπερώῳ, Χριστὸν σὺν Ἀποστόλοις, φιλοξενήσασα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου