Τετάρτη 15 Απριλίου 2020

ΣΕΠΤΕΜΒΡΙΟΣ 22. ΟΣΙΟΣ ΚΟΣΜΑΣ ΖΩΓΡΑΦΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΒ΄
ΚΟΣΜΑΣ ΟΣΙΟΣ ΖΩΓΡΑΦΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Θείῳ ἔρωτι Ὅσιε, σαρκικοὺς γάμους ἔφυγες, καὶ τοῦ κόσμου ἅπαντα ἀρνησάμενος, ἀπατηλά τε καὶ πρόσκαιρα, πρὸς Ἄθω ἀνέδραμες, ζήλῳ πνέοντι Κοσμᾶ, εἰς Ἁγνῆς τὸν Περίβολον, ἐκκαιόμενος, τῆς ἀσκήσεως  πόθῳ φιλοθέῳ, καὶ ζητῶν πιεῖν τὸ ὕδωρ, ἀθανασίας τὸ ζείδωρον.

Ὁ ἐχθρὸς ὁ μισόψυχος, θεωρήσας τὸν ζῆλόν σου, φαντασίᾳ ἤθελε
ἐμποδίσαι σε, καὶ ἀπροσπέλαστον δείξας σοι, τὸ Ὄρος τὸ Ἅγιον,
ἐξηφάνισται εὐθύς, ὡς Πανάγνου τὸ ὄνομα ἐπικέκλησαι. Ὅθεν τρέχων
Κοσμᾶ συνηριθμήθης, ἀδελφότητι Ζωγράφου, εὐχαριστῶν τῷ Δεσπότῃ
σου.
Τῆς ψυχῆς καθαρότητι, καὶ τῶν τρόπων ἁπλότητι, ἠξιώθης Ὅσιε τῆς
ὁράσεως, τῆς Βασιλίσσης τοῦ Ἄθωνος, ἣτις ὡς διάκονος, ὑπηρέτει ἐν
ναῷ, καὶ τραπέζῃ τοῖς χρῄζουσιν ὡς ὑπάρχουσα, τῆς μεγίστης Μονῆς
Βατοπαιδίου, καὶ παντὸς Ἁγίου Ὄρους, ἡ χριστοδώρητος Ἔφορος.

Ἕτερα. Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ Κοσμᾶ θεοδόξαστε, ὅτε ὁ ἔρως Χριστοῦ, τὴν ψυχήν σου κατέλαβε, τότε ὡς ὑπόπτερος ἀετὸς κόσμον ἔλιπες, καὶ ἐπετάσθης, πρὸς Ὄρος Ἄθωνος, ὅπως πληρώσῃς τὸν θεῖον πόθον σου. Ὅθεν ἐρχόμενος, φαντασίαν δράκοντος τοῦ νοητοῦ, κλήσει Θεομήτορος, ὡς χοῦν διέλυσας.     

Πάτερ Κοσμᾶ ὁσιώτατε, ἐν τῇ Ζωγράφου Μονῇ, μοναστῶν σχῆμα εἴληφας, καὶ ἀσκήσει ἔλαμψας, καθ’ ἡμέραν τὸν ζῆλόν σου, εὐχαῖς ἀπαύστοις ἀνανεούμενος, σύμμαχον ἔχων ἐν τοῖς ἀγῶσί σου, θεῖον Γεώργιον, τροπαιοῦχον μάρτυρα καὶ ἀσκητῶν, σύμμαχον φιλάδελφον καὶ ἀντιλήπτορα.

Πάτερ Κοσμᾶ Ὄρους Ἄθωνος, τὴν Βασιλίδα ἰδών, ἐν ναῷ ὡς διάκονον, καὶ τραπέζῃ τρέχουσαν, ταύτην ἔσχες μεσίτριαν, πρὸς τὸν Δεσπότην καθικετεύουσαν, ὅπως σοι δείξῃ ὁδὸν σωτήριον· ὅθεν γενόμενος, ἀσκητῶν συνόμιλος ἀθωνιτῶν, ὑπὲρ τῶν τιμώντων σε, Χριστὸν ἱκέτευε.
Δόξα. Ἦχος πλ.β΄.
Τῆς συνειδήσεως τὸ μαρτύριον καλῶς τελέσας, κατὰ τοὺς πάλαι ἁγίους ἀσκητάς, ὡς ναῦς πολύφορος ἐξ ἀρετῶν ἐνθέων, πάτερ Κοσμᾶ ἀνεδείχθης, ἐν τῇ Μονῇ Ζωγράφου ἀσκήσας. Τῇ δὲ ἰσοβίῳ καὶ φιλοτίμῳ θεοφιλίᾳ σου, τύπος ἄριστος τοῖς μονασταῖς ἀναφανείς, τῷ θαυμασίῳ βίῳ σου κραυγάζεις αὐτοῖς. Δότε αἷμα καὶ λάβετε πνεῦμα, ὡς κἀγώ, πατέρες καὶ ἀδελφοί, ἐποίησα.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ Ἀναγνώσματα
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡςἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ´ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἠρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Ὑπὲρ ἅπαντα τὸν Θεὸν σωφρόνως ἀγαπήσας, ἠρνήθης ἡδονὰς ματαίας καὶ προσκαίρους, Κοσμᾶ παμμακάριστε· καὶ τοῦ σταυροῦ τὴν ἄρσιν ἐκλεξάμενος, τῶν μονοτρόπων τὸ Σχῆμα ἐμπόθως ὑπῆλθες, πρότυπον γενόμενος τοῖς τοῦ Κυρίου ἐρασταῖς. Ὅθεν παριστάμενος τῷ ἠγαπημένῳ σοι Ἰησοῦ, πρέσβευε ὑπὲρ τῶν εὐλαβῶς ἑορταζόντων τὴν μνήμην σου.

Ἦχος β΄
Θεοδιψάστως ἔδραμες ἐπὶ τὴν πηγὴν τοῦ ζῶντος ὕδατος Χριστόν, ἐκλεξάμενος παραῤῥιπτεῖσθαι ἐπὶ τὰς αὐλὰς Αὐτοῦ, Κοσμᾶ θεόφρον πάτερ ὅσιε· καὶ τὴν Θεομήτορα σχὼν ὁδηγὸν πρὸς τὸ Ὄρος τὸ Ἅγιον, εὐωδίασας πάντας ταῖς φιλοθέοις σου ἀρεταῖς, κόσμος γενόμενος τῆς τοῦ Τροπαιοφόρου σεπτῆς Μάνδρας· ἀλλὰ καὶ νῦν ἐν Παραδείσῳ ἐντρυφῶν τοῦ κάλλους τοῦ Χριστοῦ, πρέσβευε, δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄
Ἀρετὴν ἐπ’ ἀρετὴν προθύμως ἐποικοδομῶν, καὶ τὸν θεῖον ζῆλον καθ’ ἡμέραν ὑπανάπτων, ὅλος θεόληπτος ἐγένου, Κοσμᾶ τρισμακάριε. Τῆς δὲ ἐρήμου τὰ ἔργα φιλοτίμως ἐργασάμενος, φίλος ἐγένου τῶν μοναστῶν καὶ τῆς ἀλόγου φύσεως. Ὅθεν ὡς ἔμπορος σοφὸς πλουτίσας ταῖς ἀσκήσεσιν, μεσίτευσον καὶ ὑπὲρ ἡμῶν, ἐπιζητούντων ἁλιεῦσαι, τὸν Μαργαρίτην τὸν πολύτιμον.

Ἦχος δ΄
Ἐν τῇ θεοπλάστῳ σου ψυχῇ ἀνεξαλείπτως ζωγραφήσας τὸν Κύριον, ἐν τῇ τοῦ Ζωγράφου ἱερᾷ κονίστρᾳ, τέλειος ἐγένου, ὡς τοῖς ἀνθρώποις δυνατόν, Κοσμᾶ τοῦ Ἄθω ἐγκαλλώπισμα. Τὸ δὲ μαρτύριον τῆς συνειδήσεως ὡς ἄριστα τελέσας, καὶ σὺν τῷ μεγαλομάρτυρι Γεωργίῳ εὐφραινόμενος ἐν οὐρανῷ, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν συμμοναστῶν σου, ὡς φιλάδελφος μακαριώτατε.

Δόξα. Ἦχος πλ.α΄
Τῆς Θεοτόκου τὸν περίφημον περίβολον οἰκήσας, κατευωδίασας σεαυτὸν καὶ τοὺς πέλας, ταῖς ἀρεταῖς σου, θεοφόρε ὅσιε Κοσμᾶ. Μόνον δὲ στοχεύων ἐπὶ τὴν τοῦ Κυρίου εὐαρέστησιν, ὑπ’ Αὐτοῦ ὑπερτίμως τοῖς χαρίσμασιν ἐτιμήθης. Διό ἡ σὲ ἀνθρέψασα περίπυστος τοῦ Ζωγράφου Μονή, τὴν μνήμην σου φαιδρῶς ἐπιτελοῦσα, αἰτεῖται ὥσπερ θρέπτρα πνευματικά, τὰς ἀπαύστους δεήσεις σου πρὸς Κύριον, μακάριε.

Καὶ νῦν.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς ἀγάπης Χριστοῦ, πιὼν τὸν οἶνον τὸν νηφάλιον Ὅσιε, καὶ πάντων ἡδέων κόσμου, καταφρονήσας σοφῶς, ὅπως ἀναλάβῃς ἐπωμάδιον, ζυγὸν τῆς ἀσκήσεως, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, καὶ χρηματίσῃς, τῆς Ἁγνῆς Θεομήτορος, τέκνον χάριτος, οὗ τὴν πρόθεσιν ᾤετο, δαίμων κατακρημνίσαι σου καὶ δείξας ἀπρόσιτον, νῆσον τὸ Ὄρος ἡττήθη, σοῦ εὐξαμένου πρὸς Κύριον. Ὃν πάτερ πρεσβεύων, ὑπὲρ τῶν σὲ γεραιρόντων, μὴ παύσῃ πώποτε.

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις, Τροπαιοφόρου κλεινοῦ, καὶ τῆς αὐτοῦ Μονῆς Ζωγράφου τὸ
ἔκθρεμμα, Κοσμᾶ τῶν ὁσίων κλέος, ἀθωνιτῶν κορωνίς, ὁ τὴν Θεοτόκον σχὼν μεσίτριαν, καὶ θείαν προστάτιδα, ἐν τῷ βίῳ σου ἅπαντι, ἥνπερ κατεῖδες, ἐν ναῷ ὡς διάκονον, καὶ τὰ χρῄζοντα ἐν τραπέζῃ παρέχουσαν, ὅτε εἰς Βατοπαίδιον, εὑρέθης μακάριε, καὶ τῆς φωνῆς ἐπακούσας, ταύτης εἰπούσης πρὸς Κύριον· Υἱὲ καὶ Θεέ μου, τὴν ὁδὸν τῆς σωτηρίας δεῖξον τῷ δούλῳ σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις ἐρημικῆς ἀγωγῆς, Κοσμᾶ βαδίσας τὴν ὁδὸν ὡς ὑπέδειξεν, ὁ πάντας σωθῆναι θέλων, καὶ φιλοθέους καρπούς, ἐνεγκὼν δυνάμει θείου Πνεύματος· καὶ ἔνδυμα χάριτος, ἐνδυθεὶς τὸ χριστόδωρον, δι’ οὗ τὴν φύσιν, καθυπέταξας ἄλογον, καὶ τὰ μέλλοντα, ὡς παρόντα προέβλεπες· χαίροις ὁ πρὸ κοιμήσεως, ἰδὼν κατενώπιον, καὶ αἰσθητῶς ὁμιλήσας, τῷ Ἰησοῦ Ὃν ἠγάπησας, καὶ Ὃν μὴ ἐλλίπῃς, ἐκτενῶς καθικετεύειν, ὑπὲρ τῶν δούλων σου.

Δόξα. Ἦχος β΄.
Τὸ δυσαχθὲς ἀποῤῥίψας τῆς πτώσεως κώδιον, ἐπενεδύθης Κοσμᾶ τὸν ἐν Χριστῷ νέον ἄνθρωπον, καὶ ἠξιώθης ὑπὲρ φύσιν βιοῦν καὶ πορεύεσθαι, ὡς τύπος τῶν τοῦ μέλλοντος αἰῶνος Ἁγίων, μεθ’ ὧν ἱκέτευε φιλάδελφε, ὑπὲρ Μονῆς σου καὶ συνασκητῶν αἰτούντων, τὰς εὐπροσδέκτους ἱκεσίας πρὸς τὸν Δεσπότην, τὸν Φιλάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σε τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. Ἦχος γ΄.Θείας πίστεως.
Κόσμος πέφηνας τοῦ Ὄρους Ἄθω, τῇ ἀσκήσει σου Κοσμᾶ θεόφρον, καὶ τῆς Μονῆς τοῦ Ζωγράφου ἀγλάϊσμα. Ὅθεν οἰκήσας τοῖς ἄνω σκηνώμασι, τοὺς σὲ τιμῶντας ἐκ πόθου εὐλόγησον, καὶ ἀξίωσον, τῶν ἀρετῶν κόσμον κτήσασθαι, πρεσβείαις σου σεπταῖς πρὸς τὸν Φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σε τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις




ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Εὐφραίνεται λαμπρῶς, τοῦ Ζωγράφου ἡ Μάνδρα, πλουτοῦσά σε Κοσμᾶ, πρεσβευτὴν πρὸς Δεσπότην· ἐν ταύτῃ γὰρ ἐνήθλησας, ἀρετὰς ἐργασάμενος, καὶ ἰσότιμος, φανεὶς τῶν πάλαι Πατέρων, πλήρης γέγονας, Ἁγίου Πνεύματος Πάτερ, καὶ οἶκος τῆς Χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Λυχνία χρυσαυγὴς τοῦ Ἡλίου τῆς δόξης, λαμπὰς λευκοφαὴς τοῦ Φωτὸς τοῦ ἀδύτου, Νεφέλη πυρσεύουσα τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τῆς καρδίας μου, ἀμβλυωπούσας τὰς κόρας, φωταγώγησον μαρμαρυγαῖς ἀκηράτοις, καὶ θείοις πυρσεύμασι.

Μετὰ τὴν β΄ στιχολογίαν.Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Θεϊκῇ ἁπλότητι, ὑποταγεὶς τῷ Κυρίῳ, τῆς ἀγάπης γέγονας, ἐργάτης ὅσιε Κοσμᾶ, τῆς πρὸς Δεσπότην καὶ πέλας σοι· διὸ ἐκτήσω, τὴν χάριν τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε θρόνε πύρινε τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σὲ Κόρη πανύμνητε.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Πυρωθεὶς τῇ ἀγάπῃ τοῦ Ἰησοῦ, ἀπηρνήσω τοῦ κόσμου τὰς ἡδονάς, καὶ ἔφθασας Ὅσιε, εἰς τὸ Ὄρος τοῦ Ἄθωνος, καὶ Μονῇ Ζωγράφου, ὑπέταξας θέλημα, μιμητὴς Κυρίου, γενόμενος ἄριστος· ὅθεν καὶ ἐρήμου, πολιστὴς ἀνεδείχθης, πλουτήσας ὑπέρμετρα, τὰ χαρίσματα Πνεύματος, ταπεινώσει φρουρούμενος· διὸ καὶ ἐν τῇ ὥρᾳ Κοσμᾶ, τῆς σεπτῆς σου κοιμήσεως ἅπασα, παραδόξως μετέσχεν, ἡ φύσις ἡ ἄλογος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἡλιόμορφον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος θεοχάρακτος, Ἠσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως καὶ τεῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχεις λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιὴλ δὲ τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν πάντων λάλημα. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς προσκυνοῦσιν ἐν πίστει Παρθένε τὸν τόκον σου.






Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, τὸ τοῦ Ὄρθρου τοῦ ὁσίου Σάββα(ε΄ Δεκεμβρίου)
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Καὶ ζῶν καὶ μετὰ θάνατον, ἀντεδοξάσθης Κοσμᾶ, ὑπὸ τοῦ μισθαποδότου Κυρίου, Ὃν ὑπερμέτρως ἐδόξασας τῷ θαυμαστῶ σου βίῳ. Διὸ νῦν παριστάμενος ἐν παῤῥησίᾳ Αὐτῷ, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῆς ἐκθρεψάσης σε ἱερᾶς Μετανοίας, καὶ τοῦ Ὄρους τοῦ Ἄθωνος, μακάριε.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Κοσμᾶν ὑμνήσω, κόσμον λαμπρόν τοῦ Ἄθω .Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ἁρματηλάτην φαραώ.
Κεκοσμημένον ἀρεταῖς τοῦ Πνεύματος, τοῦ Παναγίου Κοσμᾶ, οὐ τολμῶ ὑμνῆσαι, τοὺς σεπτοὺς ἀγῶνάς σου· διὸ καθικετεύω σε, ἄνοιξόν μου τὸ στόμα, καὶ ἐκκαθάρας τὴν ἔννοιαν, ἔμπνευσον ἐπάξιον αἴνεσιν.
τε ὡς βέλος τοῦ Θεοῦ ὁ ἔρως σε, Κοσμᾶ κατέτρωσε, τότε τὴν πατρίδα καὶ γονεῖς κατέλιπες, ὡς ἔλαφος χριστόπληκτος, πρὸς τὸ Ὄρος τοῦ Ἄθω, εὐθυδρομῶν ἀνεχώρησας, πόθῳ ἐκκαεὶς τῆς ἀσκήσεως.
Σοῦ βουληθεὶς ὁ παλαμναῖος Ὅσιε, καταβαλεῖν τὴν ὁρμήν, δι’ ἧς ἀπετάγης, φαντασίαν ἔπλασε, τὸν Ἄθω νῆσον δείξας σοι, ἀπροσπέλαστον πάντῃ, ἀλλ’ ὁ φιλάνθρωπος Κύριος, τούτου τὴν παγίδα διέλυσε.
Θεοτοκίον
Μήτηρ ὑπάρχεις ἀληθῶς Πανάμωμε, Ἀθωνιτῶν μοναστῶν, τῶν ἀρχῆθεν ᾧδε, Κλῆρον οἰκησάντων σου, ὅθεν καὶ φίλτρον ἔδειξας, μητρικῆς σου ἀγάπης, πρὸς τὸν Κοσμᾶν ὅτε ἔδραμε, βίον ὑπελθεῖν τῆς ἀσκήσεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
σκητόδρομον στίβον, Μονὴν Κοσμᾶ ἔσχηκας, ἐπικεκλημένην Ζωγράφου, ἐν ᾗ Γεώργιος, ὁ ὑπερένδοξος, Τροπαιοφόρος τιμᾶται, μοναστῶν κηδόμενος, ἐν πλείστοις θαύμασι.
Νοῦν οἰκίαν ποιήσας, τοῦ Ἰησοῦ Ὅσιε, διὰ εὐκτικῆς ἐργασίας, πόθον ὑπήναπτες, τὸν τῆς ἀσκήσεως, ἀδιαλείπτως τὴν μνήμην, ἔχων τῆς κολάσεως, ὡς κέντρον νύσσον σε.
περβὰς ὅρους Πάτερ, τοὺς φυσικοὺς ἤθλησας, ἐν τῇ προσευχῇ καὶ ἀσκήσει, ὥς τις ἀσώματος, ἀεὶ αἰρόμενος, πρὸς Παραδείσου σκηνώσεις, ἔνθα πλήθη ἅπαντα, Ἁγίων χαίρουσι.
Θεοτοκίον
Μήτηρ εἴρηκας Κόρη, Ἀθωνιτῶν ἔσεσθαι, πάντων χρειωδῶν κηδομένη  καὶ προστατεύουσα, τοῦ Περιβόλου σου, ἐν ᾧ ὡς ἄνθος εὐῶδες, τὸν Κοσμᾶν ἐφύτευσας, Ζωγράφου καύχημα.

Κάθισμα. Ἦχος πλ.α΄.Τὸν συνάναρχον Λόγον.
Τῷ πυρὶ τῆς ἀγάπης Χριστοῦ φλεγόμενος, κόσμον, γένος καὶ πάντα Κοσμᾶ κατέλιπες, καὶ ἐν Ἄθωνι ἐλθὼν τῆς ποίμνης γέγονας, τοῦ Ζωγράφου ἀσκητὴς καὶ δοχεῖον ἀρετῶν, διό περ καὶ ἐδοξάσθης, ἐν θαυμασίοις ζῶν ἔτι, καὶ μετὰ κοίμησιν τρισόλβιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐν πελάγει τοῦ βίου κλυδωνιζόμενος, καὶ μερίμναις γηΐναις περιαντλούμενος, καὶ συμπιγόμενος τὸν νοῦν τὴν σὴν βοήθειαν, ἐπικαλοῦμαι ἐκ ψυχῆς· ἐπιταχύνουσα λοιπόν, κυβέρνησον καὶ πρὸς ὅρμον, εἰσάγαγε μετανοίας, ἵνα ὑμνῶ σε Παναμώμητε.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Νικητικὸν στέφανον, Ὅσιε εἴληφας, ἐκκαθάρας τὴν ψυχὴν τοῖς δάκρυσιν καὶ ὀπτικὸν ταύτης διαυγές, δείξας εἰς τὰ βάθη, τῆς σῆς καρδίας κατέδυσας, ἔνθα τὸν ὄφιν κτείνας, τῶν παθῶν τὸν ἀρχαῖον, εἰς Χριστοῦ τὴν ἀπάθειαν ἔφθασας.
τὸν Χριστὸν τέξασα, σὲ κατηξίωσεν, ἐν ἡμέρᾳ θείας πανηγύρεως, Ταύτην ἰδεῖν ἐν σεπτῇ Μονῇ, τοῦ Βατοπαιδίου, διακονοῦσαν μονάζοντας, ὡς μήτηρ φιλοτέκνως, ἐν ναῷ καὶ τραπέζῃ, καὶ παρέχουσα τούτοις τὰ χρῄζοντα.
Σὲ ὡς ἁγνὸν ἤγαγεν, εἰς τὰ ἐνδότερα, ὁ πατήρ σου, ἵνα ὥσπερ ἄγγελος, διακονῇς τὸν γλυκὺν Χριστόν, καὶ Αὐτῷ θυσίαν, ἐπιτελῇς τὴν σῳσίκοσμον· διὸ φόβῳ καὶ τρόμῳ, τῇ ἁγίᾳ τραπέζῃ, κλίνων γόνυ ψυχῆς, Κοσμᾶ ἵστασο.
Θεοτοκίον
ρᾳ φρικτῇ κρίσεως, σὺ Παναμώμητε, ἐξιλέου τῷ πολλά σοι πταίοντι τὸν Ἰησοῦν, ὅπως μὴ εἰς πῦρ, ῥίψῃ με δικαίως, ἀλλὰ τὰ πταίσματα ἅπαντα, διὰ τῆς μετανοίας, ἐκκαθάρῃ καὶ δῷ μοι, ὡς Φιλάνθρωπος τούτων συγχώρησιν.

ᾨδὴ ε΄. Ἱνατί με ἀπώσω.
Καιομένῃ καρδίᾳ, πρὸ τῆς Θεομήτορος εἰκόνος ἕστηκας, καὶ μεσῖτιν ταύτην, πρὸς Χριστὸν ἀκλινῆ σου προέβαλες, ὅθεν ἐνωτίσθης, φεῦγε καὶ σῴζου ἐν ἐρήμῳ, ἡσυχίᾳ βιῶν ὡς ἐπόθησας.
δηγήτριαν Κόρην, ἔχουσαν ὡς σκέπην σου Κοσμᾷ κατῴκησας, ὡς στρουθὸς σπηλαίῳ, ἀνυμνῶν καὶ δοξάζων τὸν Κύριον, Ὅστις ἐν ἐρήμῳ, τὸν πειραστὴν ἐχθρὸν καθεῖλεν, μοναστῶν καταστὰς τὸ ὑπόδειγμα.
Σωφρονῶν καὶ νηστεύων, καὶ μὴ παύων ἀεὶ ἐπευχόμενος, πειρασμοὺς ποικίλους, τοῦ ἐχθροῦ κατενίκας μακάριε, καὶ ἀντὶ πικρίας, τούτου βελῶν Χριστὸς ἐδίδου, παρουσίαν Αὑτοῦ τὴν πανήδιστον.
Θεοτοκίον
Μοναστῶν καὶ μιγάδων, σὺ ὑπάρχεις Δέσποινα τὸ ἀγαλλίαμα, πάντων τὰς αἰτήσεις, τῷ Δεσπότῃ ἀμέσως προσάγουσα, καὶ πρὸς τὸ συμφέρον, τῆς σωτηρίας δίδως λύσιν, καὶ ἐλπίδα παρέχεις τοῖς κάμνουσι.

ᾨδὴ Ϛ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Οὐράνωσας ἀληθῶς, Κοσμᾶ τὸ γήϊνον σπήλαιον, ἐντεύξεσι πρὸς Θεόν, ἀγρύπνῳ τε ὄμματι, καὶ δακρύων χύσεσιν, ὑπὲρ οἰκουμένης, ὁρατῆς καὶ ἀοράτου τε.
Νικήσας τοῦ πονηροῦ, τὰ πολλαπλᾶ πανουργεύματα, καὶ πεῖραν πνευματικήν, συλλέξας διδάσκαλος, πρακτικὸς γεγένησαι, ἀρετῆς θεόφρον, τοῖς ἐν πόθῳ σοι πελάζουσι.
Λαμπρύνας τὸ ὀπτικόν, Κοσμᾶ ψυχῆς σου τὰ μέλλοντα, γενέσθαι προφητικῶς, ἑώρας παρόντα σοι· οὕτω γὰρ ὁ Κύριος, τοῖς Αὐτὸν τιμῶσι, καταπέμπει τὰ χαρίσματα.
Θεοτοκίον
γάλλομαι μυστικῶς, τὴν σὴν πλουτῶν σκέπην Πάναγνε, δι’ ἧς τὰ δαιμονικά, βέλη ἀποκρούονται, καὶ ψυχὴ δροσίζεται, καύσωνος τοῦ βίου, τὴν κατάψυξιν εὑρίσκουσα.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὴν θείαν μνήμην ἀδιάλειπτον ἔχων, Κοσμᾶ ἐκόσμεις ἀρεταῖς τὴν ψυχήν σου, ἀσκήσει καθαιρόμενος καὶ ἔρωτι θερμῷ· ὅθεν κατεκράτησας τὸν Χριστὸν ἔνδοθέν σου, Ὅς σε φῶς ἀνέδειξε ἐν τῷ Ἄθωνος ὄρει, καθοδηγοῦντα πάντοτε ἡμᾶς, πρὸς τὴν Ἐκείνου, σωτήριον ἕνωσιν.
Ὁ Οἶκος
Ἀκοσμίαν τοῦ κόσμου σοφῶς βδελυξάμενος, τὴν ἐρημικὴν εὐκοσμίαν σωφρόνως ἠγάπησας, μετανάστης τῶν οἰκείων ἑκουσίως γενόμενος, διὰ τὸν ἡμᾶς ξενωθέντα φιλάνθρωπον Κύριον. Ὅθεν ἐν τῷ Περιβολίῳ τῆς Θεομήτορος καταφυτευθείς,κατεκοσμήθης ταῖς εὐαγγελικαῖς ἀρεταῖς,καρποὺς ἐνεγκὼν ἀσκητικῶς εὐωδιάζοντας. Διό, μακάριε Κοσμᾶ, Ζωγράφου Μονῆς τὸ καύχημα, σὺν τῷ Τροπαιοφόρῳ Μεγαλομάρτυρι Γεωργίῳ, μὴ παύσῃ εὐχόμενος ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ, ὅπως κληρονομήσωμεν τὸν πάγκαλλον Παράδεισον, καὶ εὐχαρῶς οἱ ὑμνοῦντές σε φθάσωμεν πρὸς τὴν Ἐκείνου, σωτήριον ἕνωσιν.





Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Ζωγραφίτου
Mύσας τὸ ὄμμα σώματος βλέπεις ἄνω,
Kοσμᾶ Ὅσιε τὸ πρόσωπον Kυρίου.
Κόσμησεν Κοσμᾶς ἀρεταῖς Ὄρος Ἅγιον Ἄθω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Εἴκοσι Ἓξ Ὁσιομάρτυρες οἱ Ζωγραφῖται, οἱ ἐλέγξαντες τοὺς Λατινόφρονας· τὸν τε βασιλέα Μιχαήλ, καὶ πατριάρχην Βέκκον, ἐπάνωθεν τοῦ πύργου, πυρὶ τελειοῦνται.
Ὡς πυρίκαυστοι θυσίαι τῷ Kυρίῳ,
οἱ εἰκοσιὲξ ὡράθησαν εἰκότως.
Ὧν τὰ ὀνόματα: Θωμᾶς ἡγούμενος, Βαρσανούφιος, Κύριλλος, Μιχαῖος ἢ Μιχαῖας, Σίμων, Ἱλαρίων, Ἰάκωβος, ἕτερος Ἰάκωβος, Ἰώβ, Κυπριανός, Σάββας, Μαρτινιανός, Κοσμᾶς, Σέργιος, Μηνᾶς, Ἰωάσαφ, Ἰωαννίκιος, Παῦλος, Ἀντώνιος, Εὐθύμιος, Δομέτιος, Παρθένιος καὶ Τέσσερις Ἀνώνυμοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκ
Φωκᾶ, τὸ λουτρὸν σμήγματος παντὸς δέχου.
λουτρὸν γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φωκᾶς ὁ κηπουρός, ξίφει τελειοῦται.
ᾜδει χάριν σοι, σοῦ χάριν θνῄσκων Λόγε,
Φωκᾶς ὁ Μάρτυς τῷ διὰ ξίφους τέλει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰσαὰκ καὶ Μαρτῖνος, ξίφει τελειοῦνται.
Πάθους τὸ λεῖπον Ἰσαὰκ Σάῤῥας τέκνου,
σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.
Χριστοῦ τὸ θάρσος ἐμπνέοντος ὑψόθεν,
πρὸς τὴν σπάθην ἔσπευδεν ἐκπνεῖν Μαρτῖνος.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παρασκευῆς τοῦ Σάρωφ - Ντιβίγιεβο τῆς Ῥωσσίας, τῆς διὰ Χριστὸν σαλλῆς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.










ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μονασταὶ καὶ μιγάδες, ὡς ἀνδρὶ χριστοφόρῳ σοι παρεγίνοντο, ποθοῦντες κατιδεῖν σε, καὶ λόγους σου ἀκοῦσαι, πρὸς ζωὴν τοὺς ἰθύνοντας, οὕς ὑπεδέχου Κοσμᾶ, ὡς τοῦ Θεοῦ εἰκόνας.
Πειρασμοὺς ὑπὲρ φύσιν, ἐκ τοῦ δαίμονος πάτερ Κοσμᾶ ὑπέφερες, ὃς θέλων ἐμποδίσαι, ἀσκητικόν σου δρόμον, μανικῶς σὲ κατέδειρε, ἀλλὰ ἡττήθη δεινῶς, στεῤῥᾷ ὑπομονῇ σου.
ητορεύουσι πάτερ, χαρισμάτων πληθύν σου τὰ κατορθώματα, ἃ ἤνυσας γενναίως, δι’ ἀγάπην Κυρίου, Ὃστις σοῦ ἀντημείψατο, ἱδρῶτας οὕς περ Κοσμᾶ, ἐξέχεες ἀσκήσει.
Θεοτοκίον
Οὐρανῶν Πλατυτέρα, γεωθεῖσαν ψυχήν μου ποικίλοις πάθεσιν, ἀνάστησον εὐχαῖς σου, καὶ σπήλαιον Δεσπότου, καθαρώτατον ποίησον, ἀδιαστάτως ἐν ᾧ, Αὐτός μου βασιλεύσει.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Νοῦς καθαρὸς γεγένησαι, ὡς παρόντα τὰ μέλλοντα, βλέπων ὡς τὸ πάλαι, προφητῶν ὁ σύλλογος· διὸ καὶ προείρηκας, τὴν Χριστοφόρου ἔλευσιν, καὶ τὴν ἁρπαγὴν πεποθημένου ἰχθύος. Ὃς βλέπων τὸ σημεῖον, καὶ θαυμάζων ἐφώνει, Χριστός ἐστιν ὁ ταῦτα, Κοσμᾶ πεποιηκώς σοι.
Τὴν αἰφνιδίαν κοίμησιν, ἡγουμένου ἑώρακας, καὶ Χιλανδαρίου, μονασταῖς ἐμήνυσας, οἵ πρῴην ἐχλεύασαν, διάκονον ὃν ἔπεμψας, ἀλλὰ κατιδόντες ταύτην ἅμα ἐβόων· Χριστός ἐστιν ὁ πάντας, δοξάζων τοὺς Ἁγίους, ὧν εἷς Κοσμᾶς ὑπάρχει, χωρὶς ἀντιλογίας.
Οἴνου ὃν ὄφις Ὅσιε, τῷ ἰῷ κατεμόλυνεν, ἐν τῇ κολοκύνθῃ, μονασταῖς παρήγγειλας, μηδόλως καθάψασθαι, ὅπως μὴ κινδυνεύσωσιν, οἳ βεβαιωθέντες τὴν ἀλήθειαν λόγου, ἐδόξασαν Δεσπότην, τὸν μεγάλα ποιοῦντα, ἐν τοῖς Αὐτοῦ Ἁγίοις, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
περαγία Δέσποινα, ὥσπερ ἄνθη πανεύοσμα, ἐν Ἁγίῳ Ὄρει, τοὺς Ὁσίους ἔσπειρας, ὧν βίους θαυμάζοντες, τὸν Ἰησοῦν δοξάζομεν, τὸν τοσαύτην χάριν, δωρεὰν παρασχόντα, ὅπως φοροῦντες σάρκα, ἰσάγγελοι ὁρῶνται, καὶ Πνεύματι Ἁγίῳ, παράδοξα τελῶσι.










ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
μφίβολον διέλυσας λογισμόν, διακρίσει Κοσμᾶ τῇ πανσόφῳ σου, τοῦ μοναστοῦ, ὅστις ἀνηρπάγη ὥσπερ πτηνόν, καὶ αὐθωρεὶ ἐνήνεκται, ἐν ἀσκητηρίῳ ὑπερφυῶς, εἰπών· ὅτι φυλάξας, τὴν ἐντολὴν ἣν εἶχες, παρὰ τοῦ γέροντος πεφύλαξαι.
Θεῷ Κοσμᾶ εὐχαῖς σου συνομιλῶν, μυστικαῖς φανερῶς συνωμίλησας τῷ Ἰησοῦ, Ὅστις ἀπεκάλυψε τὰ δεινά, ἅπερ ἐχθρὸς προσῆψέ σοι, καὶ τὴν τελευτήν σου ἐπακριβῶς, εἰς ἣν τὸν Χριστοφόρον, ἐκάλεσας παρεῖναι, συνασκητήν σου τὸν ὁμόψυχον.
ς πάλαι πρὸ τῆς πτώσεως τὸν Ἀδάμ, οὕτω πάτερ Κοσμᾶ ἐνδυσάμενον, νέον Ἀδάμ, σὲ ἡ κτίσις γνοῦσα ἐν τῇ ταφῇ, συνήχθη καὶ προέπεμψεν, πρὸς ἠγαπημένον σοι Ἰησοῦ, Ὅστις τὸ λείψανόν σου, ἐκάλυψεν ὡς οἶδεν, ἕως τῆς πάντων ἀναστάσεως.
Θεοτοκίον
γάπῃ σου Παρθένε τέκνα πτωχά, τὸ τοῦ Ἄθωνος Ὄρος ᾠκήσαμεν, ὡς ὁ Κοσμᾶς, ὅνπερ καθωδήγησας μητρικῶς, τῆς σωτηρίας τεύξασθαι, διὰ πρεσβειῶν σου πρὸς τὸν Χριστόν. Διὸ ὡς ὑπεσχέθης, τῷ Ἀθωνίτῃ Πέτρῳ, δὸς καὶ ἡμῖν γλυκὺν Παράδεισον.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Κοσμᾶ τοῦ Ὄρους Ἄθωνος, εὐωδέστατον ἄνθος, ταῖς ἀρεταῖς σου ηὔφρανας, τὴν Ἁγίαν Τριάδα, ἀσκούμενος ἐν σπηλαίῳ, ὡς θεσβίτης Ἠλίας, καὶ μέλι τὸ ἡδύτατον, ἡσυχίας συνάξας, ἐν προσευχαῖς, καὶ παννύχοις στάσεσι καὶ ἀσκήσει, γλυκαίνεις τοὺς τιμῶντάς σου, τὴν χαρμόσυνον μνήμην.
Θεοτοκίον, ὅμοιον
Γνώμην βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἅπαν κίνημα, ἐνεργείας ἐνθέου, εἰς σὲ ἐθέμην Παρθένε, σύ με φρούρει καὶ σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὁρωμένων τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου λύουσα χρέος. Ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.












ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Σήμερον Κοσμᾶ εὐφραίνεται, ἡ τοῦ Ζωγράφου Μονή, εὐλαβῶς ἑορτάζουσα, τὴν ἁγίαν μνήμην σου, καὶ γεραίρει παλαίσματα, ἅπερ ἀγάπῃ τῆς Θεομήτορος, καὶ Γεωργίου μεγαλομάρτυρος, ᾧδε ἐτέλεσας, καὶ καλῶς συνήγαγες πνευματικόν, πλοῦτον ἐξ οὗ πάρεχε, τοῖς σὲ δοξάζουσι.

Ὅτε τοῦ Ἄθω ἡ Δέσποινα, ἐκάλεσέ σε Κοσμᾶ, κοσμικὴν ματαιότητα, πάραυτα κετέλιπες, καὶ ὡς ἔλαφος ἔδραμες, πρὸς τὴν Ζωγράφου Μονὴν μακάριε, τῆς συνειδήσεως τὸ μαρτύριον, τελέσαι ἄριστα, ἔχων ἀντιλήπτορα, τὸν θαυμαστόν, τοῦ Κυρίου Μάρτυρα, μέγαν Γεώργιον.

Ὄμμα ψυχῆς ἐκκαθάρας σου, ἀσκητικαῖς ἀγωγαῖς, κατιδεῖν κατηξίωσαι, ὡς σεμνὴν διάκονον, τὴν ἁγνὴν Θεομήτορα, πᾶσι παρέχουσαν τὰ ἁρμόζοντα, καὶ κατεπλάγης Κοσμᾶ τῷ θαύματι. Ὅθεν μεσίτριαν, καὶ πρὸς τὸν Φιλάνθρωπον ταύτην βαλών, ὡς στρουθὸς φιλήσυχος, ἔρημον ᾤκησας.

Πρὸ τῆς σεπτῆς σου κοιμήσεως, ἔσχες Κοσμᾶ Ἰησοῦν, ἐπισκέπτην οὐράνιον, Ὅστις σοι προείρηκε, τοῦ ἐχθροῦ τὴν ἐπίθεσιν, καὶ μετὰ ταῦτα τὴν ἀναχώρησιν, ἐν ᾗ μετέσχεν ἡ κτίσις ἅπασα. Ὡς δὲ ἰσότιμον, Ἠλιοὺ ἐξήρπασεν ὑπερφυῶς, σκῆνός σου τὸ τίμιον, τόπῳ ὃν οἶδεν Αὐτός.

Δόξα. Ἦχος πλ.α΄.
Τὴν νοητὴν ὁλκάδα σου, εἰς τὸ χριστόπνουν πέλαγος τῆς ἡσυχίας εὐθυδρομήσας, τῇ νηπτικῇ τηρήσει τοῦ νοός, καὶ τῇ ἀκαταπαύστῳ κλήσει τοῦ Ἰησοῦ, θησαυρὸν ἀρετῶν μυστικῶς συνήγαγες, ὅσιε πάτερ Κοσμᾶ. Ὅθεν ἐντεῦθεν ζῶν τὸν μέλλοντα αἰῶνα, παρὰ Κυρίου εὐηγγελίσθης τὴν ἐπικειμένην τελευτήν σου, μεθ’ ἣν κοινὸς μεσίτης κατέστης τῆς Ἱερᾶς σου Μετανοίας, καὶ πάντων τῶν γεραιρόντων, τὴν μακαρίαν σου κοίμησιν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου
Μεγαλυνάρια
Χαίροις Ὄρους Ἄθω κλέος Κοσμᾶ, καὶ Μονῆς Ζωγράφου, καρποφόρημα ἱερόν. Χαίροις Γεωργίου, κλεινοῦ Τροπαιοφόρου, καὶ Πάντων τῶν Ἁγίων, θεῖος συνόμιλος.
Κόσμησον καρδίας σῶν ὑμνητῶν, Κοσμᾶ θεοφόρε, τῇ ἀγάπῃ τοῦ Ἰησοῦ, καὶ τῆς Θεοτόκου, ὅπως συνόμιλοί σου, ἐν τῇ Σιὼν τῇ ἄνω, πάντες γενώμεθα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου