ΝΟΕΜΒΡΙΟΣ Ι΄.
ΚΟΥΑΡΤΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό·
Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχ. Ϛ΄ καὶ ψάλλομεν τὰ ἀκόλουθα προσόμοια στιχηρά. ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸ
τοῦ Θεοῦ Λόγου φέγγος, ὑποδεξάμενος, Κούαρτε σῇ καρδίᾳ, κατὰ μέθεξιν θείαν, φῶς
δεύτερον ἐφάνης καὶ ἀστραπή, πλάνης λύσας σκοτόμαιναν, τῷ δὲ Κυρίῳ συνήρμοσας τὰς
ψυχάς, τῶν πιστῶς ὑπακουσάντων σε.
Τὸν
πρωταπόστολον Παῦλον, ἔχων ὡς πρότυπον, Κούαρτε οἰκουμένης, περιῆλθες τὰ πλάτη,
διδάσκων ἀληθείας θείαν φθογγήν, ἐν κινδύνοις καὶ θλίψεσι, ἵνα ἐξάξῃς ἐκ πλάνης
πολλὰς ψυχάς, δι᾿ ἃς Κύριος ἐσταύρωται.
῾Ως
σάλπιγξ εὔηχος ἦχον, σαλπίζεις Κούαρτε, τὸν τοῦ Εὐαγγελίου, προσκαλῶν τοὺς ἀνθρώπους,
εἰς γνῶσιν σωτηρίας τοῦ ᾿Ιησοῦ, ῝Ος Θεὸς ὢν προσείληφεν, ἡμῶν τὴν σάρκα ἀμώμως
καὶ οὐρανοῖς, θεωθεῖσαν ταύτην ὕψωσεν.
᾿Απὸ
τῆς πλάνης τοῦ σκότους, ἔθνη ἐξήγαγες, καὶ ταῦτα ἐν σοφίᾳ, τῷ φωτὶ τοῦ Κυρίου, ὡδήγησας
παμμάκαρ ἵνα Αὐτοῦ, τῆς ζωῆς συμμετάσχωσιν, Κούαρτε ἥνπερ παρέχει πλουτοποιῶς, τῷ
φθαρτῷ ἡμῶν φυράματι.
Τῆς
Βηρυττοῦ ᾿Εκκλησίαν, Κούαρτε ἵδρυσας, συνάψας τῷ Κυρίῳ, μυστικῶς ὥσπερ νύμφην, διὸ
μὴ παύσῃ ταύτην διηνεκῶς, ἐπαρδεύειν πρεσβείαις σου, ἵνα βλαστάνῃ τὰ ἄνθη τῶν ἀρετῶν,
καὶ ἀεὶ τηρῆται θάλλουσα.
Τὴν
ποίμνην ταύτην σου μάκαρ, Κούαρτε φύλαττε, καλῶς ὀρθοδοξοῦσαν, ἐν τῇ πίστει
Κυρίου, καὶ ἔργα ἐκβλαστάνειν χριστοπρεπῶς, ὅπως εὕρῃ τὸν στέφανον, τῆς ἀφθαρσίας
ἐν ὥρᾳ τῇ φοβερᾷ, σὺν ῾Αγίων πᾶσι τάγμασι.
Δόξα.
῏Ηχος πλ.β΄.
᾿Απόστολε
χριστόψυχε Κούαρτε, Εὐαγγελίου κήρυξ φαεινέ, τοῦ κορυφαίου Παύλου μιμητὰ
γνησιώτατε, τὴν ᾿Εκκλησίαν ταύτην τῆς Βηρυττοῦ, ἣν ὡς σοφὸς ἀρχιτέκτων τὸ πρῶτον
ἐθεμελίωσας, τήρει ἀεὶ ἀληθεύουσαν καὶ εὐκληματοῦσαν, ἵνα τοὺς πιστοὺς ἐν Κυρίῳ
ἁγιάζουσα, δοξάζῃ ἑκάστοτε εὐγνωμόνως, τὸ θεῖόν σου μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 3-9)
Ἀδελφοί,
εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ
ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς
εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι
ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι (εἰ δέον ἐστί) λυπηθέντες ἐν ποικίλοις
πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου,
διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει
Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε
χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν
ψυχῶν.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 13-19)
Ἀγαπητοί,
ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν
φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ
συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα
ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι
γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα
κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες,
ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς
πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 11-24)
Ἀγαπητοί,
παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν,
αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες
καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες,
δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν
Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς
ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ
Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ
μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ. Πάντας
τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται,
ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν,
ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας,
πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ'
εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ
ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε
τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι
δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα
ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.
ΕΙΣ
ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Τῆς
χριστοκλήτου ἑβδομηκοντάδος συμμέτοχος γενόμενος, Κούαρτε μάκαρ ἀπόστολε, ὡς ἄλλος
τις φοίνιξ βαθύῤῤιζος, παρὰ τὰς διεξόδους τῶν εὐαγγελικῶν ναμάτων, κατακαρπήσας
θεοφιλῶς, τὴν ᾿Εκκλησίαν κατεπλούτησας διὰ τῆς ἐν Αὐτῇ συσσωματώσεως, πλήθους τῶν
πρὶν πεπλανημένων, ἐξ ὧν ἐγνώμονα δέχου νῦν τὴν εὐχαρσιτίαν, ὡς φιλοπάτορ ἀντίδωρον.
῏Ηχος
β΄.
᾿Εν
κόποις καὶ πληγαῖς περισσοτέρως, κατὰ τὸν πρωταπόστολον καὶ θεῖον Παῦλον, οὗπερ
κατὰ χάριν ἀδελφὸς ἐκλήθης Κούαρτε, τὴν κτίσιν διέδραμες, καὶ φιλοψύχως διδάσκων
τὸ τῆς σωτηρίας μυστήριον, τὰς κατὰ τόπον ᾿Εκκλησίας συνέστησας, ἐν αἷς ἡ
Βηρυττοῦ παροικία ὡς πρωτότοκός σου καυχᾶται, καὶ φαιδροχαρμοσύνως γεραίρει τὴν
μνήμην σου.
῏Ηχος
γ΄.
Τῆς
Θεολογίας τὸ θησαύρισμα, ἐν τῇ πήρᾳ σου περιφέρων μάκαρ Κούαρτε, ἐκ τοῦ βυθοῦ τῆς
εἰδωλομανίας, εἰς τὴν εὐαγγελικὴν μετέστησας φωτοζωΐαν, λαοὺς καὶ ἔθνη πάμπολλα
μεγαλοφώνως κηρύττων· ᾿Ιδοὺ ἡ σωτηρία καὶ τὸ φῶς τοῦ κόσμου, Χριστὸς ὁ Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ, εἰς ῝Ον πιστεύοντες ἄνθρωποι, ληψόμεθα ζωὴν τὴν αἰώνιον καὶ ἄφθαρτον.
῏Ηχος
δ΄.
Τῆς
φιλοθεΐας τῷ πυρὶ ἐκκαιόμενος, εἰς οὐδὲν ἐλογίζου τοὺς διωγμοὺς τῶν ἀντιπάλων, ἀλλ᾿
ἔτι ἐνδυναμούμενος τῇ σταυρικῇ ἐκμιμήσει τοῦ Σωτῆρος, Αὐτοῦ ἐφάνης στόμα
καλισάλπιγγον, Κούαρτε ἀπόστολε. Διὸ παρ᾿ Αὐτῷ νῦν ἑστὼς μνημόνευε, τοὺς σὲ τιμῶντας
ὕμνοις καὶ ᾠδαῖς χριστοτίμητε.
Δόξα.
῏Ηχος πλ.α΄.
῾Ως
τοῦ Δεσπότου ἁλιεὺς καὶ γεωργὸς καὶ οἰκονόμος ἀναδειχθείς, ἀπόστολε ἔνδοξε
Κούαρτε, καὶ λογικὰ καρπώματα προσενεγκὼν πλῆθος ψυχῶν, τὸν δίκαιον μισθὸν παρ᾿
Αὐτοῦ νῦν ἀπέλαβες·διὸ δεόμεθά σου θεομακάριστε, τῆς ᾿Εκκλησίας μνημόνευε ἐν ταῖς
εὐχαῖς σου, ὅπως εὐπλοοῦσα καὶ εἰρηνεύουσα, θάλπῃ, ἰατρεύῃ καὶ σῴζῃ, τὰς ψυχὰς ἡμῶν
ἀείποτε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ
ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις
πρώτου φωτός ἀληθοῦς, δεύτερον φῶς ἀναδειχθεὶς θεῖε Κούαρτε, καὶ ἥλιος ἐξ ἡλίου
τοῦ ζωοδότου Χριστοῦ, δι᾿ Οὗ ταῖς ἀκτῖσι κατεφώτισας, τοὺς πλάνῃ καθεύδοντας, καὶ
τὰ εἴδωλα σέβοντας, καὶ ἐκ θανάτου, πρὸς ζωὴν μετεβίβασας, τοῖς ἔνθέοις σου καὶ
γλυκέσι διδάγμασιν· ὅθεν ὡς σωτηρίας σε, γινώσκοντες πρόξενον, καὶ ἐν Κυρίῳ
μεσίτην ἐν παῤῥησίᾳ ὑπάρχοντα, Αὐτὸν μὴ ἐλλίπῃς, ἱκετεύειν ἐξαιτοῦμεν, ὑπὲρ τῆς
ποίμνης σου.
Στίχ.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…
Χαίροις
ὃν ἀδελφόν σε καλεῖ, ὁ μέγας Παῦλος ἀξιάγαστε Κούαρτε, εἰδὼς τὴν ἀναστροφήν σου
καὶ τὸ θερμὸν τῆς ψυχῆς, δι᾿ ἧς ἐξηρνήσω κόσμον ἅπαντα, καὶ ὄπισθεν ἔδραμες, τούτου
τρόπους μιμούμενος, ποθῶν συνάψαι, εἰς Χριστοῦ καλλιέλαιον, ἔθνη κείμενα εἰς
ψυχώλεθρον ζόφωσιν· ὧνπερ φωνὴν εὐγνώμονα, προσδέχου ᾿Απόστολε, καὶ φλόγα θείας
ἀγάπης, ταῖς προσευχαῖς σου ἐνίσχυσον, προσφέρειν Κυρίῳ, ἀρετῆς καρποὺς ἐνθέους,
ὡς δῶρα τίμια.
Στίχ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ…
Χαίροις
ὁ φωτιστὴς Βηρυττοῦ, ἥνπερ συνῆψας πρὸς Χριστὸν μάκαρ Κούαρτε, ὡς ἄριστος
νυμφοστόλος, ταῖς ἱεραῖς σου φθογγαῖς, καὶ τῆς ἀληθείας τοῖς αὐγάσμασι, δι᾿ ὧν ἐστερέωται,
ἀληθείας τοῖς δόγμασι, καὶ ὀρθοδόξως, πορευθεῖσα ἀνέδειξε, πλήθη ἄπειρα, τοῦ
Θεοῦ τέκνα ἄξια· ὅθεν μνήμην τιμῶσά σου, τὴν ἔνθεον σήμερον, καθικετεύει βοῶσα·
μὴ ἐπιλάθου ᾿Απόστολε, τῆς ποίμνης σου ταύτης, ἀλλὰ κράτυνον εὐχαῖς σου, πρὸς τὸν
Φιλάνθρωπον.
Δόξα.
῏Ηχος β΄.
Τῷ
ζωηφόρῳ καλάμῳ τοῦ Σταυροῦ, ἐκ τῆς θαλάσσης τῆς ἀγνωσίας, ἔθνη ἡλίευσας
πνευματικῶς, Κούαρτε ἀπόστολε, καὶ ὡς ἰχθύας λογικοὺς, τῷ ἀληθεῖ ᾿Ιχθύϊ ᾿Ιησοῦ
χαίρων προσήνεγκας, ἐν οἷς καὶ τῆς Βηρυττοῦ τὰς εὐαγγελικὰς ἀπαρχάς. ῞Οθεν βοῶμέν
σοι· τήρησον ἡμᾶς ἀκλονήτους τῇ πίστει, καὶ ἐν τῷ βίῳ τέκνα φωτὸς τοῦ Χριστοῦ ἀνάδειξον.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον κλπ. ῞Οτι σοῦ ἐστιν.
᾿Απολυτίκιον.
῍Ηχος γ΄. Θείας πίστεως.
Θεία
γέγονας, φθογγὴ τοῦ Λόγου, μάκαρ Κούαρτε, ἔθνη διδάξας, τὴν σωτήριον Αὐτοῦ ἐνανθρώπησιν,
καὶ Βηρυττοῦ ᾿Εκκλησίαν ἐφύτευσας, στύλος φανεὶς ταύτης πρῶτος ἀπόστολε· ὅθεν
πότιζε, αὐτὴν σαῖς εὐχαῖς ἀείποτε, βλαστάνειν ἐν Θεῷ ἔργα σωτήρια.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς
τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου Σωτήρ.
Θεάνθρωπον
Χριστόν, ἐκ καρδίας πιστεύσας, ἀκτὶς Αὐτοῦ λαμπρά, ἀνεδείχθης θεόφρον, καὶ ἔθνη
ὡδήγησας, ὡς ᾿Απόστολος Κούαρτε, πρὸς ἐπίγνωσιν, τῆς ἀληθείας σωφρόνως, καὶ ἐφύτευσας,
τῆς Βηρυττοῦ ᾿Εκκλησίας, σὺ πρῶτος τὴν ἄμπελον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
᾿Εκύησας
σαρκί, τὸν ὑπέρθεον Λόγον, θεώσαντα ῾Αγνή, τῶν βροτῶν τὴν οὐσίαν, καὶ ἅπασι
παρέχοντα, σωτηρίαν αἰώνιον, τοῖς δοξάζουσι, σὲ ἀληθῆ Θεοτόκον, ἀλλὰ Δέσποινα, μὴ
διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ὑμνούντων σε.
Εἰς
τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Παύλῳ
ἑπόμενος, τῷ θείῳ κήρυκι, Κούαρτε γέγονας, αὐτοῦ ὁμοίωμα, καταφλεχθείς σου τὴν
ψυχήν, τῷ ἔρωτι τοῦ Κυρίου· ὅθεν πλήθη ἤγαγες, εἰς ζωὴν τὴν αἰώνιον, θείῳ σου
κηρύγματι, καὶ θεμέλιον τέθεικας, σὺ πρῶτος Βηρυττοῦ ᾿Εκκλησίας, ἥτις γεραίρει
σεπτήν σου μνήμην.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
῾Ο ὑπερούσιος
Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται δι᾿ ἀγαθότητα, τὸ καθ᾿ ἡμᾶς οὐσιωθείς, καὶ
μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν ἀπειρόγαμον,
Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος δ΄. ᾿Επεφάνης σήμερον.
Φωτισθεὶς
τῇ χάριτι, τοῦ Παρακλήτου, εἰς τὰ ἔθνη ἔδραμες, Κούαρτε μάκαρ τὸ Χριστοῦ, καθυπηχῶν
Εὐαγγέλιον, διὸ πρεπόντως, τὴν μνήμην σου σέβομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
᾿Επελεύσει
Πνεύματος, τοῦ παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, ῾Αγνὴ ἀγγέλου
συνέλαβες, Θεοκυῆτορ, ᾿Αδὰμ ἡ ἀνάκλησις.
Οἱ
᾿Αναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου. ᾿Εκ νεότητος μου.
Προκείμενον·
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ρήματα αὐτοῦ.
Στίχος·
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Εὐαγγέλιον,
τὸ τοῦ ῎Ορθρου τῆς ΚΘ΄᾿Ιουνίου.
῾Ο
Ν΄. ᾿Ελέησόν με ὁ Θεός....
Δόξα.
Ταῖς τοῦ ᾿Αποστόλου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
καὶ
τὸ ἰδιόμελον. ῏Ηχος πλ.β. Στίχ. ᾿Ελέησόν με ὁ Θεός....
Νυμφαγωγόν
σε πρὸς Χριστόν, ἡ Βηρυττοῦ ᾿Εκκλησία, εὐγνωμόνως ἑαυτῆς ἀνακηρύττουσα, Κούαρτε
ἀπόστολε, σήμερον τὴν μνήμην σου τελοῦσα, κραυγάζει ἱκετικῶς· τήρησον εὐθαλλοῦσαν
τὴν ἄμπελόν σου ταύτην μάκαρ, καὶ ἀξίωσον καρποὺς ἐκφέρειν Εὐαγγελίου τῷ Θεῷ, ὃν
ὡς εὐπαῤῥησίαστος καθιλάρυνον.
Εἶτα
ὁ Κανὼν τοῦ ᾿Αποστόλου, οὗ ἡ ἀκροστιχίς:
Κούαρτον ὑμνῶ τῆς Βηρυττοῦ τὸν στύλον. ᾿Α(θανάσιος)".
᾿ῼδὴ
α΄. ῏Ηχος πλ.δ΄. ῾Αρματηλάτην φαραώ.
Κούαρτον
Παύλου ἀποστόλου σύναθλον, καὶ ἱδρυτὴν Βηρυττοῦ, ᾿Εκκλησίας πόθῳ, καὶ ᾠδαῖς
τιμήσωμεν, Χριστοῦ γὰρ Εὐαγγέλιον, οἰκουμένῃ κηρύξας, υἱοὺς φωτὸς ἐναπέδειξεν, τοὺς
ἐσκοτισμένους τὸ πρότερον.
῾Ολοτελῶς
ἀκολουθήσας Κούαρτε, ὡς μαθητὴς τῷ Χριστῷ, ὅλος ἐφωτίσθης, ἐν ῾Αγίῳ Πνεύματι, καὶ
φῶς ἐγένου δεύτερον, ἐκ μεθέξεως θείας, διὸ τὰ ἔθνη ἐφώτισας, τῷ χριστοφωτίστῳ
κηρύγματι.
Υἱοθετήσας
ἐν Κυρίῳ Κούαρτε, τοὺς ἐν δεσμοῖς τοῦ ἐχθροῦ, τούτους ἐλευθέρους, διὰ τοῦ
βαπτίσματος, ἀνέδειξας καὶ δέδωκας, ἀδιάφθορον κλῆρον, τὸ ἱερὸν Εὐαγγέλιον, ᾧ ἀκολουθῶν
πᾶς τις σῴζεται.
Θεοτοκίον
᾿Ανερμηνεύτως
τὸν Χριστὸν κυήσασα, ἄνευθεν κοίτης ἀνδρός, Θεοτόκος ὤφθης, μόνη σὺ Πανάμωμε, ἐν
γυναιξὶ καὶ γέγονας, ἀκαταίσχυντος πρέσβις, τῶν σὲ τιμώντων πρὸς Κύριον, σῴζουσα
κινδύνων καὶ θλίψεων.
᾿ῼδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
῾Ροῦν
μετέστρεψας θείως, εἰδωλικῆς πτώσεως, Κούαρτε τὸ ὕδωρ ἀνθρώποις, τὸ οὐρανόβλυτον,
ἀντλήσας Κύριον, δι᾿ οὗ κατέκαυσας πλάνην, ἐν ῾Αγίῳ Πνεύματι, τὴν ψυχολέτειραν.
Τεταρταῖον
ἡ κλῆσις, σὲ φανεροῖ Κούαρτε, ἥν περ τῷ φλογὶ τῆς ψυχῆς σου, καλῶς ἀνέτρεψας, καὶ
πρῶτος γέγονας, ἐν ᾿Αποστόλοις Κυρίου, Παῦλον πρωταπόστελον, ἐκμιμησάμενος.
Οὐχὶ
λόγων δυνάμει, ἀλλὰ σταυροῦ Κούαρτε, τῇ σωτηριώδει μωρίᾳ, ἔθνη ὑπέταξας, εἰς τὸν
γλυκύτατον, ζυγὸν Χριστοῦ Φιλανθρώπου, τοῦ δι᾿ ἀγαθότητα, σάρκα φορέσαντος.
Θεοτοκίον
Νοερῶν
οὐσιῶν σε, ἀγγελικὰ τάγματα, ἀνυμνολογοῦσιν ἀπαύστως, Θεομακάριστε, ὅτι
γεγέννηκας, τὸν Ποιητὴν τῶν ἁπάντων, καὶ χερσὶν ἐβάστασας, Τοῦτον ὡς νήπιον.
Κάθισμα.
῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἀγάπης
Κυρίου λαβὼν τὸ πλήρωμα, καὶ τὴν χάριν δεξάμενος Θείου Πνεύματος, ἐν τοῖς ἔθνεσι
τὸ φῶς Χριστοῦ διέδωκας, ἐν Λιβάνῳ δὲ ἐλθών, ᾿Εκκλησίαν Βηρυττοῦ, καθίδρυσας
θεοσόφως, ἣν διαφύλαττε ταῖς εὐχαῖς σου, Κούαρτε Λόγου στόμα πάγχρυσον.
Δόξα,
καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
᾿Απειρόγαμε
Νύμφη Θεογεννήτρια, ἡ τῆς Εὔας την λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ
προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως,
πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
᾿ῼδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
῾Υπὲρ
τὸν νοῦν Κούαρτε, καὶ γνῶσιν ἅπασαν, ἡ Δεσπότου θεία συγκατάβασις, ἣν τοῖς λαοῖς
ἀποστολικῶς, τρέχων ἐν κινδύνοις, καὶ ἐναντίοις σοφίσμασιν, ἐχθροῦ τοῦ
παναρχαίου, διεκήρυξας πόθῳ, καὶ ψυχαῖς σωτηρίαν ἐκόμισας.
Μάρτυς
Χριστοῦ γέγονας, Αὐτοῦ θεότητα, πρὸ βημάτων τῶν τυράννων Κούαρτε, θεολογῶν ὅλῃ
σου ψυχῇ· ὅθεν ὑπομείνας, ὀνειδισμοὺς καὶ τὰ σκώμματα, ἀπείληφας τὸ στέφος, ὡς
καλὸς οἰκονόμος, ἐκ Θεοῦ τῆς δοθείσης σοι χάριτος.
Νῦν ὁ
καιρὸς ἤγγικε, ψυχοσωτήριος, ἀποστῶμεν ἁμαρτίας ἄνθρωποι, ἵνα τὸ φῶς ἴδωμεν
Χριστοῦ, καὶ ζωῆς τῆς θείας, ἐν ἐπιγνώσει μετάσχωμεν, δι᾿ ἣν τῷ βίῳ τούτῳ, ὑπάρχομεν
καὶ ζῶμεν, ὥσπερ σάλπιγξ ἐβόα ὁ Κούαρτος
Θεοτοκίον
῾Ως
δροσισμὸς ἔπεσεν, ἐπὶ κοιλίαν σου, Θεοτόκε Λόγος ὁ προάναρχος, καὶ σαρκωθεὶς ἔσωσεν
ἡμᾶς, τῆς ἀρχαίας πλάνης, καὶ συμπολίτας ἐποίησε, χοροῖς ῾Αγίων Πάντων, ἔνθα ἦχος
ὑπάρχει, τῶν ὁρώντων Χριστὸν ὑπερήδιστος.
᾿ῼδὴ
ε΄. ῾Ινατί με ἀπώσω.
Τῶν
δικτύων τῆς πλάνης, Κούαρτε σοῖς λόγοις πολλοὺς ἐξήγαγες, καὶ ἐλευθερίαν, ἐχαρίσω
Χριστοῦ τὴν ἀδούλωτον, δι᾿ ἧς ἁμαρτίας, ζυγὸν διέλυσαν τελείως, καὶ υἱοὶ
Βασιλείας ἐγένοντο.
῾Η
τοῦ Πνεύματος χάρις, θαυμασίως συνήργει ἔργοις σου Κούαρτε, τοῦ ἐχθροῦ τελείως,
καταβάλλουσα πάντα ὑψώματα, καὶ περιφρουροῦσα, σὲ ἀπὸ πάσης ἐπηρείας, δροσισμῷ
οὐρανίῳ ἐνίσχυε.
Σῶμα
πήλινον ἔχων, ἀνδριάς τις ἐφάνης χαλκοῦς ὦ Κούαρτε, τοῦ ἐχθροῦ τὰ βέλη, ὡς ἀθύρματα
παίδων νοούμενος, ἄνωθεν γὰρ ἔσχες, τὸν δυναμοῦντα σε Δεσπότην, ἐν ταῖς θλίψεσι
καταγλυκαίνοντα.
Θεοτοκίον
Βεβλημένον
ἐν κλίνῃ, τῶν ἁμαρτιῶν μου Σεμνὴ ἀνόρθωσον, ἄλλον γὰρ οὐκ ἔχω, τὸν δυνάμενον στῆσαί
με ὄρθιον, καὶ ἐνίσχυσόν με, τρίβον βαδίσαι τοῦ Δεσπότου, ἐφεξῆς ῝Ον πολλάκις ἐλύπησα.
᾿ῼδὴ
Ϛ΄. ῾Ιλάσθητί μοι, Σωτήρ.
῾Η τῶν
σῶν λόγων φθογγή, εἰδώλων πλάνην ἠφάνισε, καὶ πίστιν τὴν τοῦ Χριστοῦ, ψυχαῖς ἀνεβλάστησεν,
ὅθεν μάκαρ Κούαρτε, εἴληφας πλουσίως, τὸν μισθὸν παρὰ Κυρίου σου.
῾Ρητόρων
πλοκὰς στρεπτάς, Εὐαγγελίου ἁπλότητι, κατήργησας καὶ Θεοῦ, Σοφίαν ἐκήρυξας, ᾿Ιησοῦν
ὦ Κούαρτε, ῟ῼ ἀκολουθῶν τις, θαυμαστῶς κατασοφίζεται.
῾Υπέταξας
τῇ Σταυροῦ, μωρίᾳ γνῶσιν ὑπέροφρυν, καὶ ἦθος τὸ ταπεινόν, τῆς πίστεως ἔδειξας, δι᾿
οὗ κατεκόσμησαι, Κούαρτε τρισμάκαρ, καὶ ἐμπράκτως ἔθνη ἔπεισας.
Θεοτοκίον
Τὸ
πλῆθός μου τῶν παθῶν, ὁρῶν Πανάμωμε θλίβομαι, ἀγάπης δὲ μητρικῆς, γινώσκων σου
πέλαγος, ῥίπτω τὴν ἐλπίδα μου, ἐν αὐτῇ βοῶν σοι· δωρεάν με σῶσον Δέσποινα.
Κοντάκιον.
῏Ηχος δ΄. ῾Ο ὑψωθείς.
Φωτὶ
Χριστοῦ κατελλαμφθεὶς τὴν ψυχήν σου, καὶ θείου Πνεύματος ῥωσθεὶς τῇ δυνάμει, τῷ
Παύλῳ ἠκολούθησας οὗ ἔκτυπον δειχθείς, εἰς τὰ ἔθνη ἔδραμες, πλάνην λύων εἰδώλων,
Κούαρτε τοῖς λόγοις σου, ὡς ἀπόστολος θεῖος, καὶ ᾿Εκκλησίαν τὴν τῆς Βηρυττοῦ, πρῶτος
ἱδρύσας, εὐχαῖς σου ἐνίσχυσον.
῾Ο Οἶκος
᾿Επιστέλλων
῾Ρωμαίοις ὁ Παῦλός σε, ἀδελφὸν μάκαρ Κούαρτε κέκληκεν, τῆς ψυχῆς σου δεικνὺς τὸ
ὁμόηθες, καὶ τὸ ἴσον ἀγάπης πρὸς Κύριον, δι᾿ ὧν ὡς φωστὴρ χριστοφόρος
διέδραμες, πολλὰ ἔθνη ἅπερ καταφωτίσας, τοῦ Χριστοῦ τῇ ἐλαίᾳ σοφῶς ἐνεκέντρισας,
ὡς σοφὸς γεωργὸς καὶ τῆς Βασιλείας ἐργάτης. ᾿Εν δὲ τῇ Βηρυττῷ θεόθεν ἀναδραμών,
πρῶτος θεμέλιον τέθεικας, τῆς ἐνταῦθα ᾿Εκκλησίας· ὅθεν οὐριοδρομοῦσαν, μὴ ἐλλίπῃς
ταύτην φιλότεκνε, ἀλλὰ καρποὺς τοῦ Πνεύματος φέρειν ἀξίωσον, καὶ πλουσιοδώρως, ταῖς
θεοδέκτοις εὐχαῖς σου ἐνίσχυσον.
Συναξάριον.
Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα·
Κουάρτου ἱδρυτοῦ τῆς Ἐκκλησίας τῆς Βηρυττοῦ, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου,
Τερτίου, καὶ Ἐράστου.
Ἑξάδα μυστῶν τοῦ
Λόγου ὑμνῶ λόγοις,
λόγῳ βροτοὺς
λύσαντας ἐξ ἀλογίας.
Πότισον εὐχαῖς, Κούαρτε, ᾿Εκκλησίαν
Βηρυττοῦ ἣν ἵδρυσας πολλοῖς ἱδρῶσι.
Δεκάτῃ
Κούαρτος Νοεμβρίοιο πόνων κατέπαυσε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὁρέστου.
Ἀθλητικῶν, Ὀρέστα,
σῶν ἱππασμάτων,
νικητικὰ βραβεῖα
πολλὰ προσδόκα.
Οὐράνιον δεκάτῃ ὄρος
ἤλυθε λαμπρὸς Ὀρέστης
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου.
Ἀσκήσει Ἀρσένιε
Χριστὸν δοξάσας,
δόξης κατηξίωσαι
τῆς ὑπὲρ λόγον.
Δεκάτῃ Ἀρσενίοιο
νόες γῆθεν ἄειραν ἦτορ.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις.
Θεοστήρικτος τὸν
Θεὸν στήσας βάσιν,
ὄντως
θεοστήρικτος ἔργοις ὡράθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νόννου Ἐπισκόπου, τοῦ
κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.
Ὅλος γέμων ἦν
γνώσεως Θεοῦ Νόννος,
εἰς καλὸν εἰδὼς
καὶ τὰ χείρονα τρέπειν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρτίνου Ἐπισκόπου Ταρακίνης.
Βίου διαστάς, οὗ
βραχύς τις ὁ δρόμος,
τὸν πρὸς πόλον
Μαρτῖνος ἔδραμε δρόμον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Καλλιόπιος καὶ Νῖρος ξίφει
τελειοῦνται, καὶ ὁ Ἅγιος Μάρτυς Ὠρίων, ζῶν ἐμβληθεὶς τῇ γῇ τελειοῦται.
Ξίφει τράχηλον,
Καλλιόπιε, κλίνας,
κάλλος θεωρεῖς ἀκλινῶς
Θεοῦ Λόγου.
Ὑπῆρξεν ἡμῖν ἡ
κεφαλή σου, Νίρε,
θείου κεφαλὴ
Μάρτυρος διὰ ξίφους.
Κἂν ζῶν ἐβλήθη
Μάρτυς εἰς γῆν Ὠρίων,
ὑπὲρ τὸν Ὠρίωνα
λάμπει τοῦ πόλου.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δημητριανοῦ, Ἐπισκόπου
Ἀντιοχείας, κατὰ τῷ 3ῳ αἰῶνι μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰούστου
(Justus) τοῦ Ἄγγλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μίλου Ἐπισκόπου
Τελεπόλεως τῆς Περσίδος, καὶ τῶν δύο Μαθητῶν αὐτοῦ.
Ἔκτειναν ἐχθροὶ
σὺν δυσὶ μύσταις Μίλον,
σφαγῇ μὲν αὐτόν,
τοὺς δὲ μύστας τοῖς λίθοις.
Οὐχ ὡς Ἀδὰμ
μήλου θανάτου ἐγεύσω,
ἀλλ’ ἀφθαρσίας,
Μίλε, τῆς ἐν τῷ πόλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Ὁμολογητοῦ Γεδίου τοῦ Ἐπισκόπου,
τοῦ καὶ χειροτήσαντος τὸν Ἅγιον Μῖλον.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
᾿ῼδὴ
ζ΄. Παῖδες ἑβραίων.
Τείχη
κατέῤῥιψας εἰδώλων, τὸν σταυρὸν κρατῶν, ὦ Κούαρτε χερσί σου, καὶ Χριστοῦ θεῖον
φῶς, μετέδωκας ἀφθόνως, τοῖς πειθομένοις λόγοις σου, καὶ διψῶσι σωτηρίαν.
῎Οφιν
μισάνθρωπον καθεῖλες, καὶ ἰὸν αὐτοῦ, κατήργησας πανσόφως, τοῦ Χριστοῦ δὲ ζωήν, κηρύττων
πλανωμένοις, υἱοὺς φωτὸς ἀνέδειξας, τούτους Κούαρτε καὶ τέκνα.
῞Υψωσον
χεῖρας πρὸς Δεσπότην, καὶ ἱκέτευσον, τὴν ἄμπελόν σου ταύτην, Βηρυττοῦ ἣν πολλοῖς,
ἐφύτευσας ἱδρῶσιν, βότρυας φέρειν Κούαρτε, πανευχύμους σωτηρίας.
Θεοτοκίον
Τίς
σου τὴν δόξαν ἐξισχύσει, Παναμώμητε, εἰπεῖν τὴν κατ᾿ ἀξίαν, σὺ γὰρ εἶ ἀληθῶς, ἀγγέλων
ὑπερτέρα, ὡς τὸν Θεὸν βαστάσασα, ἐν ὠλέναις ταῖς ἁγναῖς σου.
᾿ῼδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Οὔτε
θλίψεις ἐκ πονηρῶν δαιμόνων, οὔτε πάλιν, ἀνθρώπων κακοτρόπων, ἐπιβουλαὶ σου
Κούαρτε κατέβαλον, τῆς ψυχῆς τὴν φλόγα, δι᾿ ἧς τῶν εἰδώλων, κατέφλεξας ἀπάτην.
Νόας
πρῴην ἐσκοτισμένους πλάνῃ, μάκαρ Κούαρτε, ἐφώτισας πανσόφως, καὶ τῶν ξοάνων
βάθρα ἐξεῤῥίζωσας, πίστιν τοῦ Κυρίου, ταῖς ψυχαῖς φυτεύων, ὡς γεωργὸς θεόφρων.
Σαρκωθέντα
ὁμοῦ καὶ σταυρωθέντα, ἀναστάντα τε, καὶ οὐρανοῖς ἀρθέντα, ὡς δὲ κριτὴν καὶ
πάλιν ἐλευσόμενον, τὸν Θεὸν καὶ Λόγον, Κούαρτε ἐδήλους, τοῖς ἔθνεσι διδάσκων.
Θεοτοκίον
Τοῦ
Δεσπότου δευτέραν παρουσίαν, φρίττω Δέσποινα, λαμβάνων κατὰ νοῦν μου, ἁμαρτιῶν
τὰ πλήθη λογιζόμενος, καὶ μὴ ἔχων ἄλλην, κραταιὰν μου σκέπην, προβάλλομαί σε
πρέσβιν.
᾿ῼδὴ
θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
῾Υπέταξας
τὰ πνεύματα ἐν Χριστῷ, καὶ λεπροὺς ἐκαθάρισας Κούαρτε, τυφλοῖς τὸ φῶς, δέδωκας
τῇ κλήσει τοῦ ᾿Ιησοῦ, καὶ πλάνης κατηδάφισας, τὰ τεμένη χάριτι τῶν εὐχῶν, ναοὺς
δείξας ἐμψύχους, τοὺς ὅσοι σοι προθύμως, Εὐαγγελίῳ ὑπετάγησαν.
Λουτρῷ
καθαρτηρίῳ υἱοὺς Θεοῦ, τοὺς κειμένους ἐν πλάνῃ ἐποίησας, καὶ ἐκλεκτά, σκεύη ὥσπερ
δέδωκας τῷ Χριστῷ, διδάξας θεῖε Κούαρτε, πᾶσαν τὴν φιλάνθρωπον ἐν Αὐτῷ, οἰκονομίαν
ὅπως, τὸ γένος ἡμῶν σώσῃ, ἐκ τῆς δουλείας τοῦ ἀλάστορος.
Οὐ
χρήμασι ἐλπίδα σου τεθεικώς, ἀλλὰ βάσιν κατέχων ἀκράδαντον, τὴν τοῦ Σταυροῦ,
δύναμιν ἐξῆλθες ὡς ἀστραπή, καὶ ἔθνη κατεφώτισας, Κούαρτε τῇ θείᾳ σου διδαχῇ, μυρίοις
ἐν κινδύνοις, καὶ πειρασμοῖς καὶ πόνοις, ἐκ φιλαδέλφου προαιρέσεως.
Νῦν ἔχων
παῤῥησίαν πρὸς τὸν Χριστόν, Βηρυττοῦ ᾿Εκκλησίαν ἐνίσχυσον, ἣν ὡς σοφός, ἀρχιτέκτων
ἵδρυσας καὶ αὐτήν, ὡς ἄμπελον κυπρίζουσαν, καὶ καρποφοροῦσαν ταῖς ἀρεταῖς, ἐν
πίστει ᾿Ορθοδόξῳ, ἄχρις αἰώνων τέλους, φύλαττε Κούαρτε ἀπόστολε.
Θεοτοκίον
᾿Αγγέλων
σε ὑμνοῦσιν αἱ στρατιαί, τῶν ἀνθρώπων δὲ πλήθη δοξάζουσι, Μῆτερ ῾Αγνή, ὅτι τῶν
μὲν πρώτων ὑπερφυῶς, τὴν δόξαν ὑπερβέβηκας, Λόγον ὡς γεννήσασα τοῦ Θεοῦ, τῶν δὲ
δευτέρων πέλεις, μεσίτρια καὶ σκέπη, καὶ προστασία ἀκαταίσχυντος.
᾿Εξαποστειλάριον
῏Ηχος Β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
῾Ως ἵππον
σε σωτήριον, προϊδὼν ὁ προφήτης, τὰ ὕδατα ταράσσοντα, τῆς θαλάσσης τῆς πλάνης, καὶ
τῷ Χριστῷ δὲ ἀνθρώπους, λογικοὺς ὡς ἰχθύας, Κούαρτε καθελκύοντα, καὶ πρὸς φῶς ἀληθείας,
αὐτοὺς σοφῶς, τοῦ Σταυροῦ δυνάμει καθοδηγοῦντα, ἡμεῖς δὲ ὡς ἀπόστολον, Βηρυττοῦ
σε τιμῶμεν.
Θεοτοκίον,
ὅμοιον.
Σὲ
κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον, καὶ ὄρος καὶ παλάτιον, θρόνον,
κλίνην καὶ πύλην, τοῦ Βασιλέως τῆς δόξης, τὴν ῾Αγίαν Παρθένον, καὶ Θεοτόκον ἅπαντες,
ἀνυμνοῦμεν ἐκ πόθου· Χριστιανῶν, σκέπη γὰρ ὑπάρχεις καὶ σωτηρία, καὶ ἀῤῥαγὴς ὑπέρμαχος,
καὶ προστάτις καὶ φύλαξ.
ΕΙΣ
ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος πλ.δ΄. ῎Ω τοῦ παραδόξου θαύματος.
Κούαρτε
μάκαρ ἀπόστολε, καθελκυσθεὶς πρὸς Χριστόν, καὶ πυρὶ θείου Πνεύματος, φωτισθεὶς
διάνοιαν, εἰς τὰ ἔθνη διέδραμες, καὶ μυστηρίου ἐνανθρωπήσεως, τῆς σωτηρίας
κήρυξ γενόμενος, πλήθη ὡδήγησας, πρὸς τὸ φῶς τῆς γνώσεως τῆς ἀληθοῦς, πλάνην ματαιότητος, θεοπρεπῶς
καθελών.
Τῶν ῾Εβδομήκοντα
ἕνα σε, συναριθμήσας χορῷ, ᾿Ιησοῦς ὁ φιλάνθρωπος, Κούαρτε ἀπέστειλε, ὡς φωστῆρα
τῆς Χάριτος, ἵνα τὸ σκότος ψυχαῖς καθήμενον, ἀποδιώξῃς σοφίᾳ λόγων σου, καὶ τῷ
χαρίσματι, ὁπλισθεὶς ἰάσεων τῶν ἀσθενῶν, τούτους ὑγιαίνοντας, κατ᾿ ἄμφω ἔδειξας.
Παύλῳ τῷ θείῳ ἐπόμενος,
οὗπερ κληθεὶς ἀδελφός, ἰσοψύχως ἐνήθλησας, Κούαρτε ἀπόστολε, ἐν κινδύνοις καὶ
θλίψεσιν, ὑπὲρ ἀγάπης τοῦ ἀγαπήσαντος, ἡμᾶς τελείως, ἕως σταυρώσεως, δι᾿ ἧς
διέλυσε, κράτος τὸ ψυχώλεθρον τοῦ πονηροῦ, καὶ ἡμᾶς ὡδήγησεν, εἰς Βασιλείαν Αὐτοῦ.
῾Ως γεωργὸς
θεονούστατος, τῆς Βηρυττοῦ ἐκλεκτήν, θείαν ἄμπελον Κούαρτε, πρῶτος
κατεφύτευσας, μὴ παύσῃ ταύτης κηδόμενος, καὶ ἱκετεύειν τὸν Πολυέλεον, διδόναι πάντοτε, Χάριν θείου Πνεύματος
καὶ προκοπήν, ὥσπερ νύμφη ἄμωμος, ἐν πλησμονῇ ἀρετῶν.
Δόξα.
῏Ηχος ὁ αὐτός.
Τῷ
σαρκωθέντι Λόγῳ τοῦ Θεοῦ μαθητευθείς, καὶ τῷ χριστοψύχῳ Παύλῳ ἐκπαιδευθείς, ἀπόστολος
ἔνθεος τοῦ Εὐαγγελίου εἰς τὰ ἔθνη Κούαρτε φιλαδέλφως ἔδραμες, πάντας πείθων, τῇ
συνεργούσῃ σοι Χάριτι, ὅτι μόνος Θεὸς ὑπάρχει ὁ ἐν Τριάδι προσκυνούμενος, διὰ
τοῦ βαπτίσματος υἱοθέτεις τοὺς πιστούς. Νῦν δὲ παρεστὼς τῷ θρόνῳ τῆς
μεγαλωσύνης, μνήσθητι, δεόμεθα, τῶν τιμώντων φαιδροψύχως τὴν μνήμην σου.
Καὶ
νῦν. Δέσποινα πρόσδεξαι.
Δέσποινα πρόσδεξαι ταὰς δεήσεις ταῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Τῷ ῾Αγίῳ
Πνεύματι φωτισθείς, τὸν Χριστὸν ἐπέγνως ὡς Σωτῆρα καὶ Λυτρωτήν, ὅθεν
εἰς τὰ ἔθνη, δραμὼν αὐτῷ συνῆψας, Κούαρτε πειθομένους, τῷ
σῷ κηρύγματι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου