ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΕ-ΚΑ΄.
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ΚΟΣΜΑΣ ΝΕΟΜΑΡΤΥΣ ΤΡΙΚΚΑΙΟΣ ΕΝ ΠΡΟΥΣΣῌ
ΑΚΟΛΟΥΘΙΑ
(Μανουὴλ Μεγάλου Ῥήτορος & Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν δ΄ ἀναστάσιμα, γ΄ τοῦ Σταυροῦ καὶ τὰ γ΄ ἀκόλουθα προσόμοια τοῦ Νεομάρτυρος. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Τοῦ Πνεύματος ἡ χάρις ἐν σοί, σκηνώσασα ἐπέῤῥωσε τὴν καλήν σου, προθυμίαν ἐνεγκεῖν, βασάνους καὶ κακώσεις, καὶ τέλος μαρτυρίου, διὰ Χριστὸν Κοσμᾶ πανεύφημε.
Μακάριος εἶ Μάρτυς Κοσμᾶ, Χριστὸν ἐνστερνισάμενος, καὶ ποθήσας ἀπὸ βρέφους ἀληθῶς, οὗ καὶ ὑπεραθλήσας, χορείας τῶν Μαρτύρων κατηξιώθης παναοίδιμε.
Πληθὺς δεῦτε πιστῶν εὐκλεῶς, κοσμήσωμεν τοῖς ᾄσμασι, τὸν τοῖς ἄθλοις, τοῖς ἰδίοις τοῦ Χριστοῦ, κοσμήσαντα τὴν ποίμνην, Κοσμᾶν τὸν ἀθλοφόρον, καὶ εὐσεβούντων ἀγαλλίαμα.
Δόξα. Τῆς ἑορτῆς
Καὶ νῦν. Θεοτοκίον τὸ πρῶτον τοῦ ἤχου
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ε΄15 - στ΄ 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπίσκοπον ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἠ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (δ΄ 7 - 15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ φιλόχριστος Τρίκκη, ὅτι ἐκ σοῦ προῆλθεν ὡς ἄνθος πανεύοσμον, ὁ γενναῖος ἀθλητὴς καὶ χριστόψυχος Νεομάρτυς Κοσμᾶς· Οὗτος γὰρ πάροικος ὑπάρχων ἐν Προύσσῃ, καὶ τὴν μόνιμον πατρίδα ἐν οὐρανοῖς ἐπιποθῶν, σοφῶς ἀπήλεγξε τὴν τοῦ Μωάμεθ ψευδοθρησκείαν, ξίφει δὲ διψαίμῳ καὶ πυρὶ παμφάγῳ ἀφόβως συγκοινωνήσας, εἴληφε τὸ ἀμάραντον στέφος τῆς ἀθλήσεως, καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τῶν Ὀρθοδόξων, τὸν φιλάνθρωπον Κύριον.
ἦχος β΄.
Τὴν συκοφαντίαν τοῦ σατανικοῦ γυναίου ὡς ἐπιποθούμενον ἐφαλτήριον εὑρών, Κοσμᾶ Τρικκαῖε τοῦ Κυρίου Νεομάρτυς, ἀνῆλθες ἀνεμποδίστως εἰς τὴν ἀσάλευτον πόλιν τῆς βασιλείας μετασχὼν θαυμαστῶς τοῦ θανάτου Αὐτοῦ ἐν ξίφει τε καὶ πυρί. Διὸ παριστάμενος χαίρων ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, μνήσθητι δεόμεθα καὶ ἡμῶν τῶν συμπολιτῶν σου τρισμακάριε.
Ἦχος γ΄.
Κοσμούμενος τῆς πατροπαραδότῳ εὐσεβείᾳ, οὐκ ἠρνήσω ταύτην, βασάνοις ἀνυποίστοις καὶ σκυλμοῖς πολλοῖς ὑποβληθείς, ὑπὸ τῶν ἀσεβῶν τυράννων. Ὅθεν τοῖς αἵμασι τοῦ μαρτυρίου ῥαντισθείς, καὶ τῷ ἀδηφάγῳ πυρὶ ἐξοπτηθείς, τὴν περίλαμπρον στολὴν τῶν Νεομαρτύρων περιεβλήθης. Διὸ Κοσμᾶ ἁγιώτατε, τῆς Τρίκκης ἀγλάϊσμα, κόσμησον τὰς ψυχὰς ἡμῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Ἦχος δ΄.
Ὡς ἐπιποθητὴς τῆς ἀσαλεύτου πόλεως τοῦ Θεοῦ, πᾶσαν βιοτικὴν μέριμναν καὶ προσήλωσιν ἀποῤῥίψας, ὡς ἔλαφος ταχυδρόμος προσέδραμες τῷ σταδίῳ τοῦ μαρτυρίου. Τὴν τριαδικὴν καὶ μοναδικὴν Θεότητα ὁμολογήσας εὐθαρσῶς, ὡς οἱ ἀρχαῖοι Μάρτυρες, τούτων συμμέτοχος καὶ συμπολίτης ἐγένου μαρτυρήσας. Ὅθεν, Κοσμᾶ παμμακάριστε, δίδου καὶ ἡμῖν ἀειφλεγῆ τὴν φιλομάρτυρα διάθεσιν.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν τοῦ θεοκήρυκος Παύλου ὁμολογίαν ἐνωτισάμενος θεῖε Κοσμᾶ, τὴν λέγουσαν ὅτι οὐδὲν τῶν κτισμάτων δύναται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Δεσπότου, πάντα τὰ φθαρτὰ καὶ ἐπίκηρα τοῦ βίου καταλιπών, πρὸ τῶν ἀθέων καὶ σκοτεινοψύχων ἀγαρηνῶν, τὴν κοσμοσωτήριον οἰκονομίαν τοῦ Θεοῦ Λόγου ἀνεκήρυξας. ὅθεν τῷ φωτὶ περιλαμπόμενος τῆς Βασιλείας Κυρίου, δεῖξον ταύτης καὶ ἡμᾶς κληρονόμους, ταῖς ἀηττήτοις πρεσβείαις σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε
λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι
ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον
προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ
διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
Εἰς τὸν Στίχον τὰ ἀναστάσιμα.
Δόξα. Ἦχος δ΄.
Τῶν ἀοράτων ὡς παρόντων σοι ὄντων, τῶν ὁρωμένων δὲ ὡς μὴ ὄντων, τὸ δέλεαρ κατεφρόνησας, ἐπιποθῶν τῶν μενόντων τὴν ἀπόλαυσιν. ὅθεν Τρικκαῖε Κοσμᾶ, Νεομάρτυς θαυμαστέ, ὅλον τὸν νοῦν σου προσηλώσας τῷ Χριστῷ, συνεσταυρώθης Αὐτῷ διὰ τοῦ διπλοῦ μαρτυρίου, καὶ ἐπιτυχὼν τῆς αἰωνίου καὶ ἀφθάρτου ζωῆς, πρέσβυς ἡμῶν ἀκαταίσχυντος γέγονας πρὸς Κύριον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τοῦ
τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροπώσατο τὸν ἐναντίον
Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τὸν τύπον ποιῶν, ἐνίσχυεν
ὁ λαός· νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται,
καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα
γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες, προσπίπτομέν
σοι, λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον κλπ. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκια.
Τὸ ἀναστάσιμον.
Δόξα. Τοῦ Νεομάρτυρος. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐξανθήσας τῆς Τρίκκης Νεομάρτυς πανεύφημε, ἤθλησας ἐν Προύσσῃ μαχαίρᾳ, καὶ καμίνῳ χριστόψυχε, χιτῶνα Ἐκκλησίας τὸν λαμπρόν, κοσμήσας ὦ πανεύφημε Κοσμᾶ. Διὰ τοῦτο ἐγκωμίοις ᾀσματικοῖς, τιμῶντές σε κραυγάζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, Ὃν καθικέτευε ἀεί, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες· πρῶτον ὁ ἀναστάσιμος, τῆς ἑορτῆς τοῦ Σταυροῦ καὶ εἶτα τοῦ Νεομάρτυρος ὁ παρών, οὗ ἡ ἀκροστιχίς: "Κοσμᾶν λιγαίνω τὸ κλέος τῶν μαρτύρων. Μανουήλ."
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Κορυφουμένην τὴν θάλασσαν τῶν παθῶν, τῶν ἐμῶν ἑκάστοτε, καταιγίσι τοῦ ἐχθροῦ, σαῖς πρεσβείαις πράϋνον Κοσμᾶ, καὶ τῆς τούτων με ἀχλύος ἐξαπάλλαξον.
Ὁ πάντα φέρων τῷ ῥήματι τῆς αὐτοῦ, ἔνδοξε δυνάμεως, σοῦ τὸν νοῦν θεουργικῶς, μυστικῶς ἐλάμπρυνε φωτί, καὶ τοῖς Μάρτυσιν αὐτοῦ νῦν συνηρίθμησε.
Σταδίου μέσον ἱστάμενος καὶ Χριστοῦ, κηρύττων τὴν σάρκωσιν, διαφόρους πειρασμούς, ὑποστὰς Κοσμᾶ διὰ πυρός, στεφηφόρος πρὸς αὐτόν, χαίρων ἀνέδραμες.
Μετὰ τῆς ἄνω χορείας τῶν Ἀθλητῶν, Θεῷ παριστάμενος, τοῖς ὑμνοῦσί σε Κοσμᾶ, καταπέμποις χάριν φωτισμοῦ, τῶν παθῶν ἀπομειοῦσαν τὴν σκοτόμαιναν.
Θεοτοκίον
Ἀγγελικῶν διακόσμων ὑπερφερῆ, σαφῶς σε γινώσκοντες, ἀνυμνοῦμέν σε Ἁγνή, καὶ τῇ σκέπῃ σῇ τὸν ἱλασμόν, τῶν ψυχῶν τῶν ἡμετέρων ἀνατίθεμεν.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Νεκρὸν τὸν δόλιον ἐχθρόν, Μάρτυς ἐναπειργάσω, τοῖς στεῤῥοῖς σου ἀγῶσι, καὶ τὴν πλάνην τὴν αὐτοῦ, εἰς τέλος καταβαλών, τὸν τῆς νίκης, στέφανον ἀπείληφας.
Λουτρὸν λουσάμενος φαιδρόν, τὸ δι᾿ αἵματος Μάρτυς, ὅπερ ῥύποις δευτέροις, οὐ μολύνεται Κοσμᾶ, ἀνέπτης καθάπερ φῶς, πρὸς τὸ φέγγος, τὸ θεῖον καὶ ἄϋλον.
Ἰθύνας Μάρτυς πρὸς Θεόν, ὄμμα τῆς διανοίας, ἀπεῤῥύσθης ἐκεῖθεν, καὶ πρὸς πάλην τοῦ ἐχθροῦ, χωρήσας νίκης Κοσμᾶ, ἀνεστήσω κατὰ τούτου τρόπαιον.
Γεννάρχης πάλαι ταῖς βουλαῖς, ὑπαχθεὶς τῆς συζύγου, κατεκρίθη θανάτῳ, ὁ κλεινὸς δὲ νῦν Κοσμᾶς, τῇ τῆς συνεύνου βουλῇ, μὴ ὑπείξας, ζωῆς κατηξίωται.
Θεοτοκίον
Ἀΰλου ἄνθρακος λαβίς, σὺ Παρθένε ἐδείχθης, τὴν πρηστήριον φύσιν, τῆς θεότητος ἐν σῇ, ἀφλέκτως σχοῦσα γαστρί· ὅθεν πάντες, ἀεί σε γεραίρομεν.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Οἱ πιστοὶ ἐν ᾄσμασι, νῦν συνελθόντες, τὸν κλεινὸν αἰνέσωμεν, Κοσμᾶν Χριστοῦ τὸν ἀθλητήν, πίστει καὶ πόθῳ κραυγάζοντες· χαίροις Μαρτύρων, τὸ θεῖον ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον. Ἦχος ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Ταχὺ προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ἰδοὺ ἡ πόλις σου, ἐν ᾗπερ ἤθλησας, συνελθοῦσα ὑμνεῖ σου τὰ εὐκλεᾶ, Μάρτυς κατορθώματα, καὶ δυσωπεῖ ταῖς σαῖς λιταῖς, σωτηρίας ἐπιτεύξασθαι.
Νοὸς στεῤῥότητι, τυράννων φρύαγμα, ἐκφαυλίζων ἐβόας οὐδὲν Χριστοῦ, ἰσχύσει χωρίσαι με, οὐ πῦρ οὐ ξίφος, οὐ τροχός, οὐ λιμὸς ἀλλ᾿ οὐδὲ θάνατος
Ὡς θῦμα ἔνδοξε, Θεῷ ἀνήνεξαι, ὡς ὀσμὴ εὐωδίας πνευματικῆς, πυρὶ λιπαινόμενος, καὶ διανοίας τῶν πιστῶν, μυστικῶς κατευωδίασας.
Τοῖς σεπτοῖς ἄθλοις σου, ἐγκαλλωπίζεται, ἡ σεπτὴ Ἐκκλησία Μάρτυς Κοσμᾶ, καὶ τὸν προσηκάμενον, τὸ θεῖον πνεῦμά σου Χριστόν, μεγαλύνουσα δοξάζει πιστῶς.
Θεοτοκίον
Ὄρος προεῖδέ σε, Ἀββακοὺμ Ἄχραντε, ἐξ οὗ λίθος ἐτμήθη ἄνευ χειρός, Χριστὸς ὁ Θεὸς ἡμῶν καὶ τῶν εἰδώλων τοὺς βωμούς, θείῳ σθένει κατηδάφισεν.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Κατηγωνίσω τὸν πτερνιστήν, Μάρτυς παναοίδιμε Κοσμᾶ, θείᾳ δυνάμει ῥωννύμενος, σπεύδοντα θωπείαις ἀπαγαγεῖν σε δεινῶς, τῆς ὄντως ἀληθείας ᾗ νῦν παρίστασαι.
Λαὸς καὶ κλῆρος Χριστοῦ πιστός, ἐν τῇ σεπτῇ μνήμῃ σου Κοσμᾶ, νῦν συνελθόντες γεραίρουσιν, ἐν ἀγαλλιάσει τὸ σὸν μαρτύριον, δι᾿ οὗ στεφάνων δόξης θεόθεν ἔτυχες.
Εἰς νοῦν ἐνθέμενος Ἀθλητά, τὸ ἄσβεστον πῦρ καὶ ἀφεγγές, ὃ τοῖς ἀπίστοις ἡτοίμασται, πυρὸς τοῦ προσκαίρου καταπεφρόνηκας, δι᾿ οὗ τῆς αἰωνίου ζωῆς ἠξίωσαι.
Θεοτοκίον
Ὁ πάντα φέρων ἐν τῇ δρακί, Κύριος τῶν ὅλων καὶ Θεός, ἐν σοὶ Παναμώμητε ᾤκησε, καὶ τῇ παραβάσει φθαρεῖσαν πρότερον, τὴν βρότειον οὐσίαν ἐκαινοποίησεν.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Σταυροῦ θείᾳ χάριτι, συμφραξάμενος στεῤῥῶς, τὰς ἀπειλὰς οὐκ ἔπτηξας, δυσμενῶν καὶ αἰκίας παντοδαπάς, Κοσμᾶ παναοίδιμε, ἀλλὰ θῦμα, γενέσθαι Χριστοῦ ἔσπευσας.
Τὰ μένοντα ἔνδοξε, ἀντηλλάξω τῶν φθαρτῶν, ῥεόντων τε τὰ ἄῤῥευστα, οἷα ἔμπορος ἄριστος καὶ σοφός· διὸ καὶ τῆς δόξης σε, τῷ στεφάνῳ ὁ Κτίστης κατεκόσμησεν.
Ὡς ῥόδον ἡδύπνοον, Προυσσαέων ἐν τῇ γῇ, ἐξήνθησας ἀοίδιμε, κατευφραίνων καρδίας τῶν εὐσεβῶν, καὶ πείθων ἀγάλλεσθαι, καὶ ὑμνεῖν τὸν σὲ Μάρτυς στεφανώσαντα.
Θεοτοκίον
Νεκρώσεως ἔνδυμα, ὃ ἠμπέσχετο Ἀδάμ, τῇ παραβάσει πρότερον, ἀπημφίαστο τόκῳ τῷ σῷ Ἁγνή, καὶ θεῖον ἐνδέδυται, ἀφθαρσίας χιτῶνα μεγαλύνων σε.
Κοντάκιον. Ἦχος δ΄. ῾Ο ὑψωθείς.
Τῆς ἀληθείας τοῦ Χριστοῦ Νεομάρτυς, φωτὶ καθεῖλες τὴν τῆς Ἄγαρ ἀπάτην, κηρύξας τὴν θεότητα Τριάδος τῆς σεπτῆς· ὅθεν ἐναπέῤῥιψαι, ἐν καμίνῳ βροντώδει, καὶ ὡς ἄρτος ἔψησαι, τῷ Δεσπότῃ εὐώδης, τῶν Τρικκαέων τέρπων τὰς ψυχάς, Κοσμᾶ τρισμάκαρ, πατρίδος σου καύχημα.
Ο Οἶκος
Συκοφαντίας τῆς δεινῆς βέλεσι τοξευθεὶς μάρτυς, οὐκ ἐδειλίασας ποσῶς πρὸς ἀπειλὰς τυράννων· γενναιοφρόνως γὰρ κηρύξας τὴν τοῦ Κυρίου οἰκονομίαν, ὡς ἱστὸν ἀραχνιαῖον διέλυσας τὴν ψευδολογίαν τοῦ Μωάμεθ. Ὅθεν πυρὶ ἀδηφάγῳ καταδικασθείς, ἔνδον σου ἔχων τὸ τοῦ θείου ἔρωτος τὸ ἄϋλον πῦρ, οὐδόλως ἐδειλίασας, ἀλλ᾿ ὡς νέος Ἰσαὰκ χαίρων ἐχώρησας πρὸς τὴν θυσίαν. Βληθεὶς δὲ καὶ θανατηφόρῳ ἀκινάκῃ, τῇ αἱμετεκχύσει σου ὑπέγραψας τὴν εἰς τὴν Βασιλείαν σύνταξιν, ἐν ᾗ ἀγαλλιώμενος μνήσθητι δεόμεθα καὶ ἡμῶν, Κοσμᾶ τρισμάκαρ, πατρίδος σου καύχημα.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Κοσμᾶ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Μετὰ πάντων τῶν Ἁγίων νῦν παρίστασαι, Θεῷ τῷ Παντοκράτορι, καὶ πληρούμενος, τοῦ ἐκεῖθεν θείου φωτισμοῦ, συμμέλπεις Κοσμᾶ διηνεκῶς, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἀπεκδύσω τὸ φθαρτὸν ὄντως ἱμάτιον, καὶ ἄφθαρτον ἐνδέδυσαι, καὶ λαμπρότατον ἀθλητά, Κοσμᾶ διὰ πυρός, χιτῶνα κραυγάζων τῷ Χριστῷ, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ῥαντισμῷ σου τῶν αἱμάτων ἐναπέπνιξας, τὸν δόλιον ἀοίδιμε, τῇ καμίνῳ δὲ ἐμβληθείς, τὰς τούτου μηχανάς, κατέφλεξας ψάλλων τῷ Χριστῷ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Τυραννούντων τιμωρίας οὐκ ἐνάρκησας, καὶ πῦρ οὐκ ἐδειλίασας, πρὸς τὰ μέλλοντα ἀγαθὰ Μάρτυς ἀποσκοπῶν, ἃ πᾶσιν ἡτοίμασε Χριστός, τοῖς ὁλοψύχως καὶ πιστῶς, ἐπιποθοῦσιν αὐτόν.
Θεοτοκίον
Ὑπὲρ ἔννοιαν ἐκ σοῦ Θεὸς σεσάρκωται, θεότητος τὸ ἄϋλον πῦρ, μὴ φλέξαν σου τὴν νηδὺν ἀκήρατε ἁγνή, ὡς πάλαι τὴν βάτον ἐν Σινᾷ· διὸ ὑμνοῦμεν σε ἀεί, ὡς θρόνον δόξης Θεοῦ.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ῥώμῃ θείᾳ παμμάκαρ ἐνδυναμούμενος, τῶν τυράννων τὴν πλάνην ἐξεμυκτήρισας, Χριστὸν δὲ τρανῶς, Θεὸν πάντων ἐκήρυξας· ὅθεν τοῦ στεφάνου, τῆς νίκης ἠξιώθης.
Ὡς φαιδρὰ νῦν ἐπέστη ἡ θεία μνήμη σου, διανοίας ἁπάντων καταφωτίζουσα, καὶ πρὸς τὴν Χριστοῦ, διεγείρουσα αἴνεσιν, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν τῆς ὕλης θεόφρον ἔξω γενόμενος, καὶ μεθέξει ἀΰλῳ ἑνοποιούμενος, τῷ παμβασιλεῖ, καὶ Θεῷ τῶν ὑμνούντων σου, ἄθλησιν τὴν θείαν, πάντοτε ὑπερεύχου.
Μεγαλύνει ὑμνοῦσα Χριστὸν τὸν Κύριον, Προυσσαέων ἡ πόλις ἐν τῇ ἀθλήσει σου, καὶ σὲ πρεσβευτήν, πρὸς αὐτὸν νῦν προβάλλεται, ῥυσθῆναι τυράννων, κακώσεως ἐν τάχει.
Θεοτοκίον
Ἀνυμνοῦμέν σου Κόρη τὸν ἀνερμήνευτον, καὶ πανάγιον τόκον δι᾿ οὗ ἐῤῥύσθημεν, ἐξ εἰδωλικῆς πλάνης, καὶ ἐφωτίσθημεν, γνώσει τῆς Τριάδος, τῆς μίας θεαρχίας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Νοεῖν καὶ λέγειν τὰ θεῖα ἔμπνευσον, Μάρτυς Κοσμᾶ, τοῖς πόθῳ εὐφημοῦσι τὴν μνήμην σου, καὶ τὴν τρίβον τοῦ βίου ὁμάλισον, τῶν πειρασμῶν τὸ νέφος, ἀποκρουόμενος, ταῖς πρὸς τὸν Χριστὸν τὸν λυτρωτήν, θερμαῖς πρεσβείαις σου.
Ὁ φῶς ἀπρόσιτον οἰκῶν Κύριος, σοῦ τὴν ψυχήν, δεξάμενος Κοσμᾶ συνηρίθμησε, τοῖς Μαρτύρων χοροῖς καὶ στρατεύμασι, τῶν θείων ἀσωμάτων, Ὃν καθικέτευε, εἰρήνην βραβεῦσαι σταθηράν, τῇ Ἐκκλησίᾳ αὐτοῦ.
Ὑπὲρ ἡλίου αὐγὰς ἡ μνήμη σου, ἡ εὐκλεής, ἐξέλαμψε Κοσμᾶ παναοίδιμε, τὰς καρδίας πιστῶν ἀγλαΐζουσα, καὶ πρὸς Θεὸν τῶν ὅλων, δόξαν ἐγείρουσα, Ὃς σε τῷ στεφάνῳ, τῶν Μαρτύρων κατεκόσμησεν.
Ἡ τοῦ ἐλέους πηγὴ ἡ ἄπειρος, τῶν ἐφετῶν, καὶ θείων ἀγαθῶν τὸ ἀκρότατον, ὁ παντέλειος νοῦς καὶ ἀΐδιος, πάντων τῶν σῶν ἁγίων, λιταῖς ἐπίσκεψαι, λαὸν τυραννούμενον οἰκτρῶς, τὸν χριστεπώνυμον.
Θεοτοκίον
Λιμὴν γενοῦ μοι καὶ τεῖχος ἄῤῥηκτον, καὶ βοηθός, καὶ ῥύστις ἐν κινδύνοις πανάχραντε, καὶ γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι, τῆς ἐμῆς σωτηρίας, εἰ μὴ σὲ πάναγνε· ὅθεν ἐξαπάλλαξον, ἁρκύων οἷς ἐμπέπτωκα.
Ἐξαποστειλάρια
Πρῶτον τὸ ἐνδιάτακτον Ἑωθινόν
Εἶτα τοῦ Ἁγίου. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Πῦρ τὸ γεέννης παμμάκαρ, Κοσμᾶ εἰς νοῦν ἀναλαβών, πυρὸς ἐπέβης προσκαίρου, ὅπερ σοι κλῖμαξ πρὸς Θεόν, ἐγένετο καὶ ἀλήκτου, ζωῆς παραίτιον ὄντως.
Καὶ τοῦ Σταυροῦ. Ἐξαποστειλάριον. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ψάλλομεν στιχηρὰ β΄ ἀναστάσιμα τοῦ ἤχου, β΄ τοῦ Σταυροῦ καὶ δ΄ τοῦ Νεομάρτυρος. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Τρίκκης τὸ θεῖον ἐκβλάστημα, Κοσμᾶ Χριστοῦ ἀθλητά, πυρωθεὶς θείῳ ἔρωτι, δόξαν κατεπάτησας, καὶ τρυφὴν βίου ἅπασαν, διὸ γενναίως πρὸς τὸ μαρτύριον, χαίρων εἰσῆλθες καὶ ὡμολόγησας, πίστιν Ὀρθόδοξον· ὅθεν ἐστεφάνωσαι παρὰ Θεοῦ, καὶ ὡς δῶρον εἴληφας, ζωὴν αἰώνιον.
Μάρτυς Κοσμᾶ παναοίδιμε, Πνεύματος θείου αὐγαῖς, φωτισθεὶς γενναιότατα, τοῦ Μωάμεθ ἤλεγξας, τὰ ἀνόητα δόγματα, τὴν τῆς Τριάδος τρανῶς θεότητα, ἀνακηρύξας πρὸ τυραννούντων σε· διὸ δοξάζομεν, τὴν φαιδράν σου ἄθλησιν Τρίκκης βλαστοί, οἱ πλουτοῦντες πρέσβυν σε, πρὸς τὸν Φιλάνθρωπον.
Νεομαρτύρων τοῖς τάγμασι, πυρὶ καὶ ξίφει ταχθείς, δι᾿ ἀγάπην τοῦ Κτίστου σου, κόσμος θεῖος γέγονας, Ἐκκλησίας φερώνυμε, ἀεὶ διδάσκων θείαν ἀγάπησιν, καὶ ὑπὲρ ταύτης τὴν καταφρόνησιν, πάντων ὧν βλέπονται, καὶ ὡς ὄναρ φεύγουσιν ἀπατηλῶς· ὅθεν σὲ γεραίρομεν, Κοσμᾶ χριστόψυχε.
Πλάνην ἐλέγξας ψυχώλεθρον, πίναξ ἀγάπης Χριστοῦ, ὦ Κοσμᾶ πεφανέρωσαι, καὶ ψυχὰς ἐστήριξας, τῶν πασχόντων συνδούλων σου· διὸ πρὸς φέγγος ἀπαραμείωτον, τῆς βασιλείας Θεοῦ ἐχώρησας, ἔνθα φιλόπατρι, μνήσθητι τῶν ὕμνοις σου τὴν εὐκλεᾶ, μνήμην τῆς ἀθλήσεως, τελούντων πάντοτε.
Δόξα. Τὸ ἑωθινόν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη...
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάριον
Χαίροις ὁ τῆς Τρίκκης θεῖος καρπός, καὶ τῆς Προύσσης δόξα, Νεομάρτυς Χριστοῦ Κοσμᾶ· χαίροις ὁ τὴν πλάνην, τῆς ῎Αγαρ διελέγξας, καὶ τῷ πυρὶ εὐφράνας, Αγίων τάγματα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου