Τρίτη 14 Απριλίου 2020

ΙΟΥΝΙΟΣ 1. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΙΟΥΣΤΙΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΝΙΟΣ Α΄.
ΙΟΥΣΤΙΝΟΣ ΜΑΡΤΥΣ ΦΙΛΟΣΟΦΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Μαρτύρων. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν
Ὅτε, ἀγνωσίας ὁ κρυμός, πᾶσαν ἐπεκράτει τὴν κτίσιν, ταῖς ἐπηρείαις ἐχθροῦ, καὶ ἐθεραπεύετο ἡ τῶν εἰδώλων πληθύς, τότε ἔνδοξοι Μάρτυρες, προθύμῳ καρδίᾳ, ζέσει θείας πίστεως, τοῦτον ἐπαύσατε, πόθῳ, ἐκκενοῦντες τὸ αἷμα, ὑπὲρ τοῦ τὸ ἴδιον αἷμα, ἐπὶ τὸν Σταυρὸν σαφῶς κενώσαντος.

Πέων, ὁ γενναῖος ἀθλητής, Βαλλεριανὸς καὶ Χαρίτων, καὶ Χαριτὼ σὺν αὐτῷ, θεῖος Ἰουστῖνός τε καὶ ὁ Εὐέλπιστος, καὶ Ἱέραξ ὁ ἔνδοξος, στολὴν ἐξ αἱμάτων, θείαν ἐπιχρώσαντες, καὶ στολισάμενοι, ἅμα, τῷ Δεσπότῃ τῶν ὅλων, ἐν τοῖς οὐρανοῖς μετ' Ἀγγέλων, τῷ παμβασιλεῖ Χριστῷ παρίστανται.

Ὅτε, ἐπινεύσει θεϊκῇ, πρὸς τοὺς ὑπὲρ φύσιν ἀγῶνας, προσεχωρήσατε, σῶμα τὸ φθειρόμενον ἀπαρνησάμενοι, τότε σθένει ῥωννύμενοι, τοῦ Παντοδυνάμου, πῦρ οὐκ ἑπτοήθητε, οὐ ξίφη τέμνοντα· ὅθεν, τῷ Θεῷ τὸν αὐχένα, κλίναντες μακάριον τέλος, ἐν ἀγαλλιάσει ὑπεδέξασθε.

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὑπομονὴν ἐν βασάνοις, καὶ καρτερίαν πολλήν, εἰσδεδεγμένος πίστει, τὸν ἐχθρὸν ἐτροπώσω, τῇ σῇ Μάρτυς ἐνστάσει, ὅθεν Χριστοῦ, ἀπολαύων τῆς δόξης ἀεί, Αὐτὸν δυσώπει σωθῆναι τοὺς ἐπὶ γῆς, ἐκτελοῦντάς σου τὴν μνήμην ἀεί.

Ὡς εὐσεβείας ὁπλίτης, καὶ στρατιώτης Χριστοῦ, τὸ δυσσεβὲς ἐνθέως, τῶν τυράννων καθεῖλες, τῇ σῇ Μάρτυς ἀθλήσει, ὅθεν Θεῷ, παῤῥησίᾳ παρίστασαι, Αὐτὸν δυσώπει τρισμάκαρ ὑπὲρ ἡμῶν, Ἰουστῖνε τῶν τιμώντων σε.

Σὺ τὸ τρισήλιον σέλας, τοῦ ἀκηράτου φωτός, ἐν μακαρίᾳ λήξει, παριστάμενος Μάρτυς, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῆς ἐν σοὶ περιλάμψεως, ἐναπολαύσοντας τούτου μαρμαρυγῆς, ἀξιωθῆναι τοὺς τιμῶντάς σε.

Δόξα. Ἦχος α΄.
Δεῦτε οἱ τοῦ Λόγου μαθηταί, ᾄσωμεν ἐν ὕμνοις τὸν φιλόλογον, φιλόσοφόν τε καὶ Μάρτυρα Ἰουστῖνον. Οὗτος γὰρ τὴν τῶν παρόντων σχέσιν ὑπερβὰς ὡς ματαίαν, καὶ τοὺς λόγους τῶν κτισμάτων ἐν Θεῷ ἑρμηνεύσας, πάντα ὡς σκύβαλα ἡγησάμενος, ἐδουλώθη τῷ λόγῳ τοῦ Σταυροῦ. Ὅθεν καὶ ἐν τέλει δοὺς ἑαυτὸν τῷ Χριστῷ, στέφος ἀνεδήσατο μαρτυρικὸν τῆς ἀφθαρσίας, ὃν ἱκετεύσωμεν συμφώνως, πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ Παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ  Ἦχος α΄.
Ἐστέφθης ὡς ἀθλήσας παρὰ τοῦ δικαίου Κριτοῦ, δικαιότατε Μάρτυς. Ἔλαβες ὃ ἐπόθεις, χαίρεις ἐν οἷς ἀπαύστως σοφῶς ἐμελέτας, τὸ χάρισμα ἐδέξω, καὶ τὸ ὄφλημα ἐκέρδησας, ἐν εὐφροσύνῃ ψυχῆς. Διὸ καὶ ἡμῶν Ἰουστῖνε μνήσθητι, ἐν τῇ χαρᾷ τῆς Βασιλείας κατοικῶν.

Ἦχος β΄.
Ἐν γῇ Ἰουστῖνε ἔγνω σε ἡ Ἐκκλησία τοῦ Θεοῦ, σάλπιγγα τοῦ Λόγου, ἐν οὐρανοῖς δὲ πλουτοῦμέν σε καὶ τοῦ αἵματος Μάρτυρα· ἐν βίβλοις καὶ ἐν πράξει ἐδείχθης ἐραστής τοῦ Κυρίου, Ὃν ἐκτενῶς δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.






Ἦχος γ΄.
Τέρπου ἀγαλλόμενος φαιδρῶς, τοῦ Χριστοῦ στόμα θεῖον. Ὅτι Ὃν ᾧδε ἐκήρυττες Θεόν, νῦν ἐν δόξῃ ἐμφανῶς ἄνω βλέπεις. Ἐφράγησαν αἱ βέβηλοι κενοφωνίαι, ἐξέλιπον αἱ ῥομφαῖαι τοῦ ἐχθροῦ. Νῦν συμβασιλεύεις τῷ Λόγῳ, ὑπὲρ οὗ καὶ ἔζησας καὶ ἤθλησας. Μὴ διαλίπῃς οὖν πρεσβεύειν, ὑπὲρ τῶν εὐφημούντων σε.

Δόξα. Ἦχος πλ.α΄.
Ὁ τὴν μωρίαν τοῦ Σταυροῦ ὡς τρόπον ἐκλεξάμενος τοῦ βίου, τῆς Ἀναστάσεως υἱός, διὰ τοῦ μαρτυρίου νῦν ἐν οὐρανῷ ἐγεννήθη. Ἔσπειρε ἐμπόνως φιλολογίαν, δρέπει δικαίως καλλικαρπίαν. Ὁ πολλοῖς θεογνωσίαν διδάξας, τῆς θεοπτίας δικαίως ἠξιώθη, καὶ πρεσβεύει ὑπὲρ πιστῶν ἀδιαλείπτως, Ἰουστῖνος ὁ φιλόσοφος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ἀπαρχὴν φιλοσόφων σε, τῷ Δεσπότῃ γινώσκομεν, Ἰουστῖνε πάνσοφε, στόμα εὔηχον, ἐνανθρωπήσεως κήρυκα, θεότητος σάλπιγγα, σωτηρίας μηνυτήν, καὶ τῆς Χάριτος ἄγγελον, ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦντες, ἐξαιτούμεθα πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἀθεΐας διέλυσας, ἐρεβῶδες νεφέλωμα, καὶ Χριστὸν ἐκήρυξας πάντων Κύριον, τὴν μανικὴν ἐξετόπισας, εἰδώλων προσκύνησιν, ἀληθείας μαθητά, καὶ καινοὺς ἐναπέδειξας, τοὺς πρὶν ἄχθοντας, ἐν ζυγῷ τῆς φρικώδους ἁμαρτίας, Ἰουστῖνε θεῖε Μάρτυς, ἐπιστολὴ ἡ χριστόγραφος.

Στίχ. Πεφυτευμένος ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου ἡμῶν ἐξανθήσει.
Τὴν Σοφίαν ἠγάπησας, Θεὸν Λόγον ὡς δίκαιον, καὶ σοφῶς ἐμπόρευμα, εὗρες ἄριστον, εἰς σωτηρίας προάγον σε, καὶ δόξαν ἀΐδιον, Ἐκκλησίᾳ προξενοῦν, μαθητείαν ἰσόβιον, ἐν ποσὶ Χριστοῦ· ὅθεν πρῶτος ἐκόρεσας τὴν δίψαν, καὶ πολλοῖς πηγὴ ἐφάνης, θεογνωσίαν ἐκβρύουσα.



Δόξα. Ἦχος πλ.β΄.
Τὸν πολυτίμητον εὑρὼν Μαργαρίτην, Ἰουστῖνε φιλόθεε, πάντα ἀπεμπόλησας σοφῶς, τὰ μόνον πρὸς καιρὸν ὠφελοῦντα, καὶ εἰς ἀπόλαυσιν μυστικήν, ὀπίσω τοῦ Χριστοῦ ἔδραμες. Τῇ δὲ ἑνώσει ὑπ’ Αὐτοῦ ὅλος ἐλλαμφθείς, φῶς πολλοῖς ἐφάνης, εἰς σωτηρίαν ὁδηγοῦν. Διὸ φωναῖς δοξολογητικαῖς εὐφημοῦμέν σε, φιλόχριστε Μάρτυς καὶ καλλιστέφανε. Πρέσβευε, δεόμεθα, ὑπὲρ ἡμῶν, ἵνα τύχωμεν τοῦ ἄκρως ἐφετοῦ, καὶ τὸν Λόγον δοξάσωμεν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Φιλοσοφίας ταῖς ἀκτῖσιν ἐκλάμπων, θεογνωσίας ὑποφήτης ἐδείχθης, σαφῶς παραταξάμενος κατὰ τῶν δυσμενῶν, σὺ γὰρ ὡμολόγησας, ἀληθείας τὴν γνῶσιν, καὶ Μαρτύρων σύσκηνος, δι' ἀθλήσεως ὤφθης· μεθ' ὧν δυσώπει πάντοτε Χριστόν, ὦ Ἰουστῖνε, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.













ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον σου, Σωτήρ.
Χριστῷ μαθητευθείς, Ἰουστῖνε παμμάκαρ, πλουσίαν παρ’ Αὐτοῦ, ἀπεδέξω τὴν χάριν, καὶ κρήνη θεόχευμος, τοῖς τὰ εἴδωλα σέβουσιν, ἀναδέδειξαι, τοῖς φιλοθέοις σου λόγοις, ἄρδων ἅπαντας, υἱοὺς γεννῶν Ἐκκλησίας, διό σε δοξάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείαν σάλπιγγα, ἡ Ἐκκλησία, δόγμα ἔνθεον, ἀναβροντῶσαν, Ἰουστῖνε σὲ ἐπλούτησε χαίρουσα· καὶ μαρτυρίῳ τὸ αἷμα ἐκχύσαντα, ἐν γενεᾷ πρωτοτόκων κατέταξεν. Ὅθεν ἅπαντες, Χριστὸν προσκυνοῦντες λέγομεν, μὴ ἐπιλάθῃ πτωχῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Βυθιζόμενος, παθῶν θαλάσσῃ, εἰς τὸ πέλαγος, τῶν οἰκτιρμῶν σου, καταφεύγω Θεοτόκε βοήθει μοι, ἔκτεινον Πανάχραντε, δεξιάν μοι τῷ δούλῳ σου, σῶσον ὡς τόν Πέτρον πρίν, ὁ Υἱός σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλῳ πολλῶν παραπτώσεων.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐφημίοις ᾄσμασι, δοξολογοῦμεν, Ἰουστῖνον σήμερον, τὸν δι’ ἀγάπην τοῦ Χριστοῦ, ἀνατυθέντα ὡς σφάγιον, ἵνα κερδήσῃ, ζωὴν τὴν αἰώνιον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Πιστν λαστήριον σὺ ἀνεδείχθης γνή, κοινν καταφύγιον καμεσιτεία θερμή, Παρθένε Θεόνυμφε· θεν κατν ν πίστει, πρς Θεν μεταστάντων, φάνηθι νν μεστις, κασωτήριος πύλη, πρς πλάτος τοΠαραδείσου, τούτους εσάγουσα.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Δίκαιος ὡς φοῖνξ ἀνθήσει...
Στίχος· Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Εὐαγγέλιον, τὸ μαρτυρικόν (βλ.Ὄρθρον ἁγ. Γεωργίου)
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Φιλοσόφου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.



Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Δεῦρο δοῦλε εὐγνῶμον! χαῖρε ὅτι ἔλαβες τὰς ἀντιδόσεις τῶν πόνων σου. Ἀντὶ λόγου ῥέοντος, εὗρες τὸν Λόγον τοῦ Θεοῦ.Ἀντὶ σοφίας, τὴν Αὐτοσοφίαν. Ἀντὶ δὲ τοῦ αἵματος, τὸν στεφοδότην τῶν Μαρτύρων. Χαῖρε οὖν Ἰουστῖνε μακάριε, καὶ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ Κανὼν τῶν Ἁγίων
ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοί
Μαρτυρικαῖς, ἠγλαϊσμένοι φαιδρότησι, τῷ καθαρῷ παρίστασθε, Μάρτυρες βήματι, τοῦ Δεσπότου τῶν ὅλων, ἡμῖν ἁμαρτημάτων λύσιν βραβεύοντες.
Οἱ εὐσεβεῖς, τῆς ἀληθείας ὑπέρμαχοι, τυραννικοῦ πρὸ βήματος, ἀγωνισάμενοι, ὁμοφρόνως καθεῖλον, τὴν πλάνην τοῦ Βελίαρ σθένει τοῦ Πνεύματος.
Δι' αἰκισμῶν, διὰ μαστίγων καὶ θλίψεων, οἱ εὐσεβεῖς ὠνήσαντο, Μεγαλομάρτυρες, τὴν Χριστοῦ Βασιλείαν, ἐν ᾗ στεφανηφόροι νῦν πολιτεύονται.
Θεοτοκίον
Κατοικτιρῶν, σοῦ τῶν χειρῶν τὸ πλαστούργημα, ὁ ἐν ἐλέει πλούσιος, μήτραν κατῴκησας, ἀπειράνδρου Παρθένου, καὶ ταύτην προστασίαν ἡμῶν ἀνέδειξας.

ᾨδὴ γ', τῶν Ἁγίων. Στερέωσον ἡμᾶς
Στερέωμα Χριστὸν ἐν τῇ καρδίᾳ σου, κατέχων ἀνδρείως ἀντικατέστης, Ἰουστῖνε τῷ δικάζοντι, ἀνομεῖν παρανόμως σε προστάττοντι.
Χορὸς θεολαμπὴς στρατὸς θεόλεκτος, Ἁγίων Μαρτύρων ἅγιος δῆμος, ἀθροισθεὶς νῦν κατεπάλαισε, δυσμενεῖς ἀσωμάτους μετὰ σώματος.
Τὸ σῶμα αἰκισμοῖς οἱ μεγαλόψυχοι, ἐκδόντες ἠγάλλοντο προορῶντες, τὴν αἰώνιον ἀπόλαυσιν, καὶ τὴν μέλλουσαν δόξαν καὶ λαμπρότητα.
Θεοτοκίον
Ἀσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν ἀεί, οὐρανῶν αἱ δυνάμεις Ἀειπάρθενε.

Κάθισμα τῶν Ἁγίων. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Ἰουστῖνος Χαρίτων, Πέων Εὐέλπιστος, Χαριτὼ καὶ Ἱέραξ καὶ Βαλλεριανός, οἱ φωστῆρες οἱ φαιδροὶ οἱ καταυγάζοντες, τὰ πληρώματα τῆς γῆς, ταῖς φρυκτωρίαις τῶν αὐτῶν ἀγώνων, μεγαλοφώνως, ἀνευφημείσθωσαν πάντες, Χριστῷ πρεσβεύοντες σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱόν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

ᾨδὴ δ', τῶν Ἁγίων. Εἰσακήκοα Κύριε
Ἰουστίνου Χαρίτωνος, καὶ Χαριτοῦς καὶ Πέωνος τοὺς ἄθλους, τῶν Ἀγγέλων τάγματα κατεπλάγησαν.
Συντριβόμενα σώματα, τοῖς αἰκισμοῖς τὴν θείαν προεξένει, τοῖς γενναιοτάτοις μακαριότητα.
Εὐελπίστου Ἱέρακος, τῶν ἀκλινῶν Μαρτύρων τὴν ἀνδρείαν, οἱ τοῦ σκότους ἄρχοντες ἑπτοήθησαν.
Θεοτοκίον
Δυσωποῦμέν σε Ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

ᾨδὴ ε', τῶν Ἁγίων. Ὁ τοῦ φωτὸς χορηγός
Πνεύματος θείου πλησθείς, τῆς πονηρίας τὰ δεινὰ πνεύματα, τοῖς ὀχετοῖς, Μάρτυς τῶν αἱμάτων, τῶν σῶν Ἰουστῖνε, ἀπέπνιξας μάκαρ, ἀθλήσας στεῤῥότατα.
Ἡ χαριτώνυμος, χάριτος ἔμπλεως Θεοῦ γέγονε, καὶ γυναικῶν, ἐπιλαθομένη σαφῶς τοῦ ἀσθενοῦς, ἤθλησε νομίμως, καὶ δόξης ἠξίωται.
Χαριτωθεὶς τὴν ψυχήν, ὁμολογίαις ἱεραῖς ἤμβλυνας, τοῦ παλαιοῦ, ἐχθροῦ τὴν κακίαν Χαρίτων ἀθλητά, θείων ἀθλοφόρων, σεπτὸν ἐγκαλλώπισμα.
Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε ἡ Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

ᾨδὴ ς', τῶν Ἁγίων. Ἐν ἀβύσσῳ πταισμάτων
Οὐρανόθεν τὴν κλῆσιν δεξάμενος, ὥσπερ ὁ θεσπέσιος Παῦλος θεόσοφε, εὐθυδρομήσας ἄριστα, μαρτυρίου τὸ στάδιον ἤνυσας.
Ἀκυμάντως βασάνων τὸ πέλαγος, θείᾳ κυβερνήσει διήλθετε Μάρτυρες, καὶ πρὸς λιμένα εὔδιον, τῆς Χριστοῦ Βασιλείας ἐφθάσατε.
Ἀπλανεῖς ὡς ἀστέρες ἐμπρέποντες, τῷ τῆς Ἐκκλησίας σεπτῷ, στερεώματι, τὴν οἰκουμένην ἅπασαν, φωταυγείαις τῶν ἄθλων φωτίζετε.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ συμβολα.





Κοντάκιον. Ήχος β'. Τους ασφαλείς
Τὸν ἀληθῆ τῆς εὐσεβείας κήρυκα, καὶ εὐκλεή τῶν μυστηρίων ῥήτορα, Ἰουστῖνον τὸν φιλόσοφον μετ' ἐγκωμίων εὐφημήσωμεν, δυνάμει γὰρ σοφίας τε καὶ χάριτος, τὸν λόγον κατετράνωσε τῆς πίστεως, αἰτούμενος πᾶσι θεῖαν ἄφεσιν.
Ὁ Οἶκος
Λάλησόν μοι Λόγε, ἵνα λόγοις τιμήσω φιλόσοφον καὶ μάρτυρα ἅμα, Ἰουστῖνον τὸν ἐκφάντορα τῶν σωτηρίων σου δογμάτων, καὶ ὡς φῶς δεύτερον πολλοὺς εἰς θεογνωσίαν ἀγαγόντα. Προκρίνας γὰρ πάντων
τῶν πρὸς ὀλίγον δυναμένων ὠφελῆσαι, Σὲ τὴν αὐτοζωΐαν, ὅλος ζωὴ καὶ παράκλησις ἐδείχθη τῇ Ἐκκλησίᾳ σου. Ὅθεν ὡς ἔχων τὴν πρὸς σὲ δικαίαν παῤῥησίαν, οὐ παύεται αἰτούμενος πᾶσι θείαν ἄφεσιν.

Συναξάριον.
Μὴν Ἰούνιος, ἔχων ἡμέρας λ΄. Ἡ ἡμέρα ἔχει  ὥρας ιε΄ καὶ η νὺξ ὥρας θ΄.
Τῇ Α΄ τοῦ αὐτοῦ μηνός, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου.
Ἰουστῖνον κώνειον ἦρεν ἐκ βίου,
ὡς εἴθε πρῶτον τοὺς πιεὶν δεδωκότας.
Πρώτῃ Ἰουνίου Ἰουστῖνε ἐλλεβορίζῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τῶν Ἁγίων Μαρτύρων· Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱεράκος, Παίωνος καὶ Βαλλεριανοῦ.
Οὔπω τεμεῖν Ἰοῦστον ἔφθη τὸ ξῖφος,
καὶ τὴν κεφαλὴν ἧν κλίνων Ἰουστῖνος.
Θεῖος Χαρίτων καὶ Χαριτὼ παρθένος,
τμηθέντες εὐμοιροῦσι θείων χαρίτων.
Εὔελπις Εὐέλπιστός ἐστιν εἰκότως,
ὡς κλῆρον ἔξει τὸν Θεόν, τμηθεὶς κάραν.
Ὁρμᾷ πρὸς ἄθλους Ἱεράξ ὡς ἱέραξ,
χειρὶ ξιφήρει παίεται κατ’ αὐχένος.
Δείξεις τι καὶ σὺ τῷ Θεῷ τμηθὲν μέλος,
μελῶν τὸ κρεῖττον, Λιβεριανὲ κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέων, ξίφει τελειοῦται.
Ἐρυθρὸν ἡμῖν ἡ Γραφή, πόντον λέγει,
καὶ γῆν ἐρυθρᾶν, ἐκτελεῖ τμηθεὶς Νέων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Φίρμου.
Πολλὰς ὁ Φίρμος ὑπομείνας βασάνους,
πολλὰς καὶ εὗρεν ἀνταμείψεις ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Θεσπεσίου.
Τωόντι θεσπέσιος ἐκ τῶν πραγμάτων,
Μάρτυς δέδειξαι, Θεσπέσιε, τῷ ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Γερασίμου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τῶν Ἁγίων Μυρίων Μαρτύρων, τῶν ἐν Ἀντιοχείᾳ, ὑπὸ Δεκίου μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ὁσίου Διονυσίου Γλουσίας, τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ὁσίου Ἀγαπητοῦ, τοῦ ἐν τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ Ἀναργύρου ἰατροῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Οὐϊστάνου (Wistan) τοῦ Ἄγγλου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ὁσίου Καρπασίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰουστίνου τοῦ Πόποβιτς τοῦ Σέρβου.
Ἰουστῖνος ὕπνωσεν Σέρβος ὁ μέγας,
θεολόγων σύνεδρος, Ἁγίων φίλος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', τῶν Ἁγίων. Εἰκόνος χρυσῆς
Ἀπάτης βυθόν, τῶν αἱμάτων ποταμῷ ἀποξηράναντες, κρουνοὺς θαυμάτων ἀνεβλύσατε, κατασβεννύοντες ἄνθρακας, Μάρτυρες δεινῶν παθημάτων, τῶν βοώντων ἑκάστοτε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σοφίᾳ Θεοῦ, Ἰουστῖνος ὁ σοφὸς κεκοσμημένος, τὴν τῶν Ἑλλήνων ἀπεμώρανε, φιλοσοφίαν ἐν χάριτι, πείσας προσκυνεῖν τὴν Τριάδα, ὀρθοδόξως κραυγάζειν τε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐνθέῳ πυρί, ἀγαπήσεως σοφοὶ ὕλην κακίας, γενναιοφρόνως κατεφλέξατε, καὶ ὡς πυρσοὶ ἀναλάμψαντες, πάντων τῶν βοώντων καρδίας, εὐσεβῶς ἐφωτίσατε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Σὲ βάτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπολουμένην, προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀῤῥήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκός μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων.


ᾨδὴ η', τῶν Ἁγίων. Τον ἐν καμίνῳ τοῦ πυρός
Ὡς ἐν καμίνῳ τῷ πυρί, τῶν βασάνων καρτερῶς δοκιμασθέντες, Ἀθλοφόροι Κυρίου, ὑπὲρ χρυσὸν ἀληθῶς, ἐνθέως βοῶντες ἠστράψατε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Σὺν Ἰουστίνῳ τῷ σοφῷ, ἀνυμνείσθω Χαριτὼ Πέων Χαρίτων, καὶ Ἱέραξ ὁ μέγας, σὺν Βαλλεριανῷ, ἀθλήσει τὴν πλάνην μειώσαντες, καὶ ταῖς τῶν Ἀγγέλων, χορείαις συναφθέντες.
Πρὸς τὴν αἰώνιον ζωήν, ἐπειγόμενοι σοφοὶ γενναιοφρόνως, τὸν αὐχένα τῷ ξίφει, ἐν ὁμονοίᾳ ψυχῆς, οἱ πάντες ἐκλίνατε Μάρτυρες, θύματα καθάπερ, Θεῷ προσενεχθέντες.
Θεοτοκίον
Μύρον κενούμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διό σοι τὸ Χαῖρε κραυγάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ', τῶν Ἁγίων. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Θείᾳ λαμπόμενοι δόξη, τὸν κρυμὸν τῆς ἀπάτης ἐλύσατε, γενναῖοι Ἀθληταί, καὶ κοινωνοὶ χρηματίσαντες ἱερῶν παθημάτων, τοῦ σάρκα εἰληφότος δι' ἡμᾶς, σὺν αὐτῷ αἰωνίως, εἰς οὐρανοὺς ἀγάλλεσθε.
Τὴν Ἰουστίνου σοφίαν, Χαριτοῦς τὴν ἀνδρείαν, Χαρίτωνος τὴν τόλμαν ἀληθῶς, Πέωνός τε Ἱέρακος, τοὺς γενναίους ἀγῶνας, καὶ Βαλλεριανοῦ πρὸς τὰ δεινά, τὴν πολλήν καρτερίαν, οἱ Ἄγγελοι ἐθαύμασαν.
Ὥσπερ ἐν ἅρματι θείῳ, ἐπιβάντες ἐνδόξως, τῷ αἵματι ὑμῶν πρὸς οὐρανόν, χαρμονικῶς ἀνεδράμετε, καὶ χειρὶ ζωηφόρῳ, τῆς νίκης ἐκομίσασθε σοφοί, τοὺς στεφάνους ἀπαύστως, ὑπὲρ ἡμῶν πρεσβεύοντες.
Θεοτοκίον
Σωματωθεὶς ἀποῤῥήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, τῶν αἰώνων ἁπάντων, ὁ πρὶν Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.

Ἐξαποστειλάριον Ἦχος β΄.Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῶν Ἀποστόλων πέφυκας, μιμητὴς θεοῤῥῆμον, πολλοὺς γὰρ καθωδήγησας, πρὸς σωτήριον ὅρμον· τοῦ Πνεύματος τῇ δυνάμει, ἀπενεύρωσας πλάνην, καὶ θείαν ἐνανθρώπησιν, τοῦ Σωτῆρος Κυρίου πάνυ σοφῶς, τοῖς ποθοῦσι Μάρτυς θεογνωσίαν, ὡς γλῶσσα χριστοκίνητος, Ἰουστῖνε διδάσκεις.
Θεοτοκίον, ὅμοιον.
Τριάδος Κόρη τέτοκας, ἀποῤῥήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει· Τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης, ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι ὅτι πάντες, πρὸς σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ! τοῦ παραδόξου θαύματος.
Σήμερον υἱοὺς τῆς Χάριτος, ὁ χριστομάρτυς φαιδρῶς, ἑστιάτωρ ὡς ἄριστος, Ἰουστῖνος ἤθροισε, τοῦ δοξάσαι τὸν Κύριον. Αὐτὸν γὰρ εὗρε σοφὸν ἐμπόρευμα, καὶ ἀλογήσας, ματαίας σχέσεως, θρόνος αἰσθήσεως, νοερᾶς ἐγένετο καὶ πρακτικῆς, ἀρετῆς ταμίευμα, καὶ θείας γνώσεως.

Φιλοσοφίαν τὴν θύραθεν, καταλιπὼν ἐν σπουδῇ, Ἰουστῖνε φιλόσοφε, μᾶλλον ταύτῃ ὄργανον, θεωρίας ἐγκέχρησαι, διὰ τῶν τύπων πρὸς τὸ ἀρχέτυπον, ἀναβιβάζων, τὰ ἐννοήματα. Ὄντως ! μακάριος, δέδειξαι φιλόθεε ὅτι σοφῶς, τοῖς παροῦσι μέλλοντα ἀντικατήλλαξας.

Λόγος τοῦ Πατρὸς ὁ σύνθρονος, ὁ ὑπὸ σοῦ ἰχνευθείς, Ἰουστῖνε μακάριε, ὅλον σε ἠλλοίωσε, τὴν καλλίστην ἀλλοίωσιν, καὶ τῷ ἀγκίστρῳ, Σταυροῦ σε ἤγρευσεν, εὑρών σε Μάρτυς, εὐθὲς ἁλίευμα, καὶ ἐναπέδειξεν, ἁλιέα ἔμπειρον πολλοὺς Αὐτῷ, λογικοὺς ἀγρεύσαντα, ἰχθεῖς τῷ λόγῳ σου.

Αἵματος τῇ χύσει ηὔφρανας, τὴν Ἐκκλησίαν Χριστοῦ, σοῦ τὴν μνήμην δοξάζουσαν, ὅτι ἐπεσφράγισας, θεωρίαν τῇ πράξει σου, καὶ κληρονόμος δικαίως δέδειξαι, τῶν Παραδείσου, τερπνῶν ὁράσεων. Μάρτυς φιλόσοφε, Ἰουστῖνε ἅπαντες Χάριν Θεοῦ, ταῖς λιταῖς σου εὕροιμεν, καὶ σωτηρίαν ψυχῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἡ σαρκωθεῖσα Σοφία τοῦ Θεοῦ, Χριστὸς ὁ Κύριος, ὡς εὗρέ σε δοχεῖον εὔχρηστον, ἐν σοὶ ἐσκήνωσε Ἰουστῖνε. Καὶ τὴν φιλόσοφόν σου καρδίαν, ταῖς νοεραῖς ἐλλάμψεσιν ἐκκαθάρασα, μέγα κάτοπτρον τῆς Χάριτος ἔδειξεν. Οὐκέτι γὰρ σπερματικῶς ὁ Λόγος ἐνεργεῖ, ἀλλὰ πᾶσι παρέχεται ἁπλῶς, ὅσοι δείκνυνται φιλόθεοι. Ἐμεθύσθης Μάρτυς ταῖς φαιδραῖς θεωρίαις, ἐπλήθυνας τὸ χάρισμα, ἐπολυπλασίασας τὸ τάλαντον, καὶ καθ’ ἡμέραν ἀναβάσεις ἀνερχόμενος μυστικάς, ἔτυχες τοῦ ποθουμένου Ἰησοῦ ἀσφαλῶς. Διὸ ὡς ἔχων τὸ θεοπάρεδρον, πρέσβευε ἀδιαλείπτως τοῦ σωθῆναι ἡμᾶς, ἁγιώτατε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου.
Μεγαλυνάριον
Χάριτι σοφίας καταυγασθείς, ὡς αὐτοσοφίαν, ἐθεράπευσας τὸν Χριστόν, ὑπὲρ Οὗ ἐνδόξως, ἀθλήσας Ἰουστῖνε, σὺν Τούτῳ εἰς αἰῶνας, δοξάζῃ ἔνδοξε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου