Τετάρτη 22 Απριλίου 2020

ΔΕΚΕΜΒΡΙΟΣ 27. ΑΓΙΟΣ ΠΡΩΤΟΜΑΡΤΥΣ ΣΤΕΦΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ







+ ΔΕΚΕΜΒΡΙΟΣ ΚΖ΄.

ΣΤΕΦΑΝΟΣ ΠΡΩΤΟΜΑΡΤΥΣ & ΑΡΧΙΔΙΑΚΟΝΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων ἁψίδων ὑπεριπτάμενος, ὁ τῶν ἀῤῥήτων μύστης, τῶν Μαρτύρων ὁ πρῶτος, εἶδεν ἅπερ εἶδεν ἄλλος οὐδείς, τοὺς Οὐρανοὺς διεστῶτας· ὅθεν, καὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν, παρεστῶτα τοῦ Ἀνάρχου Πατρός.

 

Πρὸς θεωρίαν τῆς ἄνω θεοφανείας ἀρθείς, ὁ ὑψηλόνους Μάρτυς, τῆς Χριστοῦ Παρουσίας, τὴν ἄφραστον ἐκείνην δόξαν ἰδών, ἐδοξάσθης τὸ πρόσωπον, ὑπὲρ τοῦ πάλαι Μωσέως ἐν τῷ Σινᾷ, τὰ ὀπίσθια ἰδὼν τοῦ Θεοῦ.

 

Στέφανος χάριτος πλήρης τε καὶ δυνάμεως, καὶ τῆς Θεοῦ σοφίας, ἐραστὴς ἐκμιμεῖται, ταὸ πάθος τοῦ Κυρίου εὐχόμενος γάρ, καὶ τοῖς λίθοις βαλλόμενος, γονυκλιτῶν ἀνεβόα πρὸς τὸν Θεόν, ὑπὲρ τῶν λιθοβολούντων αὐτῷ.

 

Ὁ πλήρης χάριτος θείας τε καὶ δυνάμεως, ὁ Διακόνων πρῶτος, ἡ ἀρχὴ τῶν Μαρτύρων, σήμερον ὑμνείσθω τοῖς ἱερεῖς, ἐγκωμίοις πρεσβεύει γάρ, Χριστῷ τῶν πάντων Δεσπότη καὶ Ποιητῇ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος β΄.

Ἁγιωσύνην ἐνεδύσω Στέφανε μακάριε, Πρωτομάρτυς καὶ πρωτοδιάκονε· τῶν Ἀγγέλων συμμέτοχε· δυσωπήθητι καὶ πρέσβευε ὑπὲρ ἡμῶν πρὸς τὸν Σωτῆρα Κύριον, τὸν ἀναμάρτητον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! Παρθένος τίκτει καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται, Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὄμμασι νοεροῖς, ἑώρας δεξιόθεν, Πατρὸς σοφὲ τὸν λόγον· διὸ καὶ παρεκάλεις, ὑπὲρ τῶν φρονούντων σε.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξήλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Αἴτησον καὶ ἡμῖν, ἐκ τοῦ Πατρὸς τῶν φώτων, σοφὲ ἀμπλακημάτων, λύσιν εὑρεῖν παντοίων, καὶ γὰρ ἔχεις τὸ δύνασθαι.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις ὁ μιμητής, Χριστοῦ τοῦ Βασιλέως, καὶ Διακόνων πρῶτος, καὶ πρῶτος σοῦ τὸ αἷμα, ὑπὲρ Αὐτοῦ ἐξέχεας.

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Αἶνον Θεοτερπῆ, μετὰ Ποιμένων Μάγοι, καὶ σὺν Ἀγγέλοις δόξαν, τῷ ἐκ Παρθένου φύντι, Θεῷ πίστει προσάξωμεν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Βασίλειον διάδημα ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ'

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' Ἰδιόμελα τῆς Ἑορτῆς. Ἦχος β'.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτὴρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

 

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Τί σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.

Καὶ γ’ τοῦ Πρωτομάρτυρος. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Τῇ τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ μορφῇ ὡς Ἀγγελος, ὤφθης Στέφανε, διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης τοῖς βλέπουσι, δι' ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας, οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων, ἀρχὴ Μαρτύρων καὶ καύχημα.

Ὡς βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες, σοὶ γεγόνασιν· ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον Στέφανον, προτεινόμενον, δεξιᾷ ζωηφόρῳ· οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον.

 

Ἐν σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον, καὶ ὑπ' αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας, ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε.

Δόξα. Ἦχος β'. Ἀνατολίου

Τῷ Βασιλεῖ καὶ Δεσπότῃ τοῦ παντός, τεχθέντι ἐπὶ γῆς, Στέφανος ὑπέρλαμπρος προσφέρεται, οὐκ ἐκ λίθων τιμίων κατεσκευασμένος, ἀλλ' ἐξ οἰκείων αἱμάτων διηνθισμένος. Ἀλλ' ὦ φιλομάρτυρες δεῦτε, τὰ τῶν ᾀσμάτων ἄνθη δρεψάμενοι, τὰς κεφαλὰς ἀναδησώμεθα, καὶ τοῖς ὕμνοις ἀναμέλποντες, εἴπωμεν· Ὁ σοφίᾳ καταγλαϊσθείς, καὶ χάριτι τὴν ψυχήν, Πρωτομάρτυς Χριστοῦ τοῦ Θεοῦ, αἴτησαι ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β'

Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο, καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος. 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἰδιόμελα Ἁγίου Στεφάνου. Ἦχος α'.

Ἀθλοφορικὸν στέφανον, τῷ Πρωτάθλῳ οἱ πιστοὶ πλέξωμεν, ἐκ λογικῶν ἀνθέων· αὐτὸς γὰρ τὴν τῶν Μαρτύρων προητοίμασεν ὁδόν, καὶ ἐν χαρᾷ ἀνεβόα· Ἰδοὺ τοὺς οὐρανούς ἀνεῳγμένους θεωρῶ, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός.

 

Ἦχος β'.

Ἁγιωσύνην ἐνεδύσω, Στέφανε μακάριε, Πρωτομάρτυς καὶ Πρωτοδιάκονε, τῶν Ἀγγέλων συμμέτοχε, δυσωπήθητι, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα Κύριον τὸν ἀναμάρτητον.

Πρῶτος ἐν Διακόνοις, πρῶτος καὶ ἐν Μάρτυσιν ἐδείχθης, πανάγιε Στέφανε· ὁδός γὰρ ἐγένου τοῖς ἁγίοις, καὶ πολλοὺς τῷ Κυρίῳ προσήγαγες Μάρτυρας· διὸ οὐρανός σοι ἠνοίγη, καὶ Θεὸς σοι ἐφάνη· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν Πρωτομάρτυρα, καὶ γενναῖον τοῦ Χριστοῦ θεράποντα, Στέφανον τὸν Πρωτοδιάκονον, ἐπαξίως τιμήσωμεν· οὗτος γὰρ ἑστὼς ἐν μέσῳ παρανόμων ἐν δεξιᾷ Πατρὸς Υἱόν ἐθεάσατο.

 

Ἦχος δ΄.

Στέφανε ἔνδοξε, οὐρανοπολῖτα, Χριστοῦ θεράπων μακάριε, πρεσβείαν ποίησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Στέφανος, ἡ καλὴ ἀπαρχὴ τῶν Μαρτύρων, ὁ πλήρης χάριτος καὶ δυνάμεως, ὁ ποιῶν σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ, ὑπὸ ἀνόμων ἐλιθάζετο· ἀλλ’ ἐξέλαμψεν ὡς ἄγγελος, καὶ θεωρεῖ τὴν δόξαν Σοῦ τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν ἐκ δεξιῶν τῆς δυνάμεως. Καὶ τῷ Πνεύματι τῆς χάριτος εἰς Οὐρανοὺς ἀνελαμβάνετο· καὶ διὰ τοῦτο ταῖς χοροστασίαις τῶν Ἀγγέλων συναυλιζόμενος, πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α'. Κυπριανοῦ

Πρωτομάρτυς Ἀπόστολε καὶ Πρωτοδιάκονε, ἡ πύλη τῶν Μαρτύρων, ἡ δόξα τῶν Δικαίων, τῶν Ἀποστόλων τὸ καύχημα· σὺ οὐρανοὺς ἐθεάσω ἀνεῳγμένους, ἐν τῷ σταδίω ἑστώς, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός· διό, ὡς Ἄγγελος ἐκλάμψας τῷ προσώπῳ , ἐν χαρᾷ ἀνεκραύγαζες ὑπὲρ τῶν λιθαζόντων. Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ νῦν αἴτησαι, τοῖς ἐκ πόθου εὐφημοῦσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

 

 

 

Καὶ νῦν. Ἦχος πλ. α'. Ἰωάννου Μοναχοῦ

Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, Παρθένος τίκτει ἐν σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνῃ ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν· Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν· Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ , καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν, ἀναλλοιώτως ὁ Ἐμμανουήλ.

 

Εἰς τὸν Στίχον, ἓν τῆς Ἑορτῆς. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν.

Βρέφος, σωματωθὲν δι’ ἡμᾶς, τὸν προαἰώνιον Θεὸν ἡ πανάμωμος, ὁρῶσα χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα προσεφθέγγετο Αὐτό· ὑψηλότατε, βασιλεῦ ἀθεώρητε, πῶς καθορῶν σε, καὶ νοεῖν τὸ Μυστήριον, οὐδὲ δύναμαι, τῆς ἀμέτρου πτωχείας σε· Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρῆσε τεχθέντα, καὶ παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.

 

Καὶ δύο τοῦ Ἁγίου. Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξήλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίροις, ὁ μιμητὴς τοῦ Χριστοῦ, ὁ πρὸς ἀγῶνας τοῦς δεινοὺς καρτερώτατος, ὁ πᾶσαν ἐκπλήξας φρένα, τῇ καρτερίᾳ τῇ σῇ, καὶ Ἑβραίων θράσος τροπωσάμενος, λαμπρῶς πρὸς Ἀγγέλων, διαγωγὴν μεταβέβηκας, περιχορεύων, σὺν αὐτοῖς καὶ γηθόμενος, σώζων ἅπαντας, τοὺς πιστῶς σὲ γεραίροντας, Στέφανε ἱερώτατε, καὶ θείαις ἐντεύξεσι, καὶ συμπαθείᾳ πενήτων, τοῖς ὀδυρμοῖς ἐπιλώμενος, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ὄντως, ὡς ἀληθῶς θαυμαστόν, τῆς καρτερίας τῆς σῆς μάκαρ Στέφανε, τὸ κλέος ἔνδοξε Μάρτυς, ὡς γὰρ φαιδρὸς ἀριστεύς, διαλύεις πᾶσαν ἀξάγαστε, Ἑβραίων κακόνοιαν, καὶ ταῖς θείαις κοσμούμενος, θαυματουργίας, καὶ κοσμοῦντας ἰώμενος, καὶ τοὺς πάσχοντας, θεραπεύων πρεσβείαις σε· ὅθεν ὡς ἀντιλήπτορα, σαφῶς σε γινώσκοντες, καὶ εὐεργέτην παμμάκαρ, καὶ πρεσβευτὴν ἐμμονώτατον· Χριστῷ τῷ πλουσίως, διανέμοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

 

 

 

 

Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. β'. Ἀνατολίου

Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις Στέφανε μακάριε, τῶν ἀθλητῶν τὸ ἐγκαλλώπισμα, τῶν πιστῶν τὸ καύχημα, ἡ δόξα τῶν δικαίων. Τοὺς τὴν σεπτήν σου ἑορτάζοντας μνήμην αἴτησαι, ὡς παριστάμενος τῷ θρόνῳ, Χριστοῦ τοῦ παντάνακτος, τῶν πταισμάτων ἱλασμὸν λαβεῖν, καὶ Βασιλείας οὐρανῶν ἀξιωθῆναι.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'

Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ Κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα καὶ Κύριον, ὅτι πᾶσα πλάνη, τῶν εἰδώλων πέπαυται, βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Βασίλειον διάδημα ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ'

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου.

Ὡς θείαν σε πηγήν, τῶν θαυμάτων εὑρόντες, τὴν ῥῶσιν δαψιλῶς, οἱ νοσοῦντες πλουτοῦσιν, ἐν πίστει τοῖς λειψάνοις σου, Πρωτομάρτυς προστρέχοντες· σὺ γὰρ Ἅγιε, τὰς δωρεὰς τοῦ Ὑψίστου, νέμεις ἅπασι, διακονεῖν ἠθισμένω, πανεύφημε Στέφανε.

Δόξα... Καὶ νῦν... Καὶ τῆς Ἑορτῆς. Ἦχ. ὁ αὐτός. Τοῦ λίθου

Ὁ θρόνῳ πυριμόρφῳ, ἐν ὑψίστοις καθήμενος, σὺν Πατρὶ τῷ Ἀνάρχῳ, καὶ τῷ θείῳ σου Πνεύματι, εὐδόκησας τεχθῆναι ἐν σαρκί, ἐκ Κόρης ἀπειράνδρου Ἰησοῦ· διὰ τοῦτο καὶ ἀστὴρ σε, τοῖς ἐκ Περσίδος Μάγοις καθυπέδειξε. Δόξα τῇ παναγάθῳ σου βουλῇ, δόξα τῇ ἐπιφανείᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς ἄκρᾳ συγκαταβάσει σου.



Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου. Ἦχ. δ'. Κατεπλάγη Ἰωσὴφ

Τὴν τοῦ Πνεύματος πηγήν, ἐν τῇ καρδίᾳ μυστικῶς, κεκτημένος τοῦ Χριστοῦ, ὁ Πρωτομάρτυς ἀληθῶς, τῶν Ἰουδαίων ἀπήλεγξε τὴν αὐθάδειαν, καὶ ἔδειξεν αὐτοῖς, τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Δαυΐδ, ἀναβλαστήσαντα, τῷ τῆς σοφίας καὶ χάριτος πληρώματι, πεπληρωμένος ὁ ἔνδοξος. Ἀλλ' ὦ Τρισμάκαρ, τοὺς σὲ τιμῶντας, σῷζε θείαις πρεσβείαις σου.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς Ὅμοιον

Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γάρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον

Τὴν φαιδράν σου Στέφανε, μνήμην τελοῦντες, τὸν Σωτῆρα Κύριον, καθικετεύων ἐκτενῶς· Σὲ δυσωποῦμεν μακάριε, αἴτησαι πᾶσι, πταισμάτων συγχώρησιν.

Δόξα... Καὶ νῦν... Καὶ τῆς Ἑορτῆς. Ἦχ. ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εὐφρανθήσεται Δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ οσίου Αὐτοῦ

Εὐαγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων… Ζήτει Σεπτεμβρίου ιστ΄.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἁγιωσύνην ἐνεδύσω, Στέφανε μακάριε, Πρωτομάρτυς καὶ Πρωτοδιάκονε, τῶν Ἀγγέλων συμμέτοχε, δυσωπήθητι, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα Κύριον τὸν ἀναμάρτητον.

 

 

Ὁ α’ Κανὼν τοῦ Πρωτομάρτυρος. Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην

Δεῦτε Στέφανον ὕμνοις, τὸν πρωτομάρτυρα, τῆς Χριστοῦ Ἐκκλησίας, ἐνδόξως στεφανώσωμεν, καὶ θείᾳ στεφόμενοι, τοῦ Στεφάνου χάριτι, ἐπινίκιον ὕμνον ᾄσωμεν.

Φέρων τοῦ Διδασκάλου, τὸ πρᾶον φρόνημα, καὶ τὴν ἐκ τῆς ἀγάπης, ὑψοποιὸν ταπείνωσιν, ἀξίως ὁ Στέφανος, Διακόνων πρόκριτος, καὶ προστάτης χηρῶν γεγένηται.

Σὺ πρὸς ἐπικουρίαν, τῶν Ἀποστόλων Χριστοῦ, ἐπαξίως ἐκλήθης, καὶ ὡς πιστὸς Διάκονος, φερώνυμε Στέφανε, χρηματίσας ἔνθα Χριστός, δι' αἵματος μεταβέβηκας.

Θεοτοκίον

Σὺ μὲν ὑπὲρ ἀνθρώπων, Χριστὲ τὸν ἄνθρωπον, ἐκ Παρθένου φορέσας, ὡς βρέφος ἐσπαργάνωσαι· ὁ σὸς δὲ χωννύμενος, Πρωτομάρτυς λίθων βολαῖς, τὸν ἄνθρωπον ἀποδύεται.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Στέφος λόγων σοι μαρτύρων πλέκω στέφος.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.

Στεφανῖτα Μάρτυς τοῦ Χριστοῦ, λόγοις στεφανοῦντά σοι, τὴν κορυφὴν ἣν Θεὸς ἐστεφάνωσε, νίκης διαδήμασι, μὴ παρίδῃς με ἐν καιρῷ περιστάσεως, σὲ παρακαλοῦντα, καὶ τῆς προστασίας σου δεόμενον.

Τῶν Μαρτύρων ὤφθης ἀρχηγός, ὡς πρωτοδιάκονος, καὶ ἐκλογὴ Ἀποστόλων θεόκριτος, πλήρης θείας χάριτος, καὶ δυνάμεως γεγονὼς ἱερώτατε· ὅθεν δυσωπῶ σε, πάθη θεραπεῦσαι τῆς καρδίας μου.

Ἐν ἡμέρᾳ πάσῃ καὶ νυκτί, ᾗ παρακαλέσω σε, τὸν φωταυγῆ τῶν Ἀθλοφόρων στέφανον, εὕρω σε σκεδάζοντα, ἀθυμίας μου τὴν δεινὴν ἀμαυρότητα, καὶ φωταγωγοῦντα, τὴν ἐσκοτισμένην μου διάνοιαν.

Φωτοφόρε πύλη νοητή, μόνος ἣν διώδευσεν, ὁ ἐκ τῆς Σῆς νηδύος σωματούμενος, ἀνέσπερος ἥλιος, φωταγώγησον τὴν ψυχήν μου καὶ ῥῦσαί με, πάσης ἐπηρείας, κεχαριτωμένη καὶ κακώσεως.

 

ᾨδὴ γ'. Ὁ πλήξας ἐπ οὐδενός

Νομίμως ὡς Χριστοῦ, στρατιώτης ὁ Στέφανος, πρὸς τοὺς θεοκτόνους παραταξάμενος, τὸ ἀκαταγώνιστον αὐτοῦ, σθένος ἐνδεδυμένος, τῶν παρανόμων ἐθριάμβευσεν, ἅπασαν τὴν βλάσφημον αἵρεσιν.

Τῷ ζήλῳ τῆς Χριστοῦ, πυρωθεὶς ἀγαπήσεως, καὶ πρὸς τοὺς ἀγῶνας ἀποδυσάμενος, πίστεως καὶ Πνεύματος πλησθείς, θείου ὁ Πρωτομάρτυς, τῶν Ἁλιέων ἐβεβαίωσε, πᾶσι τὸ θεόκριτον κήρυγμα.

Ὡς κήρυξ τῆς κεκρυμμένης, ὄντως καὶ θείας ζωῆς, τῆς παρούσης ὥς περ ἐπιλαθόμενος, ἔργῳ διαδείκνυσι σαφῶς, πᾶσιν ὁ Πρωτομάρτυς, τροπαιοφόρον τὴν ἀλήθειαν, ἄριστα προκρίνας τὸν θάνατον.

Θεοτοκίον

Τοῦ βίου δι' ἡμᾶς, ὁ Δεσπότης τὸ σπήλαιον, ὑπεισῆλθε τρόπῳ συγκαταβάσεως, ὁ δὲ τῶν Μαρτύρων ἀρχηγός, Στέφανος τὴν σπιλάδα, τὴν ἀνθρωπίνην ὑπεξέρχεται, πόθῳ τοῦ Δεσπότου βαλλόμενος.

 

Ἕτερος. Ἐξήνθησεν ἡ ἔρημος ὡσεὶ κρίνον.

Οἰκῶν τὰ ἐπουράνια καὶ ταῖς θείαις, πάντοτε, φωοτχυσίαις ἔνδοξε, στεφανῖτα περιχεόμενος, τοὺς σὲ παρακαλοῦντας κατοικτείρησον.

Σαρκός μου τὰς κινήσεις καὶ τῆς καρδίας, πάνσοφε, τὰς ἐνθυμήσεις πράϋνον, τὰς ἀτόπους ταῖς σαῖς δεήσεσιν, εἰρηναίαν ζωήν μοι παρεχόμενος.

Λεόντων ψυχοφθόρων πικρῶν δαιμόνων, ῥῦσαί με, καὶ πονηρῶν ἀνθρώπων τε, ἐπιζητούντων κακοποιῆσαί με, ἀγαθέ μου προστάτα θεῖε Στέφανε.

Θεοτοκίον

Ὀχύρωσον τὸν νοῦν μου Θεοκυῆτορ, Δέσποια, ταῖς προσβολαῖς ἐκάστοτε, τῶν δαιμόνων περιτρεπόμενον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ

Ἀπόστολε Χριστοῦ, Διακόνων ὁ πρῶτος, Πρωτόαθλε σοφέ, τῶν Μαρτύρων ἀκρότης, ὁ κόσμου τὰ πέρατα, ἁγιάσας τοῖς ἄθλοις σου, καὶ τοῖς θαύμασι, ψυχὰς ἀνθρώπων λαμπρύνας, τους τιμῶντάς σε, ῥῦσαι παντοίων κινδύνων, πανεύφημε Στέφανε.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος γ. Τὴν ὡραιότητα

Θαῦμα παράδοξον, γέγονε σήμερον· ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι' ἡμᾶς, καθὼς αὐτὸς ἐπίσταται. Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν. Ποιμένες μέτ' Ἀγγέλων τε, ἐδοξολόγουν αὐτόν· μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν αὐτῷ. Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.

ᾨδὴ δ'. Τὴν θείαν ἐννοήσας σου κένωσιν

Κατήγορος κριτής τε καὶ ἄδικος, ὁ βροτοκτόνος καὶ πατήρ, τοῦ ψεύδους Στέφανε δείκνυται, ἀλλ' ἑαυτὸν ἀνατρέπει, τοὺς βρόχους καθ' ἑαυτοῦ τεκτηνάμενος.

Ὁ μέγας τῆς ἀθλήσεως πρόβολος, ἀντ᾽ οὐδενὸς τοῦ δυσμενοῦς, τυράννου κρίνας τὴν ἔφοδον, καταπαλαίει ἀνδρείως, ἐντέχνως ὑποβὰς τὸν ἀντίπαλον.

Ὡς πρῶτος τῶν Μαρτύρων ὁ Στέφανος, ὁδοποιήσας ἐν ἡμῖν, τοῦ Μαρτυρίου τὴν εἴσοδον, στεφανηφόρος χορεύει, τῷ στέφει τῶν Μαρτύρων στεφόμενος.

Θεοτοκίον

Ἐκλάμψας ἐκ Παρθένου ὡς Ἥλιος, συνανατέλλουσαν Χριστέ, ὡς Ἑωσφόρον τὴν ἔνδοξον, τοῦ Πρωτομάρτυρος μνήμην, τῇ σῇ καταγλαΐζεις φαιδρότητι.

 

Ἕτερος. Ἐλήλυθας.

Γενόμενος, ἀπαρχὴ τῶν Μαρτύρων καὶ πρόβολος, δυνάμεις καὶ τέρατα, Μάρτυς μεγάλα πεποίηκας· ὅθεν ἱκετεύω σε, πάσης κακίας με ῥῦσαι τοῦ ἀλάστορος.

Ὡς ἄμπελος, καρποφόρος ἐξήνθησας βότρυας, γλεῦκος ἀποστάζοντας, σωτηριῶδες μακάριε, μέθην ἐκκρουόμενος, πάσης ἀνάγκης καὶ πόνων ἐκλυτρούμενος.

Νενέκρωσαι, τοῖς τοῦ βίου μακάριε πάθεσι, καὶ θνήσκειν ἐπόθησας, διὰ τὴν πάντων ἀνάστασιν· ὅθεν ἱκετεύω σε, νενεκρωμένον με θλίψει ζωοποίησον.

Θεοτοκίον

Συνέλαβες, τὸν συνέχοντα πάντα πανάμωμε, καὶ τοῦτον ἐκύησας, θεοπρεπῶς ὡς ηὐδόκησε· τοῦτον οὖν ἱκέτευε, τῆς παρ’ Αὐτοῦ βοηθείας ἀξιῶσαί με.

 

ᾨδὴ ε'. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον

Ἔλαμψεν ὡς Ἄγγελος, ὁ Πρωτομάρτυς σου, τῶν οὐρανίων Χριστὲ ἁψίδων, γεγονὼς ὑπέρτερος, καὶ δόξης ἀῤῥήτου, ἐμφορηθεὶς Φιλάνθρωπε.

Ὡς ἀκαταγώνιστος, τοῦ Πρωτομάρτυρος, τοῦ θείου ζήλου ἡ παῤῥησία· καὶ γὰρ μέχρις αἵματος, πρὸς τοὺς θεοκτόνους, ἀνδρείως παρετάξατο,

Θεηγόρου στόματος, νιφάσιν ἔβαλε, τοὺς μιαιφόνους ὁ Πρωτομάρτυς, ὑπ' αὐτῶν ἀπείροις δέ, τῶν λίθων νιφάσιν, ὡς νικητὴς ἐστέφετο.

Θεοτοκίον

Τὸν ἐπιδημήσαντα, ἐξ ἄπειράνδρου Μητρός, ὁ Πρωτομάρτυς ἐν ἀκινήτῳ, τοῦ Πατρὸς Θεότητι, ἑστῶτα καὶ δόξῃ, ἐν οὐρανοῖς τεθέαται.

 

Ἕτερος. Μεσίτης Θεοῦ.

Οἰκῶν οὐρανούς, τοὺς ἐν γῇ αἰτοῦντάς σε περίσωζε, κινδύνων καὶ θλίψεων, καὶ ἁμαρτιῶν καὶ περιστάσεων, καὶ παντοίων σφαλμάτων, στεφανηφόρε Στέφανε.

Ἰσχὺν κατ’ ἐχθρῶν, βασιλεῖ θεόφρονι ἱκέτευε, δωρήσασθαι ἔνδοξε, τὸν παμβασιλέα καὶ Θεὸν ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ χάριν τοῖς τιμῶσί σε.

Ἀλόγῳ φρενί, τοῖς ἀλόγοις πάθεσιν ὑπέκυψα, καὶ ἄλογος γέγονα· Λόγε Θεοῦ οἴκτειρον καὶ σῶσόν με, τοῦ σοφοῦ σου πρωτάθλου, ἁγίαις παρακλήσεσιν.

Θεοτοκίον

Ῥομφαίᾳ δεινῇ, ἁμαρτίας Δέσποινα πληγεῖσάν μου, τὴν καρδίαν ἴασαι, φάρμακον δραστήριον ἐμβάλλουσα, τοῦ Υἱοῦ Σου τὸ αἷμα, τοῦ κόσμου καθαρτήριον.

ᾨδὴ ς'. Μαινομένην κλύδωνι ψυχοφθόρῳ

Ὁ κλεινὸς ταξίαρχος τῶν Μαρτύρων, Στέφανος πιστοί, τοὺς θεσμοὺς τῆς φύσεως τῇ χάριτι, ἐκβεβηκώς, τῇ θείᾳ δόξῃ αὐγάζεται.

Μιμητὴς πανάριστος χρηματίσας, Δέσποτα Χριστέ, τοῦ τιμίου πάθους σου ὁ Στέφανος, τοὺς φονευτάς, δι' εὐλογίας ἀμύνεται.

Μιαιφόνου πράξεως, ἀμετόχους, φύλαττε Χριστέ, καὶ τοῦ Πρωτομάρτυρος ἀξίωσον, τοὺς ὑμνητάς, τῆς κληρουχίας ὡς εὔσπλαγχνος.

Θεοτοκίον

Παγκοσμίου γέγονε σωτηρίας, Δέσποτα Χριστέ, ἀπαρχὴ ὁ τόκος σου, καὶ Μάρτυσι, θεοπρεποῦς, ὁμολογίας ὑπόθεσις.

 

Ἕτερος. Ἐν ἀβύσσῳ πταισμάτω κυκλούμενος.

Ταῖς νιφάσι τῶν λίθων χωννύμενος, ταύταις ὡς βαθμίσιν ἐπέβης καὶ κλίμακι, καὶ πρὸς Θεὸν ἀνέδραμες, ἀφθαρσίας στεφάνῳ κοσμούμενος.

Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, Στέφανε ἱμάτιον περιβαλλόμενος, τοῦ διαβόλου ἅπασαν, τὴν κακίαν εἰς τέλος ἐγύμνωσας.

Ῥυπωθεῖσαν ψυχήν μου τοῖς πάθεσιν, ὄμβροις ἀποκάθαρον τῶν σῶν δεήσεων, καὶ ἀσφαλῶς βιῶσαί με, τὸ λοιπὸν τῆς ζωῆς μου ἀξίωσον.

Θεοτοκίον

Ὡς τεκοῦσα Θεὸν ἀναλλοίωτον, πάθεσι καὶ θλίψεσιν ἀλλοιωθέντα με, καὶ ἀπογνώσει κείμενον, Παναγία Παρθένε ἀνόρθωσον.

 

Κοντάκιον. Ἦχος γ'. Αὐτόμελον

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Κοντάκιον τοῦ Πρωτομάρτυρος. Ἦχος γ'. Ἡ Παρθένος σήμερον

Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει, καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει· χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται, δι' αὐτὸν καὶ τελειοῦται, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.

Ὁ Οἶκος

Ὡς ἀστὴρ φαεινὸς σήμερον συνεξέλαμψε, τῇ Γεννήσει Χριστοῦ, ὁ Πρωτομάρτυς Στέφανος, ἀστράπτων καὶ φωτίζων τὰ πέρατα ἅπαντα, τῶν Ἰουδαίων μόνον ἠμαύρωσε τὴν πᾶσαν δυσσέβειαν, σοφίας λόγοις τούτους διελέγξας, ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ πείθων τούτους, τὸν γεννηθέντα ἐκ τῆς Παρθένου Ἰησοῦν, Υἱὸν αὐτόν εἶναι Θεοῦ, κατῄσχυνε τούτων τὴν ἀσεβῆ κακουργίαν, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.

 

Συναξάριον

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη Μνήμη τοῦ Ἁγίου Ἀρχιδιακόνου καὶ Πρωτομάρτυρος Στεφάνου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ὁ ὑπερυψούμενος

Ὡς ποικίλοις ἄνθεσι, καὶ ὡραίοις Στέφανε, τοῖς λίθοις κοσμούμενος, σαυτὸν προσενήνοχας, Χριστῷ τῷ Ζωοδότῃ, μελῳδῶν· Εὐλογητὸς εἶ.

Ὡς ἀκαταγώνιστος, ἡ τοῦ Σαύλου ἔνστασις, πορθοῦντος τὸ πρότερον, Χριστοῦ τοὺς θεράποντας, προσάγοντος δὲ ἔθνη, νῦν Χριστῷ εἰς τοὺς αἰῶνας.

Τοὺς ὀδόντας βρύχοντες, φονικῶς οἱ ἄνομοι, ὡς θῆρες ἁρπάσαντες, ἀνήρουν τὸν Στέφανον, ἐνθέως μελῳδοῦντα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἐπαρθεὶς τῷ Πνεύματι, τῷ ἁγίῳ Στέφανε, ἀῤῥήτως τεθέασαι, Υἱὸν σὺν Γεννήτορι, κραυγάζων τῇ Τριάδι· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Σοὶ τῷ ἀνατείλαντι, ἐκ Παρθένου θείας ἁγνῆς, προσήνεκται ἔμψυχος, ὡς Βασιλεῖ Στέφανος, ἐνθέως μελῳδῶν σοι· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ἕτερος. Ἀντίθεον πρόσταγμα.

Νοΐ καθαρεύοντι, ἐνατενίσας, Πατρὸς τὸ ἀπαύγασμα, τεθέασαι μακάριε, τοῦ θείου ἀγῶνός σου, κατασκηνούμενον, καὶ πρὸς σὲ καλούμενον φαιδρῶς, ὡς νικητήν σε, πρὸς τὰ οὐράνια.

Παθῶν ἐπικλύσεσι, βεβυθισμένος, καὶ βίου τῷ κλύδωνι, ἀεὶ περιδονούμενος, πανάγιε Στέφανε, τὴν σὴν βοήθειαν, καὶ τὴν προστασίαν σου θερμῶς, ἐπικαλοῦμαι· σῶσον τὸν δοῦλόν σου.

Λαμπτῆρα πολύφωτον, ἠγλαϊσμένον, πλουτήσας σε Στέφανε, τοῦ βίου τὰ προσκόμματα, δαιμόνων τὰ σκάνδαλα, καὶ πνηρεύματα, σκέπῃ τειχιζόμενος τῇ σῇ, μάκαρ παρέλθω, ἀνεπηρέαστος.

Θεοτοκίον

Ἐκ Σοῦ ἀνατέταλκεν, ἡ σωτηρία, ἐκ Σοῦ πεφανέρωται, ἡ πάντων ἀπολύτρωσις, Παρθένε πανάμωμε, θεοχαρίτωτε· ὅθεν ἱκετεύω Σε τῇ Σῇ, βεβαίᾳ σκέπῃ, ἀεί με φύλαττε.

 

 

 

 

 

 

 

ᾨδὴ η'. Σοὶ τῷ παντουργῷ

Δεῦτε νοητῶς, τῇ τοῦ Στεφάνου δόξῃ, λαμπόμενοι μέλψωμεν, τῷ σαρκωθέντι Θεῷ. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὤφθη σοι Χριστός, ἐν τῇ Πατρῴα δόξῃ, τῶν ἄθλων μηνύων σοι, σαφῶς τὰ ἔπαθλα· ὅθεν ἐβόας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σοὶ ὡς νικητῇ, τῆς παρανόμου πλάνης, ἀθλήσεως στέφανος, ἐπλάκη Στέφανε· ὅθεν ἐβόας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἔπλεξεν ἡμῖν, ὁ τοῦ Δεσπότου τόκος, χορείαν ἡ μνήμη τε, τοῦ Πρωτομάρτυρος· ὅθεν ἀπαύστως, τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

Θεοτοκίον

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα· Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Καταχωννύμενος ψυχήν, ὥσπερ λίθοις τῶν παθῶν ταῖς ἐπομβρίαις, ἐπὶ σὲ καταφεύγω, τὸν ἐπὶ πέτραν ζωῆς, τὰς βάσεις, ἀσάλευτον ἔχοντα· οἴκτειρόν με σῶσον, πρεσβείαις σου παμμάκαρ.

Ὡραιωθεὶς ταῖς καλλοναῖς, τῶν στιγμάτων σου σοφὲ ἀγγελικήν σε, τοῦ προσώπου τὴν θέαν, τοῖς καθορῶσι σαφῶς, ἐδήλους, τῆς ἔνδοθεν χάριτος, ᾗ Χριστὸς ἀξίως, ἐδόξασέ σε μάκαρ.

Σὲ τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸ τυθὲν ὑπὲρ αὐτοῦ καθικετεύω, ψυχοφθόρων με λύκων, ἐπιζητούντων ἀεί, λαβεῖν με, καὶ βρῶμα ποιήσασθαι, Στέφανε παμμάκαρ, ἐξάρπασον καὶ σῶσον.

Θεοτοκίον

Τὰ τῆς καρδίας μου ἁγνή, Θεοτόκε χαλεπῶν ἴασαι πάθη, καὶ ματαίωσον πάντας, τοὺς κατ’ ἐμοῦ ἐχθρωδῶς, Παρθένε, κινουμένους πάντοτε, ἵνα Σε δοξάζω, ἀεὶ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Ἡσαΐα χόρευε

Τῶν ἐπαίνων Στέφανε, ὑπερέβης ἅπαντα θεσμόν, καὶ φέρεις κατὰ παντός, λόγου ἀψευδῶς, σὺ τὰ νικητήρια· ἀδυνατεῖ, βρότειος γὰρ νοῦς, πλέξασθαι στέφανον, ἐγκωμίων σοι ἐπάξιον.

Ὢ τῆς μακαρίας σου, ἧς ἐφθέγξω, Στέφανε φωνῆς! Μὴ στήσῃς τοῖς φονευταῖς, Δέσποτα βοῶν, Χριστὲ τὸ ἀγνόημα· ἀλλ' ὡς Θεὸς καὶ Δημιουργός, δέξαι τὸ πνεῦμά μου, ὥσπερ θῦμα εὐωδέστατον.

Σύ των πόνων ἔπαθλον, ἀνεδήσω τὸ νικητικόν, ἐκ Παντοκρατορικῆς, στέφος δεξιᾶς, καὶ νῦν Παμμακάριστε, παρεστηκὼς τῷ Παμβασιλεῖ, δόξῃ καὶ χάριτι, τοὺς ἀνυμνοῦντάς σε περίσῳζε.

Θεοτοκίον

Χρονικῆς ὑπάρξεως, ἐκ Παρθένου, εἴληφεν ἀρχήν, σαρκὶ ὁ ἐκ τοῦ Πατρὸς ἄχρονος Υἱός· διὸ ἀναιρούμενος, ὁ μιμητής, Στέφανος Χριστοῦ, νῦν ἐκληρώσατο, ἀπαρχήν τῆς ἀϊδίου ζωῆς.

 

Ἕτερος. Ἀνάρχου γεννήτορος.

Ἐκ λάκκου με Κύριε, ταλαιπωρίας δέομαι, ψυχοφθόρων πταισμάτων, καὶ περιστάσεων, καὶ πολυσχιδοῦς ἁμαρτίας, καὶ χαλεπῶν, κινδύνων καὶ πόνων, Στέφανε ἀνάγαγε, ταῖς πρεσβείαις ὡς φιλάνθρωπος.

Φαιδρῶς αὐγαζόμενος, μαρμαρυγαῖς θεότητος, καὶ ταῖς ἄνω χορείαις, συνδιαιτώμενος, τοὺς ἐπὶ τῆς γῆς σε τιμῶντας, καὶ τῷ ναῷ, τῷ σῷ κληρωθέντες, καὶ παρακαλοῦντάς σε, πάσης βλάβης σῶζε Στέφανε.

Ὁλόκληρον Στέφανε, λαὸν καὶ πόλιν λύτρωσαι, χαλεπῶν καὶ κινδύνων, καὶ περιστάσεων, τῷ φιλευσεβεῖ βασιλεῖ δέ, τὴν κατ’ ἐχθρῶν, νίκην πολεμίων, παράσχου πρεσβείαις σου, θεοφόρε πανσεβάσμιε.

Θεοτοκίον

Συντήρησον Δέσποινα, ἐκ βλάβης τὰς ψυχὰς ἡμῶν, καὶ παντοίων σκανδάλων, τοῦ πολεμήτορος· βράβευσον ἡμῖν τὴν εἰρήνην, τὴν ὑπὲρ βοῦν, εἰρήνην τεκοῦσα, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Ἐξαποστειλάριον τοῦ Πρωτομάρτυρος. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς

Στέφανος σοι ὡς Βασιλεῖ, ἔμψυχος προσενήνεκται, νῦν τῆς σαρκὸς ἐκδημήσας, τῷ ἐνδημήσαντι σαρκί, Θεῷ τῷ παντοκράτορι, δι' ὃν καὶ τὸν ἀγῶνα, ἐνδόξως ἐτέλεσεν.

Ἐξαποστειλάριον  Ἑορτῆς, ὅμοιον.

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

 

Αἶνοι. Ἦχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Στέφανε, Μαρτύρων πρώταθλε, τῶν Διακόνων κρηπίς, Ἀποστόλων ἐκλόγιον, τοὺς λαμπρῶς τελοῦντάς σου, τὴν φωσφόρον πανήγυριν, φωτὶ ἀσβέστῳ, Μάρτυς καταύγασον, τῆς ἁμαρτίας, λύων σκοτόμαιναν, χάριν καὶ ἔλεος, χορηγεῖν τοῖς δούλοις σου καὶ πρὸς ζωήν, τὴν διαιωνίζουσαν, καθοδηγῶν σαῖς λιταῖς. (Δίς)

 

Στέφανον, χαρίτων σῇ κορυφῇ, Στέφανε Μάρτυς Χριστοῦ, ὁμωνύμως δεξάμενος, καὶ κλοιὸν ὡς χρύσιον, ἀρετὰς περιθέμενος, τῷ σῷ τραχήλῳ, σοφίας γέγονας, τῆς ὑπερσόφου κατοικητήριον· ἥνπερ ἐτίμησας, περιποιησάμενος φίλην σαὐτῷ· δι’ ἧς καὶ τετίμησαι, δόξῃ καὶ χάριτι.

 

 

Στέφανος, τῷ ὄντι τίμιος, τῷ Βασιλεῖ καὶ Θεῷ, προσηνέχθης Ἀπόστολε, τοῖς ἐκ λίθων στίγμασιν, λογικὸς καὶ πολύτιμος, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, κατεστεμμένος δόξῃ καὶ χάριτι, Στέφανε πάντιμε, τῶν Μαρτύρων πρώταθλε τὸ γλυκερόν, πρᾶγμά τε καὶ ὄνομα, μνήσθητι πάντων ὑμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄

Χαίροις ἐν Κυρίῳ στεφανηφόρε Στέφανε, ὁ μιμητὴς τοῦ Δεσπότου· διότι καὶ πρωτομάρτυς γέγονας, Χριστοῦ τοῦ Βασιλέως ἡμῶν, καὶ τὴν πλάνην τῶν ἀνόμων Ἰουδαίων κατήργησας. Πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Φύλαττε τοὺς δούλους σου ἀθλητά, Μάρτυς στεφανῖτα, τοὺς τιμῶντάς σε εὐλαβώς, ζάλης καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ὦ Στέφανε τρισμάκαρ, ταῖς ἱκεσίαις σου.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου