Δευτέρα 13 Απριλίου 2020

ΝΟΕΜΒΡΙΟΣ 7. ΑΓΙΟΙ ΤΡΙΑΚΟΝΤΑ ΤΡΕΙΣ ΜΑΡΤΥΡΕς ΜΕΛΙΤΗΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ Ζ΄.
ΤΡΙΑΚΟΝΤΑ ΤΡΕΙΣ ΜΑΡΤΥΡΕΣ ΕΝ ΜΕΛΙΤΗΝῌ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανάσιος ἱερομόναχος Σιμωνοπετρίτης)


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων, δευτεροῦντες αὐτά. Ἦχος δ'. Ὡς γενναῖον
Θεοσύλλεκτον σύνταγμα, ἱερώτατον στράτευμα, Ἐκκλησία ἔνθεος, δῆμος ἅγιος, φάλαγξ Μαρτύρων θεόπνευστος, ὡραία ὁμήγυρις, ἀῤῥαγὴς συνασπισμός, ἀληθῶς ἀνεδείχθητε, ἀξιάγαστοι, καὶ τῆς ἄνω πολῖται ἐπαξίως, μητροπόλεως ἐντεῦθεν, χρεωστικῶς μακαρίζεσθε.

Σὺν Νικάνδρῳ Ἡσύχιον, Ἀθανάσιον Μάμαντα, θεῖόν τε Βαράχιον καὶ Καλλίνικον, καὶ Θεαγένην καὶ Νίκωνα, Λογγῖνον Θεόδωρον, Οὐαλέριον ὁμοῦ, καὶ Ξανθίαν Θεόδουλον καὶ Καλλίμαχον, καὶ Εὐγένιον πάντες συνελθόντες, σὺν τῷ θείῳ Θεοδόχῳ, καὶ Ὀστρυχίῳ τιμήσωμεν.

Τὸν γενναῖον Ἱέρωνα, τὸν κλεινὸν Ἐπιφάνιον, Μαξιμιανὸν ὁμοῦ καὶ Δουλκίτιον, Κλαυδιανὸν καὶ Θεόφιλον, τὸν θεῖον Γιγάντιον, καὶ Δωρόθεον πιστῶς, καὶ Θεόδοτον μέλψωμεν, καὶ Καστρίκιον, καὶ Ἀνίκητον ἅμα Θεμελίῳ, Εὐτυχίῳ τε συμφώνως, τῆς ἀληθείας τοὺς Μάρτυρας.

Δόξα. Ἦχος πλ. α´.
Τῆς κατὰ σάρκα ἡλικίας τοῦ Κυρίου συναρίθμιοι ὄντες, οἱ πάνσεπτοι Τριάκοντα καὶ τρεῖς Μάρτυρες Μελιτηνῆς, τῶν φαινομένων τὴν ἕλξιν καταφρονήσαντες, καὶ τῶν εἰδώλων τὴν σκοτόμορφον πλάνην γενναίως ἀπελέγξαντες, μόνον Δεσπότην καὶ Θεὸν τὴν Παναγίαν Τριάδα ἀνεκηρύξατε. Ὅθεν ὡς θεῖοι ὁμολογηταὶ ἠξιώθητε τῆς δόξης τοῦ μαρτυρίου, γενόμενοι τῶν πιστῶν καύχημα χαρὰ καὶ καταφυγή. Οὓς ἀξιώσατε, τρισμακάριοι στρατιῶται, συγχωρήσεως ἁμαρτιῶν, καὶ τῆς συμμεθέξεως τοῦ ποθητοῦ Παραδείσου ὡς φιλάδελφοι.

Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουὴλ ἔμεινεν ἄφθορος. Ὁ Ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ Παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἧν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Τῷ πόθῳ πρὸς Θεόν τρωθέντες, καὶ τὴν τῶν μελλόντων ἐπιθυμίαν κτησάμενοι, ἑτέροις ὀφθαλμοῖς ἑωράκατε τῶν παρόντων τὴν κατάστασιν, καὶ γνόντες ὅτι σχῆμα ἅπας ὁ παρὼν βίος καὶ ἀπάτη, καὶ ὀνειρά των οὐδὲν διενήνοχε, τὴν ἀσάλευτον πατρίδα κληρονομῆσαι συνεφωνήσατε. Ὅθεν πᾶσαν βάσανον καρτερικῶς ὑπενεγκόντες, τὸν στέφανον εἰλήφατε τοῦ μαρτυρίου, καὶ πρεσβεύετε Mάρτυρες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὡς μέλιτος τρυφὴν ἐλογίσασθε, τῶν μαρτυρίων τὴν πληθύν, καὶ τῷ κέντρῳ τῆς ἀγάπης τοῦ Κυρίου βαλλόμενοι, ὡς τάχιστα ἠγωνίσασθε τρισμακάριοι Μάρτυρες, νίκην θεοστεφάνωτον ἀράμενοι κατὰ τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ πρεσβευταὶ ἀνεδείχθητε ἀκαταίσχυντοι, τῶν γεραιρόντων ἐκ πόθου, τὴν θείαν μνήμην ὑμῶν.

Ἦχος γ΄.
Τῇ ἐλπίδι τῶν μελλόντων ὑπεριδόντες τῶν παρόντων, καὶ τῇ προσδοκίᾳ τῶν μειζόνων ἔλαττον φροντίζοντες τούτων τῶν ἐν τῷ παρόντι βίῳ, ὡς ἐκδεχόμενοι·τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός, πρὸς μαρτύριον ἐσπεύσατε ταχυδρόμως, Ἅγιοι χριστόψυχοι. Καὶ ἀριστεύσαντες ἐν πᾶσι, κληρονόμοι γεγόνατε τῶν αἰωνίων ἀγαθῶν, ὧν καὶ ἡμᾶς μετόχους ἀναδείξατε, τὸν φιλάνθρωπον Δεσπότην ἱκετεύοντες.

Ἦχος δ΄.
Τὴν πλάνην τῶν εἰδώλων ὁμοφώνως ἐλέγξαντες, ὡς τέκνα φωτὸς παμμακάριστοι, τὸν ἐν Τριάδι μόνον Θεὸν ἐκηρύξατε, πολλῶν βασάνων μέτοχοι γεγονότες. Εἰδότες γάρ τὸ ὅσον ὁ ἔξωθεν ἄνθρωπος φθείρεται, ὁ ἔσω ἀνακαινοῦται, ὡς παίγνια καὶ οὐδὲν ἐλογίσασθε τῶν πόνων τὰς ἐπιβολάς. Ὅθεν τὸν ποθητὸν θάνατον μαρτυρικῶς εἰληφότες, εἰς τὴν ζωὴν τοῦ Χριστοῦ μετεβιβάσθητε χαίροντες, ἔνθα μὴ παύσητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν τῶν μελλόντων αἰώνων ἐν Χριστῷ ζωὴν ἐπιποθοῦντες, τὰς ἡδονὰς τῆς προσκαίρου γενναίως παρεβλέψατε, ἅγιοι Μάρτυρες. Διὸ ἐν καιρῷ τῷ ἐπελθόντι, σύμψυχοι ἐχωρήσατε πρὸς τὴν ἄθλησιν, ἀνταλλαξάμενοι διὰ τῶν παρερχομένων βασάνων, τὴν κληρονομίαν τῆς ἀφθάρτου Σιών. Ὅθεν ὡς φιλάδελφοι, πρεσβεύετε δεόμεθα ἀδιαλείπτως, ὅπως καὶ ἐν ἡμῖν ἐνεργῆται ζωηρῶς τὸ μυστήριον τοῦ Σταυροῦ, ἵνα ἐλέει τοῦ Σωτῆρος Ἰησοῦ, τοῦ Παραδείσου συμμετάσχωμεν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ζῇ καὶ ἐνεργεῖ ἐν ταῖς ψυχαῖς, τῶν ἐνδοξοτάτων Μαρτύρων ὁ στεφοδότης Χριστός, ᾯπερ ἠκολούθησαν δι’ ἑκουσίου σφαγῆς, καὶ ὡς πρόβατα ἄμωμα, ἐτύθησαν πάντες, Βασιλείαν ἄφθαρτον, ἐπιποθοῦντες θερμῶς. Ὅθεν, ἡδονῶν φαινομένων, δέλεαρ σοφῶς ἐκφυγόντες, μέτοχοι Δεσπότου ἀνεδείχθησαν.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Γόνοι ἐκλεκτοὶ Μελιτηνῆς, οἱ τῆς ἡλικίας Κυρίου, ὄντες ἰσάριθμοι, ζωηφόρον θάνατον, ἀντὶ ζωῆς τῆς φθαρτῆς, προτιμήσαντες Μάρτυρες, πρὸς ἆθλα γενναίως, ὁμοῦ ἐχωρήσατε, καὶ παιδευθέντες δεινῶς, στέφος τὸ ἀμάραντον δόξης, ᾔρασθε χερσὶ τοῦ Δεσπότου, Ὃν ὑπὲρ τὰ πάντα ἠγαπήσατε.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς αὐτοῦ ἐξανθήσει.
Ἔχων ὡς θεμέλιον στεῤῥόν, πίστιν ἀναστάσεως Μάρτυς, οὐκ ἐδειλίασας, σῶμα παραδοῦναί σου, ἀθλητικοῖς αἰκισμοῖς, ἵνα πόλιν τὴν ἄσειστον, Χριστοῦ βασιλείας, ἔνδοξε Θεμέλιε, ἐγκατοικήσῃς ἀεί· ἔνθα γεγονὼς μὴ ἐλλίπῃς, πάντοτε πρεσβεύειν Κυρίῳ, ὑπὲρ τῶν τιμώντων θείαν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ´.
Εὐαγγελίου πυρὶ πυρπολούμενοι, τῶν αἰκισμῶν τὰς βασάνους οὐκ ἐλογίσθητε, ἀλλ’ ὡς πρὸς γάμους ἀφθάρτους ἐσπεύσατε, Τριάκοντα καὶ τρεῖς ἔνδοξοι Μάρτυρες. Τὸ μέλι γὰρ τῆς τοῦ Δεσπότου ἀγάπης φαγόντες, ὡς σμῆνος χριστόκλητον, εἰς τὴν οὐράνιον Πόλιν ἐλλιμενίσθητε, ὡς ἄγκυραν ῥίψαντες, τὴν βεβαιότητα τῶν λόγων τοῦ Θεανθρώπου, Ὃν ἱκετεύσατε, δεόμεθα, τηρεῖν ἡμᾶς ἐν εἰρήνῃ, καὶ ἀξιώσῃ ἐν καιρῷ, τῆς σὺν ὑμῖν συστάσεως θεοστεφάνωτοι.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῶν Μαρτύρων. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι, συντεταγμένοι, δῆμος ὤφθητε, τροπαιοφόροι, Ἀθλοφόροι τοῦ Σωτῆρος πανθαύμαστοι· ὁμοφροσύνῃ γὰρ γνώμης ἑνούμενοι, μαρτυρικῶς τὸν ἐχθρὸν ἐτροπώσασθε. Ἀλλ' αἰτήσασθε Τριάδα τὴν Ὑπερούσιον, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Τριάκοντα καὶ τρεῖς, στρατιῶται Κυρίου, ἑνότητι ψυχῶν, πρὸς ἐχθρὸν τὸν ἀρχαῖον, γενναίως παρετάχθητε, καὶ τὴν πλάνην ἐλέγξαντες, τὴν ψυχώλεθρον, τῆς ἀσεβείας εἰδώλων, στέφος ἄφθαρτον, τῆς ποθητῆς Βασιλείας, δικαίως εἰλήφατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάζουσα βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, πανάχραντε Δέσποινα.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν Χριστὸν θεμέλιον, θεὶς τοῦ σοῦ βίου, καὶ αὐτοῦ θεότητα, πρὸ τῶν τυράννων νουνεχῶς, ἀνακηρύξας Θεμέλιε, τῷ μαρτυρίῳ, μεγάλως δεδόξασαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σὲ Κόρη πανύμνητε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν Ἱέρωνα ἔχοντες ἀρχηγόν, κατὰ πλάνης ὡπλίσθητε δυσσεβῶν, συμφώνως ἐλέγξαντες, τοὺς λατρεύοντας εἴδωλα, καὶ Χριστὸν Δεσπότην καὶ Πλάστην τῆς κτίσεως, διατόροις λόγοις, Θεὸν μόνον δείξαντες· πλήθει δὲ βασάνων, ἐμβληθέντες ἀσπλάγχνως, ἀνδρείως ὑπέστητε, τὴν ὀδύνην τρισόλβιοι, τοὺς πιστοὺς κατευφράναντες· διὸ ὡς παῤῥησίαν εὐχῶν, κεκτημένοι Κύριον πρεσβεύσατε, δωρηθῆναι πταισμάτων, πολλῶν ἡμῶν ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Οἱ Ἀναβαθμοί. Τὸ α΄, ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει.
Στίχ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου.
Εὐαγγέλιον, τὸ τοῦ Ὄρθρου τοῦ ἁγίου Γεωργίου.
Ὁ Ν΄.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τῆς οὐρανίου δόξης ποθηταί, καὶ τῆς ἀγάπης Κυρίου ἐργάται συνεπεῖς, ὁμόψυχοι ἐφάνητε ἐν τῷ καιρῷ τοῦ διωγμοῦ, μεγαλοφώνως κηρύξαντες θεότητα τοῦ σαρκωθέντος Δεσπότου. Ὅθεν πικροῖς ξεσμοῖς ἐν χαρᾷ ὑποβληθέντες, Μαρτύρων συμμέτοχοι γεγόνατε, τῆς Μελιτηνῆς οἱ ἔνδοξοι γόνοι, καὶ τῶν τιμώντων ὑμᾶς χριστωνύμων, ἐδείχθητε μεσῖται ταχεῖς καὶ ἀκαταίσχυντοι.

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς: Δόξα κροτείσθω Χριστὸς ἡ τῶν Μαρτύρων. Ποίημα Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοί
Δεῦτε πιστοί, ἅπαντες χεῖρας κροτήσωμεν, καὶ θεοφθόγγοις ᾄσμασι, πανηγυρίσωμεν, τῶν Μαρτύρων τοὺς ἄθλους, Χριστόν, δοξολογοῦντες, ὅτι δεδόξασται.
πλον ἡμῖν, θεῖον ἐδόθη καὶ καύχημα, τὸ τοῦ Σωτῆρος τρόπαιον, ἡ ἀκαθαίρετος, τοῦ Σταυροῦ πανοπλία, δι' ἧς οἱ νικηφόροι, στέφονται Μάρτυρες.
Ξίφος καὶ πῦρ, βόθρον σταυρόν τε καὶ θάνατον, τοῖς ἀοιδίμοις Μάρτυσιν, ἐπανετείνοντο, οἱ τοῦ θείου διῶκται, ζωὴν πρὸς τὴν ἀμείνω, τούτους ἐνάγοντες.
Θεοτοκίον
ρτον ζωῆς, τὸν ἐπουράνιον τέτοκας, σεσαρκωμένον πάναγνε, τὸν πρὶν ἀσώματον, ἐνυπόστατον Λόγον, Ὅν περ οἱ τῶν Μαρτύρων, δῆμοι δοξάζουσιν.

ᾨδὴ γ', τῶν Μαρτύρων. Ἐν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας
Καθεῖλον οἱ καλλίνικοι Ἀθλοφόροι, τῷ πάθει σου τῷ θείῳ δυναμωθέντες, τῆς πλάνης τὴν πολύθεον ἀθεΐαν· Οὐκ ἔστι κράζοντες, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
ανίσι θείου αἵματος καθαρθέντες, καὶ αἵμασιν οἰκείοις τελειωθέντες, θυσίαις οὐκ ἐχράνθητε Ἀθλοφόροι, δαιμόνων κράζοντες· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
λον σε κεκτημένοι οἱ Ἀθλοφόροι, ταῖς ἑαυτῶν καρδίαις εἰσοικισθέντα, τρανοῦντες τὴν εὐσέβειαν ἀνεβόων· Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Θεοτοκίον
Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, πρὸς πίστιν τῆς Θεότητος τοῦ τεχθέντος, τιμῶντές σε κραυγάζομεν τῷ Υἱῷ σου· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Κάθισμα τῶν Μαρτύρων. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἱέρων ὁ ἔνδοξος καὶ σὺν αὐτῷ ὁ χορός, Μαρτύρων ὁ ἔνθεος τῆς ἀθεΐας πυράν, τοῖς αἵμασι σβέσαντες, τὰς διαιωνιζούσας, ἀπολαύσεις κληροῦνται, καὶ τοὺς τῶν ἀσθενούντων, ἰατρεύουσι πόνους· Αὐτῶν Χριστὲ πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐλπὶς ἀκαταίσχυντε τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦτον σὺν τοῖς Ἁγίοις Θεοτόκε δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν τῶν πταισμάτων, καὶ ἅπασι πρὸ τοῦ τέλους, βίου διόρθωσιν.

ᾨδὴ δ', τῶν Μαρτύρων. Εἰσακήκοα Κύριε
μιμήσαντο Κύριε, οἱ Ἀθληταί, τὸ πάθος σου τὸ θεῖον, ἑαυτοὺς προθύμως δόντες εἰς θάνατον.
κετεύοντας Κύριε, τοὺς Ἀθλητάς, προσδέχου καὶ κινδύνων, καὶ πταισμάτων λύσιν ἡμῖν κατάπεμψον.
Σεσιώπηται Κύριε, δαιμόνων πλάνη· ὄντως γὰρ Θεόν σε, ἀληθῆ οἱ μάρτυρες ἀνεκήρυξαν.
Θεοτοκίον
Θεοτόκον σε σέβοντες, οἱ Ἀθληταί, Θεὸν σεσαρκωμένον, τὸν Υἱόν σου Δέσποινα καταγγέλλουσιν.


ᾨδὴ ε', τῶν Μαρτύρων. Ὁ τοῦ φωτὸς χορηγός
ραιοτάτην στολήν, πεφοινιγμένην εὐσεβῶς αἵματι, μαρτυρικῷ καὶ ἐξυφασμένην, τῇ χάριτι τῇ σῇ, Σοῦ οἱ Ἀθλοφόροι, Χριστὲ ἠμφιάσαντο.
Χάρις καὶ ἔλεος, τοῦ παντοκράτορος Θεοῦ στέφουσι, τοὺς Ἀθλητάς, πόθῳ καταλλήλως, τοῦ νέμοντος ἰσχύν, δι' ἧς νικηφόροι ἐδείχθησαν Μάρτυρες.
άβδον δυνάμεως, τοῖς Ἀθλοφόροις τὸν Σταυρὸν δέδωκας, καὶ τῶν ἐχθρῶν, κατακυριεύειν ἐποίησας αὐτούς· διό σου ὑμνοῦμεν, Χριστὲ τὴν θεότητα.
Θεοτοκίον
ερουργὸν ἐκ Δαυΐδ, καταγομένη τὸν Χριστὸν τέτοκας· ὅθεν Ἁγνή, τῆς ἱερωσύνης μετατιθεμένης, δικαίως καὶ νόμου μετάθεσις γίνεται.

ᾨδὴ ς', τῶν Μαρτύρων. Ἄβυσσος ἁμαρτημάτων
Σάλπιγγος ἦχος κροτείτω, πνευματικῆς ἐπαξίως, λογικῶν χειλέων καρδίας, ὕμνον ἐκπέμπουσα, καὶ μέλπουσα τῶν Μαρτύρων τοὺς ἄθλους.
Σήμερον ἡ οἰκουμένη, φαιδρύνεται ἐν τῇ μνήμῃ, τῶν σεπτῶν Χριστοῦ Ἀθλοφόρων, πίστει δοξάζουσα, τὸν τῇ χειρί, στεφανώσαντα τούτους.
Τέτρωται καταπληγεῖσα, τῶν δυσμενῶν ἡ καρδία· Χριστὸς γὰρ ἐντείνας τὸν Σταυρόν, ὡς τόξον ἀπέστειλε, τοὺς Μάρτυρας, βέλη ἠκονημένα.
Θεοτοκίον
ντως σε Θεοῦ Μητέρα, οἱ Ἀθλοφόροι εἰδότες, τὸν σεσαρκωμένον Θεόν, τῷ κόσμῳ ἐκήρυξαν, εἰς θάνατον, τὰς ψυχὰς προδιδόντες.

Κοντάκιον τῶν Μαρτύρων. Ἦχος δ'. Ὁ ὑψωθείς
Χορὸς Μαρτύρων τηλαυγὴς καὶ φωσφόρος, ἐξανατείλας νοητῶς κατεφαίδρυνε, τὴν Ἐκκλησίαν σήμερον θαυμάτων βολαῖς· ὅθεν ἑορτάζοντες, τὴν σεπτὴν αὐτῶν μνήμην, αἰτοῦμέν σε Σωτὴρ ἡμῶν· Ταῖς αὐτῶν ἱκεσίαις, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ἐλεήμων, Θεὸς καὶ φιλάνθρωπος.
Ὁ Οἶκος.
Τὸν σαρκωθέντα δι’ ἡμᾶς Υἱὸν Θεοῦ καὶ Λόγον, ἐξ ὅσης δύναμις ὑμῖν πιστεύσαντες ἐνθέρμως, ἐδείξατε τὸ γνήσιον τῆς πρὸς Αὐτὸν ἀγάπης, μαρτυρικῶς μακάριοι ἀθλήσαντες, Τριάκοντα καὶ τρεῖς Μελιτηνῆς φωστῆρες. Μηδὲν γὰρ τῶν παρόντων προτιμήσαντες, ὡς δίκαιον βραβεῖον, τῆς ἄνω Πόλεως κληρονόμοι γεγόνατε, ἔνθα τῶν ποθουμένων καὶ ἀφθάρτων ἀπολαύοντες, πρεσβεύσατε τῷ ἀθανάτῳ Δεσπότῃ, ὅπως συγχωρῶν τὰ ἁμαρτήματα, χαρίσηται καὶ ἡμῖν τὸν Παράδεισον, ὡς ἐλεήμων Θεὸς καὶ φιλάνθρωπος.



Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Μαρτύρων τῶν ἐν Μελιτινῇ, Ἱέρωνος καὶ τῶν λοιπῶν.
Ὢ πῶς, Ἱέρων οὐδὲν ἐξ εὐτολμίας
ἄτολμον εἶδεν, οὐδ' ἀγενὲς πρὸς ξίφος!
Διὰ ξίφους ἀνεῖλον ἄνδρας τρὶς δέκα,
ἄνδρες πονηροί, καὶ μίαν ξυνωρίδα.
Ουδ' ἔλαθ' ἑβδομάτῃ Ἱέρων ξίφει αὐχένα τμηθείς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λαζάρου, τοῦ ἐν τῷ Γαλησίῳ ὄρει.
Ἑτοίμασον τὸν κόλπον, Ἀβραὰμ Πάτερ,
οὐχ ὑστεροῦντι Λαζάρῳ σοῦ Λαζάρου.
Ἑβδομάτῃ Λάζαρον ἆγον νόες ἄστυ θεοῖο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μελασίππου, Κασίνης, Ἀντωνίου καὶ Τεσσαράκοντα Παίδων.
Οὐ σάρκες ἦσαν, ἀλλ' ἄσαρκός τις φύσις.
ὁ Μελάσιππος πρὸς ξέσεις καὶ Κασίνη.
Στὰς Ἀντώνιε, τὴν τομὴν χαίρων δέχου,
καὶ δέξεταί σε τῆς χαρᾶς θεῖος τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Αὔκτου, Ταυρίωνος, καὶ Θεσσαλονίκης.
Ἐφεῦρον Αὖκτος, Ταυρίων εὐκτὸν τέλος,
ξίφει τμηθέντες, οἷα ταῦροι Κυρίου.
Φυγὴν κατακριθεῖσα πατρῴου πέδου,
πέδον χλόης ᾤκησε Θεσσαλονίκη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Ἐκ γῆς καλοῦσιν Ἀθηνόδωρον Νόες,
πρὸς τὰς νοητὰς δωρεὰς τοῦ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος ὁ ἐκ Θεσσαλονίκης, ξίφει τελειοῦται.
Τῆς Θετταλῶν γῆς Ἀλέξανδρος φὺς κλάδος,
ἀθλήσεως ἥπλωσεν ἐκτμηθεὶς κλάδους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἄγιοι Μάρτυρες Ματρωνιανὸς καὶ Ἀντώνιος, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἀδελφοῦ Γρηγορίου τοῦ θαυματουργοῦ.
Tῷ θαυματουργοῦ συγγόνω Γρηγορίῳ,
ἐπωνύμως ζήσαντι διπλοῦν τὸ κλέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βιλλιβρόρδου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμβροσίου τοῦ ἐν Κύπρῳ.
Ἀμβροσίαν τρυγᾷς νῦν ἐν πόλῳ θείας,
Ἀμβρόσιε, Κύπρου Ἀσκητῶν σεμνότης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', τῶν Μαρτύρων. Εἰκόνος χρυσῆς
Σαρκῶν Δανιήλ, οὐ κατίσχυσαν ποτὲ λεόντων χάσματα, ἀλλ' οὐδὲ θάνατος τῶν Μαρτύρων σου· ἐν τῇ χειρί σου γὰρ Κύριε, ζῶσιν αἱ ψυχαὶ τῶν δικαίων, καὶ ἀνακράζουσι χαίρουσαι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
φλὸξ τοῖς τρισίν, ἐδροσίζετο Παισὶν ἐν Βαβυλῶνι ποτέ, τοῖς Ἀθλοφόροις δὲ ἡ πολύθεος, κατεμαραίνετο κάμινος· ὅθεν τὴν ἀπάτην ὁρῶντες, τεφρουμένην ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῷ πόθῳ Χριστέ, ἐκκαιόμενοι τῷ σῷ οἱ Ἀθλοφόροι σου, ὥσπερ ἀνάλγητον περικείμενοι, τὸ τῆς σαρκὸς περιβόλαιον, βασάνων πικρῶν κατεφρόνουν, σοὶ ἐντρυφῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς εὔπλοκος ὤν, καὶ ὡραῖος ὁ χορὸς τῶν Ἀθλοφόρων σου, ἡ πολυπόθητος καὶ θεόκλητος, τῶν ἐκλεκτῶν σου ὁμήγυρις, Πνεύματι τῷ σῷ κροτουμένη, ἐν ῥυθμῷ ἀνακρούεται· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νικᾶται ἐν σοί, πάσης φύσεως θεσμὸς καὶ ἐγκωμίων, μόνη Παρθένε ἀπειρόγαμε· σὺ γὰρ ἀσπόρως συνέλαβες, καὶ τίκτεις ἀφθόρως τὸν Λόγον, τοῦ Πατρὸς τὸν ἀΐδιον· ὃν ἀνυμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.

ᾨδὴ η', τῶν Μαρτύρων. Τὸν ἀῤῥήτῳ σοφίᾳ
Μεμηνότων τυράννων, τὴν δυσκάθεκτον ὁρμὴν καταβαλόντες, οἱ Ἀθλοφόροι μελῳδοῦντες, διαπρυσίως ἐβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
νανήψατε πλάνοι, καὶ ἐπίγνωτε τὸν Θεὸν τὸν ὄντα, πρὸς τοὺς τυράννους οἱ Ἀθληταί, μελῳδοῦντες ἐβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
ητορεύειν μηδόλως, μελετήσαντες οἱ Χριστοῦ Ἀθλοφόροι, Πνεύματος θείου ἐμπλησθέντες φαιδρῶς ἀνεβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Τὸν ἐκ Πατρὸς προελθόντα, προαιώνιον καὶ ἄναρχον Θεὸν Λόγον, καὶ ἐπ' ἐσχάτων ἀνατείλαντα ἐκ τῆς Παρθένου, εὐλογεῖτε ἀπαύστως τὰ ἔργα τὸν Κύριον.

ᾨδὴ θ', τῶν Μαρτύρων. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
λομανήσασαν πάλαι, τῶν εἰδώλων τὴν πλάνην, Χριστὲ ἐν ταῖς καρδίαις τῶν βροτῶν, σὺ τῷ πυρὶ τῆς θεότητος καταφλέξας Μαρτύρων, τῆς εὐσεβείας ἤθροισας χορούς, ἐπαξίως σε ὕμνοις, ἀπαύστως μεγαλύνοντας.
ευστὴν οἱ Μάρτυρες δόξαν, καὶ τὸν ἄστατον πλοῦτον, Χριστὲ καταλιπόντες ἐπὶ γῆς, σὲ τὸ τῆς δόξης ἀπαύγασμα, ἀναφαίρετον πλοῦτον, εὗρον τῶν αἰωνίων ἀγαθῶν, ἐπαξίως σε ὕμνοις, ἀπαύστως μεγαλύνοντες.
ς ἐλευθέρα ἡ φύσις, τῶν ἀνθρώπων ἡ πάλαι, τῆς πλάνης ὑποκύψασα ζυγῷ, σοῦ τῇ σαρκώσει γεγένηται, τοῦ τῶν ὅλων Δεσπότου, ὃν ἐπιγνοῦσα κήρυκας τοὺς νῦν, τῆς ἡμῶν σωτηρίας, τοὺς Μάρτυρας προβάλλεται.
Θεοτοκίον
Νύμφη καὶ Μήτηρ Παρθένε, σὺν Ἀγγέλων χορείαις, τὸν σὸν Υἱὸν ἱκέτευσον ἁγνή, πάντων ἡ μόνη ἐλπὶς τῶν πιστῶν, τὴν εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, βραβεῦσαι τοῖς ὑμνοῦσί σε.


Ἐξαποστειλάριον τῶν Μαρτύρων. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Τῷ θρόνῳ παριστάμενοι, Χριστοῦ τοῦ πανοικτίρμονος, τρεῖς καὶ τριάκοντα πύργοι, τῆς ἀῤῥαγοῦς Ἐκκλησίας, ἡμῶν πρεσβείαις Ἅγιοι, φρουρεῖτε κόσμον ἅπαντα, καὶ τοὺς ὑμᾶς γεραίροντας, καὶ τὴν ὑμῶν Ἀθλοφόροι, τελοῦντας πάμφωτον μνήμην.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων ταγμάτων, σύσκηνοι ὤφθητε, Μελιτηνὴν λιπόντες, κατὰ σάρκα πατρίδα, διὰ τοῦ μαρτυρίου, ὑπὲρ Χριστοῦ, ὄντες τρεῖς καὶ τριάκοντα, καταστεφθέντες ὡς δίκαιον ἀθληταῖς, ἀμαράντῳ στέφει ἅπαντες.

Καταφρονήσαντες πάντα, ἡδέα βίου σοφῶς, τῇ πίστει τῶν μενόντων, σύμψυχοι πρὸς ἀγῶνας, ἐῤῥίφθητε τὴν πλάνην τῶν δυσσεβῶν, ἀπελέγξαντες Ἅγιοι, καὶ Θεανθρώπου Κυρίου πίστιν ὀρθήν, διατόρως ἐκηρύξατε.

Τῶν φαινομένων πικρίαν, ἀνταλλαξάμενοι, διὰ τοῦ μαρτυρίου, νῦν τρυφᾶτε ἀλήκτως, τοῦ μέλιτος τῆς δόξης ἐν οὐρανοῖς, καθορῶντες τὸν Κύριον, δι’ Οὗ ἀγάπην ἠρνήθητε ἀνδρικῶς, ἀσεβῶν τὰ δελεάσματα.
Ὡς ἱερὸς ποδηγέτης, μάκαρ Ἱέρων ὀφθείς, τριάκοντα καὶ δύο, συμπολίτας πρὸς δόξαν, τοῦ θείου μαρτυρίου συναθλητάς, ἔσχες μεθ’ ὧν Θεμέλιον, καὶ τῇ ἐκχύσει τοῦ αἵματος τὴν Σιών, τὴν ἀσάλευτον ᾠκήσατε.

Δόξα. Ἦχος πλ. β´.
Τὴν τοῦ σταυροῦ ζηλώσαντες μαρτυρικὴν ὁδόν, τῶν φαινομένων τοῦ κόσμου τερπνῶν καὶ ἡδονῶν, ἀρνηθέντες τὴν ἀπόλαυσιν, ἀθλητικῶς τὸν δρόμον ἐτελέσατε, Μελιτηνῆς οἱ θεόφρονες Μάρτυρες. Ὅθεν πολλὴν παῤῥησίαν ἐν εὐχαῖς κεκτημένοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν δεόμεθα, ὅπως γνησίως ἀγαπήσωμεν, τὸν ὑπερλόγως ἀγαπήσαντα ἡμᾶς Σωτῆρα Ἰησοῦν καὶ Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀθλοφόρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη.

Μεγαλυνάριον
Χαίροις οὐρανία παρεμβολή, Μάρτυρες Κυρίου, οἱ τριάκοντα πρὸς τρισίν, οἱ τὰς μυριάδας, ἐχθρῶν τῶν νοουμένων, ἀθλήσεως τοῖς ὅπλοις, καταπαλαίσαντες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου