ΜΑΡΤΙΟΣ ΙΓ΄.
ΜΑΡΙΟΣ ΣΕΒΑΣΤΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ἱεράρχης
πανάριστος, τοῦ Χριστοῦ ἀναδέδειξαι, καὶ ποιμὴν θεόσοφος, θείᾳ χάριτι, ἀνακηρύξας
τρανότατα, συνόδου ἐνώπιον, ἐν Νικαίᾳ πατρικῶς, τῷ Πατρὶ ὁμοούσιον, καὶ τῷ
Πνεύματι, πρὸ αἰώνων ὑπάρχοντα τὸν Λόγον, Ὃν ἱκέτευε παμμάκαρ, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων
σε.
Σαμαρείτας
ἐποίμανας, ἱερώτατε Μάριε, καὶ Χριστοῦ τοῖς νάμασιν κατεπότισας, τοῦτον
δοξάζειν ἰσότιμον, Πατρὶ καὶ τῷ Πνεύματι, ὡς γραφαὶ αἱ θεϊκαί, σαφηνείᾳ
διδάσκουσι παρεκίνησας· διὸ πάτερ ἱκέτευε δοθῆναι, καὶ ἡμῖν τοῖς σὲ τιμῶσιν, ἁμαρτημάτων
συγχώρησιν.
Τῇ
Παρθένῳ συνώνυμος, ἐξ ἧς Λόγος γεγέννηται, ἱεράρχα πέφυκας, πλήρης χάριτος· διὸ
σαρκώσεως μέγιστον, μυστήριον Μάριε, ἐκδιδάσκων τοῖς πιστοῖς, ἀνεδείχθης ὑπέρμαχος,
Λόγον ἄναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ θείῳ, ὁμοούσιον κηρύττων, ὡς οὐρανόθεν
ἐμάθομεν.
Δόξα.
῏Ηχος β΄.
Τῶν
εἰδωλικῶν σεβασμάτων τὴν πλάνην, τῆς Σαμαρείας ἐκκριζώσας διδασκαλίᾳ σου θείᾳ, καὶ
τὴν τοῦ Δεσπότου θεότητα, ἀνακηρύξας μετὰ τῶν Πατέρων ἐν Νικαίᾳ συνοδικῶς, τὴν
ποίμνην σου Μάριε ἱεράρχα, ὡδήγησας πρὸς θεογνωσίας λειμῶνας, καὶ τῷ Κυρίῳ
συνάψας ἀδιαστάτως, πρεσβεύεις ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἀνυμνούντων σε ἀξιομακάριστε.
Ἐὰν
γίνῃ μεγάλη εἴσοδος, Καὶ νῦν, λέγε τὸ Θεοτοκίον τοῦ β΄ ἤχου·
Παρῆλθεν ἡ σκιά. Ἄλλως ἓν ἐκ τῆς σειρᾶς τοῦ β΄ ἤχου τῆς Ὀκτωήχου.
Εἰ
δὲ βούλει εἰπεῖν καὶ ἀναγνώσματα, λέγε τὰ τοῦ ἁγίου Νικολάου (τὰ ἱεραρχικά τῆς
6ης Δεκεμβρίου)· ἐὰν ὅμως ἡ ἑορτὴ συμπέσῃ τῇ Μ. Τεσσαρακοστῇ, εἰπὲ τὰ τῆς ἡμέρας
τοῦ Τριῳδίου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελον. ῏Ηχος α΄.
Τὸν ἐκ
τῆς Παρθένου Μαρίας γεννηθέντα Χριστόν, ἐπιγνοὺς εἶναι τὸν πρὸ αἰώνιον Λόγον τοῦ
Πατρός, καὶ σύνεδρον τοῦ ὁμοουσίου Πνεύματος, ὅλῃ ψυχῇ καὶ διανοίᾳ ἠκολούθησας
πάτερ Μάριε· διὸ καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἀξιωθείς, ἐθεολόγησας ὀρθοδόξως τὸ
μυστήριον τῆς Ἁγίας Τριάδος, ἣν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος
β΄.
Παρὰ
Κυρίου προκριθεὶς πάτερ Μάριε, εἰς ἐπιστασίαν πνευματικὴν τῆς Σεβαστείας, γέγονας
πόλις ἐπ᾿ ὄρους κειμένη καὶ λύχνος φαίνων πᾶσιν. Ὅθεν τὰ πρόβατά σου ὀρθοδόξως
διαποιμάνας, ζειδώροις ρεύμασιν ταῦτα ἐπότισας· ἡ δὲ ποίμνη σου αὐξηθεῖσα
καλλικάρπως ἐν Πνεύματι, νῦν ὡς καθεύδουσα φαίνεται ἐκ τοῦ πλοχμοῦ τῆς ἀσεβείας,
καὶ αἰτεῖται ἐκ πόθου τὰς πρὸς Θεὸν πρεσβείας σου, ὅπως ἀναστᾶσα μεγαλύνῃ αὖθις
σὺν ἡμῖν τὴν μνήμην σου.
Δόξα.
῏Ηχος πλ.α΄.
Δεῦτε
εὐσεβείας οἱ ἔνθεοι ἐρασταί, δεῦτε συγκροτήσωμεν
πανήγυριν εὐφρόσυνον, ἐπὶ τῇ μνήμῃ τοῦ θεοφόρου ἱεράρχου Μαρίου καὶ ἀρχιερέως
θεοσόφου τῆς Σεβαστείας· οὗτος γὰρ τῆς Τριαδικῆς θεολογίας ἐδείχθη ὑπέρμαχος, καὶ
συγκάθεδρος ἐγένετο τῶν ἁγίων Πατέρων, τῶν ἐν
Νικαίᾳ καθελόντων συνοδικῶς τὴν ἀθεότητα Ἀρείου. Καὶ
νῦν Κυρίῳ παριστάμενος ἐν παῤῥησίᾳ, αἰτεῖται
πᾶσιν ἡμῖν εἰρήνην ἄσειστον καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε...
ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ προσόμοια. ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Σέβας
μαρτυρῶν τὸ πατρικόν, κατὰ τὴν θεόθεν δοθεῖσαν ἀνθρώποις Μάριε, πίστιν ἀναδέδειξαι,
τῆς Σεβαστείας ποιμήν, καὶ ἐφώτισας λόγοις σου, ψυχὰς θεοπλάστους, δι᾿ ἃς αἷμα
δέδωκεν, κόσμου παντὸς Λυτρωτής· ὅθεν ταῖς σεπταῖς σου πρεσβείαις, τοῦτον
καθικέτευε ὅπως, δῷ ἡμῖν πταισμάτων τὴν συγχώρησιν.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ὅτε ὁμοούσιον
Υἱοῦ, Μάριε σφοδρῶς μανιώδης Ἄρειος ἔβαλε, τότε ἀνεκήρυξας, τοῦτο τρανότατα, καὶ
Χριστὸν ὡμολόγησας, συνάναρχον ὄντα, τῷ Πατρὶ καὶ Πνεύματι πρὸ τοῦ αἰῶνος
παντός· ὅθεν ἀληθείας ἐφάνης, μέγιστος ὑπέρμαχος πάτερ, καὶ τῆς Ἐκκλησίας
στύλος ἄσειστος.
Στίχ.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην...
Πόμα
ἀθανάτου πλησμονῆς, Μάριε ἐπότισας ποίμνην ὥσπερ ποιμὴν ἀληθής, καὶ οὐχὶ ἐκ
φρέατος τοῦ Ἰακὼβ ἐν Συχάρ, στερεὰν δὲ μετέδωκας, τροφὴν τῶν δογμάτων, εἰς
Κυρίου αὔξησιν ἐν ταῖς ψυχαῖς τῶν πιστῶν· ὅθεν καθικέτευε πάτερ, τὸν Θεοῦ Υἱόν
τε καὶ Λόγον, δοῦναι ἡμῖν γνῶσιν τὴν σωτήριον.
Δόξα.
῏Ηχος δ΄.
Τῆς ἀρχιεραρχίας
τὴν χλαῖναν θεοπρεπῶς ἐπενδυθείς, καὶ τὴν ποιμαντορικὴν ράβδον ἐπαξίως ἐγχειρισθείς,
Μάριε τρισόλβιε, καθωδήγησας τὴν ποίμνην Σεβαστείας,εἰς σωτηρίας τοὺς λειμῶνας·
τῆς δὲ θεότητος τοῦ Λόγου πάσῃ δυνάμει ὑπεραμυνθείς, συγκάθεδρος καὶ σύμφρων ἐγένου
τῶν ἐν Νικαίᾳ Πατέρων, μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον.
῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν
θεοχάριστος τῇ Σεβαστείᾳ δοθείς, Χριστοῦ
ὁμοούσιον πάσῃ δυνάμει σοφέ, ἐκήρυξας Μάριε· ὅθεν
περιεβλήθης, ἁγιότητος χάριν, καὶ τῆς ἐπουρανίου, εὐφροσύνης
μετέχεις, ἐν ᾗ μὴ διαλίπῃς ἡμῖν, πάντοτε
εὔχεσθαι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ἐν
τόπῳ οὗ Χριστός, σαρκικῶς διεξῆλθε, καθίσας ὡς θνητός, καὶ ἐν φρέατι ὕδωρ, ᾐτήσατο
ὁ Εὔσπλαγχνος, σὺ ἐποίμανας Μάριε· καὶ ὡδήγησας, τὴν τοῦ Χριστοῦ ἐκλογάδα, εἰς
σωτήριον, νομὴν σοφοῖς φθέγμασί σου, ποιμὴν θεοχάριστε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὁδήγησον
ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον,
παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπηλπισμένων ἀνθρώπων,
Θεοῦ ἐνδιαίτημα.
Ἐὰν
ἐπιτρέπῃ τὸ τυπικὸν τῆς ἡμέρας, ψάλλονται οἱ ἀναβαθμοί
Προκείμενον·
Οἱ ἱερεῖς σου, Κύριε...
Στίχος·
Τὸ στόμα μου λαλήσει
σοφίαν...
Εὐαγγέλιον
δὲ λέγεται τὸ εἰς ἱεράρχας (βλ.τὸ ἐν τῷ ὄρθρῳ τοῦ ἁγ. Χρυσοστόμου,
ιγ΄Νοεμβρίου).
Ὁ Ν΄,
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Στιχηρὸν
ἰδιόμελον. ῏Ηχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Τῆς ἀληθείας
τὸν ὑπέρμαχον προστάτην καὶ ὀρθοδόξου πίστεως τὸν ἔνθεον ἱεράρχην, Μάριον τὸν
καλὸν ποιμένα Σεβαστείας, φιλοθέως εὐφημήσωμεν, κραυγάζοντες πρὸς αὐτόν· τήρησον
πάτερ ἡμᾶς ἀσαλεύτους, ἐν τῇ ἀγάπῃ τοῦ Σωτῆρος Χριστοῦ.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μάριον ὑμνῶ, καλὸν ποιμένα Σεβαστείας. Ἀ(θανάσιος)
ᾨδὴ
α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μνησθείης
μου Μάριε, τολμῶντος ᾆσαί σε ᾄσμασι, καὶ δῴης τοῦ Πνεύματος, χάριν πρεσβείαις
σου, ὅπως πλέξω σοι, ἐγκώμιον ἐκ λόγων, πρὸς δόξαν δοξάσαντος, βίον σου ἔνδοξον.
Ἀρχὴν
ἔχων Μάριε, σοφίας φόβον Κυρίου σου, ὡς δοῦλος ἐδούλευσας τούτῳ καὶ εἴληφας, ὡς
ἀντίδοσιν, σοφίαν οὐρανόθεν, δι᾿ ἧς πεπολίτευσαι, ἄνερ φιλόσοφε.
Ῥημάτων
ἐνέργειαν, θείων Γραφῶν ἐπιστάμενος, τὴν χεῖρα ἐπέθηκας, ἐπὶ τὸ ἄροτρον, καὶ ἐνέωσας,
ψυχῆς ἄρουραν πάτερ, ἐξ ἧς κατεθέρισας, καρποὺς τοῦ Πνεύματος.
Θεοτοκίον
Ἰδού
σοι προσπίπτομεν, οἱ σὲ πιστεύοντες Δέσποινα, ὡς Λόγου γεννήτριαν, καὶ
Θεομήτρα, ἐξαιτούμενοι, πταισμάτων πάντων λύσιν, καὶ τὴν μεσιτείαν σου, ἐν ὥρᾳ
κρίσεως.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Οὐράνωσας
πάτερ σὴν καρδίαν, ἐν ταύτῃ τιθεὶς τὸν ᾿Ιησοῦν, τὸν κτίστην πάσης κτίσεως, καὶ
γέγονας τῆς χάριτος, εὔηχος σάλπιγξ Μάριε, κηρύττων λόγον σωτήριον.
Νοὸς ὀπτικὸν
ἀποκαθάρας, νηστείᾳ μελέτῃ προσευχῇ, τοῦ βίου ἔγνως ἄστατον, καὶ Βασιλείας
μόνιμον, διὸ αὐτὴν ἐπόθησας, ἣν καὶ ταῖς πράξεσιν εὕρηκας.
Ὑψώσας
ψυχῆς σου τὰς δυνάμεις, Χριστοῦ εἰς ἀγάπησιν σοφῶς, Μάριε οἶκος γέγονας, τῆς
θείας ἀγαπήσεως, διὸ καὶ πᾶσιν ἔλεγες· δεῦτε Χριστὸν ἀγαπήσατε.
Θεοτοκίον
Μὴ
λίπῃς ἡμᾶς μόνους Κυρία, ἐν ὥρα θανάτου τῇ φρικτῇ, ἀλλὰ καλῶς παράστηθι, καὶ τῷ
Χριστῷ μεσίτευσον, ὅπως πταισμάτων ἄφεσιν, δῷ τοῖς ἀεί σε γεραίρουσι.
Κάθισμα.
῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Σαμαρείας
ἐδείχθης ποιμὴν θεόσοφος, Θεὸν Λόγον κηρύξας Πατρὶ ὁμότιμον, καὶ ὡς ἄγγελος Αὐτῷ
ἐλειτούργησας, διὸ εἴληφας μισθόν, Βασιλείαν οὐρανῶν, ἐν ἦ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ
τῶν πίστει τιμώντων, Μάριε πάτερ τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἡ
θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ
σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱόν σου καὶ Θεόν, ἱκέτευε
σὺν ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Νίκην
κατορθώσας πάτερ τριπλῆν, σάρκα, κόσμου πλάνην καὶ δαίμονας, κατανικήσας, στέφος
εἴληφας λαμπρόν, παρὰ Κυρίου Μάριε, στέφοντος τοὺς πύκτας τοῦ Πνεύματος.
Ὥρα ὡσεὶ
ἕκτη τὰ πάλαι ἦν, ἐν ᾗ ὁ Χριστὸς ἐπεκάθισεν, ἐπὶ τὸ φρέαρ, τῆς Συχὲμ ὕδωρ ζητῶν,
ὅτε τὴν Σαμαρείτιδα, Μάριε εἰς πίστιν ἐφείλκυσε.
Κήρυκα
τῆς πίστεως τοῦ Χριστοῦ, γνοὺς τὴν Φωτεινὴν Σαμαρείτιδα, κήρυξ ἐγένου, ὡς πιστὸς
ἀρχιερεύς, τοῖς Σαμαρείταις Μάριε, ταύτην ἔχων θεῖον ὑπόδειγμα.
Θεοτοκίον
Ἄνοιξον
τὴν πύλην Μῆτερ Ἁγνή, σωτηρίας πᾶσι πιστεύουσι, Μονογενῆ σου, ὡς Υἱὸν ἀληθινόν,
Πατρὸς καὶ θείου Πνεύματος, σύνθρονον καὶ ὄντως ὁμότιμον.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Λαοῦ
προϊστάμενος, ἐδείχθης πάτερ Μάριε, ψήφῳ τοῦ καλοῦ Ἀρχιερέως, Οὗ ἐκτυπώσας, θείαν
ἀγάπησιν, καὶ φροντίδα θυσιαστικήν, ὤφθης θεοκίνητος, λειτουργὸς τῷ ποιμνίῳ
σου.
Ὁμότιμον
σύνθρονον, τὸν Λόγον τῷ Γεννήτορι, ἐν Νικαίᾳ Μάριε κηρύξας, Ἀρείου πλάνην, κατεξωβέλισας,
πόῤῥω Σεβαστείας καὶ ὀρθήν, πίστιν διετράνωσας, τῇ τῶν λόγων σου σύριγγι.
Νῦν
Μάριε ἅγιε, οὐ Γαριζὶν ὁ Ἅγιος, οὔτε ἐν Σιὼν τῇ ἐπιγείῳ, λατρείαν θείαν, ἡμῶν ἐκδέχεται,
ἀλλὰ τὴν ἐν Πνεύματι Θεοῦ, ἧς περ καὶ ἀνέδειξε, θύτην ὄντως σε μέγιστον.
Θεοτοκίον
Πηγὴν
ἀγαθότητος, εἰδότες σε Πανάμωμε, οἱ ἐν ἁμαρτίᾳ συμπλακέντες, δεόμεθά σου, ἡμᾶς
καθάρισον, καὶ τῷ γλυκυτάτῳ σου Υἱῷ, σύναψον ὡς εὔσπλαγχνος, μητρικαῖς σου δεήσεσι.
ᾨδὴ
ς΄. Τὴν θείαν ταύτην.
Οὐδόλως
πάτερ ἀφέστηκας, τῆς πίστεως ἣν ἄνωθεν εἴληφας, ἀλλὰ στερέμνιος, πέτρα ἐφάνης τὰ
κύματα, τῆς πλάνης διαλύων, τὰ ἐπαφρίζοντα.
Ἱεραρχίας
ἀπήλαυσας, μυστήρια ὦ πάτερ χριστόψυχε, θύων τὸν θύσαντα, Ὃς Γολγοθᾷ ὡς ὑπεύθυνος, τῷ ξύλῳ προσηλώθη, διὰ
τὸν ἄνθρωπον.
Μαρίαν
Μάριε ἔνδοξον, ἐκήρυξας Ἁγνὴν Θεομήτορα, καὶ κόσμου Σώτειραν, τοῖς πατρικοῖς ἐπιτάγμασιν,
ὑπείκων καὶ τῇ πίστει, ἀποκαλύψεως.
Θεοτοκίον
Ἐλέησόν
με Πανάμωμε, τὸν πᾶσαν ἁμαρτίαν τελέσαντα, καὶ δὸς μετάνοιαν, δι᾿ ἧς καθάρω τὸ ἔνδυμα,
ψυχῆς τῆς παναθλίας, πρὸ τοῦ θανάτου μου.
Κοντάκιον
῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Σεβαστείας
πρόεδρος καὶ ἱεράρχης, ἀνεφάνης Μάριε, τὸ ὁμοούσιον Χριστοῦ, ἀνακηρύξας
τρανότατα, διὸ τιμῶμεν, τὴν πάνσεπτον
μνήμην σου.
Ὁ Οἶκος
Εὐσεβείας
ἐδείχθης διδάσκαλος, Σαμαρείας τὴν πλάνην ἐδίωξας, καὶ ὀρθόδοξον σέβας ἀνακηρύξας
τρανῶς, τῆς ἐν Νικαίᾳ Συνόδου σὺν Πατράσιν Ἁγίοις, ἤγουν τὸ ὁμοούσιον τοῦ Θεοῦ
Λόγου, τοῦτο παρέδωκας ὡς κλῆρον θεόσδοτον τῇ λαχούσῃ σοι ποίμνῃ τῆς
Σεβαστείας· ἡμῖν δὲ Μάριε ἱεράρχα τρισμακάριστε, φάνηθι πρέσβυς θερμότατος πρὸς
Κύριον, ὅπως τὴν πίστιν ὀρθοδοξοῦντες καὶ τὸν βίον ὀρθοπρακτοῦντες, ἐν εὐφροσύνῃ
ψυχῆς καὶ ἀγαλλιάσει, τιμῶμεν τὴν
πάνσεπτον μνήμην σου.
Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάριου, ἐπισκόπου Σεβαστείας
Τὸν ἐκ Μαρίας, Μάριε, Θεὸν Λόγον,
Ὁμοούσιον ἔφης Πατρὶ ἀνάρχῳ.
Τρίτῃ
τε δεκάτῃ Μάριος οὐρανοὺς εἰσέβη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν
Λειψάνων τοῦ Ἁγίου Νικηφόρου, Πατριάρχου Κωνσταντινουπόλεως
Νίκης
ἑορτὴν ἡ πόλις Νικηφόρε,
δοχήν ἄγει σου Λειψάνου Νικηφόρου.
δοχήν ἄγει σου Λειψάνου Νικηφόρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πουπλίου, ἐπισκόπου
Ἀθηνῶν.
Στολὴν ἔβαψας αἱμάτων ῥείθροις, μάκαρ,
καὶ λαμπρὸς ὤφθης νῦν Κυρίῳ ἢ πλέον.
καὶ λαμπρὸς ὤφθης νῦν Κυρίῳ ἢ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀφρικανοῦ,
Πουπλίου καὶ Τερεντίου.
Συμμάρτυρας τρεῖς, ὧν διὰ ξίφους τέλος,
ἴσα στεφάνοις τοῖς ἰάμβοις χρὴ στέφειν.
ἴσα στεφάνοις τοῖς ἰάμβοις χρὴ στέφειν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄβιβος, ὁ ἐξ Ἑρμουπόλεως, λίθῳ
προσδεθείς, καὶ ἐν ποταμῷ ῥιφθείς, τελειοῦται.
Βληθεὶς Ἄβιβος εἰς ποταμὸν σὺν λίθῳ,
ἐκπλεῖ ποταμὸν συρφετώδη τοῦ βίου.
ἐκπλεῖ ποταμὸν συρφετώδη τοῦ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Χριστίνα ἡ ἐν Περσίᾳ, μαστιζομένη
τελειοῦται.
Μάστιξ τὸ τύπτον· σάρξ τὸ πάσχον Χριστίνης,
Χριστοῦ χάριν χέουσα κρουνοὺς αἱμάτων.
Χριστοῦ χάριν χέουσα κρουνοὺς αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν
ἐν Θεσσαλονίκῃ· Ἀλεξάνδρου καὶ Διονυσίου, τῶν βασιλικῶν
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν
ἐν Θεσσαλονίκῃ· Φρόντωνος καὶ Φρονίμου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Εὐφρασίας
τῆς Θηβαΐδος
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος
Θεοκτίστου, τῆς Μονῆς τοῦ Ἁγίου Σάββα Ἱεροσολύμων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὀσία Ὑπομονῆς
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ναοὺς
ἔδειξας, τὰ τέκνα σου ὦ Μάριε, ἐκλυτρωσάμενος, τῆς πλάνης Σαμαρειτῶν, καὶ ταῦτα
συνήρμοσας, τῷ Φιλανθρώπῳ Χριστῷ, παρ᾿ Οὗ δέδεξαι, μισθὸν ποιμεναρχίας σου, ἐν
τῇ ἄνω Βασιλείᾳ.
Ἀθεότητα,
Ἀρείου κατηδάφισας, τοῖς θείοις λόγοις σου, διότι πῶς οὐ Θεός, θεοὺς ἀπεργάσεται,
πάτερ πιστεύοντας; ὅθεν σύνθρονον, Πατρὶ τὸν Λόγον εἴρηκας, καὶ τῷ Πνεύματι ὡσαύτως.
Σέβας
ἔνθεον, διδάσκων πάτερ πίστεως, ποίμνην ἐξέθρεψας, καὶ ὁδηγήσας καλῶς, πρὸς
φρέαρ ζωήῤῥυτον, ταύτην ἐνέπλησας, καὶ ἀνέδειξας, ὡς νύμφην ὡραιόστολον, τῷ
Νυμφίῳ Ἐκκλησίας.
Θεοτοκίον
Ἐθανάτωσας, τὸν ὄφιν
τὸν ἀρχέκακον, Θεὸν γεννήσασα, καὶ ἐδωρήσω ἡμῖν, ζωὴν
τὴν αἰώνιον, Μῆτερ ἀνύμφευτε· ὅθεν ᾄσματα, δέχου
εὐχαριστήρια, καὶ ᾠδὰς εὐγνωμοσύνης.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Βίβλος
ὡς χριστόγραφος ἐφάνη, ὁ βίος ὦ ἱεράρχα τῷ ποιμνίῳ σου, πρός
σε ἀτενίζοντι, καὶ ὁρῶντι πράξεις σου, ὅπερ
σοι εὐπειθέστατον, δειχθὲν ἀπείληφε, σωτηρίαν, τῶν
ψυχῶν αἰώνιον, καὶ Χριστοῦ Βασιλείαν τὴν ἄφθαρτον.
Ἄνθραξ
τοῦ Κυρίου ἀνημμένος, ἐγένου ὦ Μάριε χριστόφλεκτε, πῦρ τὸ τῆς θεότητος, ἔνδον
σου δεξάμενος, ὅπερ σου ἀπεκάθηρε, πᾶσαν τὴν ὕπαρξιν, καὶ λαμπρόν σε, Χερουβὶμ ἀνέδειξε,
καὶ ἐκφάντορα Λόγου θεότητος.
Σῶμα
καθηγίασας ἀσκήσει, καὶ νοῦν τῇ εὐχῇ Μάριε ἔθρεψας, ὅθεν τὴν Σεβάστειαν, τῷ
Χριστῷ συνήρμοσας, Ἄρτον δὲ ἐπουράνιον, δοὺς ταύτῃ θείαν τροφήν, καὶ ὡς πόμα, λόγον
τὸν θεόσδοτον, δι᾿ ὧν πᾶσα ψυχὴ θεία γίνεται.
Θεοτοκίον
Τί
σοι ἀποδώσομεν ἀξίως, ἀντὶ δωρεᾶς ἣν ἀπελάβομεν; ὅτι ᾅδου στόματος, παγγενῶς ἐῤῥύσθημεν,
καὶ ἐκ φθορᾶς μετήχθημεν, πρὸς ἀφθαρσίας ζωήν, τῇ κενώσει, Δέσποινα τοῦ Τέκνου
σου, καὶ Θεοῦ τοῦ τὰ πάντα ποιήσαντος.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἔνδον
γεγονώς,
ἁγίων εἰς Ἅγια Μάριε ἔνδοξε, καὶ ὁρῶν τὸν Κύριον, ῞Ον περ ἐπόθεις ἄνευ
καλύμματος, Αὐτὸν ἀεὶ ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν πιστῶς, θείαν μνήμην, πάτερ
γεραιρόντων σου, καὶ εὐχὰς αἰτουμένων ἁγίας σου.
῎Ιδε εὐμενῶς, ὦ πάτερ τὴν ποίμην σου νῦν εἰς ἀφάνειαν,
οὖσαν καὶ καθεύδουσαν, παραχωρήσει δι᾿ ἁμαρτίας πολλάς, τῷ δὲ Κυρίῳ πρόσπεσον, τῷ
ἀνιστῶντι νεκρούς, ὅπως πάλιν, τὴν κλεινὴν Σεβάστειαν, ἀναδείξῃ πλουτοῦσαν εὐσέβειαν.
Ἄλλην νῦν φορῶν, στολὴν
τῆς θεώσεως, ὦ πάτερ Μάριε, τὸν Χριστὸν ἱκέτευε, ὑπὲρ Οὗ θλίψεις πολλὰς ὑπήνεγκας,
ὅπως ψυχῶν ἐνδύματα,ἀποκαθάρῃ ἡμῶν, καὶ τοῦ Δείπνου, ἀξιώσῃ ἅπαντας, χριστωνύμους
ὡς μόνος Φιλάνθρωπος.
Στήριξον εὐχαῖς, τὰ
τέκνα σου ἅγιε ἐκπειραζόμενα, καὶ δὸς Χάριν
Πνεύματος, δι᾿ ἧς ἐνέδρας καταπατήσομεν,
τοῦ βροτοκτόνου δράκοντος, καὶ μισθὸν ἕξομεν, Βασιλείαν,
τὴν μυριοπόθητον, ἧς
νῦν σὺ ἐντρυφᾷς θεῖε Μάριε.
Θεοτοκίον
Ἅγνισον
Ἅγνή, τοὺς πόθῳ τιμῶντάς σου Μορφὴν τὴν πάναγνον,καὶ ἁγνοὺς ἀνάδειξον,ἀπὸ
παντοίας δαιμονικῆς προσβολῆς, ὅπως τὸ θεῖον πρόσωπον, Υἱοῦ σου ἴδωμεν, ὅταν ἔλθῃ,
κρῖναι κόσμον ἅπαντα, καὶ ζωῆς αἰωνίου μετάσχωμεν.
Ἐξαποστειλάριον
῏Ηχος β΄. Τοῖς μαθηταῖς.
Τὴν ὁμοουσιότητα,
Θεοῦ Λόγου κηρύξας, ποιμὴν ἐφάνης ἄριστος, Μάριε Σεβαστείας, ὑποδεικνὺς τοῖς σοῖς
τέκνοις, πῶς Θεὸν χρὴ πιστεύειν, διὸ καὶ τὸ μνημόσυνον, διαμένει σου πάτερ
διηνεκῶς, ὅθεν ἐκζητοῦσι σὴν προστασίαν, θερμὸς φάνηθι ἅγιε, τῇ Τριάδι ἱκέτης.
Θεοτοκίον,
ὅμοιον.
Ἡ
φοβερὰ τῆς Κρίσεως,καὶ μεγάλη ἡμέρα,νῦν ἐπὶ θύραις ἕστηκεν, ὅρα πρόσεχε νῆφε, ψυχή
μου καὶ ἐκ καρδίας, πρόσπεσον τῇ Παρθένῳ, καὶ μόνῃ Θεομήτορι, δάκρυσιν ἐκβοῶσα·
πάσης Ἁγνή, τιμωρίας ῥῦσαί με δυσωπῶ σε, καὶ δεξιοῖς προβάτοις με, σύνταξον τοῦ
Υἱοῦ σου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ἀρχιερεῦ
Χριστοῦ Μάριε, τῆς Σεβαστείας ποιμήν, ἀνεδείχθης τὰ τέκνα σου,ὁδηγήσας ἄριστα, εἰ
ς Θεοῦ τὴν ἐπίγνωσιν, καὶ ὀρθοδόξως πιστεύειν ἔπεισας, ἀλλὰ καὶ ἔργων καλῶν
προΐστασθαι· ὅθεν τιμῶντάς σου, τὸ σεπτὸν μνημόσυνον, ἀεὶ ἡμῶν, μνήσθητι
δεόμεθα, πάτερ φιλότεκνε.
Μάριε
πάτερ μακάριε, ποιμεναρχίας λαβών, βακτηρίαν ἐκράτησας, τὴν ἀλήθειαν πίστεως, καὶ
ἐν Νικαίᾳ καθωμολόγησας, τοῦ σαρκωθέντος, Χριστοῦ θεότητα· Ὃν ἐκδυσώπησον, συγχωρῆσαι
πταίσματα τῶν εὐλαβῶς, μνήμην ἐκτελούντων σου, τὴν παγχαρμόσυνον.
Ποιμὴν
ἐδείχθης τρισόλβιε, τῆς Σεβαστείας καλός, ὡς διδάσκει ὁ Κύριος, σύριγγι τῶν
λόγων σου, ταύτην θρέψας μακάριε· καὶ θαυμασίοις καθυπεστήριξας, τῆς ἀληθείας
σέβας τὸ τίμιον· ὅθεν εὑράμενος, παραδείσου οἴκησιν ὑπὲρ ἡμῶν, τῷ Κυρίῳ
πρέσβευε, Μάριε ἔνδοξε.
Τὸ
τοῦ Υἱοῦ ὁμοούσιον, ἀνακηρύξας τρανῶς, ἱερώτατε Μάριε, κλῆρον τοῦτο δέδωκας, τῇ
λαχούσῃ σε ἄνωθεν, ποίμνῃ ἣν νύμφην Κυρίῳ ἔδειξας, καρποφοροῦσαν πίστιν ὀρθόδοξον·
ὅθεν ἱκέτευε, Σεβαστείας πρόεδρε ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε, πόθῳ ἀείποτε.
Δόξα.
῏Ηχος πλ.δ΄.
Τῆς ὀρθοδόξου
πίστεως τὸ σέβας ἀδιάφθορον τηρήσας, ὡς τοῦτο παρέλαβες πατροπαραδότως, Μάριε ἱεράρχα
τρισόλβιε, ποίμνην τῆς Σεβαστείας φιλοθέως ἐποίμανας, καὶ ὡς ὁ καλὸς
Σαμαρείτης, τοὺς ἐκ τῆς ἁμαρτητικῆς λῃσταρχίας καθηλκωμένους, τῷ οἴνῳ καὶ ἐλαίῳ
τῆς θείας φιλανθρωπίας, ὡς ἄριστα ὑγείωσας·διὸ ἱκέτευε τὸν Δεσπότην παμμακάριστε
πάτερ, ὑπὲρ ἡμῶν τῶν τιμώντων ἐκ πόθου τὴν
μνήμην σου.
Μεγαλυνάριον
Χαίροις
Σεβαστείας σοφὸς ποιμήν, καὶ Συνόδου πρώτης, ὁ κλεινὸς ὑπερασπιστής, χαίροις
Σαμαρείας, φωστὴρ δεδοξασμένε, Μάριε θεοφόρε, καὶ χριστοτίμητε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου