Κυριακή 19 Απριλίου 2020

ΙΟΥΛΙΟΣ 21. ΟΣΙΟΙ ΣΥΜΕΩΝ ΣΑΛΛΟΣ & ΙΩΑΝΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΚΑ΄.
ΣΥΜΕΩΝ ΣΑΛΛΟΣ
& ΙΩΑΝΝΗΣ ΟΣΙΟΙ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ τῶν Ὁσίων Πατέρων Ἦχος δ' Ἔδωκας σημείωσιν
Ἔρημον οἰκήσαντες, ἐν ὁμονοίᾳ μακάριοι, τῆς σαρκὸς τὰ κινήματα, ταῖς θείαις δεήσεσι, καὶ ταῖς θεωρίαις, ταῖς φαεινοτάταις, κατεμαράνατε σοφῶς, τὴν δὲ καρδίαν κατελαμπρύνατε, δοχεῖον ἐργασάμενοι, πνευματικῶν διαδόσεων, Συμεὼν Ἰωάννη τε, μοναζόντων ἐρείσματα.

Μωραῖς προσποιήσεσι, τὸν σοφιστὴν ἀπεμώρανας, τῆς κακίας μακάριε, τελῶν τὰ παράδοξα, ἐνεργῶν σημεῖα, δαίμονας διώκων, φωταγωγῶν τοὺς ἐν νυκτί, τῆς ἁμαρτίας Πάτερ ὑπάρχοντας, καὶ νοῦν ἀνεπιθόλωτον, μέσον θορύβων ἐτήρησας, Συμεὼν τὴν ἀπάθειαν, ἐκ Θεοῦ κομισάμενος.

Μέτριος τὸ φρόνημα, καὶ συμπαθὴς καὶ φιλόθεος, καὶ ἀγάπης ἀνάπλεως, ὡράθης θεόπνευστε, ταπεινὸς καὶ πρᾶος, ἄγγελος καθάπερ, ἐπὶ τῆς γῆς περιπατῶν, καὶ πολιτείαν ἔχων οὐράνιον· διὸ ἐπανεπαύσατο, ὡς καθαρῷ σοι μακάριε, Συμεὼν ὁ Πατὴρ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.

Ἕτερα, ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῷ συνδέσμῳ τῆς πίστεως, ἡνωμένοι, μακάριοι, καὶ τερπνὰ τοῦ βίου ὁμοῦ μισήσαντες, ὁ μὲν τεκούσης τὴν πρόνοιαν, ὁ δὲ τὴν νεόνυμφον, ἀπηρνήσασθε σοφῶς, καὶ σταυρὸν τῆς ἀσκήσεως, πόθῳ ἄραντες, διαφόροις τοῖς τρόποις πολιτείας, οὐρανίου βασιλείας, ὁμοῦ πολῖται ἐγένεσθε.

Γερασίμου κοινόβιον, εὑρηκότες τρισόλβιοι, τοῦ μεγάλου βάσιν ὑμῶν ἀσκήσεως, ἔνθα χερσὶ θείου Νίκωνος, τὸ σχῆμα εἰλήφατε, μοναζόντων δι’ ὀμφῆς, πάλιν ἕκαστος στάδιον ἰσομάρτυρον, ἐξελέξασθε, πάτερ Ἰωάννη, σὺ μὲν οἴκησιν ἐρήμου, ὁ Συμεὼν δὲ σαλότητα.

Ὑπερέβητε, Ὅσιοι, ὁροθέσια φύσεως, καὶ ἀγάπην ἅπασαν κατευθύνατε, πρὸς Ἰησοῦν τὸν ἐράσμιον, Ὃς σφόδρα ἐδέξατο, τὸ φιλότιμον ὑμῶν, καὶ τὴν φλόγα ὑπέκαιε τῆς ἀσκήσεως, νῦν δὲ δοὺς ἀμαράντους τοὺς στεφάνους, εἰς τοὺς χώρους τῆς παμφώτου, ὑμᾶς Πατρίδος εἰσήγαγε.

Δόξα. Ἦχος πλ.β΄ .
Τοὺς τῆς ἀσκήσεως πυρσούς, καὶ τῆς Χριστοῦ ἀγάπης τὰ ἐθελόθυτα θύματα, Συμεὼν τὸν πάνσοφον καὶ Ἰωάννην τὸν θεοφιλῆ, ἐν ὕμνοις ἑορτίοις σήμερον μεγαλύνομεν. Οὗτοι γὰρ τῷ πόθῳ τῆς Βασιλείας, πᾶσαν ἡδονὴν καὶ μέριμναν τοῦ βίου ἀρνησάμενοι, τῷ Κυρίῳ ὑπετάγησαν, ἀκολουθήσαντες Αὐτῷ ὡς ἄρνες. Ὁ μὲν ἐν τῇ πανερήμῳ ὡς ὑμνητικὸς ἐρωδιός, ὁ δὲ ἐν τῇ πληθούσῃ Ἐδέσσῃ, τῷ μωρίᾳ τοῦ Σταυροῦ, ἄμφω τὸ Εὐαγγέλιον ἐδόξασαν. Ὅθεν παρὰ Θεοῦ τὸ στέφος εἰληφότες, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Ἀγάπης Χριστοῦ οὐδὲν ἴσον, ὑφ’ ἧς φλεγόμενοι οἱ ἀσκηταί, τοῦ κόσμου τὰ τερπνὰ ἀπαρνησάμενοι, ὀπίσω Τούτου ἔδραμον, ὡς πρόβατα ἄμωμα, ὁ Συμεὼν τε καὶ ὁ Ἰωάννης. Καὶ ἐν ἀγῶσιν ὑπερφυέσι τὸν ἀντίπαλον καταβαλόντες, νῦν χαίρουσιν ἐν Παραδείσῳ, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν τιμώντων αὐτούς.

Ἦχος β΄
Ἔνθα Θεὸς τὸ ποθούμενον, ἀνῄρηται πᾶς ἕτερος πόθος. Ὅθεν καὶ Συμεὼν σὺν τῷ Ἰωάννη τῷ θείῳ βέλει τρωθέντες, τὸ μαρτύριον τῆς συνειδήσεως ἰσοβίως ἠγάπησαν, καὶ τῶν παθῶν ὑπεραρθέντες, τῷ ἀπαθεῖ Κυρίῳ παρίστανται, πρεσβεύοντες φιλαδέλφως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄
Πολλῶν ὁδῶν ἁγιότητος χορηγὸς ὑπάρχων ὁ Κύριος, ὅμοιον τὸ στέφος τοῖς φιλοτίμως ἀγωνιζομένοις παρέχει. Ὅθεν καὶ Ἰωάννῃ τῷ ἐν ἀσκήσει σκληρᾷ διαλάμψαντι, ἅμα τῷ ἰσαδέλφῳ καὶ ψευδομώρῳ Συμεών, ὡς μισθὸν τῶν ὑπερφυῶν ἀγώνων, τὴν Βασιλείαν κοινὴν ἐχαρίσατο, ἡμῖν δὲ παρέχει ταῖς εὐχαῖς αὐτῶν, πλουσίως τὸ μέγα ἔλεος.
Ἦχος δ΄
Κοινὸν τὸν στόχον θέμενοι, τὴν Βασιλείαν τοῦ Θεοῦ, ταύτης ἐπετύχετε καλῶς ἀμφότεροι, Συμεὼν καὶ Ἰωάννη τρισόλβιοι. Ὁ μὲν τοῦ Βαπτιστοῦ ἑπόμενος ταῖς τρίβοις, ὁ δὲ τὴν πολύμοχθον χριστομωρίαν ὑποκρινόμενος. Ὅθεν ὁ φιλότιμος ἀθλοθέτης Χριστός, ὡς πιστοὺς ἐργάτας τοῦ μυστικοῦ ἀμπελῶνος, τὸ δηνάριον πλουσιοπαρόχως ἐχαρίσατο, καὶ δέχεται ὑμᾶς πρεσβεύοντας ἐν παῤῥησίᾳ, ὑπὲρ τῶν ἀνυμνούντων τὴν μνήμην ὑμῶν.

Δόξα. Ἦχος πλ.α΄
Τοῦ ζωηφόρου πυρὸς τῆς ἀθανάτου σου ἀγάπης, Κύριε, καμίνους ποιησάμενος τὰς ψυχὰς τῶν ἀσκητῶν σου, Ἰωάννου τοῦ ἀρνησιγάμου καὶ Συμεὼν τοῦ φιλοπαρθένου, τύπους ἡμῖν αὐτοὺς ἀνέδειξας, μισοκοσμίας καὶ φιλοθεΐας, ὧν μιμητὰς ἀνάδειξον καὶ ἡμᾶς, Φιλάνθρωπε, τοὺς τὴν μνήμην αὐτῶν εὐκλεῶς πανηγυρίζοντας.

Καὶ νῦν, Θεοτοκίον, ὁ αὐτός.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος πλ.α΄ Χαίροις ἀσκητικῶν.
Χαίροις ἀσκητικὴ ξυνωρίς, ὦ Συμεὼν καὶ Ἰωάννη τρισόλβιοι, οἱ πόθῳ Χριστοῦ τρωθέντες, καὶ πᾶσαν βίου τρυφήν, παριδόντες πόθῳ τοῦ Παντάνακτος· ὁ μὲν γὰρ τὴν τέξασαν, ἣν ἐφίλεις κατέλιπες, ὁ δὲ συζύγου, ἀπηρνήσω συνοίκησιν, μόνον θέλοντες, μοναστῶν τὸ πολίτευμα.   Ὅθεν θεόθεν ἤχθητε, ὡς πρόβατα ἄμωμα, ἐν Γερασίμου τῇ λαύρᾳ, ἔνθα τὸ Σχῆμα εἰλήφατε, παθῶν τοὺς ἀγρίους, θῆρας ὥσπερ πάλαι οὗτος καθυποτάξαντες.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Χαίροις ὁ τῆς ἐρήμου βλαστός, θεοχαρίτωτε Προδρόμου ὁμότροπε, αὐτῷ γὰρ συνωνυμήσας, φιλοθεΐας πυρί, Ἰορδάνου χώρᾳ κατεσκήνωσας, Θεὸν μόνον ἔχων σου, καὶ τροφὴν καὶ παράκλησιν, ἐν ταῖς ποικίλαις, τοῦ ἐχθροῦ ἐπιθέσεσιν, ὅθεν γέγονας, ὥσπερ ναῦς τις πολύφορτος, ἄρωμα τῆς ἀσκήσεως, ἐκπέμπων τοῖς ὅσοις σου, βίον τερπνὸν μελετῶσι, καὶ πολιτείαν θαυμάζουσι. κλεινὲ Ἰωάννη, οἷς παράσχου ταῖς εὐχαῖς σου, τὸ θεῖον ἔλεος.





Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.
Χαίροις ὁ τὴν μωρίαν Σταυροῦ, ὡς τρόπον βίου, Συμεών, ἐνδυσάμενος, δι’ ἧς τὸν πανοῦργον ὄφιν, τὸν Πρωτοπλάστους ποτέ, δόλῳ ἀπατήσαντα κατεπάτησας· ὡς ἔξηχος, Ὅσιε, νομιζόμενος εἴληφας, Χριστοῦ σοφίαν, καὶ τελείαν ἀπάθειαν, ἐν ταῖς παγίσι, τοῦ δεινοῦ πολεμήτορος, οὗ τὰ ἔνεδρα, ὡς ἀράχνην διέλυες. Πρέσβευε, ὁσιώτατε, ὑπὲρ τῶν τιμώντων σε, ὅπως μωρίαν καλλίστην, διὰ Χριστὸν ἀγαπήσωμεν, καὶ οὕτω πορείαν, τὴν ἐπίγειον ὡς θέλει, Αὐτὸς τελέσωμεν.

Δόξα. Ἦχος β΄.
Τοὺς χριστολαμπεῖς φωστῆρας τῆς Ἐκκλησίας, τὴν δυάδα τῶν φιλοθέων ἀσκητῶν, Ἰωάννην καὶ Συμεὼν ἀνυμνήσωμεν· οὗτοι γὰρ τὴν ἀγαθὴν μερίδα ἐκλεξάμενοι, τύποι γεγόνασι πιστοῖς, τῆς πρὸς Θεὸν ὀφειλομένης ἀγάπης, καὶ ἐντρυφῶντες ἀεὶ ἐν Παραδείσῳ τοῦ φωτοειδοῦς προσώπου Κυρίου, Αὐτῷ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, Ὃν ὡς βρέφος, Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον. Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἡνωμένοι δι' ἐνθέου ἀγάπης, σύμψυχοι ὤφθητε ἐν πᾶσι τοῖς τρόποις, ὦ Ἰωάννη ὅσιε, καὶ θεῖε Συμεών, ὁ μὲν βίον ἔνθεον διελθῶν ἐν ἐρήμῳ, ὁ δὲ σοφοῖς σκώμμασι τὸν Βελιὰρ μωράνας· καὶ νῦν τῶν θείων ἄμφω ἀμοιβὴν κατατρυφῶντες, ἡμᾶς ἐποπτεύετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου, τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χριστὸν θηρεύοντες, μακαριώτατοι, Αὐτοῦ θηράματα, ζῶντα γεγένησθε, καὶ ἑκουσίως τὸν σταυρόν, ἀσκήσεως ἐπῄρατε· ὁ μὲν τὴν πανέρημον, κατοικήσας ὡς Πρόδρομος, ὁ δὲ μέσον πόλεως, καταισχύνας διάβολον, διὸ ἐν Παραδείσῳ ὑπάρχοντες, μνήσθητε πάντων τῶν ὑμᾶς τιμώντων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Χαῖρε εὐρύχωρον, Θεοῦ παλάτιον, χαῖρε πολύφωτον, Χριστοῦ ἀνάκτορον, χαῖρε χρυσόπλοκε παστάς, καὶ κλίνη πορφυρόστρωτε, θάλαμε πυρίμορφε, οὐρανὲ ὑψηλότατε, ἔμψυχε παράδεισε, λογικὸν ἐνδιαίτημα, περίδοξε τοῦ Δεσπότου θρόνε. Χαῖρε Μαρία Θεοτόκε.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Συμεὼν μακάριε καὶ Ἰωάννη, Γερασίμου θρέμματα, τοῦ θεοφλέκτου ἀσκητοῦ, ἡμῖν ἀγάπην ἐμβάλλετε, πρὸς τὸν Δεσπότην, τὸν ὄντως ἐράσμιον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Ῥυπωθεῖσαν πάθεσι τῆς ἁμαρτίας, τὴν ψυχήν μου, Ἄχραντε, Θεογεννῆτορ ἀγαθή, τῇ σῇ πρεσβείᾳ καθάρισον· σὺ γὰρ ὑπάρχεις, σωτήριος κάθαρσις.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰορδάνου ταῖς ὄχθαις πήξας καλύβην σου, Ἰωάννη, ἀσκήσει σκληρᾷ διέλαμψας, ἐν δὲ Ἐδέσσῃ, Συμεών, ὑποκρινόμενος, μωρίαν διὰ τὸν Χριστόν, Αὐτῷ ἡνώθης μυστικῶς, διὸ ὑμᾶς συντιμῶμεν, ὡς ἀθλητὰς θεοφόρους, καὶ πρεσβευτὰς τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Χαῖρε ἅγιον Ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε Βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου Γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν Σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀναταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον. Τὸ ὁσιακόν τοῦ Ὄρθρου τοῦ ὁσίου Σάββα.
Ὁ Ν΄.
Δόξα. Ταῖς τῶν σῶν Ὁσίων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ.β΄ Στίχ. Ἐλέησόν με ὁ Θεός...
Χαριτωθέντες παρὰ Χριστοῦ, τοὺς ἀσκητικοὺς ἀγῶνας καλῶς ἐτελέσατε, Συμεὼν καὶ Ἰωάννη μακάριοι. Ὅθεν σήμερον τὴν μνήμην ὑμῶν ἑορτάζοντες, δεόμεθα πρεσβεύσατε ἐκτενῶς Αὐτῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Μέλπω, Πάτερ, σοῦ τοὺς δρόμους καὶ τοὺς κόπους.
ᾨδὴ α' Ἦχος δ' Θαλάσσης, τὸ ἐρυθραῖον
Μεθέξει, τῇ πρὸς τὸ θεῖον Ὅσιε, φῶς ἐχρημάτισας, καὶ πρὸς αὐτὸ χωρήσας Συμεών, ἐφετῶν τὸ ἀκρότατον, τῶν ἀγαθῶν ἐλπίδων σου, Πάτερ τὸ πλήρωμα κατείληφας.
φέσει, τῇ πρὸς Θεὸν πυρούμενος πάντα κατέλιπες, συνοδοιπόρον Πάτερ εὑρηκώς, Ἰωάννην τὸν ἔνδοξον, μεθ' οὗ τὴν τρίβον ἤνυσας, τῆς σωτηρίας ἀγαλλόμενος.
Λαμπτῆρα, φωτοειδέσι λάμψεσι, καταστραπτόμενον, τοῦ παναγίου Πνεύματος σοφέ, Συμεών σε ἐγνώρισεν ἡ Ἐκκλησία· ὅθεν σου, τῇ φωτοφόρῳ μνήμῃ γέγηθε.
Πλουτῆσαι, τὰ μηδαμῶς κενούμενα, ἐπιποθήσαντες, πλοῦτον καὶ δόξαν πρόσκαιρον σοφοί, καὶ τρυφὴν διαῤῥέουσαν, καὶ κοσμικὸν ἀξίωμα, γενναιοφρόνως ἀπεκρούσασθε.
Θεοτοκίον
ραίαν, καὶ ἐκλεκτὴν καὶ πάνσεμνον, κατανοήσας σε, ὁ τοῦ Θεοῦ πανάμωμε Υἱός, σὸς Υἱὸς ἐχρημάτισεν, υἱοθετήσας χάριτι, τοὺς Θεοτόκον σε γεραίροντας.

ᾨδὴ γ' Εὐφραίνεται ἐπὶ σοί
Προθύμως πρὸς νοητά, ἐναπεδύσω Συμεὼν σκάμματα, τρέπων ἐχθροῦ φάλαγγας, θείᾳ συμμαχίᾳ τοῦ Πνεύματος.
νάλωτος ἡδονῶν, ἀναδειχθεὶς πυρκαϊὰς ἔφλεξας, ὕλην παθῶν ἄνθραξι, θείων προσευχῶν ἀξιάγαστε.
Ταῖς μάστιξι τῶν εὐχῶν, καὶ ἐγκρατείας ταῖς πληγαῖς Ὅσιε, τὴν τῶν παθῶν Αἴγυπτον, Πάτερ Ἰωάννη ἐμάστιξας.
νέκρωσαν τὸν ἐχθρόν, οἱ ἀσκηταί σου Ἰησοῦ νέκρωσιν, περιχαρῶς Δέσποτα, σοῦ τὴν ζωηφόρον ποθήσαντες.
Θεοτοκίον
υόμενον τοὺς βροτούς, παρακοῆς τοῦ χαλεποῦ πτώματος, τὸν τοῦ παντὸς αἴτιον, ἄχραντε πανάμωμε τέτοκας.





Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Τὴν τρίβον τὴν στενήν, πλατυνόμενοι πίστει, διώδευσαν ὁμοῦ, οἱ Πατέρες οἱ θεῖοι, ἁπάσας στενώσαντες μεθοδείας τοῦ δράκοντος, τούτους ἅπαντες, εὐσεβοφρόνως τιμῶμεν, ἑορτάζοντες, τὴν ἱερὰν αὐτῶν μνήμην, εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί σε δοξάζουσιν.

ᾨδὴ δ' Ἐπαρθέντα σε ἰδοῦσα
Συνωθούμενοι πρὸς τρίβους δικαιοσύνης, τοῦ θεοφόρου Νίκωνος, θείας πρὸς ἐπαύλεις, Ὅσιοι κατήχθητε, σωτήριον ἔλλαμψιν, τούτου νουθεσίαις πλουτήσαντες.
μοτρόπους καὶ τὰ αἴσια συμφρονοῦντας, ὁ θεοφόρος Ὅσιοι, ὑμᾶς θεωρήσας, θείαις εἰσηγήσεσι, τῷ θείῳ ἐνδύματι, τῷ τῶν μοναστῶν κατεκόσμησεν.
περήστραψεν ἡ χάρις τῇ σῇ καρδίᾳ, τοῦ Παναγίου Πνεύματος, ἁπλότητι τρόπων, σὲ καλλωπιζόμενον, εὑροῦσα μακάριε, πάτερ Συμεὼν ἀξιάγαστε.
Τὴν καρδίαν σου πυξίον κεκαθαρμένον, ἡ τοῦ Ἁγίου Πνεύματος, χάρις εὑραμένη, Πάτερ κατεγράψατο, τελείαν ἀπάθειαν, πίστιν καὶ ἀγάπην ἀνόθευτον.
Θεοτοκίον
καθήμενος ἐν θρόνῳ τῷ ἐπηρμένῳ, Χερουβικὸν ὡς θρόνον σε, ἔσχεν ἐν ἀγκάλαις, σοῦ ἀναπαυσάμενος, Μαρία πανύμνητε, ὁ δεδοξασμένος Θεὸς ἡμῶν.

ᾨδὴ ε' Σὺ Κύριέ μου φῶς
πέρφωτον αὐγήν, Ἰωάννη δεξάμενος, ὡς ἥλιος καθωράθης, τῶν δαιμόνων τὸ σκότος, μειώσας ἀξιάγαστε.
Σῷ ἔρωτι Χριστέ, πτερωθέντες οἱ Ὅσιοι, τοὺς ἔρωτας τῶν σωμάτων, ὡς ἀφροὺς θαλαττίους, ἐμφρόνως ἀπεκρούσαντο.
Δυνάμει θεϊκῇ, τὰς ψυχὰς δυναμούμενοι, τὴν ἔρημον κατοικεῖτε, ἐρημοῦντες τὰ πάθη, Πατέρες οὐρανόφρονες.
Θεοτοκίον
οῦς ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀφθόρως γάρ, ἐκύησε Θεὸν Λόγον, ὑπὲρ φύσιν καὶ λόγον, Παρθένος διαμείνασα.




ᾨδὴ ς' Θύσω σοι, μετὰ φωνῆς
νοῦς σου, ὁλικῶς πρὸς τὸ θεῖον τεινόμενος, ταῖς ἀνενδότοις μελέταις, σαρκικῆς στοργῆς ἠφείδησε πάσης, ἀγαθῶν σοι, προξενῶν Συμεὼν τὴν οἰκείωσιν.
Μωρίαν, προσποιήσει σοφῶς ὑποκρίνεται, τὸν σοφιστὴν τῆς κακίας, Συμεὼν μωραίνων σεσοφισμέναις, ἐνεργείαις τοῦ τὰ πάντα, σοφίζοντος Πνεύματος.
Οὐ σπίλους, οὐ ῥυτίδας προσδέχῃ μακάριε, κόσμου ἐν μέσῳ διάγων, καθαραῖς δὲ μᾶλλον δεήσεσιν, ἐκκαθαίρεις, ψυχικῶν μολυσμῶν τοὺς προστρέχοντας.
πάρχων, σαρκικῶν φρονημάτων ἀνώτερος, τὸν λογισμὸν οὐκ ἐτρώθης, γυναικῶν ἐν μέσῳ γυμνούμενος, ἀπαθείας Συμεών· τὴν στολὴν γὰρ ἐνδέδυσαι.
Θεοτοκίον
Στόματι, λογισμῷ καὶ καρδίᾳ πανάχραντε, σὲ Θεοτόκον κηρύττω· διὰ σοῦ Θεῷ γὰρ προσκατηλλάγην, ἀπωσμένος, παραβάσει τὸ πρὶν τοῦ προπάτορος.

Κοντάκιον  Ἦχος α'  Χορὸς Ἀγγελικός
Τὸν βίον εὐσεβῶς, ἐκτελέσαντες πίστει, δοχεῖα καθαρά, τῆς Τριάδος δειχθέντες, Συμεὼν Ἰωάννη τε, θεοφόροι πανεύφημοι, νῦν αἰτήσασθε, τὸν ἱλασμὸν καὶ εἰρήνην, ταῖς ψυχαῖς ἡμῶν, καταπεμφθῆναι πλουσίως, Πατέρες πανόλβιοι.
Ὁ Οἶκος.
Τῆς θείας ἀμπέλου βλαστήματα ὑπάρχοντες, παιδιόθεν ἐδέξασθε σοφίαν τὴν ἐπουράνιον· ᾗ καὶ συνοικισθέντες, ἀπὸ γῆς ἐχωρίσθητε, καὶ πρὸς ὕψος ἐδράμετε, ἐξ ἀΰλων τε ἀνθέων πλέξαντες στέφανον, καὶ ὑμῶν ἐπιθέντες ταῖς ἡγιασμέναις κάραις, πανεύφημοι, ὤφθητε κεκοσμημένοι· ὅθεν ἐξιλεώσασθε τὸ θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω ὑμῶν τὸν βίον, ἔνδοξοι, ὃν ὑπερεδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν, Πατέρες πανόλβιοι.












Συναξάριον.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Πατέρων Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ.
Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ,
Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.
Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ,
Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.
Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτινῇ, κατὰ πετρῶν συρόμενοι, τελειοῦνται.
Δώσουσι φωνὴν ἐκ μέσου πετρῶν ἅμα,
τὸ τῆς Γραφῆς τρεῖς θνήσκοντες σεσυρμένοι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰούστος καὶ Ματθαῖος, ξίφει τελειοῦνται.
Ξίφει τραχήλους ἄνδρες ἐκδόντες δύω,
κοινοῦ τέλους λάβωσι κοινὰ καὶ στέφη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐγένιος, ξίφει τελειοῦται.
Γενναιότητος εὖγε τῆς Εὐγενίου!
ὃς εὐγενῶς στὰς πλήττεται κατ’ αὐχένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου καὶ Γεωργίου.
Ὁ Θεόδωρος καὶ Γεώργιος μέγα,
τρόπαιον ἦραν ἐξ ἄθλων κατὰ πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοφίλου, Τροφίμου καὶ ἑτέρων δεκατριῶν.
Ὁ Θεόφιλος καὶ Τρόφιμος ἐν πόλῳ,
τροφὴν ἐφεύρον καὶ Θεοῦ τὴν φιλίαν.
Τρισκαίδεκα Τρόφιμος ἄνδρας συντρόφους,
ἔχων συνάθλους, τέμνεται τούτοις ἅμα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βίκτωρος, τοῦ στρατιώτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μανουήλ, τοῦ αὐτοκράτορος Κωνσταντινουπόλεως, τοῦ διὰ τοῦ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ματθαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μελέτιος, ἐπίσκοπος Κίτρους, ἐν ἔτει 1821ῳ, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνουφρίου τοῦ Σιωπηλοῦ, τοῦ ἐν τῷ Σπηλαίῳ, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
Κεκρατημένος, θεομιμήτως Πάτερ θείᾳ στοργῇ, ἄλλους εἰς τὸ σῴζειν ὅλον περιχαρῶς, σεαυτὸν βοῶν ἐξέδωκας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
π' οὐρανῶν σοι χορηγουμένην Πάτερ δέχῃ τροφήν, ταύτῃ δὲ ἐκτρέφεις πάντας τοὺς εὐπειθῶς δεχομένους σου τὸ πρόσταγμα, καὶ τὴν χαμαίζηλον ἁμαρτίαν λιπόντας μακάριε.
χνηλατήσας τοὺς τῶν Πατέρων ὅρους σοφέ, λύμην Ὠριγένους φεύγειν τοῦ δυσσεβοῦς, ἐγγυήσω τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.

ᾨδὴ η' Χεῖρας ἐκπετάσας Δανιήλ
λόφωτος πέφυκας ἀστήρ, τοὺς ἐν βορβόρῳ παθῶν, χειραγωγῶν πρὸς ζωήν· ποιεῖς γὰρ γύναια ἄσεμνα, σωφροσύνῃ πολιτεύεσθαι, καὶ ἐκδιώκεις χαλεπά, βοῶν νοσήματα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
πάρχων ἀκέραιος τὸν νοῦν, ἐν ἀποκρύψει σοφῶν, θαυμάτων Ὅσιε, πολλοὺς ἐζώγρησας παίζεσθαι, διὰ Κύριον ἑλόμενος, καὶ μυκτηρίξεσθαι, βοῶν καθαρωτάτῃ ψυχῇ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σὺ τεσσαράκοντα ἡμερῶν, νῆστις τὸν δίαυλον, ἀνύων Ὅσιε, εἶχες Θεόν σε σιτίζοντα οὐρανίαν ἀγαλλίασιν, ᾧ γεγηθότι Συμεὼν ἔκραζες πνεύματι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Κυήσασα Λόγον τοῦ Πατρός, ἡμᾶς ῥυόμενον, Παρθένε ἄχραντε, αὐτὸν ἱκέτευε πάντοτε, τοῦ φωτίσαι τοὺς ὑμνοῦντάς σε, καὶ περιστάσεως ἡμᾶς ἀπολυτρώσασθαι, ἐκβοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.









ᾨδὴ θ' Λίθος ἀχειρότμητος ὄρους
λῃ τῇ Τριάδι προμύθως, ἀνατεθέντες τῇ καρδίᾳ, καὶ τὰς ἐξ αὐτῆς μαρμαρυγάς, ἀγαθοδότως ὑποδεξάμενοι, φωτοειδεῖς γεγόνατε, καὶ τοῖς Ἀγγέλοις συγχορεύετε.
Πόθῳ θεϊκῷ συνημμένοι, καὶ τῇ ἀσκήσει λαμπρυνθέντες, τῶν ἐλπιζομένων ἀγαθῶν, ἐν μετουσίᾳ ἤδη γεγόνατε, καὶ μακαρίαν εὕρατε, θεομακάριστοι ἀπόλαυσιν.
Οἱ τὰς τοῦ ἐχθροῦ μεθοδείας, ἀσκητικῶς καταβαλόντες, οἱ τῶν μοναζόντων φωστῆρες, καλῶν ἰδέαις καταστραπτόμενοι, πρὸς οὐρανοὺς ἐχώρησαν, κατατρυφῶντες τῆς θεώσεως.
μῶν διεδέξατο πόνους, καὶ τοὺς ἱδρῶτας εὐφροσύνη, πέρας οὐδαμῶς κεκτημένη, ἐν ᾗ τρυφῶντες Συμεὼν Ὅσιε, καὶ Ἰωάννη ἔνδοξε, ἡμῶν ἀπαύστως μνημονεύετε.
Θεοτοκίον
Σῶσόν με τὸν πάντων τεκοῦσα, καὶ λυτρωτὴν καὶ εὐεργέτην· λῦσον τῆς ψυχῆς μου τὰ νέφη, κυρία πάντων Ἁγία Δέσποινα, καὶ δυνατὸν ἀπέργασαι, κατὰ παθῶν τῶν πολεμούντων με.

Ἐξαποστειλάριον  Ἦχος γ'  Ὁ οὐρανὸν τοῖς ἄστροις
Μίαν ψυχὴν Πατέρες, σώμασι φέροντες δυσί, καὶ σκοπὸν εἴχετε ἕνα, ἐν διαφόροις τοῖς τρόποις, ὦ Συμεὼν Ἰωάννη· διὸ ὑμᾶς εὐφημοῦμεν.
Θεοτοκίον
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ!τοῦ παραδόξου θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος! οἵους ποιεῖ ὁ Θεός, τοὺς Αὐτὸν ἀγαπήσαντας, καὶ τὸν βίον ἅπαντα, ὡς θυσίαν πανεύοσμον, ἀνατιθέντας εἰς θείαν τράπεζαν, καὶ ἐν ἀσκήσει εὐαρεστήσαντας· ὥσπερ ἡ πάντιμος, ξυνωρὶς ἐγένετο, σὺν Συμεών, Ἰωάννης ὅσιοι, οἱ παμμακάριστοι.

Πόθος Χριστοῦ ἐναπέσβεσε, πόθον μητρὸς σεβαστῆς, καὶ συζύγου, πανόσιοι, ὅθεν θείῳ ἔρωτι, ἰσοβίως φλεγόμενοι, σαρκὸς τὰ πάθη, κατεμαράνατε, καὶ ἐν ἀσκήσει σκληρᾷ ἐφθάσατε, εἰς τὴν ἀπάθειαν, δι’ ἧς συνεισήλθετε, εἰς οὐρανούς, βλέποντες τὸν Κύριον, Ὃν ἐποθήσατε.

Τὸν Βαπτιστήν ἐκμιμούμενος, ὦ Ἰωάννη σοφέ, ὡς στρουθίον φιλέρημον, καλιάν σου ἔπλεξας, Ἰορδάνου εἰς ἔρημον, τροφήν σου ἔχων, εὐχὴν ἀέναον, πόμα δακρύων, γλυκῶν τὴν ἔκβλυσιν, ὡς δὲ προσφάγιον, σιωπὴν τὴν εὔλαλον, δι’ ὧν Χριστῷ, ἥνωσαι τῷ δόντι σοι, στέφος τὸ ἄφθαρτον.

Ἐπενδυθεὶς τὴν σαλότητα, διὰ Χριστόν, Συμεών, τὸν ψευδόσοφον ᾔσχυνας, τὸν κατακαυχώμενον, κυριεῦσαι τῆς κτίσεως· καὶ πλαστομώρως πολιτευόμενος, χάριν τὴν θείαν, πλουσίως εἵλκυσας, δι’ ἧς θαυμάσια, ἐν ζωῇ ἐτέλεσας, καὶ νῦν μισθόν, εἴληφας Παράδεισον, τὸ ἐφετὸν τῶν πιστῶν.

Δόξα. Ἦχος πλ.δ΄.
Χριστοφανεῖς κομῆται, ἀναδειχθέντες ἀσκηταί, τὴν Ἐκκλησίαν λαμπρῶς καταφωτίζετε, ἐν τοῖς θαυμασταῖς πολιτείαις ὑμῶν,      καὶ τὴν πρὸς Θεὸν ἄκραν ἀγάπην ἐκδιδάσκετε τοῖς πιστοῖς, ὑπὲρ πᾶσαν ἐν βίῳ προτίμησιν. Ὅθεν, κλεινὲ Ἰωάννη καὶ σοφὲ Συμεών, πρεσβεύσατε ἄμφω τῷ Κυρίῳ, ἵνα χαρίσηται καὶ ἡμῖν, τὴν πρὸς Αὐτὸν ἀγάπην ἀειφλεγῆ καὶ ἀέναον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη.

Μεγαλυνάριον
Χαίροις παμμακάριστε Συμεών, ὁ ἀπομωράνας, τῆς κακίας τὸν σοφιστήν· χαίροις Ἰωάννη, πολῖτα τῆς ἐρήμου, πατέρες θεοφόροι, ἀγγέλων σύσκηνοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου