Παρασκευή 10 Απριλίου 2020

ΑΥΓΟΥΣΤΟΣ 16. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΑΝΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄.
ΔΗΜΗΤΡΙΑΝΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ τῆς ἑορτῆς τῆς Θεοτόκου γ΄.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν·
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.

Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ ἀγγέλων δῆμοι, σὺν τοῖς ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ γ΄ τοῦ Μάρτυρος. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὡς δένδρον, Μάρτυς, τὰς ῥίζας, εἰς ποταμὸν τοῦ Θεοῦ, ἁπλώσας ἠξιώθης, ἐκβλαστῆσαι πλουσίως, καρποὺς ἀθανασίας, τὰς ἀρετάς, αἷς ὁ Κύριος τέρπεται, καὶ διὰ βίου ἐνθέου πρὸς τὴν ζωήν, ἀληθῆ ἀνόμους εἵλκυσας.

Τῶν ἀρετῶν πλοῦτον, Μάρτυς, καλῶς κτησάμενος, καὶ σῶμά σου φυλάξας, καθαρὸν ἁμαρτίας, γεννήσεως ἐγένου πνευματικῆς, σκεῦος ὄντως ὑπέρλαμπρον, διὸ καὶ χάριν ἀπείληφας ἐνεργεῖν, ἐν Χριστῷ πλεῖστα θαυμάσια.

Εἰς ὕψος μέγα ἀνῆλθες, τῶν ἀρετῶν, ἀθλητά, ὅθεν ἀναβιβάσας, σεαυτὸν ἐπὶ δένδρου, ἐκεῖθεν ἐπορεύθης πρὸς τὸν Χριστόν, Ὃν ἐκ βρέφους ἠγάπησας, δεινοῦ βαρβάρου τοῦ ξίφους πεῖραν λαβών, γάλα βλύσας ἀντὶ αἵματος.
Δόξα. ῏Ηχος β΄.
Εἰλικρινῶς ἐπιποθήσας ἀπὸ παιδός, τὴν τοῦ Κυρίου ὁδόν, Δημητριανέ, ὡς νοητὸν ξύλον καὶ καλλίκαρπον, ἐβλάστησας τῶν ἀρετῶν τὸν θεῖον πλοῦτον. Χαριτωθεὶς δὲ καὶ θαυμάτων τῇ ἐνεργείᾳ, πολλοὺς ὡδήγησας σοφῶς εἰς σωτηρίαν· τῇ δὲ μαρτυρικῇ σου ξιφοτμήσει, ἀνῆλθες κούφως πρὸς Ὃν ἐκ βρέφους ἠγάπησας, πρεσβεύων ἀπαύστως ὡς φιλάδελφος, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς τιμώντων σε.

Καὶ νῦν. Τῆς ῾Εορτῆς, ὁμόηχον.
῾Η τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι᾿ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον, Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. Ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδεςἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Τῇ γονικῇ εὐσεβείᾳ συμμείξας τὴν προθυμίαν σου, ὡραῖος πέφυκας καρπὸς τοῦ Πνεύματος, Δημητριανὲ παμμακάριστε· καὶ ἐν καιρῷ τῆς ἀθλήσεώς σου ἐνδόξως ὡς σῖτος συναχθείς, εἰς τὴν οὐράνιον ἀποθήκην, σὺν πᾶσι τοῖς Ἁγίοις, νῦν πλουτεῖς τὸ εὐπαῤῥησίαστον, ᾧπερ πρὸς Χριστόν, δεόμεθα, χρῷ ἡμῖν, τοῖς ἐπιτελοῦσι φαιδρῶς τὴν μνήμην σου.

῏Ηχος β΄.
Ὡς ποθητὴς τῆς Βασιλείας ποσῶς οὐκ ἐμείωσας, τὸν ζῆλον τῆς καρδίας σου, Δημητριανὲ χριστόψυχε, ἀλλ᾿ ὡς ὕλην εὔπρηστον ἐπιθεὶς τὴν θείαν γνῶσιν, ὑπέκαιες τὸν ἔρωτα τῆς συναφείας τῷ Χριστῷ. Ὅθεν ὡς μάρτυς νῦν ἱστάμενος κατενώπιον Αὐτοῦ, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

῏Ηχος γ΄.
Τὴν ἀλόγιστον εὐχὴν ὡς κλεῖδα βάλλων ἑκάστοτε, τὴν πύλην ἤνοιγες τοῦ θείου ἐλέους, Δημητριανέ, εἰσακουόμενος· ὅθεν καὶ τυφλοὺς κατωμμάτωσας, καὶ πλανωμένους ἐπέστρεψας εἰς γνῶσιν Θεοῦ, ἀλλὰ καὶ τοῖς εὐλαβῶς τιμῶσι τὴν μνήμην σου, πρὸ τῆς ἀθλήσεως ἐπεζήτησας ὡς χάριν τὸ ἔλεος, ὅπερ παράσχου νῦν τοῖς αἰτουμένοις σε.

῏Ηχος δ΄.
Τὰ ἄνω φρονήσας καὶ ποθήσας ἀπὸ παιδός, ἐπὶ φυτοῦ ἐλαίας ὡς θεῖον πτηνὸν ἀνελθών, τοῦ μαρτυρίου, Δημητριανέ, ἐνδόξως ἐπέτυχες· ὅθεν τοῖς φιλομάρτυσι δίδου ὡς μισθὸν τὴν χάριν σου, καὶ φώτισον ταῖς εὐχαῖς σου, τοὺς μυωπάζοντας ὀφθαλμοὺς τῶν ψυχῶν ἡμῶν.

Δόξα. ῏Ηχος πλ.α΄.
Εὐαγγελίου σε εἰδότες πληρωτήν, καὶ ἀρετῶν τῶν θείων κτήτορα, μάρτυς ἔνδοξε Δημητριανέ, ἐξαιτούμεθα ἐκ ψυχῆς τὰς εὐχάς σου. Σοῦ γὰρ εὐαρέστως ὑπακούει ὁ Κύριος, Ὃν ἐν τῷ βίῳ σου τῷ ἁγνοτάτῳ, καὶ τῇ ξιφοτμήτῳ τελειώσει, ὡς υἱὸς πιστὸς ἐδόξασας.

Καὶ νῦν. Τῆς ῾Εορτῆς, ὁμόηχον.
ᾌσατε, λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὑτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος, ἄνευ σπορᾶς, παρατίθησιν· ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὀξυγράφος τῆς Χάριτος, γραμματεὺς ἀναδέδειξαι, Δημητριανέ, σοφῶς τὰ θελήματα, μαθὼν Θεοῦ δι᾿ ὧν ἄνθρωπος, εἰς ὕψος ἀνέρχεται, ἐναρέτου βιοτῆς, τοὺς ἀγγέλους μιμούμενος, καὶ φῶς γίνεται, ὁδηγοῦν τοὺς ἐν ζόφῳ καθημένους, τῆς σκοτώδους ἀγνωσίας, πρὸς τὴν ζωὴν τῆς θεώσεως.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Οὔτε δόξα εὐμάραντος, οὔτε πλοῦτος χρημάτων σε, τοῦ Χριστοῦ ἐχώρισαν, Μάρτυς ἔνδοξε, ἀπὸ παιδὸς γὰρ μεμάθηκας, Κυρίου τὸ θέλημα, καὶ ἐκτήσω δαψιλῶς, τῶν θαυμάτων τὸ χάρισμα, δι᾿ οὗ ἔδειξας, τοῖς ἀνθρώποις Δεσπότου τὴν ἀγάπην, καὶ πολλὴν φιλανθρωπίαν, ἣν συμπαθῶς ἐπιδείκνυται.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τὸν τυφλὸν ἐθεράπευσας, προσευχῇ σου, μακάριε, τῶν λῃστῶν δὲ σύλλογον πρὸς ἐπίγνωσιν, τῆς ἀληθείας ὡδήγησας, ξηράνας ραπίσαντος, χεῖρα πάνυ θαυμαστῶς, καὶ ἐν τέλει ἀπείληφας, στέφος ἄφθαρτον, ἐκ τοῦ δένδρου πετάσας ὡς στρουθίον, τοῖς πτεροῖς τοῦ μαρτυρίου, πρὸς τὸν ποθούμενον Κύριον.





Δόξα. ῏Ηχος δ΄.
Ὡς ἱερὸν ἀνάθημα φυλάξας σεαυτόν, καὶ καλλυνθεὶς τῇ ἐργασίᾳ τῶν σεπτῶν ἐντολῶν, τὴν Χάριν ἐφείλκυσας τοῦ Ἁγίου Πνεύματος, Δημητριανὲ ἀθλητὰ ἀξιάγαστε. Ὅθεν σημείοις δοξάσας ἐν τῇ ζωῇ σου τὸν Χριστόν, ἐν τέλει συνηντήθης Αὐτῷ, διὰ τοῦ ξίφους μακαρίως. Ὃν ἐκτενῶς ἱκέτευε, μάρτυς καλλιστέφανε, ὑπὲρ τῶν πίστει μακαριζόντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς, ὁμόηχον.
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν· ὅτι μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.

Νῦν ἀπολύεις. Τρισάγιον κλπ. ῞Οτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀπὸ βρέφους ποθήσας τὸν Θεὸν παμμακάριστε, ψαλμικῶς τὰς ῥίζας τοῦ βίου, ἐντολαῖς Αὐτοῦ ἥπλωσας· διὸ καὶ ἐπλουτίσθης ἀρεταῖς, αὐξάνων ἀγαπήσει τοῦ Χριστοῦ, πρὸς Ὃν ξίφει ἀνελήλυθας ἐκτμηθείς, τὴν κάραν σου τὴν πάντιμον. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, ὦ μάρτυς Δημητριανέ, καὶ δόντι ἡμῖν πρέσβυν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ποθήσας τὸν Χριστόν, ἐκ νεότητος, Μάρτυς, ἐγένου ἀρετῶν, ἱερώτατον σκεῦος, θαυμάτων δὲ εἴληφας, τὴν ἐνέργειαν ἄνωθεν· κάραν τέτμησαι, ὑπὸ ἀθέου βαρβάρου, καὶ ἐξέβλυσας ἀντὶ τοῦ αἵματος γάλα, ἀμνὸς ὡς χριστόθυτος.
Δόξα. Καὶ νῦν. Τῆς ῾Εορτῆς ὅμοιον.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Εἰς τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Κόσμου ἀπέῤῥιψας, τὴν ματαιότητα, ποθῶν τὰ μένοντα, καὶ ἀκατάλυτα, ὦ μάρτυς Δημητριανέ, ἐν βίῳ σου τῷ ἁγίῳ. Ὡς φαρμάκῳ χρώμενος, προσευχὴν πρὸς τὸν Κύριον, θαύματα ἐτέλεσας, δι᾿ ὧν Τούτῳ συνήρμοσας, τοὺς πρῴην ἀσεβείᾳ συζῶντας, οὕς περ φωτὸς υἱοὺς ἀνέδειξας.
Δόξα. Καὶ νῦν. Τῆς ῾Εορτῆς ὅμοιον.
Ἐν τῇ γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε, Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα, πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμεν· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος δ΄. ᾿Επεφάνης σήμερον.
Τὴν ἁγίαν ἄθλησιν, ἐπιτελοῦντες, σοῦ πιστῶς δεόμεθα, ὦ Μάρτυς Δημητριανέ, μετόχους πάντας ἀνάδειξον, τῆς Βασιλείας, ἡμᾶς ταῖς πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Τῆς ῾Εορτῆς , ὅμοιον.
Τὴν σεπτὴν Μετάστασιν, σοῦ, Παναγία, ἑορτὴν στησάμενοι, σὲ ἀνυμνοῦμεν εὐσεβῶς, Θεογεννῆτορ πανύμνητε· μὴ οὖν παρίδῃς, τοὺς πόθῳ ὑμνοῦντάς σε.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στίχος· Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη....
Εὐαγγέλιον· Τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγ. Γεωργίου (κγ΄᾿Απριλίου)
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. ῏Ηχος πλ. β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
 Κατανοήσας τὸ σαθρόν, τοῦ βίου τούτου, Μάρτυς, ὡς νουνεχής τις ἔμπορος, διὰ τοῦ αἵματός σου ἀθλητικῶς, τὴν βασιλείαν ἐξωνήσω. Ἐν ᾗ εὐφραινόμενος λαμπρῶς, μνήσθητι τῶν τιμώντων σε, Δημητριανὲ ἀξιοθαύμαστε.








Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν ἐπινίκιον, Δημητριανέ, σοὶ προσάγω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμά μου.
Τὸν ἔνθεον βίον σου, καὶ τὴν πανένδοξον ἄθλησιν, ὑμνῆσαι βουλόμενος, ἐπικαλοῦμαί σου, Δημητριανέ, εὐχὰς ἱερωτάτας, καὶ Χάριν τοῦ Πνεύματος, σὲ ἁγιάσαντος.
Ὁ νοῦς σου, μακάριε, οὐ προσηλώθη τοῖς ῥέουσι, ποθοῦντοςτὰ μένοντα καὶ τὰ οὐράνια· ὅθεν εὕρηκας, πρὸς γνῶσιν σωτηρίας, διδάσκαλον τίμιον, καθοδηγοῦντά σε.
Νεότητος ἴσχυσας, καταβαλεῖν πάθη, ἅγιε, ὡς δένδρον τὰς ῥίζας σου, ἐν ποταμῷ τοῦ Θεοῦ, Δημητριανέ, σοφῶς πάνυ ἁπλώσας, διὸ ἐν καιρῷ καλοὺς, καρποὺς ἀπέδωκας.
Θεοτοκίον
Εὑρών σε ὁ Κύριος, καθαρωτάτην καὶ ἄμωμον, ἐκ σοῦ σάρκα εἴληφεν, Ἁγίῳ Πνεύματι, καὶ ἐτίμησεν, ὑπὲρ γυναῖκας πάσας· διὸ σε δοξάζομεν, Μῆτερ ἀνύμφευτε.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Πραότητα, ταπεινοφροσύνην, ἀγάπην ἐκτήσω πρὸς Θεόν, καὶ ἀρετῶν τὸ σύνολον, δι᾿ ὧν κατεθησαύρισας, τὸν θησαυρὸν τὸν ἄσυλον, Μάρτυς, Ἐδὲμ κληρωσάμενος.
Ἰάσω τυφλὸν τῇ προσευχῇ σου, εὑρὼν ἐῤῥιμμένον ἐν ὁδῷ, πίστει κλίνας τὸ γόνυ σου, καὶ ὄμμα τῆς καρδίας σου, ἀναγαγὼν πρὸς Κύριον, τὸν τοὺς τυφλοὺς ὀμματώσαντα.
Νικήσας τὴν φιλοχρηματίαν, διέδωκας πλοῦτον τοῖς πτωχοῖς, ἐν πάσῃ κρυφιότητι, τῷ λόγῳ, συμμορφούμενος· ἀριστερὰ μὴ γνώτω σου, ἃ δεξιὰ κατεργάζεται.
Θεοτοκίον
Ἰάσω τὸν ἄνθρωπον, Παρθένε, τεκοῦσα τὸν θεῖον Ἰατρόν, Ὅστις ἰδὼν τὸ σύντριμμα, τῶν πρωτοπλάστων ἔδραμεν, σάρκα ἐκ σοῦ ἐνδύσασασθαι, δι᾿ ἧς φθορᾶς ἡμᾶς ἔσωσεν.

Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Χριστὸν ἀγαπήσας ἀπὸ νεότητος, πλοῦτον, δόξαν ματαίαν σαφῶς κατέπτυσας, ἀρετῶν ἐπιδοθεὶς εἰς κτῆσιν ἅγιε, καὶ τῷ ξίφει ἐκτμηθεὶς κατεστέφθης ἐκ Χριστοῦ, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει τιμώντων, Δημητριανέ, τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ῾Εορτῆς, ὅμοιον.
Τῶν ἀγγέλων τὰ πλήθη δοξολογοῦσί σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς ὑμνοῦμέν σε, ὅτι μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ σου καὶ Θεῷ, ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν Παρθένε μετάστασιν.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Κρίνας ὡς ἀσύμφορον τῇ ψυχῇ, Δημητριανέ, τὸ ἀξίωμα, ὃ δέδωκέ σοι ἐξ ἀγάπης σὸς πατήρ, τοὺς ὀφθαλμοὺς ἐμάκρυνας, μετεωρισμοῦ διὰ Κύριον.
῎Ιδες ἐν ὀνείρατι Παρμενᾶν, Δημητριανέ, τὸν διδάσκαλον, ὑπὸ ἀγγέλου στεφανούμενον λαμπρῶς, ὅθεν καλῶς ὑπώπτευσας, τὴν αὐτοῦ ταχεῖαν μετάστασιν.
Οὐρανίους ἤκουσας διδαχάς, ὑπὸ ἐγγυθνήτου, μακάριε, σοῦ διδασκάλου ἑρμηνεύσαντος σοφῶς, τὰ ὀρθοδόξου πίστεως, σοὶ καὶ τὴν τοῦ βίου ὀρθότητα.
Θεοτοκίον
Νέαν κτίσιν ἔγνωμεν ἀληθῶς, διὰ τοῦ σοῦ τόκου, Πανύμνητε, ὅτι ὁ Λόγος τοῦ Θεοῦ σάρκα λαβών, ἐκ σοῦ ὁδὸν θεώσεως, πᾶσι τοῖς ἀνθρώποις ὑπέδειξεν.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Δυνάμει τοῦ Πνεύματος, λῃστὰς ἀγρίους εἵλκυσας, Δημητριανέ, πρὸς φῶς Κυρίου, ὅτε τὴν χεῖρα ἑνὸς ἐξήρανας, καὶ διὰ σημείου τοῦ σταυροῦ, πάλιν ἐξυγίανας, κατὰ σοῦ ἐξορμήσαντος.
Ἡ δύναμις, Ἅγιε, τῆς προσευχῆς σου ἴσχυσεν, ὅπως εἰρηνεύσῃ παραδόξως, λῃστῶν καρδίας ἃς ὁ μισάνθρωπος, ἔσχεν ὑποχείρια αὐτοῦ, ἀλλὰ καὶ ἀπώλεσεν, ἐπεμβάσει ἁγίᾳ σου.
Μὴ πράττειν τὰ ἄδικα, διδάξας τοῖς λῃστεύουσιν, Δημητριανέ, καθυπεσχέθης, δῶρον παρέξειν φῶς ἐπιγνώσεως, καὶ Χριστοῦ ζωῆς τῆς ἀληθοῦς, μετοχὴν αἰώνιον, εἰς Ἐδὲμ τὴν οὐράνιον.
Θεοτοκίον
Ἡγίασας φύραμα, ἀνθρώπων, Παμμακάριστε, καθυποταγεῖσα τῷ Κυρίῳ, καὶ συλλαβοῦσα ἐν τῇ γαστρί σου Αὐτόν, ᾯ καθυποτάσσονται ἡ γῆ, καὶ τὰ ἐπουράνια, ὡς σοφῶς ταῦτα κτίσαντι.

ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Τὸ τέλος σοὶ προηγόρευσεν, ὁ ἄγγελος ἐν ὕπνῳ, μακάριε, δεικνὺς τὸν στέφανον, τῆς σῆς μελλούσης ἀθλήσεως, ἔνδον τοῦ σπηλαίου καθεύδοντι.
Ῥωσθεὶς ἀγγέλου τοῖς ῥήμασι, ἠγέρθης ἀγαλλόμενος, Ἅγιε, ὡς προγευόμενος, μαρτυρικῆς δόξης ἥτις σοι, ὡς δῶρον ἐκ Θεοῦ προητοίμασται.
Ἱερωτάτη καρδία σου, ὡς ἔλαφος διψῶσα ἐσκίρτησεν, σχοῦσα τὴν ὅρασιν, ἀθλητικῆς τελειώσεως, ὦ Δημητριανὲ γενναιότατε.
Θεοτοκίον
Ἀσπάζομαί σου τὴν πάντιμον, εἰκόνα, Θεονύμφευτε Δέσποινα, χάριν καρπούμενος, καὶ ἀνακράζω τό, Χαῖρέ"σοι, ὅπερ Γαβριὴλ σοι προσήνεγκεν.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Μακαριότητα ποθήσας Κυρίου, πλοῦτον καὶ δόξαν τὴν ματαίαν ἠρνήσω, εὑρὼν δὲ ὡς διδάσκαλον τὸν θεῖον Παρμενᾶν, Δημητριανέ, σοφός, γραμματεὺς ἀνεδείχθης, πίστεως μυστήρια ἐκμαθὼν ἐν αἰσθήσει, ξιφοτμηθεὶς δὲ εἴληφας λαμπρόν, τῆς βασιλείας τὸν ἄφθαρτον στέφανον.
῾Ο Οἶκος
Κειμήλιον χριστάρεστον, καὶ σκεῦος θεοφόρον, γενόμενος, μακάριε Δημητριανέ, ἐν τῷ βίῳ, ἐπακριβῶς ἐφύλαξας τὰς τοῦ Δεσπότου ἐντολάς. Θαυματουργίας δὲ τὸ χάρισμα λαβών, καὶ ἐλεημοσύνης διώκων ἐν κρυφῇ τὴν ἀρετήν, εὐχόμενος ὡς ὄρνις ἐν φυτῷ ἐλαίας, ξίφει ἐτμήθης τὴν τιμίαν κεφαλήν, βλύσας ὑπερφυῶς ἀνθ᾿ αἵματος ἰαματοφόρον γάλα. Ὅθεν πρὸς τὸν παντελεήμονα Χριστὸν χαίρων ἐπετάσθης, παρ᾿ Οὗ δικαίως ὡς μισθὸν ἀπείληφας τῆς βασιλείας τὸν ἄφθαρτον στέφανον.

Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ μηνὸς Αὐγούστου, μνήμην τοῦ ἁγίου μάρτυρος Δημητριανοῦ τοῦ Άνδριδιώτου.
Δημητριανὸς Χριστοῦ ἀγάπῃ ζήσας,
Τῇ μαρτυρικῇ σφαγῇ Χριστῷ ἡνώθη.
Ἕκτῃ τε καὶ δεκάτη Δημητριανὸν φάσγανον ἔταμεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου ἀσκητοῦ, καὶ προστάτου Κεφαλληνίας.
Γέρα πρέπουσι Γερασίμῳ τῷ Νέῳ.
Τῷ τοῖς γέρασι τῶν παλαιῶν στεφθέντι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ κάρας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει βίου σου χαῖρε, Χαιρήμων μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου σάρκα πῦρ κατεσθίει
Μωσῆς ἄν εἶπε θεῖος ὡσεὶ καλάμην.




Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Στεῤῥὸς στρατός τε καὶ συνασπισμὸς μέγας,
Ξίφει πεσών, στράτευμα δαιμόνων πρέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς τὴν Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος παντοτεῦκτα Χριστέ μου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μετ' αἰσχύνης τοὺς Ἀγαρηνούς, μεσιτείᾳ τῆς Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Μακαρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς τῆς μονῆς τοῦ Γηρομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου, καὶ κτίτορος τῆς Ἱ. Μ. Πεντέλης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου τοῦ ἐκ Μετεώρων, μαρτυρήσαντος ἐν ἔτει ᾳφνα΄ (1551).
Τί δαί συ Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς κωμοπόλεως Ἁγίου Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1686.
Ἀπῆρας ὄντως εἰς μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ᾳχπ΄ (1680) ξίφει τελειοῦται.
Ὁ Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων ἐν Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου, Βασιλείου, καὶ Σαράντου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου καταγόμενος, καὶ ἐν τῇ Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ Τσιοτίου ἀπῆλθες θεοφόρε,
Καὶ ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε.

Τῇ αὐτῇ ἡμέρᾳ,, μνήμη τοῦ Ἁγίου Ἀκακίου, ἐπισκόπου Λητῆς καὶ Ῥεντίνης.
Λητῆς Ῥεντίνης τὸν ἄκακον ποιμένα,
Ὕμνοις τιμῶμεν Ἀκάκιον συμφώνως.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νοῦν οὐράνιον, κτησάμενος μακάριε, ὅλος μετέωρος, ἐγένου τοῖς νοητοῖς, ψυχῇ συναπτόμενος, καθάπερ ἄγγελος, διὸ ἔφθασας, ᾿Εδὲμ οἰκῆσαι τάχιστα, καρατομηθεὶς τῷ ξίφει.
Ἔσχες ἄριστον, διδάσκαλον διδάξαντα, βίον τὸν ἔνθεον· διὸ καρποὺς τῷ Χριστῷ, ποικίλους προσήνεγκας, τὰ κατορθώματα, ἅπερ ἤσκησας, καθυποτάξας, Ἅγιε, παλαιὸν Ἀδὰμ γενναίως.
Στρατευσάμενος, στρατείαν τὴν τοῦ πνεύματος, καὶ τῷ ἀρότρῳ βαλών, τὴν χεῖρα μακάριε, οὐδόλως ἔστρεψας, πάλιν ὄπισθεν, μόνον ποθῶν τὸν Κύριον, Οὗ καὶ μάρτυς ἀνεδείχθης.
Θεοτοκίον
Ὁ γλυκύτατος, Υἱός σου, Παναμώμητε, ὁ συγκαλέσας ἡμᾶς, ζωὴν εἰς αἰώνιον, πρεσβείαν δέξαιτο, τὴν εὐπάρεδρον, ἣν ὑπὲρ τέκνων πρόσφερε, τῶν πιστῶς σε ἀνυμνούντων.



ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἱεροπρεπῶς ἐν γῇ βιώσας, ὡς ἔμψυχον, Μάρτυς, Εὐαγγέλιον, τέλους θείου ἔτυχες, τοῦ Χριστοῦ γενόμενος, ἐκμίμημα τὸν θάνατον, καταζηλώσας Αὐτοῦ, καὶ βαρβάρου ξίφει ἀποτέτμησαι, εἰς ζωὴν αἰωνίου τὴν μέθεξιν.
Πάσας ἀρετὰς ὡς μίαν, Μάρτυς, κατώρθωσας ζήλῳ τῷ ἐνθέῳ σου, ὑπακούσας ἄριστα, θείῳ διδασκάλῳ σου, οὖ ὑποθήκας ἔσχηκας, βίου πηδάλιον, ὁδηγοῦν σε εἰς Χριστοῦ ἀγάπησιν, καὶ ζωῆς αἰωνίου τὴν μέθεξιν.
Ῥήμασιν ἁγνοῖς καὶ ἠρτυμένοις, τῇ Χάριτι ἤγρευσας, πανάριστε, τοὺς φονεῦσαι θέλοντας, σὲ λῃστὰς τὸ πρότερον, καὶ ὡς ἀρνία ἔδειξας, Χριστῷ ὑπείκοντα, καὶ τῷ νόμῳ Τούτου πορευόμενα, εἰς ζωῆς αἰωνίου τὴν μέθεξιν.
Θεοτοκίον
Οὐρανὸς κατάστερος ἐφάνης, Παρθένε, Δικαιοσύνης Ἥλιον, κόσμῳ ἀνατείλασα, ᾿Ιησοῦν τὸν Κύριον, Οὖ τῷ φωτὶ προστρέχοντες, τὰ πάθη βλέπομεν, καὶ τῇ θείᾳ μετανοίᾳ ἅπαντα, τῆς ψυχῆς ταῦτα τάχει ἐκβάλλομεν.

δὴ θ΄. Ἅπας γηγενής.
Σοῦ τὴν τελευτήν, σπηλαίῳ διάγοντι, διαμεμήνυκεν, Δημητριανέ, σαφῶς, Κυρίου ἄγγελος ἐν ὀνείρατι· Χαίροις εἰπών, μακάριε, προετοιμάσθητι, ὅτι δύο μεθ᾿ ἡμέρας στέφανον, μαρτυρίου κερδήσεις ἀμάραντον.
Ἄθλησιν λαμπράν, εἰς νοῦν φανταζόμενος, ἐδόθης Ἅγιε, εἰς καρδιακὴν εὐχήν, ἐν τῇ ἐλαίᾳ Χριστοῦ δεόμενος, ὑπὲρ τῶν ὅσοι μνήμην σου ἐπιτελέσουσι, καὶ ναῷ σου εὐλαβείᾳ ἔλθουσιν, ἀρυσόμενοι θείας σου χάριτας.
Γάλα καθαρόν, ὤ θαύματος ἔβλυσας, ἀντὶ τοῦ αἵματος, Δημητριανέ, τμηθείς, ξίφει τὴν κάραν σου τὴν χριστόνοον, ὅπερ πιστοὶ χριόμενοι ἐθεραπεύοντο, νοσημάτων καὶ Χριστὸν ἐδόξαζον, τὸν δοξάσαντα σὲ παμμακάριστε.
Ὡς παρεστηκώς, Κυρίου ἐνώπιον, Ὅν περ ἠγάπησας, Δημητριανὲ κλεινέ, καθικετεύειν μὴ παύσῃ πώποτε, ὅπως ἡμῖν δωρήσηται, σφαλμάτων ἄφεσιν, καὶ συντάξῃ ἔνθα σὺ εὐφραίνῃ νῦν, εἰς Αὑτοῦ Βασιλείαν οὐράνιον.
Θεοτοκίον
Ἄχραντε σεμνή, Ἁγνὴ Παναμώμητε, Κόσμου μεσίτρια, χεῖρας τὰς ἁγίας σου, πρὸς τὸν Φιλάνθρωπον αἶρε πάντοτε, ἐξαιτουμένη ἄφεσιν, ἁμαρτημάτων ἡμῶν, καὶ πλουσίαν εὐλογίαν, Δέσποινα, τοῖς πιστῶς ἐκ ψυχῆς ἀνυμνοῦσί σε.


Ἐξαποστειλάρια ῏Ηχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τὴν τοῦ Χριστοῦ ἀγάπησιν, ὑπὲρ πάντα ποθήσας, ταύτῃ ἐφλέγου, ἅγιε, πίστει τηρῶν ἁπάσας, τὰς ἀρετὰς ἐν τῷ βίῳ, δι᾿ ὧν εἴληφας χάριν, θαυμάσια ἐργάζεσθαι, ἰατρείας ποιεῖν τε, εὐχῇ θερμῇ· ὅθεν καὶ τοῖς μάρτυσιν ἠριθμήθης, Δημητριανὲ θεόσοφε, ξίφει τμηθεὶς τὴν κάραν.
Θεοτοκίον.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος πλ.δ΄.Ὢ τοῦ παραδόξου θαύματος
Δημητριανέ μακάριε, ἀπὸ παιδὸς τὸν Χριστόν ἀγαπήσας συνήρμοσας, βίον τοῖς ἐντάλμασι, τοῖς Αὐτοῦ ἐνθεώτατα, καὶ ὥσπερ ξύλον καταπεφύτευσαι, ἐν ταῖς ἐξόδοις τοῦ θείου Πνεύματος· καρπὸν δ᾿ ἐξήνεγκας, ἀρετάς, θαυμάσιε, εἰς ἑκατόν, ἄγαλμα ἐξαίσιον, πιστοῖς φαινόμενος.

Δημητριανὲ θεόσοφε, πλούτου καὶ δόξης φθαρτῆς, ἀλογήσας ἐδίωξας, μόνον τὰ οὐράνια, πάθη σβέσας νεότητος· καὶ διδασκάλου τυχὼν κατέμαθες, Εὐαγγελίου ὁδὸν τὴν σῴζουσαν, ὅθεν ἐν ἅπασιν, ἐπορεύθης ὅσιος καὶ ἀληθής, μαθητὴς ὡς ἄριστος, Χριστοῦ τοῦ Κτίστου σου.

Δημητριανὲ χριστόψυχε, φιλανθρωπίᾳ πολλῇ, καὶ ἀγάπῃ κινούμενος, τὸν τυφλὸν ὠμμάτωσας, καὶ πτωχοῖς διεσκόρπισας, πλοῦτον πατρῷον ἐν κρυφιότητι, λόγοις δὲ θείοις λῃστὰς ὡδήγησας, πρὸς τὴν ἐπίγνωσιν, τοῦ Χριστοῦ θελήματος καὶ Παρμενᾶ, ἐξ ἀγγέλου ἔμαθες, θνῆξιν τὴν μέλλουσαν.

Δημητριανὲ χριστόστεπτε, ὡς τῆς εἰρήνης υἱός, προμαθὼν θεῖον τέλος σου, τὰς εὐχὰς ἀπέδωκας, ἐν ἐλαίᾳ Δεσπότῃ σου, ἔνθεν πτηνόν σε καθάπερ ἔσφαξεν, σκοτεινομόρφου Ἄγαρ ἐκβλάστημα, ἀλλὰ ὁ Κύριος σὲ ὑπερεδόξασεν ἐκ τοῦ λαιμοῦ, βλύσει ἁγνοῦ γάλακτος, ἀντὶ τοῦ αἵματος.

Δόξα. ῏Ηχος πλ.δ΄.
Εὐαγγελίου τὸν σπόρον ἐν ψυχῇ σου δεχθείς, ὡς καλλίκαρπος ἀγρός, Δημητριανέ, ἀπέδωκας καρπὸν ἑκατονταπλασίως· πάσας γὰρ τὰς ἀρετὰς φιλοτίμως μετελθών, διὰ τοῦ μαρτυρίου τοῦ Χριστοῦ ἐπέτυχες, ᾯ μὴ παύσῃ, ἀθλητά, ἐξαιτούμενος, ὑπὲρ ἡμῶν τὸ μέγα ἔλεος.





Καὶ νῦν. Τῆς ῾Εορτῆς, ὁμόηχον.
Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιϊπτάμεναι,
τὴν Βασιλίδα γεραίρουσιν. Αἱ μὲν ὡς προῖκα τὴν παρθενίαν ἀντὶ μύρου κομίζουσαι, αἱ δὲ τὴν ἄϋλον ὑμνῳδίαν καὶ τὰ τῆς ἀρετῆς προσάγουσαι. Πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ ὡς βασιλίδι, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις

Μεγαλυνάρια
Δημητριανέ σε ἀπὸ παιδός, ἔγνωμεν Δεσπότου, προθυμότατον μαθητήν· νῦν δὲ παῤῥησίαν μαρτυρικὴν πλουτοῦντα, Αὐτῷ ὡς πρέσβυν θεῖον, σὲ προβαλλόμεθα.
Δημητριανέ, σοῦ θεῖον ναόν, τὸν ἐν Ἰδαλίῳ, χαρισμάτων δεῖξον πηγήν, καὶ τὴν νῆσον Κύπρου σὺν τοῖς λοιποῖς Ἁγίοις, σκέπε σεπταῖς εὐχαῖς σου, πρὸς τὸν Φιλάνθρωπον.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου