Κυριακή 12 Απριλίου 2020

ΜΑΪΟΣ 23. ΟΣΙΑ ΕΥΦΡΟΣΥΝΗ ΠΟΛΤΣΚ ΑΚΟΛΟΥΘΙΑ

Памяти преподобной Евфросинии, игумении и княжны Полоцкой - Internet Sobor
ΜΑΪΟΣ ΚΓ΄.
ΕΥΦΡΟΣΥΝΗ ΟΣΙΑ ΠΟΛΤΣΚ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕIΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν γ΄ στιχηρὰ προσόμοια τῆς ἑορτῆς τοῦ Πεντηκοσταρίου καὶ γ΄ τῆς Ὁσίας. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῷ θείου ἔρωτος βέλει, κατατρωθεῖσα σεμνή, νεότητος τὰ κάλλη, καὶ ζωὴν φθειρομένην, κατέλιπες προθύμως καὶ τῷ Χριστῷ, τῷ γλυκεῖ ἠκολούθησας, περιβληθεῖσα τὸ Σχῆμα τὸ ἱερόν, Εὐφροσύνη παμμακάριστε.

Σὺν ταῖς φρονίμοις Παρθένοις, λαμπάδα ἄσβεστον, ἐτήρησας ἀγρύπνως, Εὐφροσύνη ὁσία, διὸ φιλοπαρθένους ψυχὰς τῷ Χριστῷ, τῷ σῷ βίῳ προσήγαγες, καὶ τὴν Μονήν σου ἀνέδειξας θαυμαστῶς, ἰσαγγέλων ἀσκητήριον.

Ἔνθα Νυμφίος ψυχῆς σου, γῇ πεπολίτευται, ἀνέδραμες ἐν πόθῳ, Εὐφροσύνη ἁγία, καὶ πάντας τοὺς Ἁγίους Τόπους θερμῶς, προσκυνήσασα πνεῦμά σου, τὸ ἱερώτατον δέδωκας ταῖς χερσίν, Ἰησοῦ προῖκα ὑπέρτιμον.

Δόξα. Ἦχος δ΄.
Τὸν ὁσιοπαρθενόπλεκτον στέφανον λαμπρῶς κατεκόσμησας, τῶν ἀπ' αἰώνων ὁσίων γυναικῶν καὶ παρθένων μιμησαμένη τοὺς βίους, ἀπὸ βρέφους Εὐφροσύνη τῇ ἀγάπῃ τοξευθεῖσα τοῦ Χριστοῦ. Καὶ τύπον ἀξιομίμητον σεαυτὴν προθεῖσα, ὡς ἄγκιστρον θεῖον ἡλίευσας ψυχάς, ἃς ὡς νυμφαγωγὸς σωφρονεστάτη, τῷ Βασιλεῖ τῶν ἁπάντων θυσίαν προσενήνοχας. Μεθ' ὧν ἐν τῷ οὐρανίῳ νυμφῶνι συναγαλλομένη, μὴ παύσῃ πρεσβεύειν, ὑπὲρ τῶν θαυμαζόντων, καὶ ὕμνοις τιμώντων, τὴν πανευφρόσυνον μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.






Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.







Παροιμιῶν τὸ ἀνάγνωσμα (ἐπιλογὴ στίχων)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν. Σκύλων οὐκ ἀπορήσει ἡ τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. ᾿Εγένετο ὡσεὶ ναῦς ἐμπορευομένη. Μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο. ᾿Απὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα. ᾿Αναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ᾿Εγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει πρὸς τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Θύραν δὲ αὐτῆς διήνοιξε πένησι. Καρπὸν δὲ ἐξέτεινε πτωχῷ. ᾿Ισχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώττῃ αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, πολλαὶ εὕραντο δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται. Φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Ἐνίκησε καὶ αὖθις ὁ τοῦ Κυρίου ἁγνότατος ἔρως, ὁλοτελῶς καταφλέξας εἰς ζωήν, τῆς φιλοάγνου πριγκιπίσσης τὴν καρδίαν. Ἐκρότησαν οἱ ἀειπάρθενοι ἄγγελοι, ἐχάρησαν τῶν ὁσίων οἱ ἰσάγγελοι χοροί, ἠγαλλιάσαντο Ἁγίων Πάντων τὰ συστήματα, τοὺς μυστικοὺς γάμους καὶ τὰ παλαίσματα τῆς θεόφρονος Εὐφροσύνης θεασάμενοι, δι' ὧν ἀξίως εἴληφε τὴν χάριν τῆς θαυματουργίας, καὶ τῇ εὐχητικῇ ἣν ἔχει παῤῥησίᾳ, πρεσβεύει διηνεκῶς τῷ Δεσπότῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄
Τὴν εὐαγγελικὴν ποθήσασα τελειότητα, τὴν τοῖς ἀνθρώποις ἐπιτευκτήν, ἀνείληφας προθύμως τὸν τῆς παρθενικῆς ἀφθορίας, εὔχρηστον ζυγόν, Εὐφροσύνη παμμακάριστε. Τὰ ἄνω ζητοῦσα, ἔνθα ὁ θρόνος τοῦ Νυμφίου. Τὰ ἄνω ποθοῦσα, ὅπου ἡ πόλις τῶν Ἁγίων. Τοῖς ἄνω ἀγγελικοῖς τάγμασι συναμιλλωμένη, ἔνθα ἐθησαυρίσθης μετὰ τὴν διάζευξιν τῆς ψυχῆς ἐκ τοῦ ἁγνοτάτου σου σώματος, καὶ πρεσβεύεις φιλαδέλφως ὑπὲρ τῶν τιμώντων τὴν πανσέβαστον μνήμην σου.

Ἦχος γ΄
Εἰκὼν καὶ τύπος ἀκριβὴς θείας ζωῆς, φανεῖσα τοῖς συγγενέσι σου Εὐφροσύνη μακαρία, πολλῶν γέγονας ἀπλανὴς νυμφαγωγός, ἐκ πείρας ἀσκητικῆς μαθοῦσα τῶν θείων μυστηρίων τὰ ἀπόκρυφα. Ὅθεν καὶ Μονὴν ἱερὰν συγκροτήσασα, μιμητήριον τῆς ἀσωμάτων ἱερᾶς πολιτείας, ταύτην φυλάττοις ἀπήμαντον καὶ ἀνθοφοροῦσαν, εἰς σωτηρίαν ψυχῶν, καὶ δόξαν τοῦ Ὃν ἠγάπησας Κυρίου καὶ Σωτῆρος Ἰησοῦ.

Ἦχος δ΄
Τὴν πλησμονὴν τῆς ἀγάπης σου πρὸς Κύριον ἀποδείξασα ἐμπράκτως, ἐν ἱερᾷ ἀποδημία προσεκύνησας, τοὺς ἡγιασμένους Τόπους ἐκ τῆς ἐν σαρκὶ παρουσίας Αὐτοῦ. Καὶ ὡς ἡ ᾀσματικὴ νύμφη ἀνεβόας· ἔνθα ποιμαίνεις τὰ λογικὰ πρόβατά σου, ἐκεῖ κἀμὲ κάλεσαι ἐλθεῖν ὁ Ποιμὴν μου ὁ καλὸς καὶ ὁ Νυμφίος μου ὁ ἐπέραστος. Ὅθεν τὸν πόθον σου πληρῶν Εὐφροσύνη ὁ Ἠγαπημένος Δεσπότης, ἀνείληφεν εἰς τὴν οὐράνιον Ἱερουσαλὴμ τὴν καθαρωτάτην σου ψυχήν, καταλιπὼν ἡμῖν εἰς παραμυθίαν, ὅπερ εὐλαβῶς προσκυνοῦμεν, τὸ παρθενικὸν καὶ χαριτόβρυτον θεῖον σκῆνός σου.

Δόξα. Ἦχος πλ.α΄.
Τὴν ἀπαστράπτουσαν καθαρότητα τῆς παρθενικῆς σου ψυχῆς, καὶ τὴν εὐγένειαν τῆς φιλοθέου διαθέσεώς σου, ἰδὼν ὁ Ψυχεραστὴς Χριστός, συνηριθμήσατό σε, σωφρονεστάτη Εὐφροσύνη, τῷ χορῷ τῶν φρονίμων παρθένων. Σὺ δὲ τὸ δοθέν σοι τάλαντον ἐπολυπλασίασας ἐν τῇ ἀσκήσει ἐργαζομένη, ὡς μαγνῆτις ἑλκύσασα εἰς τὴν μοναχικὴ ζωήν, πλῆθος μακαρίων ψυχῶν. Ὅθεν ἐν οὐρανοῖς μετ' αὐτῶν εὐφραινομένη, μνήσθητι καὶ ἡμῶν, τῶν ἐν θαυμασμῷ τῆς πολιτείας σου τελούντων τὴν μνήμην σου τὴν θεοχαρμόσυνον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ψάλλομεν προσόμοια, πρῶτον ἓν τῆς ἑορτῆς καὶ εἶτα τῆς Ὁσίας. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Εὐσεβοῦς ῥίζης βλάστημα, Εὐφροσύνη ἀνέθαλες, καὶ εἰς δένδρον κάρπιμον ἀναδέδειξαι, ἀπὸ παιδὸς προτιμήσασα, ζωὴν τῆς ἀσκήσεως, ὑπὲρ βίου ἡδονάς, ὑπανάπτουσα πάντοτε, θεῖον ἔρωτα, ἀρετῶν ἐργασίᾳ τῇ ἐμπόνῳ καὶ ἀγάπῃ ἐπαυξούσῃ, πρὸς Ἰησοῦν τὸν Νυμφίον σου.

Στίχ. Ὑπομένουσα ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Ἐν ἁγνείᾳ τοῦ σώματος, καὶ ψυχῆς καθαρότητι, Εὐφροσύνη γέγονας σκεῦος τίμιον, ἐν ᾧ τὸ μύρον τὸ εὔοσμον, τὸ Πνεῦμα τὸ ἅγιον, ἐκχυθὲν πολυειδῶς, σὴν ζωὴν κατεμύρισεν, ὅθεν εἵλκυσας, πρὸς ζωὴν ἰσαγγέλου πολιτείας, ὡς ἀμνάδας θεολέκτους, τὴν ἱερὰν συνοδίαν σου.





Στίχ. Καὶ ἕστησεν ἐπὶ πέτρας τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ζωηφόρως ἐνέκρωσας, τῶν παθῶν τὰ σκιρτήματα, καὶ Χριστῷ ἐσταύρωσαι, Ὃν ἠγάπησας, Οὗ καὶ τὸ Μνῆμα τὸ πάντιμον, σεμνὴ προσεκύνησας, καὶ παρέθου τὴν ψυχήν, ἐν Σιὼν ἔνθα τέθαψαι, ἀφθαρσίαν πλουτοῦσα Εὐφροσύνη, ἀναστάσεως τὴν δόξαν, ὑποτυποῦσα τὴν μέλλουσαν.

Δόξα. Ἦχος β΄.
Τὴν Δεσποτικὴν περιβληθεῖσα ταπείνωσιν, εἰς ὕψος ἀρετῶν ἀνηνέχθης παρ'Αὐτοῦ, Εὐφροσύνη πανευφρόσυνον· ἔμπνους γὰρ εἰκὼν ὁσιότητος, καὶ ζῶν Εὐαγγέλιον ὑπάρχουσα, πλήθη οὐ παύῃ διδάσκουσα, ὅτι ὁ τὸν Θεὸν τιμῶν ἀντιτιμᾶται πολυπλασίως, ὡς καὶ τὸ ἄφθαρτόν σου σκῆνος, ἀγλώττως ἀνὰ τοὺς αἰῶνας διακηρύττει, ὅπερ προσκυνοῦντες πόθῳ λαμβάνομεν, τὰς δωρεὰς τοῦ ἐν αὐτῷ ἀδιαστάτως παραμένοντος Ἁγίου Πνεύματος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὡς χριστοτόξευτος, δορκὰς ἀνείληφας, Σχῆμα τὸ ἅγιον, ἀπὸ νεότητος, ὑπεριδοῦσα ἡδονῶν, προσκαίρων τὰς ἀπολαύσεις· ὅθεν ἐδελέασας, τῇ σεμνῇ πολιτείᾳ σου, καὶ εὐώδη ἔδειξας, λογικὰ ἀναθήματα, παρθένους ἱερὰς τῷ Κυρίῳ, μῆτερ, Ὁσία Εὐφροσύνη.
Δόξα. Καὶ νῦν.  τὸ τῆς ἑορτῆς.
Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον σου, Σωτήρ.
Τιθεῖσα ἐν ζυγῷ, ἡδονὰς τὰς τοῦ βίου, καὶ τῆς πνευματικῆς, εὐφροσύνης τὴν χάριν, σωφρόνως προέκρινας, τὰ ἀεὶ διαμένοντα· ὅθεν ἤσκησας, ὑπὲρ τὴν φύσιν παρθένε, καὶ ἐπλούτησας, ἐν ἀρεταῖς θεοφόροις, Εὐφροσύνη χριστόψυχε.
Δόξα. Καὶ νῦν, τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐκ τῆς πείρας ἔμαθες, τὸν τῆς καθάρσεως τρόπον, καὶ ἐκ ταύτης γέγονας, πολλῶν διδάσκαλος σεμνή, ὡς ἡγουμένη θεόσοφος, ὦ Εὐφροσύνη, Πολὸτσκ τὸ θησαύρισμα.
Δόξα. Καὶ νῦν, τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς Θαβὼρ ἄλλο ἔδειξας σὴν Μονήν, Εὐφροσύνη ἐν ᾗπερ τὰς μοναχάς, ἐμπράκτως ἐδίδασκες, τὴν ὁδὸν τῆς θεώσεως, καὶ τὴν καῦσιν καρδίας, ὑπὲρ πάσης κτίσεως, ἐξ ἀγάπης Κυρίου, καὶ ἔρωτος ζέοντος· ὅθεν ἠξιώθης, τὴν εἰκόνα πλουτῆσαι, Ἁγνῆς Θεομήτορος, καὶ Σταυρὸν ζωομύριστον, ἐξ ὧν χάρις ἀείποτε, προχέεται τοῖς πόθῳ αὐτοῖς, προσιοῦσι καὶ σοῦ θεῖον λείψανον, προσκυνοῦσι καὶ δόξαν Κυρίῳ προσάγουσι.
Δόξα. Καὶ νῦν, τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος· Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, τῶν Δέκα Παρθένων(Σαββάτῳ ΙΖ΄ Ματθαίου)
Ὁ Ν΄ ψαλμός
Δόξα. Ταῖς τῆς σῆς Ὁσίας.          
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Τὴν ἁγνοτάτην ἀμνάδα τοῦ Χριστοῦ, Εὐφροσύνην τὴν σώφρονα καὶ σεμνήν, τὴν ἐν ἑαυτῇ στοιβάσασαν ὡς θεοσύλλεκτον θημωνιάν, τὰς ἀρετὰς τοῦ Πνεύματος, καὶ φανερώσασαν ἐν βίῳ τὴν δύναμιν τοῦ Σταυροῦ, ὕμνοις ἐγκωμίων τιμήσωμεν, αἰτούμενοι λαβεῖν δι' αὐτῆς παρὰ Θεοῦ, τὸ μέγα καὶ πλούσιον ἔλεος .

Ὁ Κανὼν τῆς ἑορτῆς καὶ εἶτα τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Πανευφροσύνως ψάλλω σοι, ὦ Εὐφροσύνη. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παράδεισον πάντερπνον, ψυχὰς πιστῶν κατατέρποντα, τὸν βίον σου ἔχοντες, τὴν πανευφρόσυνον, ᾠδὴν σήμερον, θεόφρον Εὐφροσύνη, προσάγομεν χαίροντες καὶ εὐφραινόμεθα.
λύπως κατέλιπες, τῶν ἡδονῶν τὰ σκευάσματα, Χριστοῦ θείῳ ἔρωτι, βληθεῖσα πάνσεμνε, καὶ ἀνείληφας, σταυρὸν ἐπὶ τῶν ὤμων, ἐκ πρώτης νεότητος, ὅλῃ καρδίᾳ σου.
Νοός σου προσήλωσας, τῷ Ἰησοῦ πᾶσαν ἔννοιαν, τὴν μνήμην κατέχουσα, θείου ὀνόματος, δι' οὗ ἴσχυσας, παλαῖσαι καὶ νικῆσαι, ἀνδρείως διάβολον, τὸν πολυμήχανον.
Θεοτοκίον
κ πρώτης νεότητος, πολλὰ ἡμάρτηκα Δέσποινα, λυπήσας τὸν Κύριον, ὁ ἀφρονέστατος, ὅθεν πρέσβευε, μετάνοιάν μοι δοῦναι, καὶ λῦσαι τὸ χρέος μου, τὸ πολυτάλαντον.



ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
πὲρ τὰ γεώδη Εὐφροσύνη, ὑψώθης ἀσκήσει καὶ εὐχῇ, τὸν βίον σου στολίζουσα, καὶ ἔλαιον τῷ λύχνῳ σου, ἀδιαλείπτως χέουσα, τὸν Ἰησοῦν ἀναμένουσα.
Φυλάττουσα νόμον τοῦ Κυρίου, ὡς ἄλλη τις θεία κιβωτός, ἐδείχθης ταῖς ὁμαίμοσιν, αἵτινες μιμησάμεναι, τὸν χριστοφόρον βίον σου, ἐγένοντο συνασκήτριαι.
οαῖς τῶν δακρύων τῆς ἀγάπης, ἐξῆπτες τὸν ἔρωτα Χριστοῦ, καὶ πῦρ πυρὶ συμβάλλουσα, τὸ ἄϋλον καρδίᾳ σου, ὦ Εὐφροσύνη ἔφλεξας, εἰς τέλος πάθη ἐπίμεμπτα.
Θεοτοκίον
Οὓς Μῆτερ τὰ βέλη τοῦ Υἱοῦ σου, κατέτρωσαν καὶ παρθενικῶς, ὀπίσω Τούτου ἔδραμον, τὸν κόσμον ἀρνησάμενοι, ταῖς μητρικαῖς πρεσβείαις σου, σκέπε καὶ στήριζε πάντοτε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Xριστὸν ἐνοικήσασα, παρθενικῇ σου ψυχῇ, οὐδὲν ἐπεθύμησας, τῶν γεηρῶν ἀγαθῶν, τυχοῦσα ἐφέσεως. Ὅθεν ὦ Εὐφροσύνη, σῇ σεπτῇ πολιτείᾳ, πλήθη σεμνῶν παρθένων, πρὸς Αὐτοῦ τὴν ἀγάπην, συνῆψας ὡς νυμφαγωγός, καθ' ἃ Παῦλος ἔγραψε.
Δόξα. Καὶ νῦν, τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Στήλη σωφροσύνης καὶ ἀρετῆς, οὖσα Εὐφροσύνη κατηύφρανας, σῇ πολιτείᾳ, τὸν ἐράσμιον Χριστόν, πρὸς Ὃν ἀεὶ ἠτένιζες, καὶ ἐν εὐχαῖς ὡμίλεις πάντοτε.
περηφανείας ὄφιν δεινόν, μῆτερ Εὐφροσύνη συνέτριψες, ὑπενδυθεῖσα, τὴν ταπείνωσιν Χριστοῦ, διὸ ταμεῖον γέγονας, καὶ χαρισμάτων οἰκητήριον.
Νοῦν σου εὐναστήριον Ἰησοῦ, θεῖον Εὐφροσύνη ἀπέδειξας, ἐργαζομένη, ἀδιάλειπτον εὐχήν, καὶ οὕτως ἀπολαύουσα, θεωρημάτων καὶ ἐντεύξεων.
Θεοτοκίον
ραν τῆς ἐτάσεως ἐννοῶν, φρίττω καὶ φοβοῦμαι Πανάχραντε, ὅτι οὐκ ἔχω, μετανοίας τὴν στολήν, ἥν μοι πρὸ τέλους χάρισαι, ταῖς πρὸς τὸν Χριστὸν ἱκεσίαις σου.







ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Στενοῦσα τοῦ σώματος, ἀνάγκας ἐξωμοίωσαι, ταῖς ἀγγελικαῖς χοροστασίαις, μόνον σκοποῦσα, Νυμφίον ἄφθαρτον, φθάσαι Εὐφροσύνη ἀσφαλῶς, ὅθεν καὶ ἐπέτυχες, ἐν σοφίᾳ βιώσασα.
Ψαλτήριον ἔμψυχον, ἐγένου παμμακάριστε, ψάλλουσα ᾠδὰς Ἠγαπημένου, καὶ μελετῶσα, Οἰκονομίαν Αὐτοῦ, ὅλη ἐνετρύφας ταῖς Γραφαῖς, δάκρυα ἐκχέουσα, ἐκ καρδίας εὐγνώμονα.
Αὐγάσας ὁ Ἥλιος, Χριστὸς ἐν τῇ καρδίᾳ σου, ὦ σωφρονεστάτη Εὐφροσύνη, ἠλλοίωσέ σε, ταῖς θεϊκαῖς ἀστραπαῖς, ἐξ ὧν ἀνεδείχθης παμφαῶς, φωτεινὸν ἀνάκτορον, φωταυγάζον ταῖς πράξεσι.
Θεοτοκίον
Λιμὴν ἀσφαλέστατος, ὑπάρχεις Παναμώμητε, ἔνθα οἱ πιστοὶ ἐκ τρικυμίας, ἀστάτου βίου ἐλλιμενίζομεν, καὶ ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, σαῖς εὐχαῖς λυτρούμεθα, τὴν εἰρήνην εὑρίσκοντες.

ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Λαμπρὸς ὑπῆρξεν ὁ βίος σου, λαμπρά σου καὶ ἡ ἔνθεος ἄσκησις, λαμπρὰ τὰ ἔργα σου, δι' ὧν λαμπρότητος μέτοχος, τῆς θείας Βασιλείας Ὁσία γέγονας.
σπερ Θαβὼρ ἄλλον ἔδειξας, Μονὴν ἣν τῷ Σωτῆρι ἀνήγειρας, καὶ  ἀφιέρωσας, διηνεκῶς εἰς μνημόσυνον, θεόφρον Εὐφροσύνη, τῆς εὐσεβείας σου.
Σταυρὸν καὶ λείψανα τίμια, Μονῇ σου Εὐφροσύνη προσήλωσας, καὶ Θεομήτορος, τῆς Ἐφεσίας εἰκόνισμα, ἐκ τῆς Βασιλευούσης, σταλέντα δῶρά σοι.
Θεοτοκίον
χρόνος βίου συντέτμηται, ἡ ὥρα τοῦ θανάτου ἐγγύτερον, ἦλθεν ὦ Δέσποινα, διὸ παράσχου μοι ἄφεσιν, πολλῶν ἁμαρτημάτων, ταῖς ἱκεσίαις σου.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὰς κοσμικὰς διαφυγοῦσα παγίδας, λιμένα εὗρες τὸν μονότροπον βίον, εὐχὴν τὴν ἀδιάλειπτον κρατοῦσα ἐν νοΐ, καὶ μελέτην ἔχουσα, τοῦ Κυρίου τὴν κλῆσιν· ὅθεν κεχαρίτωσαι, παρ' Αὐτοῦ Εὐφροσύνη, καὶ ἐγεγόνεις συμμοναστριῶν, καθηγουμένη καὶ μήτηρ φιλόστοργος.
Ὁ Οἶκος
Ὅλον τὸν νοῦν σου εἰς Χριστὸν ἔχουσα Εὐφροσύνη, τοῦ κόσμου τὰ ἡδέα καὶ βίου τούτου τὰ φθαρτά, ἀπρὶξ καταλιποῦσα ὥσπερ ἀμνάς τις ἄμωμος ὀπίσω ἔδραμες τοῦ καλοῦ Ποιμένος, ἐξ ἄκρας σου νεότητος ἄρασα τὸν τῆς ἀσκήσεως σταυρόν. Ὅθεν ἀγρύπνως ἐτήρησας ἄσβεστον τὸν λύχνον τῆς παρθενίας, καὶ ἔμπνουν Εὐαγγέλιον γενομένη, ταῖς ἀρεταῖς σου ἔλαμψας τοῖς τε ἐγγὺς καὶ τοῖς μακράν· πολλὰς δὲ ψυχὰς φιλοάγνους ἐν σωφροσύνη καθοδηγήσασα, εἰς τοὺς ἀφθάρτους καὶ ἀμιάντους γάμους, ἀνεδείχθης οὕτω πως ἐν τῷ Πολότσκ, σοφὴ καθηγουμένη καὶ μήτηρ φιλόστοργος.

Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας  Εὐφροσύνης, ἡγουμένης τῆς Μονῆς Πολὸτσκ ἐν Λευκοῤῥωσίᾳ.
Τὴν εὐφροσύνην τοῦ κόσμου ἀρνηθεῖσα,
Ἐν τῷ Χριστῷ εὐφραίνῃ νῦν, Εὐφροσύνη.
Τῷ Παμβασιλεῖ βασιλόγονος εὐφροσύνως ἕστη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων.
Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ·
Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ὁσίου Ἰωακεὶμ τοῦ Ἰθακησίου.
Κῆρυξ ἀληθείας καὶ ἀγάπης ὤφθης·
σοφὲ Ἰωακείμ, τεραστίων φρέαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῆς Ἁγίας Μυροφόρου Μαρίας τοῦ Κλωπᾶ.
Ψυχὴν φέρει νῦν οὐκ ἄρωμα Μαρία·
ἀρωμάτων Σοὶ Σώτερ εὐωδεστέραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται.
Σπονδὰς ἀπειθὼν προσφέρει εἰδωλίοις·
Τέμνη Σαλωνά, καὶ Θεῷ σπονδῇ γίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται.
Φέρει Σέλευκος ἀστενακτὶ τὴν πρίσιν·
Καὶ τὸν πολυστένακτον ἐκλείπει βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου Μανήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπιτακίου ἐπισκόπου Τούι τῆς Ἱσπανικῆς Γαλικίας· καὶ τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Μπράγας τῆς Πορτογαλίας, τῶν ἐπισκοπευσάντων κατὰ τὸν 1ον αἰῶνα

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Δονατιανὸς καὶ Ῥογατιανός, οἱ αὐτάδελφοι, οἱ ἐκ τῆς πόλεως Νάντης τῆς Γαλλίας, εἱρκτῇ ὑπομείναντες καὶ λόγχῃ τῇ κεφαλῇ, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μερκουλιάλιος, ἐπίσκοπος Φόρλι τῆς Ἰταλίας, καὶ πολέμιος τῶν Ἀρειανῶν, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει 406ῳ

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δεσιδέριος, ὁ ἐκ Γένοβας τῆς Ἰταλίας καὶ ἐπίσκοπος Λανγκρὲ τῆς Γαλλίας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει 407ῳ

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Κουϊντιανός, Λούκιος, Ιουλιανός, καὶ οἱ σὺν αὐτοῖς Δέκα Ἐννέα, οἱ ἐξ Ἀφρικῆς, ὑπὸ τῶν αἱρετικῶν Ἀρειανῶν τελειοῦνται, ἐν ἔτει 430ῳ

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πατρίκιος, ἐπίσκοπος Βαϋὲξ Νορμανδίας τῆς Γαλλίας, ἐν εἰρήνῃ τελειοῦται, ἐν ἔτει 469ῳ

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι Εὐτύχιος καὶ Φλώρεντιος, οἱ μονάσαντες ἐν Βαλκαστορίᾳ τῆς Ἰταλίας, ἐν εἰρήνῃ τελειοῦνται ἐν ἔτει 540ῳ

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἱερομάρτυρος Δεσιδερίου, ἐπισκόπου Ἀουτοῦν τῆς Γαλλίας, τοῦ ἐλέγξαντος διὰ τὴν ἀνηθικότητά του τὸν βασιλέα Τιέῤῥυ Β΄ τῆς Βουργουνδίας, καὶ δολοφονηθέντος ὑπ’ αὐτοῦ ἐν ἕτει 608ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Συάγριος, ὁ ἐν Νικαίᾳ τῆς Γαλλίας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἕτει 787ῳ

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δαμιανὸς ὁ Γεωργιανός, ἐν εἰρήνῃ τελειοῦται ἐν ἕτει 1156ῳ

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σίμων ἐπίσκοπος Σουζδαλίας, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παΐσιος τοῦ Γκάλιτς, ὁ Ῥώσσος, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὐρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Λεοντίου, ἐπισκόπου Ροστοβίας, τοῦ θαυματουργοῦ τοῦ Ρώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
λαρότητα, ἐκτήσω ἐκ πραότητος καὶ ἀενάου εὐχῆς, διὸ εἰρήνην Χριστοῦ, ἐκπέμπουσα εἵλκυσας, πρὸς παρθενίαν σοφῶς, μοναστρίας σου, ἃς ἰσαγγέλους ἔδειξας, διδαχαῖς σου Εὐφροσύνη.
ραιότατον, Νυμφίον ἀγαπήσασα, τῆς παρθενίας σου, τὸν λύχνον ἀειφεγγῆ, ἐτήρησας βάλλουσα, ἀντὶ ἐλαίου αὐτῷ, μῦρον ἄϋλον, ἀκαταπαύστου ἔρωτος, Εὐφροσύνη σεμνοτάτη.
θησαύρισας, τὸν πλοῦτον τὸν ἀκένωτον, τῶν θεϊκῶν ἀρετῶν, ὡς ἔμπορος τῇ ψυχῇ, ἡμέραν καὶ νύκτα τε ἐπισυνάγουσα, ἐκ τηρήσεως, τῶν ἐντολῶν Δεσπότου σου, Εὐφροσύνη πανοσία.
Θεοτοκίον
περήφανον, καρδίαν οὐ προσίεται, ὁ ταπεινὸς Ἰησοῦς, διό σε παρακαλῶ, Παρθένε πανύμνητε, δός μοι ταπείνωσιν, ἣν ἐφόρεσεν, ὁ σὸς Υἱὸς ὡς ἔνδυμα, καὶ ἡμῖν συνανεστράφη.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Φύσιν ὑπερέβης γυναικείαν, ἀσκήσει σου Μῆτερ ἀξιάγαστε, πανοπλίαν Πνεύματος, ἀνδρικῶς φορέσασα, δι' ἧς παθῶν ἀπέτεμες, τῶν πονηρῶν κεφαλάς, καὶ οὕτως Εὐφροσύνη ὁσία, τύπος ἐγεγόνεις, ταῖς ὑποτακτικαῖς σου.
ήμασι Κυρίου ἐντρυφῶσα, ὡς μέλισσα μέλι ζωοπάροχον, ἐν καρδίᾳ ἔβαλες, ὅ ἀφθονοπάροχον, μετέδωκας τοῖς τέκνοις σου, ὦ Εὐφροσύνη σοφῶς, διδάσκουσα, καὶ πράττουσα πάντα, ἅπερ ἐμελέτας, ὡς βρῶσιν οὐρανίαν.
λην σου τὴν ἔφεσιν διδοῦσα, πρὸς γνῶσιν τοῦ Ἰησοῦ θεομακάριστε, πάντων κατεφρόνησας, τῶν ἐμποδιζόντων σε, τῆς Τούτου συναντήσεως, καὶ καθαρῷ τῷ νοΐ, ἐπέτασο, ὡς νύμφη βοῶσα, ποῦ τὰ πρόβατά σου, Νυμφίε μου ποιμαίνεις
Θεοτοκίον
Σκέπασον ἡμᾶς παρακαλοῦμεν, Παρθένε βελῶν τοῦ πολεμήτορος, ἵνα γῆν ὀψώμεθα, οὐρανίου Πόλεως, ἔνθα σὺν σοὶ καὶ ἅπασιν Ἁγίοις Κύριον, δοξάζωμεν, ἀπαύστως βοῶντες, σοὶ ἡ δόξα πρέπει, Χριστὲ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
πὲρ τὸν Χριστόν, οὐδὲν προετίμησας οὐδὲν ἠγάπησας, γνοῦσα τὸ ἀσύγκριτον, τοῦ Ἀθανάτου πρὸς πάντα κτίσματα, διὸ ἀγάπης κάμινον ἀεὶ ὑπέκαιες, Εὐφροσύνη, πρὸς Αὐτὸν καὶ ἔπραττες, σωτηρίων δογμάτων ἐντάλματα.
Ναῦς Χριστοῦ σεμνή, καθάπερ κατέπλευσας ἐκ τοῦ πλοὸς τῆς ζωῆς, εἰς λιμένα εὔδιον, Ἁγίων Τόπων ἔνθα καὶ τέθαψαι, τὸν πόθον σου πληρώσασα, ἀποθανεῖν οὗ Αὐτός, Εὐφροσύνη, ἔζησεν ἐσταύρωται, καὶ ζωὴν ἀναστὰς ἡμῖν δέδωκεν.
τὸ ἱερόν, κατέχουσα σκῆνός σου λάρναξ ἰάματα, ἀναβλύζει πάντοτε, τοῖς μετὰ πόθου αὐτῇ προστρέχουσι, καὶ τῆς Μονῆς σου πέφυκε μέγα θησαύρισμα, Εὐφροσύνη, μυστικῶς κηρύττουσα, οἵοις τρόποις Χριστός σε ἐδόξασεν.
Θεοτοκίον
πας μου Ἁγνή, ὁ βίος ἠνάλωται ἐν ἁμαρτίαις πολλαῖς· ὅθεν ὡς λειπόμενος, τῆς παῤῥησίας πρὸς τὸν Φιλάνθρωπον, τῆς μετανοίας πύλας μοι κράζω σοι ἄνοιξον, ἐν τέλει τῆς ζωῆς καὶ ἐκφύγω, θείας καταδίκης, Υἱοῦ σου τοῦ δικαίου.

Ἐξαποστειλάριον. Ἦχος Β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Παρθενικὸς ὁ βίος σου, Εὐφροσύνη ὑπάρχει, ἡ βιοτὴ ἰσάγγελος, πλήρης ἀγωνισμάτων, δι' ὧν σοφῶς ἡμιλλήθης, ἀσκηταῖς τοῖς ἀρχαίοις, καὶ ἀνεφάνης τέκνοις σου, ἱερὰ ποιμενάρχις, ζῆλον Χριστοῦ, ταῖς ψυχαῖς ἀνάπτουσα θεοφρόνως· ὅθεν σεπτὸν σου λείψανον, εὐλαβῶς προσκυνοῦμεν.
καὶ τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ.δ΄. Ὤ! τοῦ παραδόξου θαύματος.
Πανευφροσύνως τὴν μνήμην σου, τῶν Ὀρθοδόξων πληθύς, Εὐφροσύνη γεραίρομεν, βίου σου θαυμάζοντες, τὰ σεπτὰ κατορθώματα, τὸν πρὸς Δεσπότην θεῖόν σου ἔρωτα, τὴν πρὸς ἀγγέλους, ἴσην ἁμίλλησιν, δι' ὧν γεγένησαι, τοῦ Ἁγίου Πνεύματος, οἶκος λαμπρός, καὶ κατοικητήριον, θεοειδῶν ἀρετῶν.

Τῶν γεηρῶν κατεφρόνησας, καὶ ὑλικῶν ἡδονῶν, Εὐφροσύνη σοφώτατα, μόνην προτιμήσασα, τὴν ὁδὸν τῆς ἀσκήσεως, ὅθεν λαμπάδα τῆς παρθενίας σου, ἄσβεστον σχοῦσα διὰ τῆς νήψεως, γέγονας μέτοχος, χαρισμάτων ἅτινα ὁ μυστικός, Νυμφίος χαρίζεται, τοῖς ἀγαπῶσιν Αὐτόν.

Βάσις ἀκλόνητος πέφυκας, τῆς Ἱερᾶς σου Μονῆς, καὶ αἰώνιον πρότυπον, Εὐφροσύνη ζήσασα, ὡς ἀσώματος ἄγγελος, εὐθυποροῦσα, ὡς ναῦς χριστόπνοος, καὶ καθ' ἡμέραν, ἔρωτα αὔξουσα, πρὸς τὸν Δεσπότην σου, ᾧ ναὸν ἐδόμησας περικαλλῆ, εἰς θείαν ἀντέκτισιν, τῶν χαρισμάτων Αὐτοῦ.

Τόπους Ἁγίους ἠξίωσαι, ἅμα συγγόνοις τοῖς σοῖς, προσκυνῆσαι πανεύφημε, ἔνθα καὶ παρέδωκας, τὴν ψυχὴν τῷ Δεσπότῃ σου, ἡμῖν λιποῦσα τὸ θεῖον σκῆνός σου, ὃ προσκυνοῦντες, χάριν λαμβάνομεν, ψυχαῖς καὶ σώμασιν, ἥνπερ μεταδίδωσιν, τοῖς εὐλαβῶς, καὶ πιστῶς αἰτοῦσί σου, τὰς πρὸς Θεὸν προσευχάς.


Δόξα. Ἦχος πλ.α΄.
Τὴν τῶν τελείων ἀτέλεστον τελειότητα, θεοφιλῶς διανύσασα Εὐφροσύνη, ἠσφάλισαι διὰ παντὸς ἐν εἰρήνῃ, τὴν ἁγνοτάτην ψυχήν σου, παραθεμένη τῷ ἠγαπημένῳ σοι Νυμφίῳ. Ἡμεῖς δὲ κατέχοντες ὡς ὑπέρτιμον θησαυρόν, καὶ προσκυνοῦντες ἐν χαρμοσύνῃ τὸ χαριτόβρυτον σκῆνός σου, δεόμεθά σου ὅπως ὡς φιλάδελφος πρεσβεύῃς τῷ Κυρίῳ, ἵνα κληρονόμοι γενώμεθα, τῆς αἰωνίου Βασιλείας Αὐτοῦ, σὺν σοὶ καὶ τοῖς Ἁγίοις ἅπασι.

Καὶ νῦν, τῆς ἑορτῆς.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου

Μεγαλυνάριον.
Χαίροις ἁγνοτάτη περιστερά, τῆς Λευκοῤῥωσίας, ὁλοκαύτωμα τοῦ Χριστοῦ, χαίροις Εὐφροσύνη καὶ πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν γεραιρόντων, τὴν θείαν μνήμην σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου