Τετάρτη 8 Απριλίου 2020

ΑΠΡΙΛΙΟΣ 26.ΑΓΙΟΣ ΒΑΣΙΛΕΥΣ ΑΜΑΣΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΚΣΤ΄.
ΒΑΣΙΛΕΥΣ ΑΜΑΣΕΙΑΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ’ καὶ τοῦ Ἱερομάρτυρος. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Κατὰ πάντων μακάριε, τῶν παθῶν ἐβασίλευσας, νόμῳ θείῳ μέγιστε κρατυνόμενος· καὶ λογισμὸν αὐτοκράτορα, σαφῶς ποιησάμενος, καὶ γενόμενος Θεοῦ, παραστάτης ἐπάξιος, χρῖσμα ἅγιον, ὑπεδέξω, καὶ ποίμνης προηγήσω, λογικῆς Ἀρχιερέων, καὶ Ἀθλητῶν ἐγκαλλώπισμα.

Ὡς κριὸν ἐκ ποιμνίου σε, Βασιλεῦ παμμακάριστε, βασιλεὺς παράνομος διεχώρισε, καὶ Βασιλέα κηρύττοντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τυθέντα ὡς ἀμνόν, καὶ βροτούς διασώσαντα, θεασάμενος, κατασφάττει ἀδίκως προξενῶν σοι, οὐρανῶν τὴν Βασιλείαν, καὶ αἰωνίζουσαν εὔκλειαν.

Ἐφ' ὑδάτων τὰς τρίβους σου, παραδόξως πεποίησαι, Βασιλεῦ ἀοίδιμε· μετὰ τέλος γάρ, ἀποῤῥιφείς, ὡς προέφησας, συντόνως ὑπέπλευσας, καὶ τῇ πόλει σου σαυτόν, Ἀμασείᾳ ἀπέδωκας, φόρτον τίμιον, ἀκαταίσχυντον πρέσβυν ἰαμάτων, ποταμὸν καὶ νοσημάτων, παντοδαπῶν καθαρτήριον.

Δόξα .Ἦχος.πλ.β΄.
Τῆς Βασιλείας τοῦ Χριστοῦ ποθητὴς γενόμενος, ἐν ᾗ οἱ φιλόσαρκοι οὐχ ἕξουσι μερίδα, τῆς παρθενίας ἀναδέδειξαι πρόμαχος, καὶ θῦμα ἱερώτατον. Ὅθεν ὄνομα καὶ πρᾶγμα, Βασιλεῦ ἁγιώτατε, τὸν ἀρχιπάρθενον Ἰησοῦν καθικέτευε, βιοῦν ἡμᾶς ἐνταῦθα ἐν ἀφθορίᾳ, πρὸς κληρονομίαν τῆς αἰωνίου μακαριότητος.

Καὶ νῦν. Τῆς Ἑορτῆς










Εἴσοδος. Φῶς ἱλαρὸν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖνϗ Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμὶ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό. Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Παροιμιῶν τὸ ἀνάγνωσμα.
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἵδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστίν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ Ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοὶς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Ὡς πόλιν ἐν τῷ ὄρει τῶν ἀρετῶν κειμένην πάτερ, ὁ Χριστός σε ἔθετο ἐν Ἀμασείᾳ, ὅπως τὰ ἔργα καὶ τὸν βίον σου ὁρῶντες οἱ ἄνθρωποι, οἱ μὲν χριστώνυμοι στηρίζωνται εἰς τὴν εὐσέβειαν, οἱ δὲ τῶν εἰδώλων λατρευταὶ ἑλκύωνται πρὸς τὴν ἀλήθειαν, ἧς κήρυξ καὶ διδάσκαλος ἄριοστος ἀναφανείς, νῦν Βασιλεῦ ἐπευφραίνῃ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.

Ἦχος β΄
Τῆς πρὸς τὸν Κύριον ἀγάπης σου δείξας τὴν πλησμονήν, ἰσόβιος ἐργάτης τῶν εὐαγγελικῶν ἀρετῶν γενόμενος, προθύμως ὑπέδυς καὶ τὴν ὁδόν τοῦ μαρτυρίου· ὅθεν τὸ τῆς Οἰκονομίας μυστήριον τρανῶς θεολογήσας, ὑπὸ τυράννου δυσσεβοῦς ἀποτέτμησαι, λαβὼν τὸ ποθούμενον στέφος ἐπαξίως, Βασιλεῦ θεοφιλέστατε.

Ἦχος γ΄
Τὴν ποίμνην σου μωσαϊκῶς ὁδηγήσας πρὸς τὴν ἄνω Σιών, ταύτην οὐ κατέλιπες, μακαριώτατε Βασιλεῦ, καὶ μετὰ τὴν μαρτυρικήν σου τελείωσιν. Τὴν ἐρυθρὰν γὰρ θάλασσαν τοῦ βίου ἀβρόχως διελθών, τὴν θαλασσίαν τρίβον ἐξελέξω πρὸς ἐπιστροφὴν εἰς Ἀμάσειαν, θαυμαστωθεὶς ἐν τῇ πορείᾳ τοῦ ἱεροῦ σου λειψάνου. Διὸ πρέσβευε φιλότεκνε ποιμενάρχα, ὑπὲρ τῶν ὅσοι τιμῶσι τὴν φαιδρόψυχον μνήμην σου.

Δόξα. Ἦχος δ΄
Τῆς Βασιλείας τοῦ Θεοῦ πιστὸς ἐργάτης ἀναφανείς, ταύτης καὶ κληρονόμος ὡς υἱὸς ἐγένου, ἀναγεννηθεὶς τοῖς μαρτυρικοῖς σου αἵμασι. Ὅθεν, Βασιλεῦ ἁγιώτατε, ἐν ταύτῃ ἀγαλλόμενος ὡς ἐπόθεις, μνήσθητι          
Καὶ νῦν. Τῆς ἑορτῆς.






ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῷ ἐκ Παρθένου ἀφθόρως, Χριστῷ ἑπόμενος, ἄφθορον παρθενίαν, Βασιλεῦ ἐξελέξω, διὸ καὶ τὴν ποδήρη ἐπενδυθεὶς, ἀρχιερέων τρισόλβιε, κήρυξ ὁμοῦ καὶ προστάτης ὤφθης τρανός, παρθενίας ἁγιώτατε.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...
Τῆς Ἀμασείας προέστης, ὡς ποιμενάρχης σοφός, ἐν ᾗ Εὐαγγελίου, ἀνεδείχθης ἐργάτης, πολλοὺς γὰρ ἀναθρέψας κατὰ Χριστόν, κληρονόμους ἀνέδειξας, τῆς Βασιλείας Κυρίου δι’ ἣν σπουδῇ, Βασιλεῦ κάραν ἐκτέτμησαι.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν...           
Οὐκ ἔστιν ἅπας ὁ κόσμος, ψυχῆς ἰσάξιος, ὅθεν ὑπὲρ Γλαφύρας, Βασιλεῦ τὴν ζωήν σου, ὑπέθου φιλοτέκνως ὡς ζηλωτής, προσταγμάτων Δεσπότου σου, παρ’ οὗ ἀμάραντον στέφος καταστεφθείς, ὑπερεύχου τῶν τιμώντων σε.

Δόξα. Ἦχος δ΄.
Ὡς καλὸς παιδοτρίβης καὶ διδάσκαλος τῆς εὐσεβείας, τῇ ἐνεργείᾳ καὶ δυνάμει τῶν θείων λόγων σου, γυναῖκας φιλοθέους ὑπήλειψας πρὸς ἀγῶνας μαρτυρικούς, τὸ ἀσθενὲς τῆς φύσεως αὐτῶν, ῥωννύων ἐν Χριστῷ. Μεθ’ ὧν τὸν δρόμον τῆς ἀσκήσεως Βασιλεῦ καλῶς τετελεκώς, εἰς νυμφῶνα οὐράνιον φαιδρῶς συναγάλλῃ, διπλῷ στεφάνῳ τῆς θείας δόξης σεμνυνόμενος, καὶ ἐξαιτούμενος σὺν αὐταῖς, τὴν εἰρήνην ἡμῖν δοθῆναι, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς λειτουργὸς τοῦ Βασιλέως τῆς δόξης, τῷ παρανόμῳ βασιλεῖ ἀντετάξω, Ἱερομάρτυς ἔνδοξε παμμάκαρ Βασιλεῦ· ὅθεν τὸν αὐχένα σου, ἐκτμηθεῖς διὰ ξίφους, χαίρων προσεχώρησας, πρὸς οὐράνιον λῆξιν, ἧς καὶ ἠμᾶς δυσώπει μετασχεῖν, τοὺς εὐφημούντας τὴν ἔνθεον μνήμην σου.
Δόξα. Καὶ Νῦν. Τῆς ἑορτῆς

Ἀπόλυσις




ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ποιμὴν ἀναδειχθείς, Βασιλεῦ Ἀμασείας, τὴν ποίμνην σου σοφῶς, πρὸς νομὰς σωτηρίους, ὡδήγησας ὡς σύριγγι, τοὺς σοὺς λόγους χρησάμενος, καὶ τὸν βίον σου, δεικνὺς ὡς ἔμψυχον βίβλον, ἐπεσφράγισας, τὴν τοῦ Δεσπότου ἀγάπην, σφαγεὶς ὥσπερ πρόβατον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Μυκτηρίσας πανσόφως πλάνην τὴν ἄθεον, βασιλέα ἐξήλεγξας τὸν παράνομον, Βασιλείαν τοῦ Χριστοῦ ἐκληρονόμησας, τὴν κεφαλήν σου Βασιλεῦ ἀποτμηθεὶς τὴν ἱεράν, διὸ ὁρῶν Παραδείσου, τὰ ὑπερκόσμια κάλλη, τοὺς εὐφημοῦντάς σε μνημόνευε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀφθορίαν ποθήσας τοῦ Ἰησοῦ, καθυπέταξας πνεύματι τὰς ὁρμάς, τοῦ σώματος ἅγιε, Βασιλεῦ ὥσπερ λέοντας, καὶ τηρήσας ἐν ζήλως ἁγνείαν ἰσόβιον, ἄλλος ἄγγελος ὤφθης, ἐν γῇ πορευόμενος· ὅθεν Ἀμασείας, ποιμενάρχης ἐδείχθης, καὶ ξίφει ἐκτέτμησαι, κεφαλήν σου τὴν πάντιμον, τῶν Μαρτύρων συνόμιλος, γενόμενος μεθ’ ὧν τὸν Θεόν, ἱκετεύων μὴ παύσῃ ἀείποτε, ὑπὲρ πάντων τῶν ὅσοι, τιμῶμεν τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Τὸ τῆς δ΄ Σεπτεμβρίου. Πᾶς ὅστις ὁμολογήσει....
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ.β.΄ Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τῆς Βασιλείας τοῦ Θεοῦ, ἧς οὐκ ἔστι τέλος, γέγονας θεῖος οἰκιστής, ὑπὲρ αὐτῆς ὡς πρόβατον σφαγείς, Βασιλεῦ μακαριώτατε. Ὅθεν οὐρανόθεν ἐπιβλέπων πατρικῶς, τοὺς ὑμνοῦντάς σε περίσκεπε, ὡς ἀσπίδα προβαλλόμενος ἄϋλον, τὰς πρεσβείας σου πρὸς Κύριον.




Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος.
ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοὶ ᾄσωμεν
Τῷ Βασιλεῖ, τῶν οὐρανίων Δυνάμεων, στεφηφορῶν παρίστασαι, πᾶσιν αἰτούμενος, Βασιλεῦ θεοφόρε, τοῖς πόθῳ σε τιμῶσι, χάριν καὶ ἔλεος.
Κατὰ παθῶν, τῶν τῆς σαρκὸς ἐβασίλευσας, καὶ βασιλέα ἄθεον, ἐγκελευόμενον, τὸν οὐράνιον μάκαρ, ἀρνεῖσθαι Βασιλέα, σὺ κατεπάτησας.
Βασιλικῶν, φύλακα θείων προστάξεων, βασιλικῶς σε χρίσματι, θείῳ ἐπέχρισε, Βασιλεὺς ὁ τῆς δόξης, καὶ στέφει μαρτυρίου, μάκαρ ἐκόσμησε.
Θεοτοκίον
Ἡ τῶν πιστῶν, καταφυγὴ Ἀειπάρθενε, ἡ κραταιὰ βοήθεια, τῶν προστρεχόντων σοι, ἀπὸ πάσης ἀνάγκης, καὶ βλάβης ἐναντίας, ἡμᾶς διάσωσον.

ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς πίστεως
Ἀγέλαις ἠριθμήθης τῶν πρωτοτόκων, θεούμενος μεθέξεσι θειοτάταις, καὶ βλέπων καθαρώτερον τοῦ Δεσπότου, τὴν ὡραιότητα, Μάρτυς ἀήττητε, Βασιλεῦ θεόσοφε, καὶ μακάριε.
Αἱρέσεων διέλυσας τὸν χειμῶνα, τῇ θέρμῃ τῶν πανσόφων σου διδαγμάτων, εἰδώλων διεσκέδασας τὴν ὁμίχλην, φωτὶ τῶν ἄθλων σου· διό με φώτισον, Βασιλεῦ μακάριε, τὸν τιμῶντά σε.
Ψυχόλεθρον Γλαφύρα φυγοῦσα βόθρον, λιμένα σωτηρίας σε Πάτερ εὗρε· διὸ καὶ νυμφευθεῖσα Χριστῷ τῷ Κτίστῃ, χαίρει κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Θεοτοκίον
Ἐκύησας τὸν ἄναρχον Βασιλέα, ἐκ σοῦ Παρθενομῆτορ ἀρχὴν λαβόντα· αὐτὸν οὖν ὡς φιλάνθρωπον ἐκδυσώπει, σῶσαι τοὺς δούλους σου, πάσης ἐκ θλίψεως, καὶ ἐχθρῶν ἁλώσεως, παναμώμητε.

Κάθισμα. Ἦχος γ'. Θείας πίστεως
Ζάλην ἄθεον, εἰδώλων πλάνης, ἐκφευξάμενος, ἱερομύστα, διὰ δὲ ξίφους θαλάσσῃ ποντούμενος, πρὸς τὸν ἀκύμαντον ὅρμον κατὴντησας, καὶ αἰωνίως ἐν τούτῳ γηθόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς







ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου
Ἱερεύσας, σεαυτὸν ὡς ἀρνίον πανάμωμον, τυθεὶς παμμακάριστε, καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων σου, θάλασσαν ἐξήρανας, τῆς πονηρᾶς ἀθεΐας θείᾳ χάριτι.
Βασίλειον, ἐπιχρώσας ἐσθῆτα τοῖς αἵμασι, καὶ νίκης διάδημα, τῇ κεφαλῇ περιθέμενος, χαίρων προσεχώρησας, εἰς τὰ Βασίλεια Πάτερ τὰ οὐράνια.
Ὁσίως σου, καὶ δικαίως ποιμάνας τὸ ποίμνιον, εἰς μάνδραν εἰσήλασας, τὴν ἐπουράνιον Ὅσιε, ἔνθα τῆς ἀθλήσεως, περικοσμούμενος στέφει προσεχώρησας.
Θεοτοκίον
Πανύμνητε, τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τὰ ἄγρια κύματα, τῶν πειρασμῶν καταπράϋνον, σῴζουσα τοὺς δούλους σου, τῆς τῶν ἐχθρῶν ἐπηρείας προστασίαις σου.

ᾨδὴ ε',. Ὁ φωτισμὸς τῶν ἐν σκότει
Τῷ φωτισμῷ, τῆς του Πνεύματος αἴγλης λελαμπρυσμένος, σκότος ἀπεμείωσας ἀθεΐας, ἱερομύστα, καὶ πολλοὺς συσχεθέντας, τῇ ὁμίχλῃ τῆς ματαιότητος, πρὸς τὰς οὐρανίους, μονὰς καθωδήγησας.
Φύλαξ Θεοῦ, προσταγμάτων ὑπάρχων ἐν φυλακῇ τε, ἔνδον καθειργμένος ὑπὸ ἀθέων, ὁρᾷς τὸ μέλλον, ἐπὶ σοὶ θεῖον τέλος, δι' Ἀγγέλου ἐκδιδασκόμενος, Ἱερομαρτύρων, κρηπὶς καὶ ἑδραίωμα.
Θαῦμα φρικτόν, ἐν τῇ σῇ τελειώσει πᾶσιν ὡράθη· ξίφει γὰρ ἡ κάρα σου ἐκτμηθεῖσα, Ἱερομάρτυς, καὶ θαλάσσῃ βληθεῖσα, συνηρμόσθη τῷ θείῳ σκήνει σου, δῶρον τοῖς ποθοῦσι, δοθεῖσα θεόσδοτον.
Θεοτοκίον
Πόλις Θεοῦ, περὶ ἧς ἐλαλήθη δεδοξασμένα, ταύτην σου τὴν πόλιν καὶ πᾶσαν χώραν, ἀπὸ κινδύνων, καὶ λιμοῦ καὶ βαρβάρων, Θεοτόκε Παρθένε λύτρωσαι, μόνη προστασία, πιστῶν ἀκαταίσχυντε.

ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων
Ἐφ' ὑδάτων πορείας πεποίησαι, ὕδατα τῆς πλάνης ξηράνας τοῖς ῥεύμασι, τῶν ἱερῶν αἱμάτων σου, καὶ πρὸς ὅρμον κατὴντησας ἄκλυστον.
Ζωηφόρος νεκρὸς ἐχρημάτισας, Πάτερ τὴν ὑγρὰν Βασιλεῦ διερχόμενος, καὶ μαθηταῖς διδόμενος, διὰ θείων σαφῶς εἰσηγήσεων.
Τὴν ἁγίαν στολὴν κατεποίκιλας, αἵμασι σεπτοῖς ὥσπερ βύσσον βασίλειον, ἣν Βασιλεῦ ἐνδέδυσαι, στεφηφόρος Χριστῷ παριστάμενος.
Θεοτοκίον
Παναγία Παρθένε Θεόνυμφε, ἡ μετὰ Θεὸν προστασία τῶν δούλων σου, βαρβαρικῆς ἁλώσεως, καὶ κινδύνων ἡμᾶς ἀπολύτρωσαι.



Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Ὡς ἱερὸν μυσταγωγὸν τῆς Χάριτος, καὶ ἀθλητῶν συγκοινωνὸν καὶ σύσκηνον, εὐφημοῦντές σε γεραίρομεν, ὦ Βασιλεῦ θεομακάριστε· ὁσίως γὰρ τῷ Λόγῳ ἱεράτευσας, καὶ δι’ αὐτὸν τὸ αἷμά σου ἐξέχεας. ᾯ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ Οἶκος
Πόῤῥωθεν καταβάλλει τῶν Ἁγίων τὰς ῥἰζας, Χριστὸς τῆς ἁγιότητος δότης· Ὅθεν καὶ σὲ Βασιλεῦ ἐκλεξάμενος εἰς Ἀμάσειαν, κατέστησε ἁγιοπρεπῆ ποιμενάρχην τῇ φιλοθεΐᾳ καταφλεγόμενον καὶ εἰς πηγὰς ζωηφόρους τὰ λογικά σου πρόβατα ὁδηγοῦντα, ἐν οἷς καὶ Γλαφύραν τὴν νοητὴν περιστερὰν καὶ παρθένον συνηρίθμησας. Διὸ πολλὰς τὰς βασάνους ὑποστάς, παρὰ φιλοσάρκου καὶ ἀθέου τυράννου τὴν ἱεράν σου κεφαλὴν ὑπὲρ Χριστοῦ ἀπετμήθης, ᾯ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως ἐπισκόπου Ἀμασείας
Τμηθείς, Βασιλεῦ, βασιλεὺς πόλου γίνῃ,
ἐξ αἱμάτων σῶν βάμμα κόκκινον φέρων.
Εἰκάδα ἀμφ' ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Ἰούστας
Τρόπον σελήνης πλησιφαοῦς, Ἰούσταν,
λάμψασαν ἔργοις, μνήματος κρύπτει νέφος.

Τῇ αὐτῇ ἡμέρα, ἡ Ἁγία Μάρτυς Γλαφυρή ἢ Γλαφύρα, ἐν εἰρήνῃ τελειοῦται,
Θεὸν Γλαφύρα ψυχικῶν δι' ὀμμάτων,
οὐ γλαφυρῶς νῦν, ἀλλὰ τηλαυγῶς βλέπει

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Νέστωρ,τοὺς γονεῖς καταλιπών, καὶ μονάσας, ἐν εἰρήνῃ τελειοῦται.
Τοὺς οὐρανοὺς ἱδρῶσι Νέστωρ ἐπρίω,
δι' οὓς φύσιν τύραννον ἠρνήσω θέσει.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Καλαντίου τοῦ Ἀλαμάνου, τοῦ ἐν Κύπρῳ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Λέοντος ἐπισκόπου Σάμου.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Στεφάνου ἐπισκόπου Πὲρμ τῆς Ῥωσσίας.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν.

ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς
Αἱμάτων βαφαῖς, ἐπιχρώσας σεαυτῷ πορφύραν Μάρτυς, καὶ ταύτην χαίρων ἀμπεχόμενος, καὶ τῇ χειρὶ τὸ σωτήριον, ὅπλον τοῦ Σταυροῦ περιφέρων, Βασιλεῦ παναοίδιμε, τῷ ἀθανάτῳ Βασιλεῖ, συμβασιλεύεις ἀεί.
Τῇ ποίμνῃ τῇ σῇ, ἀπεδόθη τὸ καλῶς ἀθλῆσαν σῶμά σου, ἐκ θαλαττίων κόλπων πέλαγος, ἅμα πηγάζον ἰάσεων, καὶ τῶν παθημάτων ξηραῖνον, διεκχύσεις τῇ χάριτι, Ἱερομάρτυς Βασιλεῦ, τοῦ θείου Πνεύματος.
Νυμφίῳ Χριστῷ, νύμφην ὅλην ἀρεταῖς ἠγλαϊσμένην, καὶ παρθενίᾳ διαλάμπουσαν, Γλαφύραν Πάτερ προσήγαγες, ταύτην διδαχαῖς ὡραΐσας, καὶ νυμφῶνος ἠξίωσας, ᾗ καὶ συγχαίρεις Βασιλεῦ, ἐν οὐρανίοις σκηναῖς.
Θεοτοκίον
Ἡ μόνη ἐλπίς, καὶ βοήθεια πιστῶν Θεογεννῆτορ, σπεῦσον βοήθει τοῖς ἱκέταις σου, βυθιζομένοις ταῖς θλίψεσι, καὶ ἠπορημένοις Παρθένε, καὶ ἐν ὀδύνῃ ὑπάρχουσι, καὶ καταφεύγουσιν εἰς σέ, ἐν πεποιθήσει ψυχῆς.

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός
Τῇ βακτηρίᾳ τῶν σοφῶν, διδαγμάτων πρὸς νομὰς σωτηριώδεις, σοῦ τὰ θρέμματα νέμων, τοὺς πονηροὺς καὶ βαρεῖς ἐκ μέσου Πάτερ λύκους ἤλασας, καὶ ἐσφαγιάσθης, ὥσπερ ἀρνίον θέλων.
Ἐκ θαλαττίων σε βυθῶν, μαργαρίτην ὡς τερπνὸν ἀναδοθέντα, συγκομίζουσι πίστει, οἱ ἱεροὶ μαθηταί, θαυμάτων αἴγλην ἀποπέμποντα, Ἱερομαρτύρων, κανὼν καὶ μέγα κλέος.
Ὅλος ἐκ βρέφους τῷ Θεῷ ἀναθέμενος σαυτὸν χρίσματι θείῳ, ἱερῶς ἡγιάσθης, καὶ ἱερεύσας σαυτόν, προσήχθης Ἱερεὺς καὶ σφάγιον, ἐν τῇ ἀθανάτῳ, καὶ μυστικῇ τραπέζῃ.
Θεοτοκίον
Καταφυγὴ Χριστιανῶν, βοηθὲ τῶν ἐν δεινοῖς συνεχομένων, Παναγία Παρθένε, μὴ ὑπερίδῃς ἡμᾶς, κινδύνοις κλονουμένους πάντοθεν, καὶ πολλαῖς ἐφόδοις, τῶν πονηρῶν βαρβάρων.








ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ἱερωσύνης παμμάκαρ, καὶ σεπτῆς μαρτυρίας, ταῖς θείαις ἀπαστράπτων καλλοναῖς, νῦν κατοικεῖς τὰ οὐράνια, καὶ παρίστασαι χαίρων, Τριάδι τῇ Ἁγίᾳ Βασιλεῦ, μετὰ πάντων Μαρτύρων, ὑπὲρ ἡμῶν δεόμενος.
Ὡς φωταυγής σου ἡ μνήμη, ἀπαστράπτουσα αἴγλην, ἐνθέων χαρισμάτων τοῖς πιστοῖς, ὡς ἱερόν σου τὸ τέμενος, ἔνθα κείμενος βρύεις, ἰάματα καὶ σῴζεις Βασιλεῦ, χαλεπῶν ἐκ κινδύνων, τοὺς πόθῳ σε γεραίροντας.
Ἡ τῶν λειψάνων σου θήκη, ὡς πηγὴ καθορᾶται, ἰάσεων ἐκβλύζουσα κρουνούς, καὶ θεραπεύουσα ἅπαντα, τὰ νοσήματα Πάτερ, ψυχῶν καὶ τῶν σωμάτων Βασιλεῦ· διὰ τοῦτο πιστῶς σου, τελοῦμεν τὸ μνημόσυνον.
Θεοτοκίον
Φωτοκυῆτορ Παρθένε, μετὰ τῶν ἀσωμάτων, Ἀγγέλων Ἀποστόλων Προφητῶν, Ἱεραρχῶν Ἀθλοφόρων τε, καὶ Ὁσίων ἁπάντων, τὸν μόνον ὑπεράγαθον Θεόν, ἐκδυσώπει ῥυσθῆναι, κινδύνων τὰς ψυχὰς ἡμῶν.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τῷ ἀληθεῖ ἑπόμενος, Βασιλεῖ θεοφόρε, ἀνόμου κατεφρόνησας, Βασιλεῦ, βασιλέως, καὶ παρθενίας ἐδείχθης, θῦμα ἱερομάρτυς· ὅθεν ἡμᾶς εὐλόγησον, προσκυνοῦντας τὴν θήκην, λειψάνων σῶν, καὶ τῆς παρθενίας ἔνδειξον οἴκους, ἵνα σὺν σοὶ οἰκήσωμεν, καὶ χοροῖς τῶν παρθένων.
καὶ τῆς Ἑορτῆς

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ!τοῦ παραδόξου θαύματος.
Πάτερ Βασιλεῦ μακάριε, ὁ Ἰησοῦς προειδώς, τῆς ψυχῆς σου εὐγένειαν, ποιμενάρχην ἔθετο, Ἀμασείας θεόσοφον, καθοδηγήσαντα πρὸς εὐσέβειαν, τοὺς πρὶν εἰδώλοις κακῶς λατρεύοντας, καὶ ἀναδείξαντα, οἴκους θείου Πνεύματος καὶ ἀληθῆ, Τούτου ἐκτυπώματα, τῇ ποιμανσίᾳ σου.

Πάτερ Βασιλεῦ θεόσοφε, ἐν προσευχαῖς καρτερῶν, φωτισμὸν κατεπλούτισας, καὶ σοφίαν ἄνωθεν, ὅθεν ἄριστος γέγονας, Ἀμασιέων πατὴρ ἐν πνεύματι, τούτους στηρίζων Χριστοῦ τοῖς δόγμασι, ἔχων τὰ θαύματα, λόγων σου ἐπίῤῥωσιν, δι’ ὧν πολλούς, ἐκ τοῦ σκότους ἤγαγες, πρὸς τὴν ἀλήθειαν.

Πάτερ Βασιλεῦ χριστόψυχε, ὑπερμαχήσας καλῶς, παρθενίαν ἐκήρυξας, πρὸ τυράννου μέγιστον, καὶ οὐράνιον δώρημα, διὸ τὴν μῆνιν αὐτοῦ ἐξήγειρας, καὶ ἀπετμήθης, κάραν τιμίαν σου, ἀλλ’ ὁ τιμήσας σε, Κύριος ἀπέδωκε, ποίμνῃ τῇ σῇ, σκῆνός σου τὸ τίμιον, φθορᾶς ἀνώτερον.


Πάτερ Βασιλεῦ ἱκέτευε, τὸν Βασιλέα Χριστόν, διελθεῖν βίου θάλασσαν, πάντας τοὺς τιμῶντάς σε, ὥσπερ σὺ ταύτην ᾒνυσας, καὶ ἀπεδόθης τῇ παροικίᾳ σου, ὄλβος καὶ πλοῦτος μὴ δαπανώμενος, οὗπερ μετέχοντες, προσκυνοῦντες θήκην σου τὴν ἱεράν, τύχοιμεν πρεσβείαις σου, τῆς αἰωνίου ζωῆς.

Δόξα. Ἦχος πλ.δ΄.
Ἀθλητικὸν συστησάμενος στάδιον, κατὰ τῆς πλάνης ἠνδραγάθησας, τῇ πυριφθόγγῳ σου γλώττῃ, καταισχύνας Λικινίου τὸ ἀπάνθρωπον· διὸ σὺν ἀγγέλοις χορεύων Βασιλεῦ, αἴτησαι Χριστῷ τῷ Θεῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία μεγάλη

Μεγαλυνάριον
Χάριν Βασιλέως τῶν οὐρανῶν, τὴν δεδωρημένην, εἰς ἐκλύτρωσιν τῶν βροτῶν, βασιλεῖ τῷ πλάνῳ, ὦ Βασιλεῦ κηρύττων, ἀθλητικῶς δοξάζεις, τὸν σὲ δοξάσαντα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου