Σάββατο 18 Απριλίου 2020

ΝΟΕΜΒΡΙΟΣ 18. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΠΛΑΤΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΙΗ΄.
ΠΛΑΤΩΝ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Πλήρης γενναίου φρονήματος, τὴν τῶν μελῶν ἐκκοπήν, καὶ τομὴν τὴν τοῦ σώματος, καὶ τὸ πῦρ τὸ ἄστεκτον, τὸν λιμὸν καὶ τὸν θάνατον, ἀνδρειοτάτῃ γνώμῃ ὑπέφερες, τὴν δι' αἰῶνος ἀποκειμένην σοι, δόξαν θηρώμενος, τὴν μὴ διαπίπτουσαν, καὶ προορῶν, τὴν διαιωνίζουσαν, μακαριότητα.

Πᾶσαν ὑπερβὰς τὴν αἴσθησιν, καὶ πρὸς τὴν ἄνω ζωήν, μεταθείς τὴν διάνοιαν, λογισμῷ θεόφρονι, καὶ ψυχῇ μεγαλόφρονι, τῆς εὐτελείας καὶ ταπεινότητος, τῶν ὁρωμένων καταπεφρόνηκας· ὅθεν ξεόμενος, καὶ πυρὶ φλεγόμενος, ὑπὲρ Χριστοῦ, Μάρτυς ἀνδρικώτατα, διεκαρτέρησας.

Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω πανόλβιε, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.

Πλέων τοῦ βίου τὸ πέλαγος, καὶ ἐννοήσας σοφῶς, βλεπομένων τὸ πρόσκαιρον, Πλάτων ἐπεθύμησας, ἀοράτων τὸ μόνιμον, καὶ πρὸ ὀμμάτων ἔχων τὸν Κύριον, πάντα ἐποίεις εἰς εὐαρέστησιν, τούτου Ὃς δέδωκε, ὡς μισθὸν ἀγάπης σου στέφος λαμπρόν, ὅλως μὴ φθειρόμενον, ἐν Παραδείσου τρυφῇ.

Ὑπὲρ τὸν κόσμον ἠγάπησας, Πλάτων αὐτοῦ ποιητήν, καὶ τηρῶν ἐν πληρότητι, πάντα τὰ ἐντάλματα, νόμου θείου ἐν βίῳ σου, ὅλος ἐφλέχθης Χριστοῦ τῷ ἔρωτι, ἐπιποθήσας, ζωὴν αἰώνιον, οὐ κατενάρκησας, ταῖς δειναῖς κολάσεσι τῶν ἀσεβῶν, ἀλλὰ κατενίκησας, τοῦ μισοψύχου βουλάς.

Πλάτυνον Πλάτων μακάριε, τῶν σὲ τιμώντων πιστῶς, τὰς ψυχὰς εἰς ἐπίσκεψιν, τοῦ Ἁγίου Πνεύματος, δι’ Οὗ πᾶς ἁγιάζεται, καὶ τῇ καθάρσει καθυποδέχεται, αὐτοζωΐαν Χριστὸν τὸν Κύριον, ᾯ παριστάμενος, καὶ Αὐτοῦ τὸ πρόσωπον τὸ φωταυγές, βλέπων ἡμῶν μνήσθητι, φιλαδελφότατε.

Δόξα. Ἦχος πλ. β'
Φοβερὰ καὶ παράδοξα, τὰ τρόπαια Κύριε τοῦ Μάρτυρός σου· τῶν γὰρ ἁλιέων ζηλώσας τὴν παῤῥησίαν, καὶ τὴν Σκηνοῤῥάφου θεολογίαν, τὴν Πλάτωνος μυθολογίαν, καὶ τὴν Στωϊκὴν φλυαρίαν, λόγοις καὶ ἔργοις κατέῤῥαξε τὴν δορὰν ἀποδαρείς, καὶ τὴν κάραν ἐκτμηθείς, τῇ χύσει τῶν αἱμάτων αὐτοῦ, τὸν ἐχθρὸν ἀπέπνιξεν. Ἀλλ' ὦ Μαρτύρων τὸ κλέος, ὁ παῤῥησίᾳ κηρύξας τὸ ὄνομα Χριστοῦ τὸ μέγα, αἴτησαι θαυματουργέ, Πλάτων παμμακάριστε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ, Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Τῆς ἐν Χριστῷ ζωῆς τὴν γλυκύτητα, γευσάμενος ἔνδοξε μάρτυς Πλάτων, πικρίαν ζημιόψυχον ἐλογίσω τὰς φαινομένας τοῦ κόσμου ἡδονάς. Ὅθεν ὁλοθύμως ἄρας τὸν σταυρὸν τοῦ μαρτυρίου, σύμμορφος ἐγένου τῆς εἰκόνος τοῦ σταυρωθέντος Κυρίου, Ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄
Τῆς εἰδωλικῆς μανίας τὴν πλάνην ἀπελέγξας, τὸν Ἰησοῦν μόνον Θεὸν ἐκήρυξας μεγαλοφώνως, πρὸ τῶν τυράννων εὑρεθείς. Καὶ ὡς ἀσώματος καθυπομείνας, τῶν δριμυτάτων βασάνων τοὺς πόνους, εἴληφας ἐπαξίως τοῦ μαρτυρίου τὸν στέφανον. Διὸ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν ἀθλοθέτην Χριστόν, πρέσβευε γενναιόψυχε Πλάτων, ὑπὲρ τῶν τιμώντων σε.






Ἦχος γ΄.
Τῷ θείῳ ἔρωτι καταφλεχθείς, οὐκ ἐπῃσθάνου τῆς σβεννυμένης φλογὸς τὴν σφοδροτάτην καῦσιν, ἀλλ’ ὡς οἱ ἐν Βαβυλῶνι Ἅγιοι Παῖδες, Πλάτων τρισμακάριε ἐν μέσῳ τούτου ἐχόρευες. Ὅθεν πάρεχε τοῖς τὸ θαυμαστὸν μαρτύριόν σου δοξάζοντας, ἀπόμοιραν τοῦ ἀφθάρτου πυρὸς τῆς σῆς θείας ἀγάπης.

Ἦχος δ΄.
Θεολογῶν τὸ μυστήριον τῆς ἐν Χριστῷ οἰκονομίας, ὡς ἄθυρμα κατέῤῥιψας τὴν εἰδωλομανίαν τῶν ἀσεβῶν, Πλάτων θεομακάριστε. Καὶ κατὰ σοῦ ἑλκύσας τὴν μανίαν τοῦ πατρὸς τοῦ ψεύδους, ὅλος πληγὴ ἐγένου, ὑπὲρ τοῦ ἠγαπημένου σου Ἰησοῦ. Ὃν καθικέτευε γενναιόφρον μάρτυς Πλάτων, πατῆσαι καὶ ἡμᾶς, τὰ ποικιλόμορφα εἴδωλα τῶν παθῶν, πρὸς σωτηρίαν αἰώνιον.

Δόξα. Ἦχος πλ.α΄.
Πρὸ τῶν ὀμμάτων σου προορώμενος ὡς παρόντα τὸν ἀόρατον Θεόν, τὴν ἔφεσίν σου πᾶσαν πρὸς Αὐτὸν ἀνεπέτασας, ἀθλῶν ἐν ταῖς βασάνοις, χριστοφιλέστατε Πλάτων. Ὅθεν εἰς οὐδὲν λογισάμενος τὰς τῶν τυράννων αἰκίσεις, νικητὴς ἀνεφάνης τοῦ θανάτου καὶ υἱὸς τῆς Ἀναστάσεως τοῦ Θεανθρώπου Χριστοῦ, πρὸς Ὃν μὴ παύσῃ ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν γεραιρόντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Τὴν φωνὴν Πλάτων ἤκουσας, τοῦ Κυρίου τὴν λέγουσαν, οἱ πρὸ τῶν τυράννων ὁμολογήσαντες, τὸ ὄνομά μου στεφθήσονται, ἐν ὥρᾳ τῆς Κρίσεως, καὶ μεθέξουσι ζωῆς, τῆς ληγούσης μηδέποτε· ὅθεν ἄριστα, ἐναθλήσας καὶ πλάνην τῶν εἰδώλων, ἀπελέγξας συνετάγης, σὺν τῶν Μαρτύρων στρατεύματι.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τῷ Χριστῷ συνταξάμενος, ὅλῃ Πλάτων καρδίᾳ σου, τὸν σταυρὸν ἠγάπησας καὶ ἐβάστασας, ἐπιγινώσκων γλυκύτητα, τὴν μένουσαν πάντοτε, εἰς αἰώνιον ζωήν, διὸ γέγονας, θεολόγος ἐλέγξας ἀνομοῦντας, καὶ κηρύξας τοῦ Κυρίου, οἰκονομίαν τρανώτατα.


Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Οὔτε πῦρ, οὐκ ἀθρέμβολα, οὐ μαστίγων ἐπίτασις, οὐδὲ ξέσεις Πλάτων σεπτοῦ σου σώματος, κατακλονῆσαι ἐξίσχυσαν, ἀγάπης Κυρίου σου, ἀλλὰ ἔτι σταθερόν, ἐν τῇ πίστει ἀνέδειξαν, προξενήσασαι, θαυμασμὸν τῶν ἀγγέλων καὶ ἀνθρώπων, δοξαζόντων χαρμοσύνως, μαρτυρικὴν καρτερίαν σου.

Δόξα. Ἦχος β΄.
Ὡς μιμητὴν γνήσιον τοῦ πάθους τοῦ Δεσπότου, καὶ ὁμολογητὴν πνευματέμφορον τῆς θεότητος αὐτοῦ, Πλάτων σε γινώσκοντες, οἱ φιλομάρτυρες θαυμάζομεν, τῶν μαρτυρίων σου τὴν ἀνδρειόφρονα γενναιότητα, καὶ τὴν τῶν παρόντων ἐν ἐπιγνώσει καταφρόνησιν, αἰτούμενοι τὴν πρὸς τὸν Κύριον Ἰησοῦν πρεσβείαν σου, ὅπως τηρήσῃ ἡμᾶς ἀτρώτους, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος, καὶ ἐπαυξήσῃ τὴν φλόγα τῆς πρὸς Αὐτὸν ἀγαπήσεως.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σε τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. Ἦχος γ΄.Θείας πίστεως.
Πλατυνόμενος ἀγάπῃ θείᾳ, τὴν φερώνυμον, κλῆσίν σου Μάρτυς, τῇ ἀθλήσει ἀληθεύουσαν ἔδειξας· καὶ μαρτυρίου ἀνύσας τὸν δίαυλον, μαρτυρικῆς ἠξιώθης λαμπρότητος. Πλάτων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασαθι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν, τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Ἀπόλυσις





ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Σωτῆρος ἐπιγνούς, τὴν θεότητα Πλάτων, Θεάνθρωπον Αὐτόν, πρὸ ἀθέων τυράννων, τρανῶς ὡμολόγησας, μυκτηρίσας τὰ εἴδωλα· ὅθεν εἴληφας, φρικτῶν κολάσεων πλῆθος, ἃ ὑπέμεινας ἐν θαυμαστῇ καρτερίᾳ, τμηθεὶς θείαν κάραν σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς Αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄρῥητον δόξαν σου.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ Ἁγίου Πνεύματος, χαριτωθεὶς τῇ δυνάμει, θεῖε Πλάτων ἄριστα, ὁμολογήσας τὸν Χριστόν, μάρτυς λαμπρὸς ἀναδέδειξαι, τὴν Ἐκκλησίαν, φαιδρύνας τοῖς ἄθλοις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ῥυπωθεῖσαν πάθεσι, τῆς ἁμαρτίας, τὴν ψυχήν μου Ἄχραντε, Θεογεννῆτορ ἀγαθή, τῇ σῇ πρεσβείᾳ καθάρισον· σὺ γὰρ ὑπάρχεις, σωτήριος κάθαρσις.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Μιμητὴς τοῦ Κυρίου Πλάτων γεγένησαι, ὥσπερ λέων γενναῖος, πρὸς ἄθλους ἔδραμες, μὴ δειλιάσας οὐδαμῶς τούτων δριμύτητα, ὑπομείνας θαυμαστῶς, τῶν κολάσεων πληθύν, τοὺς ἀσωμάτους ἐκπλήξας· ὅθεν τμηθεὶς θείαν κάραν, ἄφθαρτον στέφος μάρτυς εἴληφας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Θεοτόκε Παρθένε Μήτηρ ἀνύμφευτε, ἡ τὸν Σωτῆρα τοῦ κόσμου κυοφορήσασα, καὶ τεκοῦσα ἐν δυσὶ τελείαις φύσεσιν, ἐκδυσώπησον Αὐτὸν σὺν προφήταις ἱεροῖς, καὶ μάρτυσι καὶ ὁσίοις, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγ.Γεωργίου(23Ἀπριλίου)
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.


Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Γενναιοφρόνως ὑπομείνας τὸν Κύριον, τὸ στέφος Πλάτων εἴληφας δικαιότατα· καὶ ἅπερ πρότερον ἐλπίδι πεπίστευκας, νῦν αἰσθητῶς ἀπολαύεις ἐνεργούμενα ἐν τῇ ἀφθάρτῳ Σιών, ἐν ᾗ μὴ παύσῃ καθικετεύων μακάριε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐν ὕμνοις γεραιρόντων σε.

Ὁ Κανὼν τοῦ Ἁγίου Πλάτωνος, οὗ ἡ Ἀκροστιχίς: Τῶν σῶν ἐπαίνων, ὦ Πλάτων, μέλπω πλάτος. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Τῆς αἰωνίου Βασιλείας ἔνδοξε, τὸ καθαρώτατον, χοροβατῶν πλάτος, ἀπὸ πάσης θλίψεως, καὶ πειρασμῶν στενώσεως, τοὺς ὑμνοῦντάς σε σῶσον, ἀνεπιστρόφως ὁδεύοντας, τὴν πρὸς οὐρανὸν τρίβον φέρουσαν.
χυρωμένος εὐσεβείας πρόβολος, καὶ πύργος ἄσειστος, ἀναδειχθεὶς Πλάτων, πᾶσαν ἀγριότητα, τῶν πειρασμῶν ὑπέμεινας, καὶ τὰς τῶν ἀλγηδόνων, στενοχωρίας ὑπήνεγκας, θείᾳ πλατυνόμενος χάριτι.
Νεανικὴν ἐπιδεικνὺς τὴν ἔνστασιν, τὸ τῆς νεκρώσεως, καὶ τῆς φθορᾶς πάχος, διὰ τῆς ἀθλήσεως, ἀπετινάξω πάνσοφε, καὶ τὸν τῆς ἀφθαρσίας, χιτῶνα περιβαλλόμενος, χαίρων τῷ Δεσπότῃ παρίστασαι.
Θεοτοκίον
Σεσαρκωμένον τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον, μονογενῆ Λόγον, ὑπὲρ νοῦν γεγέννηκας, εὐλογημένη πάναγνε, Θεοτόκον· διό Σε, ὀρθὰ φρονοῦντες κηρύττομεν, καὶ πανευσεβῶς Σε δοξάζομεν.

ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς
σπερ ἀνάλγητος πυρός, τὴν φλόγα τὴν δριμυτάτην, καρτερώτατα παμμάκαρ ὑπέστης, εὐσεβείας προφανῶς, τῷ ζήλῳ πυρπολούμενος, καὶ τῷ πυρὶ τῷ θείῳ, πεπυρσευμένος τῆς πίστεως.
Νεανικῶς ὑπὲρ Χριστοῦ, παμμάκαρ ἠγωνισμένος, οὐρανίους δωρεὰς ἐκομίσω, καὶ στεφάνους παρ' Αὐτοῦ, τοὺς ἀεὶ διαμένοντας· καὶ στεφηφόρος ὤφθης, Πλάτων θεόφρον μακάριε.
πὶ τοῦ ξύλου σοῦ ταθέν, τὸ καρτερώτατον σῶμα, κατεξαίνετο δεινῶς ταῖς αἰκίαις, ἀλλ' ἀντεῖχε τῆς ψυχῆς, ὁ τόνος δυναμούμενος, τῷ τοῦ Δεσπότου φίλτρῳ, καὶ Βασιλείας τῷ ἔρωτι.
Θεοτοκίον
Πύλη φωτὸς φωτιστικαῖς, τοῦ Πνεύματος δᾳδουχίαις, λαμπρυνθεῖσα Θεοτόκε ὑπάρχεις· διὰ Σοῦ γὰρ πρὸς ἡμᾶς, ὁ Λόγος κατελήλυθε, καταφωτίζων πάντας, θείῳ φωτὶ τοὺς ὑμνοῦντάς Σε.






Κάθισμα.  Ἦχος α. Τὸν τάφον σου Σωτήρ
Ὡραῖος πεφυκώς, νεανίας Παμμάκαρ, ἐχθρὸν τὸν παλαιόν, πτερνιστὴν ἐτροπώσω, τοῖς πόνοις τοῦ σώματος, καὶ τῷ σθένει τῆς χάριτος· ὅθεν ἅπασα, ἡ Ἐκκλησία συμφώνως, Πλάτων ἔνδοξε, ἐπιτελεῖ σου τὴν μνήμην, Χριστὸν μεγαλύνουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, εἰς βυθὸν ὀλισθαίνουσαν, ἀπωλείας πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε
νακραθείς, ὅλος ἀγάπῃ τοῦ κτίσαντος, οὐκ ᾐσθάνου, πόνων τῶν τοῦ σώματος, τὴν ἐμπαθῆ, σάρκα καὶ θνητήν, καὶ τοὺς δερματίνους, χιτῶνας ἀποδυσάμενος· τὸ δὲ τῆς σωφροσύνης, καὶ τὸ τοῦ σωτηρίου, ἐνδυσάμενος Πλάτων ἱμάτιον.
ερουργός, θεῖος ἐδείχθης ὡς ἄμωμον, ἱερεῖον, ἄρσεν τε καὶ τέλειον, ὁλοκαυτῶν, Μάρτυς σεαυτόν, τῷ ὑπὲρ τῶν πάντων, τυθέντι ἀπολυτρώσεως· ψυχὴν γὰρ πυρακτώσας, τοῦ Δεσπότου τῷ φίλτρῳ, φλεγομένης σαρκὸς κατεφρόνησας.
Νέους τοὺς τρεῖς, ἐν Βαβυλῶνι μιμούμενος, τὸ παμφάγον, πῦρ οὐκ ἐδειλίασας, ἀλλὰ στεῤῥῶς καὶ νεανικῶς, τούτου ἐκαρτέρεις, τὴν φλόγα τὴν ἀκατάσχετον· διό σε δροσοβόλος, σὺν ἐκείνοις ἀξίως, ὑπεδέξατο θάλαμος ἔνδοξε
Θεοτοκίον
ς ἐκ φυλῆς, τῆς βασιλίδος ὑπάρχουσα, τὸν τῶν ὅλων, κατεξουσιάζοντα, Λόγον Θεοῦ, τέτοκας ἡμῖν, σάρκα γεγονότα, καὶ μείναντα ἀναλλοίωτον· διό Σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Παναγία Παρθένε δοξάζομεν.

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω
Νυσταγμὸν σοῖς βλεφάροις, ὕπνον δὲ σοῖς ὄμμασι, Μάρτυς οὐκ ἔδωκας, ἕως οὗ τὸν ὕπνον, τον μακάριον καὶ ὀφειλόμενον, τοῖς Θεὸν ποθοῦσιν, ἀγαπητοῖς ὕπνωσας Πλάτων, διὰ ξίφους τὴν κάραν τεμνόμενος.
σπερ ἐν ἀλλοτρίῳ, σώματι πανεύφημε, πάσχων ἠγώνισαι, ὡς ἀθλούντων ἄλλων, θεατὴς σὺ γενόμενος ἤθλησας· τῷ γὰρ θείῳ πόθῳ, πυρποληθεὶς τῶν προκειμένων, αἰκισμῶν οὐκ ἐφρόντισας ἔνδοξε.
Πλοῦτον εὗρες καὶ δόξαν, πλοῦτον ἀναφαίρετον, δόξαν ἀμάραντον, ἐν ἐπουρανίοις, σὺν Ἀγγέλοις χορεύων σκηνώμασι, καὶ τῆς ἀκηράτου, καὶ διαρκοῦς ἀθανασίας, γεγονώς ἐν μεθέξει πανάριστε.
Θεοτοκίον
Λύσιν ἁμαρτημάτων, ταῖς σαῖς ἱκεσίαις, παράσχου τοῖς δούλοις σου, ῥυομένη τούτους, πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων, καὶ τῆς τῶν βλασφήμων, αἱρετικῶν ἐπικρατείας, Θεοτόκε Παρθένε πανύμνητε.

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ
νώτερος τῶν παθῶν, καὶ τῶν βασάνων γενόμενος, τὰς τῆς σαρκὸς ἐκτομάς, ὑπέφερες ἔνδοξε· Χριστὸν γὰρ συλλήπτορα, συνεργόν τε εἶχες, ἐν ἀγῶσι ῥωννύντα σε.
Τῷ τῆς ψυχῆς νοερῷ, τῇ εὐπρεπείᾳ τοῦ κτίσαντος, ἐνατενίζων ἀεί, καὶ κατοπτριζόμενος, τὸ κάλλος τὸ ἄῤῥητον, τῆς τῶν ὁρωμένων, εὐτελείας κατεφρόνησας.
Θεοτοκίον
ς ἔμψυχος κιβωτός, τὸν Νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, γενόμενον ἄνθρωπον, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων Ἀειπάρθενε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῷ πλάτει Ἅγιε, τῶν σῶν ἀγώνων, τοῦ ἐχθροῦ ἐστένωσας, πᾶσαν ὀλέθριον ἰσχύν, καὶ χάριν νέμεις τοῖς ψάλλουσι· χαίροις ὦ Πλάτων, Μαρτύρων ὡράϊσμα.
Ὁ Οἶκος.
Τῶν Ἑλλήνων λιπὼν ἅπασαν τὴν ματαιότητα, τῶν Χριστοῦ Μαθητῶν τὰ ψυχωφελῆ διδάγματα ἠγάπησε λίαν Πλάτων ὁ θεόφρων· Διὸ καὶ ὤφθη πᾶσιν αἰδέσιμος, καὶ ἄγκυρα πίστεως ἐν τῇ πατρίδι, ἧς καὶ ἡ κλῆσις σαφῶς Ἄγκυρα ὑπάρχει. Καλῶς γὰρ τοῦτον ἐκθρεψαμένη, βεβαίαν σκέπην κατ’ ἐχθρῶν, καὶ ἀντιλήπτορα θερμὸν ἐν πολέμοις εὑρίσκει, καθ’ ἑκάστην σὺν τοῖς φιλομάρτυσι πᾶσι γηθομένη ἐκβοᾷ· χαίροις ὦ Πλάτων, Μαρτύρων ὡράϊσμα.

Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πλάτωνος
Μικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων,
Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος.
Ὀγδοάτῃ δεκάτῃ τε Πλάτωνα ἄορ κατέπεφνεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ
Τὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει,
σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιο Νήπιο, ἐρωτηθὲν παρὰ τοῦ ἐπάρχου ποῖον Θεὸν σέβεται, καὶ ἀποκριθὲν ὅτι τὸν Χριστόν, ξίφει τελειοῦται.
Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει,
τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ, τοῦ ἐκ Παλαιστίνης
Ῥωμαλέος ἦν Ῥωμανὸς πρὸς βασάνους,
ῥώμῃ κρατυνθεὶς παντοδυνάμου Λόγου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ζακχαίος ὁ Διάκονος καὶ Ἀλφαῖος, ξίφει τελειοῦνται.
Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση·
ὁ νῦν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους.
Ἀλφαῖε καρτέρησον, εἰ τέμνῃ κάραν,
καὶ κλῆρον ἕξεις τὴν ἄτμητον Τριάδα.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀναστασίου, τοῦ ἐκ Παραμυθίας Θεσπρωτίας.
Ἀναστάσιος ὑπὲρ Χριστοῦ ἀθλήσας,
Νέος Μάρτυς πέφηνεν, ἴσος τῶν πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βασιλείου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν
Νομίμως ἀθλήσαντα, καὶ τοὺς ἐχθρούς σου καταπατήσαντα, τῷ τῆς νίκης στεφάνῳ, ὁ ἀθλοθέτης σε ἐστεφάνωσε, μεγαλοφώνως βοῶντα καὶ λέγοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μετέστης γηθόμενος, πρὸς τὸν ἀεί σοι πάλαι ποθούμενον, οὗ τὸ ἄχραντον πάθος τὸ σωτηρίας ἀνθρώποις αἴτιον, γεγενημένον μιμούμενος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ξέστησαν ἅπασαι, τὴν καρτερίαν τῆς σῆς ἀθλήσεως, οὐρανῶν αἱ Δυνάμεις, καὶ τῶν ἀνθρώπων οἱ τότε βλέποντες· ὑπερφυῶς γὰρ ἐβόας τεμνόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Λυθέντες πανάμωμε, τῷ θείῳ τόκῳ τῆς παρθενίας Σου, τῶν δεσμῶν τοῦ θανάτου, καὶ τῆς κατάρας τοῦ πρωτοπλάστου Ἀδάμ, Σὲ Θεοτόκον φρονοῦντες κραυγάζομεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.






ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Περιφανεῖς ἀγῶνας μέν, ἠγωνίσω πανεύφημε, περιφανεστέραν δὲ πολλῷ τὴν εὔκλειαν, Χριστὸς σοὶ δεδώρηται, καὶ δι' αἰῶνος μένουσαν, ἐν ἐπουρανίοις, σὲ σκηναῖς κατοικίσας, προθύμως μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ς πρεσβευτὴν πιστότατον, ὡς προστάτην θερμότατον, τῷ Παμβασιλεῖ καὶ Ποιητῇ τῆς κτίσεως, σὲ νῦν προβαλλόμεθα, ὑπὲρ ὑμῶν δυσώπησον, τῇ μαρτυρικῇ σου, παῤῥησίᾳ πρεσβεύων, τῶν σὲ ὑμνολογούντων, καὶ πιστῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Παραλαβεῖν ἠξίωσαι, Βασιλείαν ἀσάλευτον, διὰ τῆς οἰκείας ἐνεργούς σου πίστεως, ὡς σοὶ ἐπηγγείλατο, ὁ ἀψευδὴς διδόναι Θεός, ὑπὲρ οὗ τὸ σῶμα, καὶ πυρὶ καὶ βασάνοις, παρέδωκας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Λόγον Θεοῦ τὸν ἄναρχον, καὶ Πατρὶ συννοούμενον, τὸν ἐκ τοῦ μὴ ὄντος πατρικῷ βουλήματι, τὸ πᾶν συστησάμενον, θεοπρεπῶς γεγέννηκας, σάρκα γεγονότα, δι' ἡμᾶς τοὺς ἀνθρώπους· διό Σε Θεοτόκον, ὀρθοδόξως φρονοῦντες, Χριστὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
\
ᾨδὴ θ'. Ἔφριξε πᾶσα ἀκοή
γε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, τὸν ἐξαπλώσαντα τῆς εὐσεβείας αὐτοῦ τὰ κλήματα· τῆς γὰρ ἀμπέλου τῆς ζωῆς, φυτείᾳ γενόμενος, καρπόν προβάλλεται, κατανύξεως ἡμῖν οἶνον βρύοντα.
Τίμιος ἔναντι Θεοῦ, τῶν Μαρτύρων καθορᾶται ὁ θάνατος· τῆς ἀϊδίου γὰρ καὶ ἀνωλέθρου γίνεται πρόξενος, παναληθέστατα ζωῆς, καὶ κλῆρον ἀθάνατον, καὶ δόξαν ἄφθαρτον, καὶ πλουσίαν χορηγεῖ τὴν ἀντίδοσιν.
λην σου Μάρτυς τὴν ζωήν, τῷ Δεσπότῃ καὶ Θεῷ ἀφιέρωσας, καὶ ὡς εὐάρεστον ζῶσαν θυσίαν σαυτὸν προσήγαγες· διὸ τρυφῆς τῆς ὑπὲρ νοῦν, Πλάτων κατηξίωσαι, ἀλλὰ δυσώπησον, λυτρωθῆναι πειρασμῶν τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Σῶσόν με Μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρά μου, Θεὸν καὶ ἄνθρωπον διπλοῦν τὴν φύσιν, οὐ τὴν ὑπόστασιν, μονογενῆ μὲν ἐκ Πατρός, ἐκ σοῦ δὲ ἀπάτορα, καὶ ἀναλλοίωτον· διὸ πάντες Σε ἀεὶ μεγαλύνομεν.






Ἐξαποστειλάριον. Ἦχ. β'. Γυναῖκες ἀκουτίσθητε
Ὁρῶν σου τὸ ἀήττητον, Μεγαλομάρτυς ἔνδοξε, ὁ τύραννος πρὸς πλειόνων, βασάνων πεῖραν ἐχώρει· ὃν καταπτύσας χάριτι, Χριστοῦ ὑπερενήθλησας, μέχρι θανάτου πάνσοφε· διὸ καὶ νῦν στεφηφόρος, συμβασιλεύεις τῷ Κτίστῃ.
Θεοτοκίον
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γέγονας ὄντως, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἰησοῦν ἀγαπήσας, ἐξ ὅλης Πλάτων ψυχῆς, ὑπὲρ Αὐτοῦ γενναίως, εἰς ἀγῶνας εἰσῆλθες, ἐλέγξας τῶν εἰδώλων πλάνην οἰκτράν, καὶ τυράννων τὴν ἄνοιαν, ὅθεν θυσία ἐγένου ὁλοτελής, ὡς ἀμνὸς Κυρίου ἄμωμος.

Οὐκ ἔστιν ἄξια ὄντως! τὰ νῦν παθήματα, τῆς ἄνω θείας δόξης, ὡς ὁ Παῦλος κηρύττει· διὸ γενναῖε Πλάτων ἀνδροπρεπῶς, τὰς βασάνους ὑπέμεινας, ὥσπερ τις ἄκμων τυπτόμενος ἀφειδῶς, δι’ ἀγάπην τοῦ Δεσπότου σου.

Εἰς πλάτη Πλάτων πατήσας, τὰ ἐπουράνια, τῷ θείῳ μαρτυρίῳ, ὃ ἠγάπησας σφόδρα, βεβαίαν τὴν ἐλπίδα τῶν ἀγαθῶν, ἔσχες ἃ ἐπηγγείλατο, ὁ Ἰησοῦς τοῖς πιστεύουσιν εἰς Αὐτόν, καὶ σταυρὸν μαρτύρων αἴρουσι.

Σὺν Ἀντιόχῳ ὦ Πλάτων, τῷ σῷ γλυκεῖ ἀδελφῶ, ἀθλήσαντι γενναίως, καὶ στέφος εἰληφότι, πρεσβεύετε ἀπαύστως τῷ Ἰησοῦ, ὑπὲρ Οὗ ἠγωνίσθητε, ὅπως τοῖς πόθῳ τιμῶσιν ἄμφω ὑμᾶς, Πνεῦμα Ἅγιον χαρίζηται.

Δόξα. Ἦχος πλ.δ΄.
Τὸν παλαιὸν ἀπεκδυσάμενος Ἀδάμ, τὸν νέον ἐνεδύσω Ἰησοῦν Πλάτων ἔνδοξε, τῷ θαυμαστῷ σου μαρτυρίῳ, εἰς αἰωνίαν κληρονομίαν τοῦ ποθητοῦ Παραδείσου, ἔνθα εὔχου ἐκτενῶς, ὅπως οἱ τιμῶντές σου τὴν ἄθλησιν, ὁλοτελῶς μισήσωμεν τὰς φθειρομένας ἡδονάς, καὶ ἀνταγωνιζόμενοι νομίμως πρὸς τὸν ἀλάστορα ἐχθρόν, συγκληρονόμοι γενώμεθα τῶν ἀγαθῶν, ἅπερ τοῖς πιστοῖς ἐπηγγείλατο, ὁ ἀψευδὴς στεφοδότης Κύριος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου.
Μεγαλυνάρια
Χαίροις Πλάτων μάρτυς τοῦ Ἰησοῦ, Ὃν ὁμολογήσας, πρὸ τυράννων τῶν ἀσεβῶν, εἴληφας τὴν πεῖραν, βασάνων ἀνηκέστων, καὶ ἐν Σιὼν τῇ ἄνω, στέφος ἀμάραντον.
Τὴν πλατεῖαν Πλάτων βίου ὁδόν, σοφῶς παρεκκλίνας, εἵλου πόθῳ στενὴν Χριστοῦ, ἣν καλῶς βαδίσας, διὰ τοῦ μαρτυρίου, νῦν κατοικεῖς εἰς πλάτη, τὰ ἐπουράνια.
Σὺν τῷ Ἀντιόχῳ Πλάτων σοφέ, θείῳ ἀδελφῷ σου, ἱκετεύσατε τὸν Χριστόν, ὅπως τὴν ἀγάπην, τοῦ μαρτυρίου σχόντες, τῶν θλίψεων τοῦ βίου, σταυρὸν βαστάζωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου