ΜΑΡΤΙΟΣ Θ΄
ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΝΕΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΕΝ
ΜΟΝΑΣΤΗΡΙῼ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὅτε
Θεὸς παρεχώρησε, τοῦ δουλωθῆναι ἡμᾶς, τότε Ὅσιοι ὤφθητε, τεῖχος
χριστοσκεύαστον, πλάνην Ἄγαρ συντρίψαντες. Ὀρθοδοξίας γὰρ ἐν τοῖς δόγμασιν, ἀνατραφέντες,
ψεύδη ἠλέγξατε, τοῦ ματαιόφρονος, ὃς προφήτου ἥρπασε κλῆσιν σεμνήν, καὶ ἐθριαμβεύσατε,
Χριστοῦ ἀλήθειαν.
Τροπαιοφόρου
ᾠκήσατε, Μάνδραν σοφῷ λογισμῷ, καὶ σταυρὸν τῆς ἀσκήσεως, ὤμοις ἀνειλήφατε, τῇ ἀγάπῃ
πυρούμενοι, τοῦ δι’ ἀγάπην ἐνανθρωπήσαντος, καὶ τοὺς ἀνθρώπους ἐλευθερώσαντος, Ὃν
ἐκηρύξατε, τέλειον Θεάνθρωπον πρὸ ἀσεβῶν, διὸ ὁσιόαθλοι, κάρας ἐτμήθητε.
Χριστῷ
ἀρέσαι ποθήσαντες, τῶν μοναζόντων ὁδόν, ἐξελέξασθε Ὅσιοι, συνειδήσει
θνήσκοντες, καθ’ ἑκάστην ὡς γέγραπται, πάθη νεκροῦντες πάντα ἐπίμεπτα, διὸ
γενναίως ἀντικατέστητε, πρὸς ξίφος δίψαιμον, ἐν χαρᾷ βαδίσαντες τῶν ἀσεβῶν, ἵνα
κοινωνήσητε, ζωῆς τῆς κρείττονος.
Υἱοὶ
φωτὸς χρηματίζοντες, ὡς φῶς Χριστοῦ ἐν ψυχαῖς, δι’ ἐνθέου ἀσκήσεως, ζηλοτύπως
κλείσαντες, σκότος Ἄγαρ ἠλέγξατε, θεῖοι Πατέρες καὶ ἐκηρύξατε, τοῖς ἀσεβέσι
Τριάδα ἄναρχον, τὴν πάνταπλάσασαν, καὶ ζωὴν παρέχουσαν τὴν ἀληθῆ, ἧς ξίφει ἀθλήσαντες,
ὑμεῖς μετέσχετε.
Ὡς ἐν
σοφίᾳ ἐκθέσαντες, διδασκαλίαν Χριστοῦ, πρὸς Αὐτὸν ὡδηγήσατε, τὸν ὄντα τὸ
πρότερον, ἀπωλείας συμμέτοχον, ὃς θαυμασίως ἀπαρνησάμενος, Μωάμεθ πλάνην, αὑτοῦ
τῷ αἵματι, αἴφνης βεβάπτισται, χάριτι τοῦ Πνεύματος, καὶ τὴν ζωὴν, σὺν ὑμῖν ἀπείληφε,
τὴν ἐπουράνιον.
Τὸν ἀριθμὸν
Τεσσαράκοντα, μιᾷ ψυχῇ θαυμαστῶς, ὥσπερ ἄρνες χριστόφρονες, ξίφει ἀπετμήθητε,
καὶ τὴν πλάνην ἐπνίξατε, τοῖς Ὀρθοδόξοις χαρὰ γενόμενοι, καὶ τῶν Μαρτύρων
δικαίως σύναθλοι· ὅθεν πρεσβεύσατε, Ἅγιοι δεόμεθα διηνεκῶς, ὑπὲρ τῶν
μνημόσυνον, ὑμῶν τελούντων φαιδρῶς.
Δόξα.
Ἦχος ὁ αὐτός.
Τοῖς
ἀσκητικοῖς ἱδρῶσιν συμμείξαντες τὸ αἷμα τοῦ μαρτυρίου, πληρωταὶ τοῦ νόμου τῆς
πρὸς Θεὸν ἀγάπης, γεγόνατε προθύμως ἅγιοι Ὁμολογηταὶ Τεσσαράκοντα Ὁσιομάρτυρες,
καὶ τὴν ἐπίγειον Μονὴν τοῦ Τροπαιοφόρου ἐνταῦθα ἀφέντες, μονὰς νῦν κατοικεῖτε τὰς
ἀφθάρτους καὶ αἰωνίους, τῆς Βασιλείας τοῦ στεφοδότου Κυρίου, ἔνθα ἀκαταπαύστως
καταλαμπόμενοι τῷ θείῳ φωτί, μὴ ἐπιλάθεσθε μνημονεύειν, τοὺς πόθῳ τιμῶντας τὴν ἱερὰν
ὑμῶν ἄθλησιν, γενναιότατοι.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὁ
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης
προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν.
Διὸ τέλειον Αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν
τὸν Θεὸν ἡμῶν. Ὃν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει
Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ
ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε
ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ
Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ
ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ ἡ περίδοξος πόλις Μοναστηρίου, ἡ ἐξανθήσασα ὡς ἡ πάλαι Σεβάστεια ἄνθη
μυρίπνοα, τοὺς Τεσσαράκοντα ἀθλοφόρους Ὁσιομάρτυρας. Οὗτοι γὰρ μὴ ὑποκύψαντες
τοῖς δελεάσμασι τῶν ἀσεβῶν ἀγαρηνῶν, ἀλλ’ ἐνθέως κηρύξαντες τὴν τῆς παναγίας
Τριάδος θεότητα, ὡς πρόβατα ἀθῶα ἐκαρατομήθησαν, γενόμενοι μιμηταὶ τοῦ Ἐσφαγμένου
Ἀρνίου, ἐν Παραδείσῳ δὲ ἱστάμενοι, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄
Φῶς
Χριστοῦ φιλανθρώπου τοῖς πᾶσι φαίνει, ὅσοι ταπεινῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς
διανοίγουσιν. Ὅθεν καὶ ὁ πρῴην βεβυθισμένος τῇ ἀγαρηνῇ πλάνῃ, τῇ ἀνδρείᾳ τῶν
γενναιοψύχων Ὁμολογητῶν κατανυγείς, συντέτακται εὐθὺς τοῖς στρατιώταις τοῦ
Κυρίου, καὶ ὡς τῆς ἑνδεκάτης ὥρας ἐργάτης, διὰ τῆς ξιφοτμήσεως, Μάρτυς
χριστόστεπτος ἀναδέδεικται.
Ἦχος
γ΄
Μονὰς
ἐπιποθοῦντες τὰς ἐπουρανίους, Μονὴν τοῦ Τροπαιοφόρου καταλελοίπασιν, οἱ
χριστοπόθητοι Τεσσαράκοντα ὁμολογηταί. Καὶ τοῦ καιροῦ εὐκαίρως δοθέντος, ὁμοψύχως
ἀνακηρύξαντες εἶναι Θεὸν τὸν Ἰησοῦν, ὁμαδὸν ἀνῆλθον εἰς τὴν πεποθημένην Πόλιν τῆς
ἄνω Σιών, ἔνθα συμβασιλεύοντες ἀδιαστάτως τῷ Κυρίου, πρεσβεύουσιν Αὐτῷ ἀδιαλείπτως
ὑπὲρ ἡμῶν ὡς φιλάδελφοι.
Ἦχος
δ΄
Τῇ ἐλευθερίᾳ
ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε συζῶντες, τὴν σκοτεινόμορφον δουλείαν τοῦ
ψευδοπροφήτου οὐκ ἠνέχθητε, Τεσσαράκοντα ὁσιομάρτυρες, ἀλλὰ σκύβαλα τὰ παρόντα
πάντα θεωροῦντες, τὸν μυστικὸν Μαργαρίτην ἐξηγοράσατε, τῷ τιμίῳ ὑμῶν αἵματι,
πρότυπα φιλοθεΐας τοῖς πιστοῖς, διὰ τοῦ μαρτυρίου γενόμενοι.
Δόξα.
Ἦχος πλ.α΄
Χαίροις
ἐν Κυρίῳ ἡ κλεινὴ Μοναστηρίου πόλις, ἡ ἔνδοξος γενέτειρα τῶν Τεσσαράκοντα ἀθλοφόρων
Μαρτύρων τοῦ Χριστοῦ. Οὗτοι γὰρ τῶν φιλοσάρκων ἀγαρηνῶν τῇ βίᾳ καὶ ταῖς ὑποσχέσεσιν
ἀνδρικῶς ἀντιστάντες, βάσις ἄσειστος ἐγένοντο τῶν πιστῶν, τὰ μαρτυρικὰ αἵματα αὐτῶν
ὡς δῶρον τῷ Κυρίῳ προσενεγκόντες. Διὸ τὸν στέφανον τῆς ζωῆς τὸν ἄφθαρτον ἀπολαβόντες,
πρεσβεύουσιν διηνεκῶς ὑπὲρ εἰρήνης τῆς Ἐκκλησίας, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν, Θεοτοκίον, ὁ αὐτός.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Τῶν ὁσίων
ὁμότροποι, τῶν Μαρτύρων συνόμιλοι, Τεσσαρακοντάριθμοι ἀνεδείχθητε. Ὑμεῖς γὰρ
πλάνην ψυχώλεθρον, καλῶς στηλιτεύσαντες, δυσσεβῶν ἀγαρηνῶν, τῇ δυνάμει τοῦ
Πνεύματος, ἀπετμήθητε, κεφαλὰς τὰς τιμίας καὶ ἐν δόξῃ, συνεισήλθετε Πατέρες, εἰς
τὸν Νυμφῶνα τὸν ἄφθαρτον.
Στίχ.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἐν
Μονῇ ἐνασκούμενοι, Γεωργίου τοῦ μάρτυρος, τῶν Μαρτύρων φρόνημα ἐπλουτήσατε, διὸ
γενναίᾳ στεῤῥότητι, Μωάμεθ ἐλέγξαντες, πλάνην τὴν μυθομανῆ, θεολόγοι ἐδείχθητε,
τῆς σαρκώσεως, τοῦ Σωτῆρος ἡμῶν παρ’ Οὗ τὸ στέφος, τῆς καλῆς ὁμολογίας, θεῖοι
Πατέρες ἐδέξασθε.
Στίχ.
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσουσιν.
Ἀρνησάμενοι
ἅπαντα, τὰ τερπνὰ καὶ ἐπίκηρα, καὶ ζωὴν ποθήσαντες τὴν αἰώνιον, πρὸς τὴν σφαγὴν
ὁμοῦ χαίροντες, Πατέρες ἐσπεύσατε, καὶ τὸ αἷμα ὡς σπονδήν, τῷ Κυρίῳ ἠνέγκατε, ὅθεν
στέφανον, ἀφθαρσίας λαβόντες τῶν τιμώντων, ὑμᾶς μνήσθητε καὶ δότε, τῶν αἰτημάτων
τὴν πλήρωσιν.
Δόξα.
Ἦχος ὁ αὐτός.
Τοῦ
Εὐαγγελίου πληρωταὶ γενέσθαι ποθήσαντες, κατὰ τὸ δυνατὸν ἀνθρώποις, τὸν τῆς ἀσκήσεως
σταυρὸν πρῶτον ἀνελάβετε, καὶ τὸν ἀόρατον πόλεμον κατὰ παθῶν καὶ διαβόλου, ὡς ἄριστα
τελέσαντες, εἶτα καὶ τῆς καλῆς ὁμολογίας πρὸ δυσσεβῶν τυράννων δειχθέντες ἐργάται,
οὐκ ἐδειλιάσατε θεολογῆσαι τοῦ Σωτῆρος Χριστοῦ, τὴν φιλάνθρωπον οἰκονομίαν. Ὅθεν
ξιφοτμηθέντες, γενναῖοι Τεσσαράκοντα, οὐ μόνον τοῦ Μοναστηρίου προστάται
πεφύκατε, ἀλλὰ τῶν Ὀρθοδόξων ἁπάντων πρέσβεις θερμότατοι ὑπάρχετε· διὸ ὑμᾶς τιμῶντες,
ὡς κληρονόμους τῆς Βασιλείας τοῦ Θεοῦ, δεόμεθα καὶ ἡμᾶς, ταύτης μετόχους ἀναδείξατε,
ταῖς ἱκεσίαις πρὸς Χριστὸν Ὁσιόαθλοι.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Νεῦσον
παρακλήσεσι, σῶν ἱκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης
θλίψεως ἡμᾶς ἀπαλάττουσα. Σὲ γὰρ μόνην ἀσφαλῆ καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν
σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι. Σπεῦσον εἰς
ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ
σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Μοναστηρίου
τὰ μυρίπνοα ἄνθη, καὶ τῶν Μαρτύρων τοῦ Χριστοῦ συμμετόχους, ἁγίους
Τεσσαράκοντα, τιμῶμεν ἐκ ψυχῆς. Οὗτοι γὰρ κηρύξαντες, Ὀρθοδόξων τὴν πίστιν,
πλάνην σκοτεινόμορφον, ἐμυκτήρισαν Ἄγαρ· διὸ τμηθέντες θείας κεφαλάς, τοῦ
Παραδείσου, τρυφῆς ἀπολαύουσι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ’
αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς
πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν
καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄.Τὴν ὡραιότητα.
Ζήλῳ
πυρούμενοι, οἱ Τεσσαράκοντα, Χριστὸν Θεάνθρωπον ὁμολογήσαντες, ψευδοπροφήτου
σκοτεινήν, ἠλέγξατε τὴν θρησκείαν. Καὶ τμηθέντες Ἅγιοι, διπλοῦν στέφος ἐλάβετε,
ὡς καλῶς ἀσκήσαντες, καὶ τῷ ξίφει ἀθλήσαντες, πρεσβεύοντες ὑπὲρ Μοναστηρίου, καὶ
τῶν ἐν πόθῳ ἀνυμνούντων ὑμᾶς.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Θεομακάριστε,
Μῆτερ ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον,
ὅτι συνέχομαι δεινῶς, ἐν πταίσμασιν ὁ ἄθλιος· ὅθεν καὶ κραυγάζω
σοι, στεναγμῷ τῆς καρδίας μου· δέξαι με Πανάχραντε, τὸν πολλὰ
ἁμαρτήσαντα, ἵνα ἐν παῤῥησίᾳ κραυγάζω σοι, Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὀρθοδόξοις
δόγμασιν, ἀνατραφέντες, καὶ σφοδρῶς ἐλέγξαντες, πλάνην τῆς Ἄγαρ θολεράν,
ξιφοτμηθέντες ἐλάβετε, Χριστοῦ τὸ στέφος, σεπτοὶ Τεσσαράκοντα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὰς ἀχράντους
χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σέ, καὶ τῷ Υἱῷ
σου κραυγάζοντας· πᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη σου.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν
θεότητα Λόγου ἀνακηρύξαντες, καὶ τὴν πλάνην Μωάμεθ σφοδρῶς ἐλέγξαντες,
Τεσσαράκοντα πιστῶν πρότυπα ὤφθητε, καὶ ἱκέται πρὸς Χριστόν, τῶν τὴν ἄθλησιν ὑμῶν,
τιμώντων ψαλμοῖς καὶ ὕμνοις, Μοναστηρίου δὲ προστάται, ἐν ᾧ ἠθλήσατε γεγόνατε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἀπειρόγαμε
Νύμφη Θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ
προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως,
πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον·
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ
ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος·
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσουσιν.
Εὐαγγέλιον, τὸ Μαρτυρικόν (βλέπε εἰς Ὄρθρον
ἁγ.Γεωργίου, 23 Ἀπριλίου)
Ὁ
Ν΄ ψαλμός
Δόξα. Ταῖς τῶν σῶν Μαρτύρων.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα,
στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τὸν
τῆς ἀσκήσεως δρόμον καλῶς βαδίσαντες, χοροῖς Μαρτύρων ἐν τέλει συνηριθμήθητε,
διὰ τῆς θείας ὁμολογίας, γενναῖοι Τεσσαράκοντα ὁσιομάρτυρες Μοναστηρίου. Ὅθεν ὡς
παῤῥησίαν κεκτημένοι πρὸς Κύριον, σὺν τῷ κλεινῷ Τροπαιοφόρῳ καθικετεύσατε, σωθῆναι
πάντας τοὺς τιμῶντας τὴν πανευφρόσυνον μνήμην ὑμῶν.
Ὁ κανὼν τῶν ἁγίων Ὁσιομαρτύρων, οὗ ἡ ἀκροστιχίς: Τοὺς Τεσσαράκοντα αἰνῶ Μοναστηρίου. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος πλ.δ΄.Ὑγρὰν διοδεύσας.
Τριάδος
τὴν πίστιν τὴν ἀληθῆ, πρὸ τέκνων τῆς Ἄγαρ, Τεσσαράκοντα ἀθληταί, κηρύξαντες
στέφανον τῆς δόξης, ἐκ τοῦ Χριστοῦ ὡς βραβεῖον εἰλήφατε.
Οὐράνιον
σχόντες τὸν λογισμόν, παρίδετε βίου, τοῦ παρόντος τὰς ἡδονάς, διὸ Τεσσαράκοντα
γενναῖοι, τοῦ μαρτυρίου ὁδὸν ἐβαδίσατε.
Ὑψώσαντες
ἄνω νοῦν καὶ ψυχήν, καὶ μόνον ποθοῦντες, ἑνωθῆναι τῷ Ἰησοῦ, ἐν λόφῳ σφαγέντες
Παραδείσου, τὰ ἀγαθὰ Τεσσαράκοντα εὕρατε.
Θεοτοκίον
Σωτῆρα
τοῦ κόσμου τὸν σὸν Υἱόν, κηρύξαντες Μῆτερ, πρὸ ἀθέων ἀγαρηνῶν, καὶ πλάνην ἐλέγξαντες
Μωάμεθ, οἱ Τεσσαράκοντα μάρτυρες ὤφθησαν.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Τεσσαράκοντα
ὄντες, τὸν ἀριθμὸν Ἅγιοι, τῶν ἐν Σεβαστείας τῇ λίμνῃ, ὡς συναρίθμιοι, κοινὸν ἀντίπαλον,
κατετροπώσατε ἄμφω, τὸν ἀρχῆθεν δόλιον, ἐχθρὸν διάβολον.
Ἑνδεκάτης
ἐργάτης, ἀναφανεὶς Ἅγιε, ὡς καταλιπὼν πλάνην Ἄγαρ καὶ προελόμενος, Χριστοῦ τὸν
θάνατον, ἵνα κερδήσῃς τὸν πλοῦτον, ὅνπερ οὐδὲν δύναται, συλῆσαι πώποτε.
Σταυρωθέντες
τῷ κόσμῳ, καὶ κοσμικὸν φρόνημα, ἅπαν ἀρνηθέντες Πατέρες, οὐκ ἐφοβήθητε, τὴν
καρατόμησιν, ἀλλὰ προσήλθετε πόθῳ, πρὸς αὐτὴν ληψόμενοι, στέφος τὸ ἄφθαρτον.
Θεοτοκίον
Σὺ ὑπάρχεις
Παρθένε, τῶν ἀσκητῶν στήριγμα, σὺ εἶ γλυκασμὸς τῶν Μαρτύρων, καὶ ἀγαλλίαμα, τῶν
πεποιθότων σοι, ὥσπερ Μητρὶ φιλοτέκνῳ, καὶ πλουτούσῃ Ἄχραντε, πρεσβείαν ἄμαχον.
Κάθισμα
.Ἦχος γ΄. Θείας πίστεως.
Πόθῳ
ζέοντι καὶ παῤῥησίᾳ, ἐκηρύξατε, Χριστὸν Σωτῆρα, τῶν ἀνθρώπων Τεσσαράκοντα Ἅγιοι,
καὶ τοῦ Μωάμεθ τὴν πλάνην αἰσχύναντες, τὴν ζωηφόρον θανὴν καθυπέστητε. Ὅθεν
Κύριον, πρεσβεύσατε ὡς φιλάδελφοι, δοθῆναι καὶ ἡμῖν ζωὴν αἰώνιον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Σκέπη
πέφηνας καὶ σωτηρία, καὶ ἀντίληψις καὶ προστασία, τῶν Ὀρθοδόξων σου τέκνων
Πανάχραντε· ὅθεν τὴν σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν
κηρύττομεν, Κόρη πάναγνε, ἡ σκέπουσα τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης διαβόλου ἐπιθέσεως.
ᾨδὴ
δ΄. Εἰσακήκοα, Κύριε.
Ἀοράτως
παρέστηκεν, ὁ Δεσπότης μάρτυρες Τεσσαράκοντα, καὶ τὴν δύναμιν παρέσχετο, τῆς ὁμολογίας
ὑμῖν ἄνωθεν.
Ῥητορεύσαντες
Ἅγιοι, ἔμπροσθεν τυράννων Χριστοῦ θεότητα, θεολόγοι ἀνεδείχθητε, καὶ Μαρτύρων ἄξιοι
συμμέτοχοι.
Ἄγαρ
πλάνην ἐλέγξαντες, τοὺς ἀνθρώπους πέμπουσαν εἰς ἀπώλειαν, τὴν ζωὴν ἀνεκηρύξατε,
Ὅσιοι Χριστοῦ τὴν ψυχοσώτειραν.
Θεοτοκίον
Κάλλος
θεῖον ποθήσαντες, τοῦ Υἱοῦ σου Μῆτερ οἱ Τεσσαράκοντα, πρὸς τὸν θάνατον ἐχώρησαν,
φθειρομένων πάντων ἀλογήσαντες.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ὁμοιοπρεπῶς,
ἐν ἀσκήσει πορευόμενοι, καὶ ὁμοψύχως τὸ μαρτύριον, Τεσσαράκοντα τελέσαντες,
δόξαν ἐνεδύθητε οὐράνιον.
Νίκην
κραταιάν, ἐπετύχετε μακάριοι, κατατροπώσαντες τοὺς πλάνους πανσθενῶς, καὶ
θεολόγοι, ἀνεδείχθητε τοῦ Πνεύματος.
Τεσσαρακοστῆς,
φιλοθέως θεῖον στάδιον, καταξιώσατε περάσαι τοὺς πιστῶς, ἀνευφημοῦντας, ὑμῶν Ἅγιοι
μαρτύριον.
Θεοτοκίον
Ἄνοιξον
ἡμῖν, Παραδείσου πύλας Πάναγνε, ὡς Τεσσαράκοντα ἁγίοις ἀθληταῖς, Μοναστηρίου,
μαρτυρήσασιν ἠνέῳξας.
ᾨδὴ
Ϛ΄.Τὴν δέησιν ἐκχεῶ.
Ἀνάστασιν,
προσδοκῶντες Ἅγιοι, ἐν Χριστῷ τὴν ἐσομένην παγκοίνως, καθ’ ἣν τὸ φῶς,
καταλάμψει τοὺς ὅσοι, ὑπὲρ Αὐτοῦ ἐν χαρᾷ ἐμαρτύρησαν, διὸ προθύμως πρὸς σφαγήν,
ὥσπερ ἄρνες ὁμοῦ ἐχωρήσατε.
Ἰσότιμον,
τὸν μισθὸν ἀπείληφεν, ὁ τὴν πλάνην ἀρνηθεὶς τοῦ Μωάμεθ, καὶ τοῦ Χριστοῦ,
συνταγεὶς θείᾳ ποίμνῃ, καὶ ἑαυτοῦ βαπτισθεὶς ἐν τῷ αἵματι, πεπλήρωκε δὲ ἀριθμόν,
Τεσσαράκοντα ἅγιοι Μάρτυρες.
Νοήσαντες,
τὸ τοῦ βίου πρόσκαιρον, ἐξελέξασθε ζωὴν αἰωνίαν, καὶ εὐθαρσῶς, τῆς ἀσκήσεως
δρόμον, τῷ μαρτυρίῳ ἐστέψατε Ἅγιοι· κοινὸς γὰρ ἔστιν ὁ μισθός, ἀσκητῶν καὶ
μαρτύρων μακάριοι.
Θεοτοκίον
Ὠλέσατε,
τὸν τῆς πλάνης ἔξαρχον, ἀθλοφόροι τοῦ Χριστοῦ τῇ δυνάμει, Ὃς σαρκωθείς, ἐξ ἀχράντου
Παρθένου, πεσοῦσαν φύσιν ἡμῶν ἐπηνώρθωσε, καὶ δέδωκε πᾶσι πιστοῖς, παμπλουσίως
τοῦ Πνεύματος χάριτας.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν ὁδὸν
ἀσκήσεως, Τροπαιοφόρου τῇ Μάνδρᾳ, εὐκλεῶς βαδίσαντες, καὶ μαρτυρίου τὸ στέφος, εὕρατε,
πλάνην ἐλέγξαντες γραίας Ἄγαρ, Κύριον, θεολογήσαντες τὸν Σωτῆρα, τὸν διδόντα τοῖς
ἀνθρώποις, δύναμιν θείαν, σεπτοὶ Τεσσαράκοντα.
Ὁ Οἶκος
Τὸν
σταυρὸν τοῦ Κυρίου ἐπάραντες φιλοθέως ὡσιώθητε· τὸν Χριστὸν Θεὸν τέλειον εἶναι
καὶ ἄνθρωπον, πρὸ τῶν ἀσεβῶν μετὰ παῤῥησίας ὡμολογήσατε. Τῆς Ἄγαρ τὴν πλάνην
γενναίως ἠλέγξατε, ὡς ψυχῶν ἀπωλείας πρόξενον. Πρὸς φῶς τῆς ἀληθείας τὸν πρῴην ἐσκοτισμένον
ὡδηγήσατε τῇ σοφίᾳ τῶν λόγων ὑμῶν. Τὸν ἐκ ξίφους θάνατον οὐκ ἐδειλιάσατε, ἀλλ’ ὡς
πρόβατα ἐθελόθυτα χαίροντες ἀπετμήθητε, καὶ τοῖς χοροῖς τῶν Μαρτύρων ἐνδόξως
συνηριθμήθητε, γενόμενοι Μοναστηρίου αἰώνιοι προστάται καὶ καυχήματα, τῆς δὲ Ἐκκλησίας
πρέσβεις θερμότατοι, σεπτοὶ
Τεσσαράκοντα.
Συναξάριον
Τῇ Θ΄ τοῦ αὐτοῦ μηνὸς Μαρτίου, Μνήμη τῶν ἁγίων Τεσσαράκοντα
νέων ὁσιομαρτύρων τῶν ἐν τῇ Μονῇ τοῦ ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου, ξίφει τελειωθέντων
ὑπὸ τῶν ἀγαρηνῶν ἐν Μοναστηρίῳ, κατὰ τὸ ἔτος 1386.
Ἱδρῶτας συμμίξαντες αἵματι ξίφει,
Θεῖοι
Τεσσαράκοντα, εὕρατε στέφος.
Ὀγδόῃ Τεσσαράκοντα φωτὸς ἀπήλαυσαν ὀγδόης.
Ὅτε, τῇ ἀνεξιχνιάστῳ παραχωρήσει τοῦ Κυρίου, οἱ μουσουλμάνοι Τοῦρκοι
ἐπέδραμον ὡς λύκοι βαρεῖς κατὰ τῶν Ὀρθοδόξων λαῶν τῶν Βαλκανίων, ἦλθον μετὰ τὴν
ὑποδούλωσιν τοῦ Πρίλεπ πρὸς κατάκτησιν καὶ ἐπὶ τὴν πόλιν τοῦ Μοναστηρίου, κατὰ
τὸ ἔτος 1386. Μετὰ δὲ τετράμηνον πολιορκίαν ἐπιτυχόντες τῆς ἐκπορθήσεως καὶ
τραπέντες, ὡς εἰκός, εἰς παντοίου εἴδους φόνους, καταστροφάς, ἐξανδραποδισμούς, βιασμούς, δῃώσεις, καταλῃστεύσεις καὶ κατεδάφισιν τῶν
οἰκιῶν καὶ τῶν ναῶν, μεγίστην κατέβαλον τὴν
προσπάθειαν τοῦ βιαίου ἐξισλαμισμοῦ τοῦ Ὀρθοδόξου
λαοῦ. Καρτερὰν καὶ θαυμαστὴν δ’ ἐπιδειξαμένων
τὴν ἀντίστασιν πλείστων πιστῶν καὶ διὰ τοῦτο σφαγέντων
ὑπὸ τῶν ἀγαρηνῶν, ἰδιαιτέρως ἐστόχευσαν οἱ παράνομοι διὰ τὴν ἄρνησιν τῆς Πίστεως ἐκ μέρους τῶν εὐλαβεστάτων
Μοναχῶν τῆς Μονῆς τοῦ ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου καὶ τῶν ὅσοι κατέφυγον ἐν αὐτῇ. Οὗτοι εὐθαρσῶς δι’ ἰσχυρῶν
θεολογικῶν ἐπιχειρημάτων ἐλέγξαντες τὴν τοῦ
ψευδοπροφήτου ψυχώλεθρον φληνάφειαν καὶ τὸ
μυστήριον τῆς ἐν Χριστῷ σωτηριώδους οἰκονομίας τρανῶς
ὁμολογήσαντες, προσείλκυσαν εἰς τὴν πίστιν διερμηνέα τινα τοῦρκον, τὴν κλῆσιν Χασάν, ὅστις αὐτοκλήτως ὁμολογήσας
τὴν Ὀρθόδοξον πίστιν, συνηριθμήθη τοῖς σεπτοῖς
Ὁμολογηταῖς. Πάντες δὲ οἱ γενναιόφρονες
Τεσσαράκοντα μετὰ βασάνους πολλὰς ὁδηγηθέντες εἰς παρακείμενον
λόφον ὡς πρόβατα ἄμωμα Κυρίου ἐκαρατομήθησαν, τὰ δὲ λείψανα
τούτων μετὰ μανίας διεσκόρπισαν οἱ ἀσεβεῖς τύραννοι παρὰ τὸ παρακείμενον δάσος τοῦ ὄρους Μπάμπα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ.
Πληροῦμεν ὑστέρημα σοῦ, Σῶτερ, πάθους,
Τεσσαράκοντα, συντριβέντες τὰ σκέλη.
Τεσσαράκοντα, συντριβέντες τὰ σκέλη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ἁγίου Μάρτυρος Οὐρπασιανοῦ.
Ὁ κλωβὸς ἅρμα πυρός, αἱ δ' αὖ λαμπάδες,
Οὐρπασιανέ, σοὶ τέθριππος ἀνόδου.
Οὐρπασιανέ, σοὶ τέθριππος ἀνόδου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Ὁ Γρηγορίου πρὸς νεκρὸν Καισαρίου,
Γλώττης χαλινοῖ τῆς ἐμῆς λόγους λόγος.
Γλώττης χαλινοῖ τῆς ἐμῆς λόγους λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι
Μάρτυρες, Πάππος, Μάμμη, Πατήρ, Μήτηρ, καὶ δύο τέκνα, ξίφει τελειοῦνται.
Διὰ ξίφους ἤθλησε συγγενὲς γένος,
Ἡ παππόμμαμος πατρομητροτεκνία.
Ἡ παππόμμαμος πατρομητροτεκνία.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ἁγίου Πασιανοῦ ἐπισκόπου Βαρκελώνης τῆς Ἰσπανίας.
Φῶς Σπανία ὤφθης Πασσιανέ λάμψας ἐν
τοῖς λόγοις,
Πλήρης ὤν σοφίας ποιμαίνας τὸν λαόν
σου ἐν Βαρκελώνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Κωνσταντίνου τῆς
Κορνουάλης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Βιταλίου τοῦ ἐκ Σικελίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν Ἁγίων Νεομαρτύρων Χρίστου καὶ Πανάγου τῶν ἐν Γαστούνῃ μαρτυρησάντων ἐν ἔτει
1761.
Πληροῦμεν
ὑστέρημα σοῦ, Σῶτερ, πάθους,
Τεσσαράκοντα,
συντριβέντες τὰ σκέλη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Κλεόπα τοῦ Ῥώσου
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μοναστήριον
κάτω, περιώνυμον πόλιν καταλιπόντες ὁμοῦ, μονὰς τὰς οὐρανίους, ἃς πάλαι ἐποθεῖτε,
Τεσσαράκοντα εὕρατε, ἔνθα τρυφᾶται Χριστοῦ, τοῦ κάλλους τοῦ ἀφθάρτου.
Οὐρανόφρονες
ὄντες, πολιτείαν ἀγγέλων ἐπιδεικνύντες καλῶς, διὰ τοῦ μαρτυρίου, χοροῖς τῶν ἀσωμάτων,
ἠριθμήθητε Ἅγιοι, καὶ παρ’ ἡμῶν τῶν πιστῶν, δοξάζεσθε ἐν ὕμνοις.
Νικηταὶ
διαβόλου, τῆς σαρκὸς καὶ τοῦ κόσμου ἀναδειχθέντες σοφῶς, τὸν στέφανον τῆς
δόξης, παρὰ Χριστοῦ λαβόντες, μνημονεύετε Ἅγιοι, τοὺς εὐφημοῦντας ὑμῶν, τὴν
μνήμην χαρμοσύνως.
Θεοτοκίον
Ἀπειρόγαμε
Κόρη, παρθενίαν ποθήσαντες Τεσσαράκοντα, τῷ ἐκ τῶν σῶν αἱμάτων, ἀφθάρτως
γεννηθέντι, Ἰησοῦ ἠκολούθησαν, καὶ μαρτυρίῳ Αὐτῷ, ἡνώθησαν ἐν δόξῃ.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Συσταυρωθέντες,
τῷ Δεσπότῃ Πατέρες, πρὸς ζωὴν ἐχωρήσατε τὴν ἄνω, θάνατον οὐδόλως, μὴ φοβηθέντες
ξίφους.
Τῆς ἀληθείας,
εἰσδεξάμενος λάμψιν, ψεῦδος Μάκαρ ἀπέῤῥιψας Μωάμεθ, καὶ ἡμισελήνου, τοῦ σκότους
ἀπηλλάγης.
Ἡ
θεία μνήμη, τοῦ ὑμῶν μαρτυρίου, Ὀρθοδόξων εὐφραίνει τὰς καρδίας, ἀνυμνολογούντων,
Τριάδα παναγίαν.
Θεοτοκίον
Ῥῦσαι
λαόν σου, πειρασμῶν Θεοτόκε, καὶ χορήγει τὴν χάριν ἐν κινδύνοις, τὴν
φιλοτεκνίαν, δεικνύουσα ὡς οἶδας.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ἰάσασθε
τὰς νόσους, τῶν ψυχῶν Πατέρες, καὶ τῶν σωμάτων ἡμῶν ἐπιχέοντες, ὡς ὁ Καλὸς
Σαμαρείτης, τὸ θεῖον ἔλεος.
Οὐράνιον
πλουτοῦντες, νῦν Μονὴν Πατέρες, καὶ πρεσβειῶν πρὸς Δεσπότην τὸ χάρισμα,
μνήσθητε πάντων τῶν ὅσοι, ὑμῖν προστρέχουσιν.
Ὑψώσατε
τὰς χεῖρας, σὺν τῷ Γεωργίῳ, Τροπαιοφόρῳ κλεινοὶ Τεσσαράκοντα, καὶ Ὀρθοδόξοις τὴν
χάριν, δότε τοῦ Πνεύματος.
Θεοτοκίον
Ἀνύμφευτε
Παρθένε, σὺν Μοναστηρίου, τοῖς Τεσσαράκοντα μάρτυσι μνήσθητι, Μητρὸς ἡμῶν Ἐκκλησίας,
δι’ ἧς σῳζόμεθα.
Ἐξαποστειλάριον Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀσκήσεως
τοὺς κανόνας, καὶ μιμητὰς τῶν Μαρτύρων, Μοναστηρίου προστάτας, τοὺς Τεσσαράκοντα
στύλους, τὰ πλήθη τῶν Ὀρθοδόξων, ἐν ὕμνοις ἀνευφημοῦμεν.
Θεοτοκίον,
ὅμοιον.
Αἱ τῶν
Ἀγγέλων τάξεις, καὶ Ἀρχαγγέλων χορεῖαι, ἀνευφημοῦσί σε Κόρη, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
οἱ δὲ Ὀρθόδοξοι πάντες, δοξολογοῦμέν σε πόθῳ.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος α΄.Τῶν οὐρανίων ταγμάτων.
Ὅτε
τὸ σκότος τῆς πλάνης, ἡμισελήνου τὴν γῆν, κατείληφε πατρῴαν, ὡς φωστῆρες
Πατέρες, ἐδείχθητε καρδίας ὁμογενῶν, κλονουμένας στηρίξαντες, καὶ ἐδιδάξατε
πίστιν διακρατεῖν, τὴν Ὀρθόδοξον ἀσάλευτον.
Υἱοὶ
φωτὸς καὶ ἡμέρας, τοῦ Φωτοδότου Χριστοῦ, ὑπάρχοντες Πατέρες, τὴν σκοτίαν τῆς Ἄγαρ,
ἠλέγξατε γενναίως πρὸ ἀσεβῶν, καὶ τὴν πίστιν κηρύξαντες, Εὐαγγελίου τῷ ξίφει ἀνηλεῶς,
θείας κάρας ἀπετμήθητε.
Τὰς ἐντολὰς
τοῦ Κυρίου, καλῶς φυλάξαντες, ἀσκούμενοι ὁσίως, Γεωργίου τῇ Μάνδρᾳ, ὡς πλήρωμα ἀγάπης
τῆς θεϊκῆς, μαρτυρίου μετέσχετε, θεολογήσαντες πάντες ἀνδροπρεπῶς, Τεσσαράκοντα
μακάριοι.
Ἔνθα
ἐστὲ θεοφόροι, νῦν εὐφραινόμενοι, ὁρῶντες τοῦ Δεσπότου, τὴν ὑπέρφωτον δόξαν, μὴ
παύσεσθε πρεσβεύειν ὑπὲρ ἡμῶν, καὶ εὐθύνειν τὰ βήματα, εἰς σωτηρίας τὴν τρίβον,
ὅπως τὸ φῶς, καὶ ἡμεῖς Χριστοῦ ὀψώμεθα.
Δόξα. Ἦχος πλ.α΄.
Τὸν
δρόμον τὴς ἀσκήσεως τελέσαντες καλῶς, καὶ τὸ στάδιον τῆς ἀθλήσεως περάσαντες
σπουδαίως, συμμέτοχοι γεγόνατε ἀξίως, τῶν πάλαι Μαρτύρων καὶ Ὁσίων, ἀθλοφόροι
Χριστοῦ ἅγιοι Τεσσαράκοντα. Ὅθεν παράσχετε δεόμεθα καὶ τοῖς ὑμᾶς τιμῶσιν, τὸ
μαρτυρικὸν φρόνημα, τὴν στεῤῥὰν φιλοθεΐαν, καὶ τὴν ἔμπρακτον Ὀρθοδοξίαν, ἵνα πάντες
ἀξιωθῶμεν, τῆς ἧς ὑμεῖς ἀλήκτως μετέχετε, τοῦ Παραδείσου ἀφθάρτου καὶ ἀΰλου
δόξης, τοῦ Μοναστηρίου μακάριοι Ὁσιόαθλοι.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου
Μεγαλυνάριον
Τεσσαρακοντάριθμοι
ἀθληταί, τοῦ Μοναστηρίου, οἱ προστάται καὶ πρεσβευταί, πάντοτε ὑψοῦτε, πρὸς τὸν
Χριστὸν τὰς χεῖρας, ὅπως ἡμῖν ἐκχέῃ, ὄμβρους τῆς Χάριτος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου