ΙΟΥΝΙΟΣ ΚΓ΄
ΑΓΡΙΠΠΙΝΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τῆς Ἁγίας Μάρτυρος. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Ῥώμη
σε προβάλλεται, ὥσπερ λειμὼν ῥόδον εὔοσμον, Ἀγριππῖνα πολύαθλε, πιστῶν τὴν
διάνοιαν, κατευωδιάζον, ὀδμαῖς ἐναρέτοις, καὶ τὸ δυσῶδες τῶν παθῶν, ἀποδιῶκον
χάριτι πάντιμε, Μαρτύρων ἐγκαλλώπισμα, τῆς Ἐκκλησίας ἑδραίωμα, τῶν παρθένων τὸ
καύχημα, τῶν θαυμάτων τὸ πέλαγος.
Ὄλβον
ὡς πολύτιμον, τῇ Σικελίᾳ σε δίδωσιν, ἐν τῇ Ῥώμῃ ἀθλήσασαν, Χριστὸς ὁ Θεὸς ἡμῶν,
ἔνθα γενομένη, ἀοίδιμε Μάρτυς, τὴν τῶν δαιμόνων πονηράν, πληθὺν διώκεις
ἐπιστασίᾳ σου· διό σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἑορτάζομεν
ἄθλησιν, Ἀγριππῖνα πολύαθλε.
Ἔφερον
ἐπ' ὤμων σε, Βάσσα καὶ Παῦλα προστάξεσι, τοῦ τὰ σύμπαντα φέροντος, τόπους
διαμείβουσαι, καὶ μακρὰ πελάγη, Μάρτυς Ἀγριππῖνα, θαυματουργίας φοβεράς,
ἐπιτελοῦσαν τῇ θείᾳ χάριτι, κατέπαυσας ἐν τόπῳ δέ, ἐν ᾧ Θεὸς ᾠκονόμησε,
κεκμηκότων ἀνάπαυσις, γενομένη πανεύφημε.
Ἕτερα.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Χριστὸν Ἀγριππῖνα, ἀπὸ βρέφους ἔτρεψας, καὶ
αὐτὴν ὑπάναπτες θείαις πράξεσιν, θησαυρὸν φυλάξασα, πάσῃ σου δυνάμει, παρθενίας
καὶ ἁγνείας τε, ὅνπερ προσήνεγκας, δῶρον φιλοάγνῳ Κυρίῳ σου, Ὃστις σε
κατηξίωσε, τῆς μαρτυρικῆς τελειώσεως, καὶ κατέστεψέ σε, ἐν στέφει ἀμαράντῳ
νυμφικῶς, σὺν ταῖς παρθένοις καὶ μάρτυσι, δι’ Αὐτὸν ἀθλήσασι.
Πανοπλίαν Πνεύματος, ἐνδυσαμένη ἁγίου, Ἀγριππῖνα ἄσυλον, ἀνδρικῶς ἐνίκησας
τοῦ ἀλάστορος, πειρασμοὺς καὶ ἔνεδρα, δι’ ὧν προσεπάθει, ἀποστῆσαι τῆς ἀγάπης
σε, ἥν περ ἐπέδειξας, πρὸς πεποθημένον Νυμφίον σου, διὸ ὡς πύργον ἄσειστον, οὐδαμῶς
ἐκλόνησεν φρόνημα, καθαρᾶς ψυχῆς σου, ἀλλ’ ἧτταν ὑποστὰς ἐντρεπτικῶς, τὴν κεφαλὴν
αὐτοῦ τέθλασται, ὁ παρανομώτατος.
Ὡς φορτίον πάντιμον, τριὰς ἁγίων παρθένων, τὸ ἀθλητικώτατον, σκῆνός σου
μετήνεγκαν, μάρτυς ἔνδοξε, καὶ αὐτὸ ἀπέθεντο, νήσῳ Σικελίας, ἔνθα βρύσις ἀναδέδεικται,
πᾶσι πηγάζουσα, ἰαμάτων ῥεῖθρα ἀείῤῥοα, δεικνῦον ἐνοικήσασαν, χάριν ἀνεκφοίτητον
Πνεύματος, ἥτις ἀντιδώρως, κατέφλεξε παρθένων τὰς ψυχάς, καὶ μαρτυρίου ἠξίωνται,
σύντρεις ἀνδρικώτατα.
Δόξα.
Ἦχος πλ.β΄.
Ὥσπερ δορκὰς χριστοτόξευτος, ὀπίσω ἔδραμες τοῦ Νυμφίου Χριστοῦ, ἐκ
καρδίας Αὐτῷ Ἀγριππῖνα ἀναφωνοῦσα· ἴδε Κύριε τὴν σὲ ἐκ βρέφους ὁλοτελῶς ποθοῦσαν,
καὶ τὴν ἁγνείαν μου ὡς εὔοσμον θυμίαμα ἀνατιθεῖσάν σοι. Δέξαι δὲ καὶ τὴν
μαρτυρικήν μου ὁλοκαύτωσιν, δι’ ἧς ὡς μόνον Θεὸν πρὸ τῶν τυράννων σε ἀνακηρύξασα,
τὰς πολυειδεῖς βασάνους τοῦ παρθενικοῦ μου σώματος ὑπέστην, ὅπως σὺν ταῖς φρονίμοις
Παρθένοις, τῆς ἀσαλεύτου Βασιλείας σου μέτοχος γενήσωμαι.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.
Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. τὰ Ἀναγνώσματα
Προφητείας
Ἠσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε
καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός,
καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα
καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς
αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι
λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν
τὸ ἀνάγνωσμα (ἐπιλογὴ στίχων)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν σκύλων οὐκ ἀπορήσει
ἡ τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο
ὡσεὶ ναῦς ἐμπορευομένη. Μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον καὶ ἀνίσταται ἐκ
νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο.
Ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι καὶ
οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει πρὸς
τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Θύραν δὲ αὐτῆς διήνοιξε
πένησι. Καρπὸν δὲ ἐξέτεινε πτωχῷ. ᾿Ισχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν
ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο
τῇ γλώττῃ αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς. Πολλαὶ θυγατέρες ἐποίησαν
δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, πολλαὶ εὕραντο δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας
πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ
συνετὴ εὐλογεῖται. Φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος
α΄
Ἀγρύπνως τὸν Νυμφίον Ἀγριππῖνα καρτεροῦσα, καὶ τὴν λαμπάδα σου δι’ ἁγνείας
ἄσβεστον τηροῦσα, ὡς φρονίμη παρθένος εἰς τὸν ἄφθαρτον νυμφῶνα μετ’ Αὐτοῦ εἰσῆλθες,
τὸ αἷμά σου τὸ τίμιον ὡς κλειδὶ χρῃσαμένη, μαρτυρικῶς ἐναθλήσασα. Ὅθεν ἱκετεύομεν,
πρέσβευε καὶ ἡμᾶς τυχεῖν τῆς αἰωνίου δόξης, ἧς περ σὺ κατηξίωσαι.
Ἦχος
β΄
Τῆς ἀληθείας τοῦ Χριστοῦ τὸ φῶς εἰσδεξαμένη παιδιόθεν, τὸ σκότος τῆς εἰδωλομανίας
γενναιοφρόνως διήλεγξας ἐνώπιον τυράννων, ὡς ἐμπνεομένη τῷ Πνεύματι. Ὅθεν ἀντὶ
σφενδόνης τὸν νοητὸν Γολιὰθ κατέβαλες, ταῖς παρθενικαῖς σου ἀποκρίσεσι, καὶ ὡς ἄσαρκος
ὑπομείνασα τὰς βασάνους, τὸ στέφος ἀπείληφας παρὰ τοῦ ἠγαπημένου σου Ἰησοῦ, Ὃν ἀδιαλείπτως
Ἀγριππῖνα καθικέτευε, ἀειφλεγῆ διατηρεῖν ἐν ταῖς ψυχαῖς ἡμῶν τὴν πρὸς Αὐτὸν ἀγάπησιν.
Ἦχος
γ΄
Τῆς κοσμικῆς ματαιότητος τὰς ἡδονὰς σοφῶς καταφρονήσασα, Ἀγριππῖνα
χριστόψυχε, τὸν χιτῶνα τῆς ὡραιότητος ἐπενεδύθης, τὸν ἐκ θείων ἀρετῶν
συνυφασμένον, καὶ μηδέποτε παλαιούμενον, ὃν ἐπιχρώσασα τοῖς ῥείθροις τῶν
μαρτυρικῶν σου αἱμάτων, ὡς ὑπέρκαλλος βασίλισσα παρέστης τῷ ἀθανάτῳ Βασιλεῖ,
μεθ’ Οὗ συνεστῶσα ἀδιαστάτως, ἱκέτευε ὑπὲρ ἡμῶν τῶν πίστει πολλῇ καὶ ἀγάπῃ
τιμώντων σε.
Ἦχος
δ΄
Τὸ χοϊκόν σου σκῆνος κατεπύρωσας τῷ ἔρωτι τοῦ Χριστοῦ, καὶ ὥσπερ θώρακα
σιδηροῦν φορέσασα, τὸν ἀκατάβλητον πόθον τῆς μετὰ τῶν Ἁγίων συσκηνίας,
φερεπόνως ἤνεγκας τὰς πολυωδύνους κακώσεις τοῦ μαρτυρίου, μόνον Χριστὸν ἐρῶσα,
καὶ μόνον εἰς Αὐτὸν βεβαιοψύχως ἀποβλέπουσα, Ἀγριππῖνα θεομακάριστε. Ὅθεν ἀνθρώπους
καὶ ἀγγέλους καταπλήξασα τῇ ὑπερλόγῳ σου ὑπομονῇ, τὸν μισθὸν ἀπείληφας τῆς
θεοφλέκτου σου πολιτείας. Διὸ ὡς ἔχουσα πολλὴν τὴν πρὸς Δεσπότην παῤῥησίαν,
μνήσθητι καὶ ἡμῶν, τῶν πίστει γεραιρόντων σε, παρθενομάρτυς ἀξιάγαστε.
Δόξα.
Ἦχος πλ.α΄
Τῷ θείῳ Πνεύματι ἀνδρισαμένη Ἀγριππῖνα, γενναιοφρόνως ἀντικατέστης, πρὸς
τὸν ἀρχαῖον ἐχθρόν, οὗπερ τὰς μύλας μαρτυρικῶς συνθλάσασα, τῶν ἀγγελικῶν χορῶν
συνόμιλος ἐγένου, ἡμῖν ὑπολιποῦσα ὑπογραμμὸν ἀγάπης θεϊκῆς. Νῦν δὲ συνεστῶσα τῷ
ἠγαπημένῳ σου Νυμφίῳ, μὴ ἐπιλάθῃ πρεσβεύειν ὑπὲρ τῶν πόθῳ τιμώντων σε, μάρτυς ἁγνὴ
καὶ χριστοστεφάνωτε.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν
τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος
β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὅτε ἀσεβείας ἡ ἀχλύς, καὶ ἡ τῶν δαιμόνων θρησκεία, κόσμῳ κεκράτηκε, ταῖς
ψυχαῖς ἀπώλειαν καταβραβεύουσα, τότε μάρτυς πανένδοξε, σεμνὴ Ἀγριππῖνα, τοῖς
πανσόφοις λόγοις σου, Χριστὸν ἐκήρυξας, φῶς ἀληθινὸν καὶ σωτῆρα, ὄντα τῶν ἀνθρώπων
τῷ γένει, ἐκ Παρθένου σάρκα δανεισάμενον.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὥσπερ ἀηδὼν ὑμνητική, ὕμνους ἐκελάδεις ἁγνείας, τῷ ἁγνοτάτῳ Χριστῷ, καὶ
Αὐτῷ προσέφερες, τὴν παρθενίαν σου, Ἀγριππῖνα ποθήσασα, Τοῦτον ὡς Νυμφίον, ἐξ Οὗ
στέφος εἴληφας, τὸ ἀμαράντινον, αἵματι τιμίῳ ἀγάπην, διὰ τοῦ σεπτοῦ μαρτυρίου,
καὶ πολυειδοῦς ἐπισφραγίσασα.
Στίχ. Ὑπομένουσα ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Ἄγρυπνον τηρήσασα τὸν νοῦν, τῇ ἀγγελικῇ βιοτῇ σου, σωφρόνως πάνσεμνε, Ἀγριππῖνα
ἤνυσας τοῦ μαρτυρίου ὁδόν, τὸν Θεάνθρωπον Κύριον, Σωτῆρα τοῦ κόσμου, εἶναι τῇ
πανάγνῳ σου γλώττῃ κηρύξασα. Ὅθεν ταῖς δριμείαις βασάνοις, ἔνδον ποθητῆς Βασιλείας,
ὥσπερ ναῦς Χριστοῦ ἠγκυροβόλησας.
Δόξα.
Ἦχος δ΄.
Τῆς πρώτης Εὔας τὴν πτῶσιν φοβουμένη, τὸν ἐκ τῆς νέας Εὔας γεννηθέντα
Σωτῆρα Χριστόν, ὁλοτελῶς ἠκολούθησας παρθενομάρτυς Ἀγριππῖνα. Καὶ τοῖς ὀφθαλμοῖς
τῆς ψυχῆς σου Τοῦτον νοερῶς ἀτενίζουσα, ἐκάθηρας σοφῶς σεαυτήν, ἀπὸ παντὸς ῥύπου
καὶ κοσμικῆς ἐπιθυμίας. Ὅθεν ἐν καιρῷ τῆς ἀθλήσεως, τὰ τῆς ἀπάτης θέλγητρα καταπατήσασα,
νικήτρια ἀνεδείχθης ἀνδρικῶς, ὡς τὸν δρόμον σου θαυμαστῶς διαπεράσασα, καὶ νῦν
εὐφραινομένη ἐν τῇ ἄνω Σιών, ἱκέτευε καὶ ἡμᾶς ἀξιωθῆναι, τῆς δόξης ἧς ἀπολαύεις
χρισταθλήτρια θεομακάριστε.
Καὶ
νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσεσι σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Μάρτυρος. Ἦχος γ’.
Θείας πίστεως.
Θείῳ
Πνεύματι, κραταιωθεῖσα, ἠνδραγάθησας, γενναιοφρόνως, Ἀγριππῖνα παρθενίας
ὀσφράδιον· ὅθεν Χριστοῦ δοξασθεῖσα τῇ χάριτι, πηγὰς θαυμάτων βλυστάνεις τοῖς
πέρασι. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Σε τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε
Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ
Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον σου, Σωτήρ.
Τῷ κάλλει τοῦ Χριστοῦ, Ἀγριππῖνα θελχθεῖσα, τοῦ κόσμου τὰ τερπνά, ὁλικῶς
ἀπεστράφης, καὶ ὄπισθεν ἔδραμες, τοῦ Κυρίου ὡς ἔλαφος, θείῳ ἔρωτι, καθάπερ βέλει
βληθεῖσα, καὶ κατέστεψας, τὴν παρθενίαν τοῖς ἄθλοις, σεπτοῦ μαρτυρίου σου.
Δόξα,
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐκύησας σαρκί, τὸν ὑπέρθεον Λόγον, θεώσαντα Ἁγνή, τῶν βροτῶν τὴν οὐσίαν,
καὶ ἅπασι παρέχοντα, σωτηρίαν αἰώνιον, τοῖς δοξάζουσι, σὲ ἀληθῆ Θεοτόκον, ἀλλὰ Δέσποινα,
μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ὑμνούντων σε.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ Σταυροῦ τὴν δύναμιν, ἐπενδυθεῖσα, Ἀγριππῖνα ἤνεγκας, τὰς ἀλγηδόνας ἀνδρικῶς,
τοῦ μαρτυρίου καὶ εἴληφας, ἐκ τοῦ Δεσπότου, τὸν ἄφθαρτον στέφανον.
Δόξα,
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐπελεύσει Πνεύματος, τοῦ παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον
φωνῇ, Ἁγνὴ ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν εἰδώλων τὴν πλάνην καταπατήσασα, Ἀγριππῖνα πανσόφως πρὸς τὸ μαρτύριον,
γενναιότητι ψυχῆς ἀφόβως ἔδραμες, καὶ τὸ αἷμά σου Χριστῷ, ὥσπερ δῶρον νυμφικόν,
ἀνέθου καὶ σὺν τριάδι, τῶν ὁμοψύχων Παρθένων, ἐκληρονόμησας Παράδεισον.
Δόξα,
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν
θερμήν, εὑρηκότες οἱ πιστοὶ πρὸς σὲ προστρέχομεν, καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν
πιστῶς· Ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.
Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Εὐαγγέλιον, τῶν Δέκα Παρθένων.
Ὁ Ν΄.
Δόξα. Ταῖς τῆς ἀθληφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ. β΄ Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός….
Τὸν μεθυστικὸν οἶνον τῆς ἀγάπης Κυρίου πιοῦσα, Ἀγριππῖνα μάρτυς σεπτή, τῶν
κοσμικῶν θελγήτρων ὁλοτελῶς κατεφρόνησας τὴν σειρηνιαίαν φωνήν. Ὅθεν ὁλοταχῶς πρὸς
τὸ μαρτύριον δραμοῦσα, τὸν ὑπὲρ Χριστοῦ ζωοποιὸν θάνατον προετίμησας· διὸ ὡς κληρονόμος
τοῦ ἀθανάτου νυμφῶνος, ταῖς πρεσβείαις σου ἀξίωσον καὶ ἡμᾶς, γενέσθαι αἰωνίως συμμετόχους,
τῆς τοῦ Παραδείσου ἀπολαύσεως.
Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων): Τὴν Χριστονύμφην Ἀγριππίνην αἰνέσω.
ᾨδὴ
α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου
Τῷ φέγγει τῆς χάριτος, τῆς
ἀστραψάσης σοι ἄνωθεν, τὸν ζόφον ἀπέλασον τῆς ἀγνωσίας μου, καὶ παράσχου μοι,
εὐχαῖς σου Ἀγριππῖνα, χάριν ἀνυμνῆσαί σου, Μάρτυς τὰ θαύματα.
Ἡλίου φαιδρότερον, ὡς
ἀληθῶς ἐξανέτειλας, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας Χριστοῦ, καὶ κατηύγασας,
ἀκτῖσι τῶν ἀγώνων, Μάρτυς καὶ θαυμάτων σου, κόσμου τὰ πέρατα.
Νυμφίον ἀθάνατον, τὸν
ζωοδότην ποθήσασα, ὡς μνῆστρα τὴν ἄθλησιν, τούτῳ προσήνεγκας, καὶ ἀντέλαβες,
οὐρανῶν Βασιλείαν, καὶ στέφανον ἄφθαρτον, Μάρτυς ἀοίδιμε.
Χειρὶ τοῦ Δεσπότου σου, κυβερνωμένη
διέπλευσας, τὴν ἄστατον θάλασσαν, τῆς ἀσεβείας σεμνή, καὶ προσώρμισας, λιμένι
Ἀγριππῖνα, τῆς ἄνω λαμπρότητος, θεομακάριστε.
Θεοτοκίον.
Παρθένε
πανάμωμε, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ τοῦτον ἀγκάλαις σου, θείαις κατέχουσα,
κυριώνυμε, διάλυσον τὸν γνόφον, ψυχῆς μου καὶ φώτισον, ταύτην γεραίρειν σε.
ᾨδὴ
γ', τῆς Ἁγίας Μάρτυρος. Τόξον δυνατῶν
Ῥάβδοις τυπτομένη ἔχαιρε,
τούτοις τὰ ὀστᾶ τῆς ἀσεβείας συντρίβουσα, καὶ βοῶσα· Τῆς σῆς οὐδὲν με,
ἀγαπήσεως χωρίσει Χριστέ.
Ἵνα τῶν ἐχθρῶν τὴν
γύμνωσιν, Μάρτυς στηλιτεύσης, τοῦ χιτῶνος γεγύμνωσαι· διὰ τοῦτο τῆς ἀφθαρσίας,
τὴν στολὴν Χριστός σοι δίδωσι.
Στόμα τὸ λαλοῦν παράνομα,
τῆς εὐνομωτάτης, κατὰ σοῦ Χριστομάρτυρος, ἐνεφράγη, τὰ μεγαλεῖα τοῦ Σωτῆρος
κηρυττούσης σου.
Τείνας ἐπὶ γῆς τὸ σῶμά
σου, ὁ τῆς ἀσεβείας ὑπουργὸς μεματαίωται, τεταμένην πρὸς τὸν Δεσπότην, τὴν
διάνοιαν ἐχούσης σου.
Θεοτοκίον.
Ῥῆσις
εὐσεβὴς πεπλήρωται, ἡ τοῦ Ἡσαΐου· Παρθένος γὰρ τέτοκε, σαρκωθέντα τὸν ζωοδότην,
καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Κάθισμα
τῆς Μάρτυρος. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν
ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ παρθενίᾳ τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων
πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὡς Παρθένος καὶ Μάρτυς· ὅθεν σε
ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων, σεμνὴ
παμμακάριστε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Τῇ
Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν
μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα,
σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·
σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.
ᾨδὴ
δ', τῆς Ἁγίας Μάρτυρος. Ὁ καθήμενος ἐν δόξῃ
Ὁ τὸ θέλημα τῶν τοῦτον,
φοβουμένων ποιούμενος, δι' Ἀγγέλου Μάρτυς, λύει σε δεσμῶν καὶ στρεβλώσεων, τὴν
διαλύσασαν πᾶσαν τὴν ἀσέβειαν, τῷ δεσμῷ τῆς ἀγάπης Χριστοῦ τοῦ νυμφίου σου.
Νεκρωθεῖσα δι' ἀγάπην, τοῦ
νεκρώσαντος ἅπασαν, τὴν ἰσχὺν θανάτου, χάριν ἀναβλύζεις ἀείζωον, τοὺς ἐκ παθῶν
νεκρωθέντας θεραπεύουσα, Ἀγριππῖνα, Μαρτύρων Χριστοῦ ἐγκαλλώπισμα.
Ὑπερβᾶσα τῇ ἀγάπῃ, τοῦ
νυμφίου σου ἅπαντα, τῆς σαρκὸς τὸν πόθον, ἔφερες στεῤῥῶς ἐν τῷ τύπτεσθαι, τὰς
ἀλγηδόνας βοῶσα· Οὐ χωρίσει με, τῆς στοργῆς σου Χριστέ, τῶν παθῶν ἡ ἐπίτασις.
Μακαρίας ξυνωρίδος, τῆς
Τριάδος τῷ ἔρωτι, ὑπεραθλησάσης, Βάσσης Ἀγριππίνης τε σώφρονος, τὶς τὴν
ἀνδρείαν ἐξείποι; ὅπως ἔδειξαν, ἀδρανῆ τῶν εἰδώλων ἰσχύν κραταιότατα.
Θεοτοκίον.
Ἡ
Βασίλισσα Παρθένος, διαχρύσῳ στολίσματι, ὡραϊζομένη, Υἱῷ Βασιλεῖ νῦν
παρίσταται, ἡ ἀσυγκρίτως Ἀγγέλους ὑπερέχουσα, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ
δυνάμει σου.
ᾨδὴ
ε', τῆς Ἁγίας Μάρτυρος. Σὺ Κύριέ μου φῶς
Φῶς ἄδυτον τῷ σῷ,
ἐνσκηνῶσαν σκηνώματι, ἐδείκνυ σε τοῖς ὁρῶσιν, ἐν νυκτὶ ὡς ἡμέραν, βολὰς θαυμάτων
πέμπουσαν.
Ἡ ἄσπιλος ἀμνάς, τοῦ
ποιμένος τοῖς ἴχνεσι, βαδίζουσα ἱερεῖον, ὥσπερ ἄμωμον τούτῳ, ἐνθέως
προσενήνεκται.
Νοῦν ἔχουσα φωτός,
προφητείας ἀνάπλεων, τὰ μέλλοντα, ὡς παρόντα, ἡ ἀοίδιμος Βάσσα, προλέγειν
κατηξίωται.
Θεοτοκίον.
Ὦ
Μῆτερ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκοῦσα, τὸν πανάγαθον
Λόγον, τὸν πάντας ἀγαθύνοντα.
ᾨδὴ
ς', τῆς Ἁγίας Μάρτυρος. Θύσω σοι, μετὰ φωνῆς
Ἀστράψαν, ἐκ τῆς Ῥώμης ὡς
ἄδυτον ἥλιον, ἡ Σικελία τὸ σῶμα, τῆς Ἁγίας Μάρτυρος δεξαμένη, τῆς ζοφώδους, τῶν
δαιμόνων λυτροῦται δεινότητος.
Γενναίως, αἱ τρισόλβιοι
Ἅγιαι Μαρτυρες, αἱ πρὸ θανάτου θανοῦσαι, ἐν τῇ προσδοκίᾳ τοῦ μαρτυρίου,
νεκρωθέν σου, ζωηφόρον τὸ σῶμα κομίζουσι.
Ῥομφαῖαι, τοῦ ἐχθροῦ ἐπὶ
σὲ ἐξησθένησαν· καὶ γὰρ ὡς πόλεις καθεῖλες, ἀθεμελιώτους τούτου τὰ θράση,
Ἀγριππῖνα, τῷ μοχλῷ τῶν ἐνδόξων ἀγώνων σου.
Ἰᾶται, τῇ προσψαύσει
αἱμόῤῥους τοῦ σκήνους σου, λεπροὶ καθαίρονται πίστει· δραπετεύει ἄλλη δὲ πᾶσα
νόσος, τῇ προσκλήσει, τοῦ Ἁγίου σου Μάρτυς ὀνόματος.
Θεοτοκίον.
Ῥήμασι,
τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε Μήτηρ μόνη
εὐλογημένη, Χαῖρε πύλη, δικαιοσύνης ἥλιον ἔχουσα.
Κοντάκιον Ἦχος
β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Ὥσπερ παρθένον σεμνὴν καὶ ἀμόλυντον, καὶ ἀθληφόρον στεῤῥὰν καὶ ἀήττητον,
Χριστός σε λαμπρῶς προσελάβετο, καὶ θαυμαστῶς Ἀγριππῖνα ἐδόξασεν, ὁ μόνος, ὑπάρχων Φιλάνθρωπος.
Ὁ Οἶκος
Ὡς ῥόδον θεῖον ἐκ Ῥώμης βλαστήσασα, καὶ μαρτυρίων φρικτῶν κοινωνήσα, καύσει
καρδίας παρθενικῆς Ἀγριππῖνα,ἀξίως ἔστεψαι παρὰ Χριστοῦ ὡς νύμφη πάναγνος, καὶ Σικελίαν
ἐνέπλησας θαυμάτων τῇ καταθέσει τοῦ τιμίου σου λειψάνου. Ὅθεν ὡς παῤῥησίαν πολλὴν
πλουτοῦσα, ὑπὲρ ἡμῶν ἁμαρτανόντων ἱκέτευε τὸν Δεσπότην, ὅπως ἀξιώσῃ ἐν μετανοίᾳ
τελέσαι τὸν βίον, ὁ μόνος ὑπάρχων Φιλάνθρωπος.
Συναξάριον.
Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας παρθενομάρτυρος
Ἀγριππίνης καὶ τῶν σὺν αὐτῇ ἀθλησασῶν παρθένων Παύλης, Βάσσης καὶ Ἀγαθονίκης.
Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,
Πολλῶν μετέσχε στεμμάτων Ἀγριππῖνα.
Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππῖνα,
Παῦλα, Βάσσα, Ἀγαθονίκη, παρθένοι,
Ἀθλοῦσιν ὁμοῦ καὶ στεφανοῦνται
ἅμα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρβάρου
τοῦ Μυροβλύτου.
Ἦν Βάρβαρος
μὲν δοῦλος ἐν γῇ σὺν πόνοις,
ἐλεύθερος νῦν
δ᾿ οὐρανῷ χαίρων πέλει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Ἀριστοκλέους πρεσβυτέρου, Δημητριανοῦ (ἤ Δημητρίου) διακόνου, καὶ Ἀθανασίου
ἀναγνώστου.
Ἀριστοκλῆς ἄριστος ὄντως ὁπλίτης,
πάντως γὰρ ἠρίστευσεν τμηθεὶς τὴν κάραν.
Ἀθανάσιος εὗρεν ἀθανασίαν,
Δημητριανῷ συνθανῶν ἀπὸ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας
Ἐθελδρέδας (Etheldreda)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων·
Εὐστοχίου πρεσβυτέρου, Γαΐου (ἤ Γαϊανοῦ) καὶ τῶν τέκνων αύτοῦ Λολλίας (ἤ
Λουλώ), Πρόβη καὶ Οὐρβανοῦ (ἤ Οὐρβασίου).
Ἔνθους ὑπάρχων Εὐστόχιε πρὸς ξίφος,
οἶμαι στοχάζη ποῖον ἔσται σοι στέφος.
Θείοις Γάϊος θυρεοῖς πεφραγμένοις,
ψυχὴν ἄτμητον τῷ ξίφει τμηθεὶς μένει.
Χριστῷ προσῆλθες Λολλία διὰ ξίφους,
φύκει βαφεῖσα νυμφικῶς σῶν αἱμάτων.
Ἐξ αὐχένος χέουσα κρουνοὺς αἱμάτων,
χαίρουσά μοι πρόβαινε πρὸς Θεόν, Πρόβη.
Τμηθεὶς τράχηλον Μάρτυς Οὐρβανὲ ξίφει,
ἀφυπτιάζεις ὡς σπαραχθὲν ἀρνίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων· Νικήτα
τοῦ ἐκ Θηβῶν, Θεοδώρου τοῦ εὐλαβοῦς ἱερέως, Δανιὴλ τοῦ ἐν Κάστρῳ Πατρῶν, καὶ
Γρηγορίου τοῦ ἐκ Μυστρᾷ.
Νίκην νικήσας ὁ Θήβηθεν Νικήτας,
στέφος Ὁσίων εἴληφεν ἀφθαρσίας.
Τετρὰς Ὁσίων ἀρετῶν τὴν τετράδα,
ὑπενδυθεῖσα τῆς Ἐδὲμ ἔνδον ἔστη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νέων
Ἱερομαρτύρων· Γερασίμου Κρήτης, Κνωσοῦ Νεοφύτου, Χεῤῥονήσου Ἰωακείμ, Λάμπης
Ἱεροθέου, Σητείας Ζαχαρίου, Πέτρας Ἰωακείμ, Ῥεθύμνης Γερασίμου, Κυδωνίας
Καλλινίκου, Κισάμου Μελχισεδέκ, Διοπόλεως Καλλινίκου καὶ τῶν σὺν αὐτοῖς
ἀθλησάντων κληρικῶν καὶ λαϊκῶν ἐν ἔτεσιν 1821ῳ καὶ 1822ῳ.
Ποιμένες δέκα
ἀθλήσαντες ἀρτίως,
ἐχθροῦ καθεῖλον ὑψαύχενον κακίαν,
Σὺν τούτοις δέ γε Ἱερεῖς τε καὶ ἄλλοι,
ἐχθροῦ καθεῖλον ὑψαύχενον κακίαν,
Σὺν τούτοις δέ γε Ἱερεῖς τε καὶ ἄλλοι,
Βασιλείας
ἔτυχον τῆς αἰωνίου.
Ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ', τῆς Ἁγίας Μάρτυρος. Ὁ διασώσας ἐν πυρί
Περιστερὰ οἷα χρυσῆ, ὅπλῳ
τοῦ Σταυροῦ φραττομένη, Ἀγαρηνοὺς τοὺς ἐν νυκτί, τῷ φρουρίῳ τῷ σῷ
προσεγγίσαντας, ἐξηφάνισας σώσασα, τοὺς πιστοὺς μιαιφονίας, τῆς τούτων Μάρτυς.
Πολυειδεῖς διὰ Χριστόν,
πόνους ὑπομείνασα Μάρτυς, ἄπονον εὗρες ἐν αὐτῷ, καὶ ἀθάνατον λῆξιν κραυγάζουσα·
Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἱερουργὸς ὁ θαυμαστός, καὶ
θαυματουργίαις ἐκλάμπων, σοῦ τὰ θαυμάσια ὁρῶν, Ἀγριππῖνα Θεὸν ἐμεγάλυνε, καὶ
γηθόμενος ἔψαλλεν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Νενευρωμένῳ λογισμῷ, σοῦ
τὸ ῥωστικὸν παθημάτων, διακομίζουσαι σῶμα, γυναικείας οὐδόλως ᾐσθάνοντο,
ἀσθενείας κραυγάζουσαι, αἱ παρθένοι τῷ Δεσπότῃ· Εὐλογητός εἶ.
Θεοτοκίον.
Κυοφορήσασα
Θεόν, μένεις μετὰ τόκον παρθένος, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ
κόσμου Πανάμωμε, ὃν ὑμνοῦντες κραυγάζομεν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
ᾨδὴ
η', τῆς Ἁγίας Μάρτυρος. Παῖδας εὐαγεῖς
Ἡ νὺξ ὡς ἡμέρα καθωρᾶτο,
τοῖς φέρουσι Μάρτυς σου τὸ λείψανον, τόπος εὐωδίαστος, ἅπας σε δεχόμενος,
δαιμονικὴ παράταξις, σφοδρῶς ἠλαύνετο, ἰάσεων, ἀπέῤῥει πλημμύρα, τοῖς
ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νυμφίον ἀθάνατον ποθοῦσα,
ὀπίσω τῶν μύρων τούτου ἔδραμες, τούτου τὰ παθήματα, Μάρτυς καὶ τὸν θάνατον,
ἐκμιμουμένη ἔνδοξε, καὶ ἀνακράζουσα· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀνύστακτον ἔχουσα τὴν
πίστιν, ἐλαίῳ τε φαιδρυνθεῖσαν τῶν αἱμάτων σου, Μάρτυς τὴν λαμπάδα σου, ἔνδον
εἰσελήλυθας, εἰς τὸν νυμφῶνα χαίρουσα, τῆς οὐρανίου χαρᾶς. Τὸν Κύριον ὑμνεῖτε
βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἰδεῖν τὴν τερπνότητα
Κυρίου, τὸν τούτου ναόν τε ἐπισκέψασθαι, ποθοῦσα ὡς ἅρματι, αἵματι οἰκείῳ σύ,
ἐποχουμένη ψάλλουσα πρὸς τοῦτον ἔφθασας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ
βάτος τὸ πρὶν προδιετύπου, τὸ ξένον τοῦ τόκου σου μυστήριον, ἄκαυστος τῷ
φλέγεσθαι, μένουσα πανάμωμε· καὶ γὰρ τὸ πῦρ ἐκύησας, τὸ τῆς Θεότητος, καὶ
ἄφλεκτος διέμεινας Κόρη· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ', τῆς Ἁγίας Μάρτυρος. Λίθος ἀχειρότμητος
Νεύσει τοῦ τὰ πάντα
ποιοῦντος, τοῦ μαρτυρίου πρὸς τὸ πέρας, ἡ Ἀγαθονίκη σὺν Βάσσᾳ, ὁμοῦ καὶ Παῦλα
προθύμως σπεύδουσαι, ὡς ἀληθῶς κατάλληλον, εὗρον τοῦ πόθου τὸ συμπέρασμα.
Ἐν ἐπουρανίοις θαλάμοις,
κατασκηνώσασα Παρθένε, καὶ τῶν ἀθεάτων τὰ κάλλη, κατανοοῦσα καὶ ἀπολαύουσα, τῆς
τοῦ Θεοῦ λαμπρότητος, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.
Στέφανος ἐτέθη χαρίτων, τῇ
κορυφῇ σου Ἀγριππῖνα, ὡς τελειωσάσης τὸν δρόμον, καὶ τηρησάσης τὴν πίστην
ἄσυλον, καὶ τῶν δικαίων τάγματα, περιχαρῶς σε ὑπεδέξαντο.
Ὡς παρισταμένη τῷ θρόνῳ, ἐν
παῤῥησίᾳ τοῦ Δεσπότου, μάρτυς Ἀγριππῖνα σὺν πᾶσι, τοῖς ἀπ' αἰῶνος Ἁγίοις
αἴτησαι, ἁμαρτιῶν τὴν λύτρωσιν, τοῖς σὲ ὑμνοῦσι καλλιπάρθενε.
Θεοτοκίον.
Ὡς
τὸν τοῦ παντὸς δεδραγμένον, μητροπρεπῶς ταῖς σαῖς ἀγκάλαις, φέρουσα Παρθένε
Μαρία, χειρὸς με ῥῦσαι τοῦ πολεμήτορος, ὅπως τὴν σὴν σῳζόμενος, ἀνευφημῶ
μεγαλειότητα.
Ἐξαποστειλάριον
Ἦχος β΄ Τοῖς Μαθηταῖς συνέλθωμεν.
Κυρίου ὁλοκαύτωμα, Ἀγριππῖνα ἐδείχθης, σῶμα ψυχὴν καὶ ἔφεσιν, ἀναθεῖσα ὡς
δῶρα, καὶ μαρτυρίου βασάνοις, ἀθληταῖς ἠριθμήθης, στέφος λαμπρὸν πλουτήσασα, καὶ
σκηνὰς Παραδείσου, ἔνθα ἡμῶν, μέμνησο εὐχαῖς σου πρὸς τὸν Δεσπότην, ὅπως ζωῆς ἀνύσωμεν,
τὴν ὁδὸν φιλοθέως.
Θεοτοκίον,
ὅμοιον.
Γνώμην βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἅπαν κίνημα,
ἐνεργείας ἐνθέου, εἰς σὲ ἐθέμην Παρθένε, σύ με φρούρει καὶ σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὁρωμένων,
τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου λύουσα χρέος, ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος
α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀπὸ παιδὸς κολληθεῖσα, ὅλῃ ἐφέσει Χριστῷ, θεόφρον Ἀγριππῖνα, σεαυτὴν διετήρεις,
ὡς τούτου θεῖον σκεῦος παρθενικόν, κοσμικὰς ἀφανίζουσα, ἅς περ ἐννοίας ὁ δόλιος
φθονερῶς, κατὰ σοῦ ὡς βέλη ἔῤῥιπτεν.
Τὴν τῆς ψυχῆς σου λυχνίαν, ἐτήρεις ἄσβεστον, ἔλαιον Ἀγριππῖνα, τῆς ἀγάπης
Νυμφίου, βάλλουσα καθ’ ἑκάστην ἐπιμελῶς, καὶ καιρῷ τῆς ἀθλήσεως, ὅλη ἐφλέχθης εὑροῦσα
τὴν ἀφορμήν, τοῦ τελέσαι θείους γάμους σου.
Ὡς ἁγνοτάτη θυσία, καὶ ὁλοκαύτωμα, παρθενικῆς ἀγάπης, τῷ Χριστῷ Ἀγριππῖνα,
προσήχθης ἑκουσίως θλίψεις πολλάς, καὶ βασάνους βαστάσασα, ψευδοθεοὺς τῶν εἰδώλων
σθένει ψυχῆς, ὡς μὴ ὄντας ἀπελέγξασα.
Τῇ τῆς Τριάδος ἀγάπῃ, στεῤῥῶς συνδούμεναι, Παῦλα Ἀγαθονίκη, καὶ ἡ πάνσεμνος
Βάσσα, πολύολβον ὡς φόρτον σκῆνος σεπτόν, Ἀγριππίνης βαστάσασαι, ἐν Σικελίᾳ κατέθεντο
καὶ ὁμοῦ, μαρτυρίου στέφος ἔλαβον.
Δόξα.
Ἦχος πλ.δ΄
Τὸν πολυεύοσμον ἀνθῶνα τῶν ἀρετῶν τῆς παρθενικῆς σου ψυχῆς περιηγούμενοι,
καὶ τοῦ Παναγίου Πνεύματος τὴν πολύτροπον χάριν θαυμάζοντες, τὴν σὲ ἐν ταῖς βασάνοις
καταπυρώσασαν, Ἀγριππῖνα θεοδόξαστε, ὅπως ὑπὲρ φύσιν ἐν καρτερίᾳ ὑπομείνῃς τούτων
τὴν δριμύτητα, ἐν ἀγαλλιάσει προσκυνοῦμεν τὴν θήκην τοῦ τιμίου σου λειψάνου, ὡς
καὶ ἡμῖν ἀναβλύζουσαν τῶν ἀκτίστων ἐνεργειῶν τὸν ἀναφαίρετον πλοῦτον, οὗ τὴν ἀπειρόδωρον
χάριν δοξάζοντες, δι’ εὐχῶν σου αἰτούμεθα παρὰ τοῦ ἐν Τριάδι Θεοῦ, εἰρήνην σωτηρίαν
καὶ μέγα ἔλεος
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Δοξολογία μεγάλη
Μεγαλυνάρια
Φίλτρῳ πτερωθεῖσα τῷ ἱερῷ, νύμφη ἀνεδείχθης, τοῦ Σωτῆρος πανευπρεπής, Οὗ
ἰχνηλατοῦσα, μαρτυρικῶς τὸ πάθος, τῆς τούτου Ἀγριππῖνα, εὐκλείας ἔτυχες.
Τὰς συνωνυμούσας
Μάρτυς σεμνή, λογικὰ πυρεῖα, τῆς ἀγάπης δεῖξον Χριστοῦ, καὶ αὐτῶν καρδίαις, τὸν
ἔρωτα τὸν θεῖον, εὐχαῖς σου ταῖς ἁγίαις, ἀεὶ ὑπάναπτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου