ΙΑΝΟΥΑΡΙΟΣ ΙΣΤ΄.
ΔΑΝΑΞ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους Ϛ΄ καὶ
ψάλλομεν τὰ ἀκόλουθα προσόμοια. ῏Ηχος
α΄. Τῶν οὐρανίων ταγμάτων.
Ίλλυριῶν
μὲν ἐξέφυς, Δάναξ μακάριε, πάσης δὲ Ἐκκλησίας, πρεσβευτὴς νῦν ἐδείχθης· ἀνδρείως
γὰρ κηρύξας τὸν Ἰησοῦν, ὡς Θεὸν ἐνυπόστατον, πρὸ ἀσεβούντων ἐν ξίφει ἀποτμηθείς,
στέφος εἴληφας τὸ ἄφθαρτον.
Ἀναγινώσκων
σωφρόνως, τὰ θεῖα λόγια, ὡς μέλι εὗρες ταῦτα, τὴν καρδίαν γλυκαῖνον, διὸ εἰς πρᾶξιν
ἔθου Δάναξ σοφέ, τὸ ἐν τούτοις λεγόμενον, ὅτι ψυχὴν ὁ μισήσας τὴν ἑαυτοῦ, ἐν
Κυρίῳ ζῇ ἀείποτε.
Σκεῦος
γενόμενος Δάναξ, τοῦ θείου Πνεύματος, σκεύη ἡγιασμένα, ἐναπέκρυψας πόθῳ· διὸ τὸν
τόπον τούτων μὴ ἐξειπών, τοῖς τὰ εἴδωλα σέβουσι, ξίφει ἐτμήθης ἁγίαν σου
κεφαλήν, καὶ ὡς μάρτυς ἐστεφάνωσαι.
Ὥς
τις σοφὸς χρυσωῤῥύχος, ἀπεθησαύρισας, ἐν τῇ ψυχῇ σου Δάναξ, θησαυρὸν θείων
λόγων, διὸ καὶ ἐστομώθης θεοπρεπῶς, ὡς ῥομφαία ὀξύστομος· ἐκμυκτηρίσας δὲ πλάνην
εἰδωλικήν, ὡς Χριστοῦ ἐσφάγης πρόβατον.
Τοῦ
Διονύσου τὴν πλάνην, Δάναξ ἀπήλεγξας, καὶ τὸν Χριστὸν κηρύξας, ποιητὴν τῶν ἀπάντων,
τὸν οἶνον Βασιλείας τῶν οὐρανῶν, πίνεις νῦν ἐκτυπώτερον, μεθύων δὲ ἐξ ἀγάπης τῆς
θεϊκῆς, ταύτην δίδου τοῖς τιμῶσί σε.
᾿Εν
γῇ ἀνέγνως μὲν λόγους, Δάναξ Δεσπότου σου, ἐν οὐρανοῖς δὲ βλέπεις, αὐτοψεὶ Ὃν ἐπόθεις,
καὶ γὰρ ποιήσας τούτου τὰς ἐντολάς, δι᾿ ἀγάπης ἐσφράγισας, δοὺς ἑκουσίως ζωήν
σου ὑπὲρ Αὐτοῦ, ἐξ Οὗ δόξαν εὗρες ἄφθαρτον.
Δόξα.
῏Ηχος πλ. β΄.
Τῆς ἐν
Αὐλῶνι ᾿Εκκλησίας ὤφθης ἀναγνώστης φιλόλογος, τῆς ἐπουρανίου δὲ Σιὼν ἐγένου
συμπολίτης χριστοστεφάνωτος·ἔργον γὰρ ποιήσας τὰ καθ᾿ ἡμέραν σοι ἀναγινωσκόμενα,
οὐκ ἄξια ἐθεώρησας τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν ἧς ἀπολαύεις νῦν ἄφθαρτον
δόξαν. Διὸ Δάναξ ἀθλητὰ γενναιότατε, πρέσβευε τῷ Λόγῳ καὶ Σωτῆρι Χριστῷ, τοῦ ἐνοικεῖν
πλουσίως ταῖς ψυχαῖς τῶν σὲ τιμώντων, τὴν Χάριν τοῦ Ἁγίου Πνεύματος, καὶ ἀξιωθῆναι
ἅμα σὺν σοί, τῆς Βασιλείας τῶν οὐρανῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ ἀνάγνωσμα
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ
ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς
μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ
ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. Ἵνα γνῶτε καὶ πιστεύσητέ
μοι καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν
μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος.
Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν
ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν.
Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως
καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἠ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε,
δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα.
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δε ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ,
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Ἐλλόγως
διακονήσας τῷ Λόγῳ τοῦ Θεοῦ, ὡς ἀναγνώστης φιλόλογος, Δάναξ ἀξιομακάριστε, οὐκ ἐφοβήθης
τὰς τῶν εἰδωλομανούντων ἀπειλάς, ἀλλὰ πυρὶ φλεγόμενος τῆς τοῦ Δεσπότου ἀγάπης, κατεμυκτήρισας
τὴν ψυχώλεθρον ἀσέβειαν. Ὅθεν ὡς πολύτιμος ἀδάμας συνηρθιμήθης τοὐρανίῳ Πόλει, καὶ
πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος
β΄.
᾿Εν
ταῖς αὐλαῖς τοῦ πεποθημένου σοι Κυρίου αὐλιζόμενος, ὡς στρουθίον φιλόθεον τῆς Ἐκκλησίας
Αὐλῶνος, κατεκελάδεις γλυκιφθόγγως τοῖς ἀδελφοῖς σου τὰ θεῖα λόγια· ὅθεν Δάναξ ἐν
ὀξυνείᾳ ἀπεστράφης τὸ ψεῦδος τῶν δυσσεβῶν, καὶ ἀνέθου σεαυτὸν ὡς θυσίαν ὁλοκαυτώσεως
τῷ Χριστῷ, Ὃν μὴ παύσῃ δυσωπῶν δωρεῖσθαι ἡμῖν τὴν Χάριν τοῦ Πνεύματος.
῏Ηχος
γ΄.
Ἐπιγνοὺς
ἀδιασείστως τῆς οἰκονομίας τὸ μυστήριον, ὅλῃ ψυχῇ καὶ δυνάμει ἐλειτούργησας
Δάναξ μακάριε, τὴν σωτηρίαν τῶν κατὰ πνεῦμα ἀδελφῶν σου· καὶ σκεῦος ἐκλογῆς Κυρίου
γενόμενος, οὐ προδέδωκας τὰ ἅγια σκέυη τοῖς κυσίν. Ὅθεν ξιφοτμηθεὶς ὑπ᾿ αὐτῶν ἀπανθρώπως,
εὗρες αἰώνιον κατάπαυσιν μετὰ τῶν ἀπ᾿ αἰῶνος Μαρτύρων, καὶ πρεσβεύεις ἀδιαλείπτως
ὑπὲρ τῶν πόθῳ τιμώντων σε.
῏Ηχος
δ΄.
Τὴν
Αἴγυπτον τῆς ἀθεΐας διαφυγών, Δάναξ ἀξιάγαστε, καὶ τὴν Ἐρυθρὰν τοῦ παρόντος
βίου τοῦ ἀπατεῶνος διελθών, διὰ τῆς στεφανοφόρου ἀποτμήσεώς σου, εἰς θάλασσαν ἐῤῥίφθης
ὡς Μωϋσῆς, ὅπως συμφάγῃς τὸν νοητὸν Ἰχθὺν Ἰησοῦν, Οὗ τὸν Νόμον θεοπρεπῶς ἐμελέτησας.
Διὸ ὡς ἔχων παῤῥησίαν πρὸς Αὐτόν, ἀδιαλείπτως πρέσβευε δεόμεθα, εἰς σωτηρίαν τῶν
ψυχῶν ἡμῶν.
Δόξα.
῏Ηχος πλ.α΄.
Ἀνέγνως
ἔγνως καὶ ἐπέγνως τῇ χάριτι τοῦ Πνεύματος, τὰ ζωηφόρα λόγια τοῦ θείου Νόμου,
Δάναξ χριστοστεφάνωτε· οὐ γὰρ ὡς Μωϋσῆς καλύμματι προσεπέλαζες ταῖς Γραφαῖς, ἀλλὰ
τὸν εὐαγγελικὸν νοῦν Χριστοῦ κατέχων, διηθητικῶς κατενόεις τὸ θέλημα Αὐτοῦ, τὸ
διικνύμενον ἄχρι μυελοῦ καὶ ὀστῶν τῆς ψυχῆς. Ὅθεν ἀναγνῶστα θεόσοφε καὶ ποιητὰ
τῶν Διαθηκῶν θεσπέσιε, μὴ διαλίπῃς ἱκετεύειν τὸν Δεσπότην, ὅπως χορηγῇ τὴν
σωτήριον γνῶσιν τῶν ἀναγινωσκομένων καὶ ἡμῖν τοῖς εὐλαβῶς τιμῶσί σε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Φῶς
τῶν τοῦ Δεσπότου ἐντολῶν, ἔχων ἐν ταῖς τρίβοις σου Δάναξ , Αὐτῷ συνήνωσαι, ὡς
ψυχὴν καθάρας σου, ἀπὸ παντὸς μολυσμοῦ, καὶ οὐδόλως προσέκοψας, ἐν τῇ μαρτυρίᾳ,
ἀλλὰ ἀνεκήρυξας, Χριστὸν Υἱὸν τοῦ Θεοῦ· ὅθεν ἀπετμήθης τῷ ξίφει, καὶ
συνηριθμήθης ἀξίως, πεπελεκισμένοις διὰ Κύριον.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ
ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πόθῳ
ἐντρυφήσας ταῖς Γραφαῖς, γέγραφας πλαξὶ σῆς καρδίας Αὐτὸν τὸν Κύριον, Ὅστις
καθωδήγει σου, τὰ διαβήματα, καὶ τὴν δύναμιν δέδωκεν, εἰς τὸ μαρτυρῆσαι, Δάναξ
θεοφώτιστε, Ἁγίου Πνεύματος, Οὗ τῆς παρουσίας μετόχους, ποίησον τοὺς ὅσοι τιμῶσι,
μνήμην σου τὴν ἔνδοξον μακάριε.
Στίχ. Πεφυτευμένος ἐν ταῖς αὐλαῖς
τοῦ Θεοῦ ἐξανθήσει.
῞Ωσπερ
αὐλητὴς τοῦ Ἰησοῦ, Δάναξ τοῖς πιστοῖς ἐν Αὐλῶνι, ὑπανεγίνωσκες, τούτου τὰ
θελήματα, καὶ τὰ ἐντάλματα, ὅτε δέ σοι κεχάρισται, δρόμος μαρτυρίου, πόθῳ ἐμελώδησας,
τὴν θείαν Σάρκωσιν· ὅθεν εἰληφὼς διὰ ξίφους, στέφος τὸ ἀμάραντον μάρτυς, μνήσθητι
τῶν πίστει ἀνυμνούντων σε.
Δόξα.
῏Ηχος δ΄.
Ὡς
δένδρον εὔῤῥιζον καὶ εὐθαλὲς Δάναξ ηὔξησας θαυμαστῶς, παρὰ τὰς διεξόδους τῶν ὑδάτων
τοῦ Θείου Νόμου, κατασκιάζον ὑπὸ τοὺς χριστομυρίστους κλώνους τῶν ἀρετῶν σου, τὴν
παροικίαν τοῦ Θεοῦ τὴν οὖσαν ἐν Αὐλῶνι· καὶ διασώσας τῆς βεβηλώσεως τὰ σκεύη τὰ
ἅγια, σὺ αὐτὸς καθιερώθης τῷ Δεσπότῃ θῦμα ὁλοκαυτώσεως, τὰ εἴδωλα τὰ ἄψυχα
γενναιοψύχως ἐκμυκτηρίσας. Ὅθεν καθικέτευε ἅγιε τὸν Κύριον, Ὃν ἠγάπησας ἐκτενῶς,
ὑπὲρ τῶν ὁμοβαθμίων σοι ἀδελφῶν καὶ πάντων τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον κλπ.
Ἀπολυτίκιον.
῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
σάλπιγξ θεόφθογγος , τὰς ἐντολὰς τοῦ Χριστοῦ, καλῶς ἀνεγίνωσκες, τῇ Ἐκκλησίᾳ αὐτοῦ,
ὦ Δάναξ μακάριε· πλάνην δὲ τῶν εἰδώλων, μυκτηρίσας πανσόφως, ξίφει τὴν κεφαλήν
σου, ἐν Αὐλῶνι ἐτμήθης, αὐλαῖς δὲ τοῦ Θεοῦ νῦν οἰκῶν, ἡμῶν μνημόνευε.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς
τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Νόμον
ἠγάπησας, τοῦ Παντοκράτορος, καὶ ἀνεγίνωσκες, τοῦτον
μακάριε, ὡς ὁ εὑρίσκων θησαυρούς, Δάναξ
κεκαλυμμένους· ὅθεν ἐπραγμάτωσας, διὰ ξίφους τὴν κλῆσίν σου, εἴδωλα
τὰ ἄψυχα, μυκτηρίσας τοῖς λόγοις σου, καὶ
νίκης ἀνεδήσω τὸ στέφος, ὅ σοι Χριστὸς δικαίως δέδωκε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν
νεκρωθεῖσάν μου, ψυχὴν τοῖς πάθεσι, ζώωσον Πάναγνε, μόνη πανάμωμε, ὡς παῤῥησίαν
μητρικήν, πρὸς τὸν Υἱόν σου ἔχουσα· σὺ γὰρ μόνη ἔτεκες, ὑπὲρ νοῦν καὶ διάνοιαν,
Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ, διδόντα
ἀεὶ καὶ μέγα ἔλεος.
Εἰς
τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν
χάριν ἐπηύξησας ὡς οίκονόμος καλός, τὴν πρᾶξιν ἐπίβασιν τῆς θεωρίας τιθείς, ὦ
Δάναξ τρισόλβιε· ἔχων γὰρ ἐν καρδίᾳ, τοῦ Δεσπότου τὸν φόβον, φύλαξ τοῦ θείου
Νόμου, ἀνεδείχθης εἰς τέλος, ἐκχύσας τὸ αἷμά σου, διὰ τὸν Κύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Πολλαῖς
περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ
περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς
σὲ κατὰ χρέος, ἐν πίστει νῦν προστρέχομεν· σῶσον τοὺς δούλους σου
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
Σοφίαν ἠγάπησας τοῦ Θεοῦ, καὶ τὸν Λόγον ἐπόθησας ἐκ ψυχῆς , διὸ Δάναξ δέδειξαι,
ἀναγνώστης θεόσοφος, καὶ τῆς Βασιλείας γραφεὺς ὀξυνούστατος, ἐρευνήσας πάντα, τὰ
βάθη τοῦ Πνεύματος· ὅθεν ὡς ἐφεῦρες, τὸν καλὸν Μαργαρίτην, τὴν πλάνην ἀπήλεγξας
τῶν εἰδώλων τοῖς λόγοις σου, καὶ τῷ ξίφει ἐκτέτμησαι· λαβὼν δὲ ἐκ χειρὸς τοῦ
Χριστοῦ, τὸ ἀμάραντον στέφος ἱκέτευε, ὑπὲρ ὅσοι τελοῦμεν, τὴν πάνσεπτον μνήμην
σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε
θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε
θάλαμε, χλαμὺς ἁλουργόχροοε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία
πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε,
ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε, χαῖρε
μόνη ψυχῆς μου εὐπρέπεια πάγκαλλος.
Οἱ
Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου. ᾿
Προκείμενον·
Τὸ στόμα μου λαλήσει σοφίαν
καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος·
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον,
τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγίου Γεωργίου.
Ὁ
Ν΄.
Δόξα. Ταῖς τοῦ ἀθλοφόρου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον.
῏Ηχος πλ. β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Κεχρυσωμένην
ἔχων τὴν ψυχήν, ἐκ τῆς ἐργασίας τῶν θείων προσταγμάτων, Δάναξ ἀναγνῶστα
μακάριε, οὐ προδέδωκας τὰ σκεύη τοῦ Θεοῦ, ἀλλ᾿ ἔθου σεαυτὸν ὡς σφάγιον
χριστόδεκτον, καὶ λαβὼν τὸν μισθὸν τῆς μαρτυρίας σου, πρεσβεύεις ἀπαύστως ὑπὲρ
τῶν τιμώντων σε.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν ἀναγνώστην
Δάνακα μελωδικῶς ᾄσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς
ὑπερούσιε, ψυχῆς μου χείλη διάνοιξον, καὶ λόγον μοι ἔμπνευσον ὅπως ὑμνήσω σου, θεῖον
μάρτυρα, καὶ ἀναγνώστην θεῖον, Αὐλῶνος τὸ γέννημα, Δάνακα πάνσεπτον.
Ὁ
Λόγος ἐνῴκησεν, ἐν τῇ καρδίᾳ σου ἅγιε, καὶ ὅλον ἐκάθηρε, ἀπὸ παντὸς μολυσμοῦ, ὅθεν
γέγονας, κάτοπτρον στίλβον Δάναξ, φωτίζων τοῖς λόγοις σου, τοὺς σοὶ πελάζοντας.
Νοὸς
καθαρότητα, ἐπιμελούμενος ἄριστα, σαὐτὸν οἰκητήριον, Ἁγίου Πνεύματος, Δάναξ ἔδειξας,
διὸ καὶ σάλπιγξ τούτου, ἐδείχθης χρυσόφωνος, κηρύττων λύτρωσιν.
Θεοτοκίον
Ἁγνὴ
Παναμώμητε, τὴν μολυνθεῖσαν καρδίαν μου, εὐχαῖς σου ἐκκάθαρον, καὶ μνήμην
δώρησαι, θείου τέκνου σου, Χριστοῦ τοῦ γλυκυτάτου, καὶ νῆψιν ἀσάλευτον, δός μοι
τῷ δούλῳ σου.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νοήσας
τοὺς λόγους τῶν κτισμάτων, καὶ τούτων τὸν θεῖον Ποιητήν, τὰ εἴδωλα ἐμίσησας, καὶ
τῷ Χριστῷ συντέταξαι, ᾄρας σταυρὸν ἐπ᾿ ὤμων σου, Δάναξ ἐκ πρώτης νεότητος.
Ἀνάγνωσις
Νόμου τοῦ Κυρίου, ἦν ἔργον σοι Δάναξ ἐν ναῷ, ἥτις σὲ κατεπλούτησεν, ἐνθέοις ἐννοήμασι,
καὶ φλόγα θείου ἔρωτος, ἐν τῇ ψυχῇ σου ὑπήναπτε.
Γνωρίσας
ὦ Δάναξ τὸν Δεσπότην, καὶ γεῦσιν λαβὼν ἐμπειρικήν, ἐνεργειῶν θεότητος, τὴν σὴν
ψυχὴν ἐκόλλησας, ἀδιαστάτως ὄπισθεν, Αὐτοῦ ὡς δοῦλος πιστότατος.
Θεοτοκίον
Νοῦν
σῶμα ψυχὴν τε καὶ καρδίαν, ἐμόλυνα Δέσποινα αἰσχρῶς, ἁμαρτιῶν τοῖς πλήθεσι, καὶ
τοῦ Κριτοῦ τὸ δίκαιον, πτοοῦμαι δικαστήριον· διό αἰτῶ τὰς πρεσβείας σου.
Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Καταδύσας
πελάγει τῶν θεοπνεύστων Γραφῶν, ἀνιμήσω δυνάμει Ἁγίου Πνεύματος, φιλανθρωπίας
τοῦ Θεοῦ πλοῦτον ἄμετρον, ᾯ διηκόνησας καλῶς, ὡς ἀναγνώστης ἱερός, ὦ Δάναξ καὶ
μαρτυρίου, ἐδέξω στέφος παρὰ Κυρίου, συμμετασχὼν τῶν οὐρανίων χορῶν.
Δόξα.
καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
Χαῖρε
ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς
Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε
Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὡραιώθης
ὑπερκάλλως, τῶν Γραφῶν ἀναγνώσεσι, καὶ ἐγένου στύλος, τοῖς πιστοῖς Αὐλῶνος τοῖς
τρόποις σου, ὅσα γὰρ Δάναξ ἐν βίβλοις ἐμελέτησας, ἐν τῷ βίῳ σου, πρᾶξιν ἐδείκνυς
σοφώτατα.
Σκεῦος
θεῖον ὅλος Δάναξ, ἀνεφάνης καὶ τίμιον, ὅθεν θεῖα σκεύη, ἀσεβῶν εἰς χεῖρας οὐκ ἔδωκας,
καὶ τῶν μαρτύρων τοῖς δήμοις ἠρίθμησαι, διὰ ξίφους, τῷ Ἰησοῦ νῦν ἱστάμενος.
Τετρωμένος
ἐξ ἀγάπης, Δάναξ θείου Δεσπότου σου, τὰ τερπνὰ τοῦ βίου, καὶ τὴν κοσμικὴν
ματαιότητα, ὥσπερ σκιὰν καὶ νεφέλην κατεφρόνησας, διὸ μέτοχος, ἀσείστου δόξης
γεγένησαι.
Θεοτοκίον
Ἥλωσον
τοὺς λογισμούς μου, Παναμώμητε Δέσποινα, καὶ σφραγίδι θείᾳ, τὴν καρδίαν
σφράγισον μνήμης σου, τὴν δὲ εἰρήνην Κυρίου καταφύτευσον, ἐν τοῖς σπλάγχνοις
μου, ταῖς μητρικαῖς σου δεήσεσι.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νεάζων
τῷ σώματι, πρεσβύτου νοῦν ἐπλούτησας, Δάναξ ἐκ μελέτης θείων λόγων, καὶ ὡς σκῦλα
εὑρίσκων τέρπεται, οὕτω κατηυφραίνου τὴν ψυχήν,
Νόμον τοῦ Κυρίου σου, ἐρευνῶν τὸν πολύχρυσον.
Δεσμοῖς
Δάναξ δέδεσαι, ἀΰλοις διὰ Κύριον, ὅθεν νεκρωθεὶς τῇ ἁμαρτίᾳ, ζωὴν ἐφεῦρες τὴν ἀκατάληκτον,
ἣν δωρεῖται δούλοις τοῖς πιστοῖς, Ἰησοῦς ὁ εὔσπλαγχνος, ὁ ζωῶν κτίσιν ἅπασαν.
Ἀνέγνως
φιλόθεε, Νόμον τὸν θεοδώρητον, καὶ εἰς νοῦν εἰσῆλθες τοῦ Κυρίου, ὅθεν θαυμάζων
αὐτοῦ φιλάνθρωπον, θῦμα ἐγεγόνεις λογικόν, διὰ ξιφοτμήσεως, Δάναξ μάρτυς
πανένδοξε.
Θεοτοκίον
Νεκρός
σοι παρίσταμαι, ἐξ ἁμαρτίας Δέσποινα, διὸ ζώωσόν με σαῖς πρεσβείαις, Δικαιοκρίτην
Χριστὸν μειλίσσουσα, ἵνα ἐπιδείξῃ ἐπ᾿ ἐμέ, ἔλεος τὸ ἄμετρον· ὅσα θέλει γὰρ
δύναται.
ᾨδὴ
Ϛ΄. Τὴν θείαν ταύτην.
Αὐλὼν
σαρκί σε ἐγέννησεν, αὐλαὶ δὲ πρωτοτόκων ἐδέξαντο, Δάναξ τὸ πνεῦμά σου, ἔνθεν μὴ
παύσῃ εὐχόμενος, ὑπὲρ τῆς Ἐκκλησίας, πλουτῶν εὐπάρεδρον.
Κρουνοὺς
τῆς Χάριτος ἄνοιξον, τῇ χώρᾳ σου ὦ Δάναξ φιλόπατρι, ἐξιλεούμενος, τῆς Ἐκκλησίας
Δομήτορα, δι᾿ ὃν τὸ αἷμα μάρτυς, ὡς δῶρον δέδωκας.
Ἀναγνωσμάτων
ἐνέργεια, ἐδείχθη τῷ σεπτῷ μαρτυρίῳ σου, Δάναξ χριστόθυτε, ὅτε οὐδόλως ἐπτόησαι,
ἀπὸ τῶν σὲ κτεινάντων, ξίφει ὡς πρόβατον.
Θεοτοκίον
Μὴ
καταλίπῃς με Δέσποινα, ἐν ὥρᾳ τῆς ἐτάσεως δέομαι, ἀλλὰ ἱκέτευε, τὸν Ἀγαθὸν καὶ
Φιλάνθρωπον, τὰ πλήθη παραβλέψαι, τῶν ἐγκλημάτων μου.
Κοντάκιον.
῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Ὑπὲρ
χρυσίον καὶ ἀργύριον Δάναξ, λόγον Κυρίου ἀγαπήσας ἐνθέως, τὰ τούτου δικαιώματα ἐπέγνως
ἀσφαλῶς· ὅθεν σάλπιγξ γέγονας, ὑπηχῶν τὰ πρακτέα, τοῖς Χριστῷ πιστεύουσι, καὶ ἐλέγξας
τὴν πλάνην, ἐσφαγιάσθης στέφος εἰληφώς, ὡς
ἀναγνώστης καὶ μάρτυς πανάριστος.
Ὁ Οἶκος
Ἐκκλησίας
αὐλαῖς κατεσκήνωσας, ἐκ παιδὸς θεῖε Δάναξ καὶ εὕρηκας θησαυροὺς ἀδαπάνους τῆς
Χάριτος ἐκ Γραφῶν θεοπνεύστων βλυστάνοντας· ὅθεν φωνὴ ἀδελφῶν σου ἐν εὐχαῖς
γενόμενος, ἀνεγίνωσκες τούτοις τὸ θέλημα τὸ ζωοποιὸν τοῦ Κυρίου, Οὗ τῷ ἔρωτι ἐκπυρωθεὶς
ἐντελέστατα, σεαυτὸν τοῖς δημίοις προδέδωκας ἀντὶ σκευῶν ἱερῶν, ἃ ἀπέκρυψας. Ὡς
ἀμνὸς δὲ ἐθελούσιος κατασφαγεὶς καὶ ἐν θαλάσσῃ εἶτα ἐναποῤῥιφείς, εὗρες τὸν Ἰχθὺν
τὸν πεποθημένον σοι, τὸ ἀμάραντον στέφος δικαίως ἀπολαβών, ὡς ἀναγνώστης καὶ μάρτυς πανάριστος.
Συναξάριον
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δάνακτος.
Ἀφῃρέθης
τὸ Δέλτα σὺν κάρᾳ Δάναξ,
τμηθεὶς
γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.
Ἕκτῃ
τε δεκάτῃ Δάναξ ξίφει δειροτομήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ προσκύνησις τῆς Ἁλύσεως τοῦ Ἀποστόλου
Πέτρου.
Σὴν
προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
σειρὰς
μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων αὐταδέλφων Μαρτύρων·
Πευσίππου, Ἐλασίππου, Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Κἂν ὧσιν
ἱππεῖς, κλήσεων σημασίᾳ,
πεζοὶ
τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.
Νεονίλλα
γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,
ὥς πέρ
τις ἀκμάζουσα καρτερεῖ νέα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μήλα τοῦ Ὁμολογητοῦ,
ἐπισκόπου Ῥινοκούρων τῆς Συρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀνωράτου, ἀρχιεπισκόπου
Ἀρελάτης τῆς Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμύλου τοῦ Ἁγιορείτου,
καὶ τῶν σὺν αὐτῷ· Νέστορος, Μαρτίνου, Δανιήλ, Σισώη, Ζωσιμᾶ καὶ Γρηγορίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος
Δαμασκηνοῦ.
Χαρίζεταί σοι διὰ
συκοφαντίαν,
τὸ μαρτύριον ὦ Ἀθλητὰ Κυρίου.
τὸ μαρτύριον ὦ Ἀθλητὰ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος
Νικολάου, τοῦ ἐν Μυτιλήνῃ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐσοφίσθη
σου, ἡ γνῶσις Δάναξ ἅγιε, ἐξ ἀναγνώσεως, Γραφῶν τῶν θείων ἐν αἷς, ἐγκύψας τὰ
κρύφια εὗρες τῆς Χάριτος, καὶ ἐφαίδρυνας, ψυχήν σου τὴν χριστόληπτον, φωταυγείαις
ταῖς ἐνθέοις.
Δεδοκίμασται,
ὡς ἐν καμίνῳ ἅγιε, χρυσὸς ἀγάπη σου, ἣν εἶχες πρὸς τὸν Χριστόν, καὶ εὕρηται ἄφθιτος
καὶ ἀπαστράπτουσα, ἐξ αἱμάτων σου, ἅπερ Αὐτῷ ἐξέχεας, ὡς θυσίαν ὑπερτάτην.
Ὡς ἐν
ᾌσματι, ᾈσμάτων νύμφη κέκραγε, πρὸς τὸν Νυμφίον Χριστόν, ἐκέκραξε σὴ ψυχή, καὶ
εὗρε κατάπαυσιν Δάναξ φιλόθεε, εἰς σκηνώματα, ἔνθα τὸ φῶς τὸ ἄδυτον, κατευφραίνει
τοὺς Ἁγίους.
Θεοτοκίον
Δρόμος
ἤνυσται Ἁγνὴ ζωῆς ἀθλίας μου, ἀλλ᾿ ἔστιν ἄκαρπος, καὶ ὅλος ἀνωφελής· διὸ ἱκετεύω
σε, δὸς πρὸ τοῦ τέλους μου, τὴν μετάνοιαν, δι᾿ ἧς τὰ ἁμαρτήματα, ἐξαλείψω
Θεοτόκε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἴδες ῝Ον
ἐπόθεις μάρτυς Δάναξ, λυθέντων διὰ τοῦ ξίφους τῶν ἐσόπτρων σου, καὶ τρυφᾷς τῆς
Χάριτος, τῶν Μαρτύρων ἔνθαπερ, ὁ στεναγμὸς ἐξώρισται καὶ λύπη πέπαυται, βασιλεύει,
δὲ χαρὰ ἡ ἄληκτος, ἐκ τῆς θέας Χριστοῦ ἡ ὑπέρκαλλος.
Κρύψας
ἀσφαλῶς τὰ θεῖα σκεύη, σαὐτὸν εἰς μαρτύριον ἡτοίμασας, μυκτηρίσας εἴδωλα, καὶ
κηρύξας τέλειον, Θεὸν τὸν Λόγον ἔθνεσι, διὰ τοῦ αἵματος, ἐξωνήσω, Δάναξ τὸν οὐράνιον,
μαργαρίτην οὗ ἴσον οὐδὲν ἐστιν.
Ὥσπερ
Μωϋσῆς διὰ θαλάσσης, κατέλιπεν Αἴγυπτον τὴν ἔνυλον, οὕτω Δάναξ ἔλιπες, κόσμον
ματαιότητος, ῥιφθεὶς μετὰ ξιφότμησιν, ἐν τῷ πελάγει ὠμῶς, καὶ ὡρμίσθης, ὥς τις
ναῦς πολύφορος, ἐν λιμένι Χριστοῦ Ὃν ἠγάπησας.
Θεοτοκίον
Σάλον
στῆσον Κόρη ψυχοπλάνον, τικτόμενον ἐκ τῶν βίου περιστάσεων, καὶ τὸν μέγαν
κλύδωνα, κόπασον καρδίας μου, εἰρήνην χορηγοῦσά μοι, τὴν τοῦ Υἱοῦ σου Ἁγνή, καὶ
τὴν αὖραν, θείου Πνεύματος δίδου μοι, δι᾿ ἧς εὕρω, γαλήνην ἀτάραχον.
ᾨδὴ θ΄. ῞Απας γηγενής.
Ἄνω νῦν
οἰκῶν, ἐν θείοις σκηνώμασι Δάναξ ἱκέτευε, ὑπὲρ ὁμοβάθμων σου, ὅπως ἐν γνώσει ἀναγινώσκωσιν,
Κυρίου τὰ ἐντάλματα, καὶ ταῦτα πράττοντες, ἐποφθῶσιν, οἶκοι θείου Πνεύματος, καὶ
δοχεῖα εὐώδη τῆς Χάριτος.
Σπόρον
θεϊκῆς, ἀγάπης κατάσπειρον ψυχαῖς τιμώντων σε, Δάναξ χριστοτίμητε, ποτίζων τοῦτον,
εὐχαῖς ἁγίαις σου, ἵνα τὸν πολυπλάσιον καρποφορήσῃ καρπόν, καὶ τὸν ἄρτον, πλάσῃ
τὸν θεάρεστον, θεωρίᾳ καὶ πράξει συγκείμενον.
Ὦ
Δάναξ Χριστοῦ, ὁ μάρτυς ὁ ἔνδοξος, πατρίδος μνήσθητι, τῆς ἐνεγκαμένης σε, καὶ
ταύτην δεῖξον Θεοῦ γεώργιον, εἰρηνικῶς διάγουσαν, καὶ ἐπαυξάνουσαν, ἐν ἀγάπῃ, ἀρετῶν
τὰ δράγματα, καὶ στοιχοῦσαν Κυρίου διδάγμασι.
Θεοτοκίον
ᾌδων
σου Ἁγνή, τὴν δόξαν ἥν εἴληφας οὐ κορεσθήσομαι, ἀλλὰ καὶ τὰς χεῖράς μου, οὐ μὴ
κατάξω ἀεὶ αἰτούμενος, τὴν θείαν μεσιτείαν σου πρὸς τὸν Φιλάνθρωπον, ὅπως δῷ
μοι, μετανοίας δἀκρυα, δι᾿ ὧν πλύνω ψυχῆς τὸν χιτῶνά μου.
Ἐξαποστειλάριον ῏Ηχος
β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Δάναξ
χριστοφιλέστατε, ἀναγνῶστα καὶ μάρτυς, ἡμᾶς ἀναγινώσκοντας, τὰς Γραφὰς τοῦ Κυρίου,
πλῆσον Πνεύματος θείου, ὅπως γνόντες τὸ ὕψος, Αὐτοῦ συγκαταβάσεως, δι᾿ ἧς ἔσωσε
κόσμον, καὶ ἐντολάς, τὰς αὐτοῦ ποιήσαντες θεαρέστως, τῆς δόξης ἐπιτύχωμεν, ἐν ἡμέρᾳ
ἐσχάτῃ.
Θεοτοκίον
Δέσποινα
πάντων ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις,
τῆς τελευταίας ἡμέρας, μὴ σατὰν ἡμᾶς λάβῃ, μὴ ᾅδης μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ
σου, τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὦ Θεομῆτορ Δέσποινα, ποίησον σαῖς
πρεσβείαις.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ἀναγνώστης
φιλόθεος, θείου Νόμου γενόμενος, ἐντολὰς ἐτήρησας τοῦ Κυρίου σου, Οὗ τῷ ναῷ αὐλιζόμενος,
ἐμπείρως κατέμαθες, τὰ μυστήρια Αὐτοῦ, ὅθεν πᾶσα ἐπίγειος, δόξα πέφυκεν, παρὰ
σοὶ παροπτέα, θεῖε Δάναξ, οὐρανοὺς ἀποσκοποῦντι, ἔνθα καλῶς κατεσκήνωσας.
Ἐχρυσώθησαν
χείλη σου, μελετῶντος τὰ λόγια, τὰ θεοπαράδοτα Δάναξ τίμιε, καὶ ἡ καρδία σου
γέγονε, φλογίζουσα κάμινος, ἐξ ἀγάπης τοῦ Θεοῦ, καὶ οὐκ ἔσχες ἀνάπαυσιν, ἕως εἴληφας,
διὰ ξίφους τὸ στέφος τῶν μαρτύρων, καὶ εἰσῆλθες εἰς τὴν πόλιν, Σιὼν τὴν ἄνω καὶ
ἄσειστον.
Ὁ
Χριστός μοι ἀνύμνησις, καὶ ἐλπὶς ἀκαταίσχυντος, τοῖς δημίοις ἔκραζες Δάναξ
τίμιε, εἰδωλικὴ δὲ ἀσέβεια δαιμόνων ἐπίνοια, πρὸς ἀπώλειαν ψυχῶν, διὸ γνῶτε ὦ ἄνθρωποι,
ὅτι πρόθυμος, πρὸς ξιφότμησιν πέλω ἵνα οὕτως, Ἰησοῦ πεποθημένῳ, θανατωθεὶς ἀπελεύσωμαι.
Τὴν
μανίαν διήλεγξας τῶν εἰδώλων τοῖς λόγοις σου, καὶ τοῦ ψευδοθέου λατρείαν ὤκτειρας,
διὸ τὴν κάραν ἐκτέτμησαι, ὦ Δάναξ καὶ ὕδασι, τῆς θαλάσσης ἐκῤῥιφείς, Βασιλείαν
κατείληφας, ἔνθα πάντοτε, ὁμοβάθμων σου μνήσθητι καὶ τούτοις, προετοίμαζε τὸν
τόπον, εἰς αἰωνίαν κατάπαυσιν.
Δόξα.
῏Ηχος πλ.δ΄.
Τὴν ὄντως
γνῶσιν θεῖε Δάναξ καταμαθών, τὴν γεννωμένην ἐκ τῆς μελέτης τῶν Γραφῶν, οὐκ ἐφυσιώθης
κενοδόξως, ἀλλὰ τὴν θεοαγάπητον ταπείνωσιν ἐπενεδύθης, καὶ ὅλως ἐπυρώθης τῇ ἀσιγάστῳ
ἀγάπῃ Χριστοῦ· διὸ προελόμενος τὸν ὑπὲρ Αὐτοῦ ἔνδοξον θάνατον, ὡς ἄμωμος ἀμνὸς
τὴν κάραν ἀπετμήθης, καὶ ἀποῤῥιφεὶς ἐν τῷ πελάγει, ἐνελλιμενίσθης εἰς τοὺς
κόλπους τῆς Βασιλείας, ἔνθα τὸν Δεσπότην ἱκέτευε ὑπὲρ Ἀναγνωστῶν τῆς ᾿Εκκλησίας,
καὶ πάντων τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις
Μεγαλυνάριον
Τῷ Χριστῷ ἀνάσσων
Δάναξ σοφέ, συναναγνωστῶν σου, ὡς φιλάδελφος ἐνθυμοῦ, καὶ τὴν θείαν γνῶσιν, Γραφῶν
πάρεχε τούτοις, ὡς ἔχων παῤῥησίαν, ὡς μάρτυς ἔνδοξος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου