Δευτέρα 20 Απριλίου 2020

ΙΑΝΟΥΑΡΙΟΣ 24. ΑΓΙΟΣ ΦΙΛΩΝ ΚΑΡΠΑΣΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΔ΄.
ΦΙΛΩΝ ΚΑΡΠΑΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
 https://oikohouse.files.wordpress.com/2019/01/ce91ce93ce99ce9fcea3-cea6ce99ce9bcea9ce9d.jpg
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ΄καὶ ψάλλομεν προσόμοια. ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Καρπασέων ποιμένα, καὶ ἱεράρχην κλεινόν, Φίλωνα τοῦ Δεσπότου, τὸν ἐνάρετον φίλον, τὸν ζήλῳ Ἀποστόλων πλάνην δεινήν, διδαχαῖς ἐκδιώξαντα, καὶ καταστήσαντα τέκνα πιστὰ Θεοῦ, τοὺς εἰδώλοις πρὶν λατρεύοντας.

Καρπὸν ἐποίησας Φίλων, πολλαπλασίονα, τὸ τάλαντον αὐξήσας, ὃ Χριστός σοι δεδώκει, προθύμως γεωργήσας ποίμνην τὴν σήν, γεωργὸς ὡς φιλότιμος, καὶ κατεστόλισας ταύτην ταῖς ἀρεταῖς, ὡς σεμνὴν νύμφην Δεσπότου σου.

Ἐπιφανίου τοῦ πάνυ, ἄριστος γέγονας, συναθλητὴς ἐν πᾶσι, τέλος ἔχων τὴν δόξαν, Κυρίου ῝Ον ὦ Φίλων ὅλῃ ψυχῇ, καὶ καρδίᾳ ἠγάπησας, ὅθεν ἀπείληφας στέφος τὸ τῆς ζωῆς, καὶ πρεσβεύεις ὑπὲρ ποίμνης σου.

Ὡς εὐσκιόφυλλον δένδρον, καὶ χριστοπότιστον, πιστοὺς Φίλων σκιάζεις, καὶ ἐκτρέφεις σοῖς λόγοις, ἤ μᾶλλον ἐν τοῖς λόγοις οὓς ὁ Χριστός, τῇ ψυχῇ σου ἐνέβαλε, καὶ σάλπιγγά σε ποιήσας τῆς Ἑαυτοῦ, σῳστικῆς συγκαταβάσεως.

ᾈσματικῶς ἐκολλήθη, τῷ Ἰησοῦ σὴ ψυχή, Φίλων κατατρυφῶσα, τῶν Γραφῶν τῶν Ἁγίων, διὸ καὶ ἐξηρεύξω λόγον καλόν, ἑρμηνεύσας τὰ ἄῤῥητα, καθοδηγῶν τε εἰς μίμησιν τοῦ Χριστοῦ, τοὺς ἐγκύπτοντας ταῖς βίβλοις σου.

Ὡς λειτουργῶν ἀνεβόας, εὐλόγει Κύριε, τὴν ἄμπελόν σου ταύτην, ἥν μοι δέδωκας κλῆρον, καὶ νῦν ὦ πάτερ Φίλων, ταύτην ἰδού, οὖσαν κατεμπερίστατον, ἀποκατάστησον αὖθις ταῖς σαῖς εὐχαῖς, ἐν εἰρήνῃ σε δοξάζουσαν.





Δόξα. ῏Ηχος β΄.
Ὡς φίλος γνήσιος Χριστοῦ, καὶ ποιμὴν ἁγιώτατος, πάντα ἐξέμαθες ὦ Φίλων, τῆς σωτηρίας τὰ μυστήρια, καὶ τῷ βυθῷ εἰσδύσας τῆς θεολογίας, ὡς ἄλλος τις Μωσῆς κατελαμπρύνθης τὸ πρόσωπον τῆς ψυχῆς, καὶ καθωδήγησας τοὺς Καρπασεῖς, οὐκ εἰς πέτραν ἐρήμου ἄνυδρον, ἀλλ᾿ εἰς τὴν πηγὴν τῆς σωτηρίας· ὅθεν σήμερον τὴν μνήμην σου γεραίρουσι, χάρισαι καὶ ἡμῖν τὰς θεοπειθεῖς εὐχάς σου πανεύφημε.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 6-7 & Γ, 13-16 & 8...)
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὸ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, πλησθήσεσθε πνεύματος.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Ἐκλογή)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν. Δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν, ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι’αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ· ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν Κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου· ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί, καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Λιτή. Ἦχος α'
Καρπὸν φιλοθεΐας ἀπέδωκας μακάριε, φιλοτιμίᾳ κοσμήσας τὸν βίον σου· καὶ ἐκ τῆς Ρώμης εἰς Κύπρον μετατεθεὶς τῷ τοῦ Δεσπότου θελήματι, ὅλην σου τὴν ἔφεσιν μετέστησας πρὸς Αὐτόν· ὅθεν ποιμενάρχης τῶν Καρπασέων γενόμενος, συνέτριψας τῶν εἰδώλων τὴν πλάνην, ἐμψύχους τοῦ Χριστοῦ ἀδριάντας, τὰ τέκνα σου ἐπιμελῶς ἐργασάμενος, ὑπὲρ ὧν ἱκέτευε Φίλων τῷ Κυρίῳ, ἵνα συντάμῃ τὸν χρόνον τῆς προσφυγίας καὶ ποιήσηται ἡμᾶς, μετόχους τῆς θείας δόξης αὐτοῦ.

῏Ηχος β΄.
Τῆς ἀσθενοῦς βασιλίδος τὸν ἰατρὸν ἐπεζήτησας, καὶ ὁ τῶν ψυχῶν ἰατρὸς φιλάνθρωπος Δεσπότης σὲ συνεργὸν Φίλων ἐξελέξατο· ὅθεν τὴν βακτηρίαν τῆς ποιμαντορίας σοι παραδόξως ἐγχειρισάμενος, ἐνίσχυσε τὴν διακονίαν σου τῇ χάριτι τῶν θαυμασίων, ἀναδείξας σε φωτιστὴν τυφλῶν καὶ ἀνορθωτὴν πεπτωκότων, διὸ καὶ ἡμεῖς αἰτούμεθά σου Ἅγιε· στήριξον τὰς ἰγνύας ἡμῶν, πορεύεσθαι ἀκλινῶς τὴν ὁδὸν τῆς ἀγιότητος.

῏Ηχος γ΄.
Τοῦ θεσπεσίου Ἐπιφανίου τὴν κλῆσιν ὡς ἐκ Θεοῦ ἀποδεξάμενος, ἰσότιμος τούτου γέγονας τῷ βίῳ καὶ ταῖς πράξεσι, Φίλων ποιμὴν τῆς Καρπασίας. Ὡς χριστόζευκτοι βόες ἄμφω ἐπορεύθητε, συνδεδεμένοι τῇ θεοειδεῖ ἀγάπῃ, καὶ ἐνεώσατε ψυχὰς κεχερσωμένας τῇ πλάνῃ τῆς εἰδωλομανίας. Ὅθεν πατέρες Κύπρου ἁγιώτατοι, μνήσθητε καὶ νῦν ἡμῶν τῶν τιμώντων τὰ ὑπερφυῆ ὑμῶν παλαίσματα.

῏Ηχος δ΄.
Ὡς μέλιττα φιλόλογος ἐνέκυψας τῷ λειμῶνι τῶν θείων Γραφῶν καὶ ἐσύναξας ψυχομυρίπνοον τὸ μέλι τῆς σωτηρίας, Φίλων ἱεράρχα τῆς Καρπασίας· ὅθεν τῇ φιλαδελφίᾳ κατανυττόμενος, μετόχους τῆς θείας σου σοφίας τὰ τέκνα σου ἐποίησας, ἅπερ ἐπιδεικνύμενος τῷ Δεσπότῃ, αἴτει ὑπὲρ τούτων νῦν πειραζομένων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Δόξα. ῏Ηχος πλ. α΄.
Τὴν κενοδοξίαν τῆς ῥητορείας ἀπαρνησάμενος, τὴν φιλοσοφίαν τῆς ἐν Χριστῷ ταπεινώσεως ἐνεκομβώθης, Φίλων ἁγιώτατε· διό σε ὁ τοὺς ταπεινοὺς ἐπιβλέπων καὶ ἀνυψῶν, εἰς ποιμεναρχίας καθέδραν παραδόξως ἀνήγαγε, δι᾿ Ἐπιφανίου τοῦ θεοψύχου ἀρχιποιμένος, μεθ᾿ οὗ ἐνέκρωσας τὸν ὄφιν τῆς ἀπάτης, τὴν Καρπασίαν εἰς Θεοῦ πολιτείαν μεταποιησάμενος. Νῦν δὲ τῆς δόξης τῶν Ἁγίων ἐντρυφῶν, αἴτει ὑπὲρ τέκνων σου διερχομένων τῆς προσφυγίας τὴν βαρεῖαν τρίβον καὶ ἀθέλητον.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν
Ῥήτωρ ἐν τῇ ῥώμῃ ὢν δεινός, εἶτα φωτισμῷ τοῦ Κυρίου, σοφὸς διδάσκαλος, γέγονας καὶ ἄριστος, ἐξηγητὴς τῶν Γραφῶν, τὰς ψυχὰς τοῦ ποιμνίου σου, ἐκτρέφων ὦ Φίλων, ὡς ποιμὴν πανάριστος, πνευματικαῖς διδαχαῖς, ὅθεν ὁ Χριστὸς θαυμασίοις, ἐχαρίτωσέ σε μεγάλως, καὶ ἐδόξασέ σε πάτερ ἅγιε.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην....
Ἐξ ἀποκαλύψεως Θεοῦ, τῷ Ἐπιφανίῳ τῷ πάνυ, στολὴν ἐφόρεσας, Φίλων παμμακάριστε, ἀρχιερέως Χριστοῦ, καὶ σοφῶς διεποίμανας, τὴν σοὶ κληρωθεῖσαν, ποίμνην ὡς κινούμενος, πνευματικαῖς ὑπηχαῖς, δῶρον τῷ Δεσπότῃ προσάξας, πλήθη σεσῳσμένων σοῖς λόγοις, καὶ διδασκαλίαις ταῖς γλυκέσι σου.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν...
Φίλων Καρπασίας φωτιστά, δοκιμαζομένην σου ποίμνην, πάλιν ἐπίστρεψον, χαίρουσαν εἰς ἴδια, καθικετεύων Χριστῷ, καὶ τῆς νήσου ἐκδίωξον, βαρβάρων τὰ στίφη, ἵνα μνήμην θείαν σου, ἐπιτελέσωμεν, ἔνθα ὁ ναός σου προσμένει, ὕμνους καὶ λατρείαν Κυρίου, ὁ νῦν καταντήσας εἰς ἐρήμωσιν.

Δόξα. ῏Ηχος πλ.β΄.
Ὡς ὁ Σαοὺλ ἐν ταῖς Γραφαῖς, τὴν βασιλείαν πάρεργον εὗρεν, οὕτω καὶ σὺ Φίλων μακάριε, τὴν ἀρχιερωσύνην ὡς ἀπρόσμενον χάρισμα ἐκ Θεοῦ οίκονομίας ἀπείληφας· καὶ μεταστοιχειώσας τὴν κοσμικήν σου σοφίαν συνετῶς, ῥεῖθρα ἐξέβλυσας ψυχοσωτήρια, δι᾿ ὧν ἐξέθρεψας τὰ πρόβατά σου, καὶ πρεσβεύεις ἀεὶ τῷ Χριστῷ, ὑπὲρ τῆς νήσου ταύτης, ἆνερ παμμακάριστε.



Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον κ.λπ. ῞Οτι σοῦ ἐστιν.

Ἀπολυτίκιον .῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Καρπασίας τὸν θεῖον ἱεράρχην τιμήσωμεν, Φίλωνα Κυρίου τὸν φίλον, καὶ διάκονον ἄριστον· ἐκ Ῥώμης γὰρ εἰς Κύπρον εὑρεθείς, ποιμὴν ἀνηγορεύθη θαυμαστός, Ἐκκλησίας ἣν ἐκόσμησεν ἀρεταῖς, καὶ βίῳ ὑπερέχοντι. Δόξα τῷ ἁγιάσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δεδωκότι πρεσβευτήν, ἡμῖν αὐτὸν θεόδεκτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχ. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ῥητόρων τὴν κενήν, καταλέλοιπας δόξαν, μωρίαν τοῦ Σταυροῦ, ἀγαπήσας σωφρόνως, διὸ Φίλων γέγονας, Καρπασίας ἀγλάϊσμα, καὶ κεκόσμησαι, θεοφιλεῖ ταπεινώσει, δι᾿ ἧς εἵλκυσας, τοῦ Παρακλήτου τὴν χάριν, τὴν σὲ ἁγιάσασαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ᾿ αὐτῶν δέχῃ Πάναγνε, ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν ἀγγέλοις, τοῦ ῥυσθῆναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.

Μετὰ τὴν β΄ στιχ. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Λόγῳ συγκέκρασαι, Φίλων θαυμάσιε, τούτου γενόμενος, ἇρμα σωτήριον, καὶ ἐνεπλήσθης δαψιλῶς, τοῖς ὕδασι τῆς Χάριτος, δι᾿ ἧς πλάνην ἔπνιξας, τῶν εἰδώλων μακάριε, καὶ φωτὸς ἀνέδειξας, τέκνα πρόβατα ποίμνης σου, ἅ μνήμην σου τελοῦντα τὴν θείαν, πλουσίως ἅγιε εὐλόγησον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὁ ὑπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι᾿ ἀγαθότητα, τὸ καθ᾿ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Ἐπιφανίῳ ὁ Χριστός σε γνωρίσας, ἐπιφανείᾳ θεϊκῇ πάτερ Φίλων, ποιμένα σε ἀνέδειξε τῆς μάνδρας ἑαυτοῦ, καὶ πολλοῖς ἐδόξασε, θυμασίοις σὸν βίον, δι᾿ ὧν πλήθη ἔσωσας, Καρπασίων ἐκ πλάνης, καὶ νῦν πρεσβεύεις πάτερ πρὸς Αὐτόν, ὅπως παράσχῃ, τῇ Κύπρῳ τὸ ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Μετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος· ἐλέησον Ἁγνή, ὅτι ὑπερῇραν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω. Ἱκετηρίαν ποίησον Σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.

Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφ. τοῦ δ΄ ἤχου
Προκείμενον. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον. Τὸ ἱεραρχικόν (βλ. Ὄρθρον τῆς ιγ΄Νοεμβρίου).
Δόξα. Ταῖς τοῦ Ἱεράρχου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ὁ Ν’ ψαλμός
Στιχηρὸν ἰδιόμελον. ῏Ηχος πλ.β΄. Στίχ. λεησόν με ὁ Θεός...
Τῶν Καρπασέων φωτιστὴς καὶ θαυμαστὸς ἱεράρχης, ἀνεδείχθης Φίλων ὑπερθαύμαστε. Ὡς ἔχων νῦν πρὸς τὸν Δεσπότην παῤῥησίαν, καθικέτευε φιλότεκνε, ὑπὲρ ποίμνης καὶ λαοῦ σου, περιστατουμένων δεινῶς, καὶ ἐκζητούντων τὴν πρεσβείαν σου.

Ὁ Κανὼν τοῦ ῾Ιεράρχου ὁ παρών, οὗ ἡ ἀκροστιχίς: Φιλίωσον τιμῶντάς σε, Φίλων, τῷ σῷ Κυρίῳ. Ἀ(θανάσιος).      
ᾨδὴ α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Φωτί σου με φώτισον, ἐσκοτισμένον τοῖς πάθεσι, Τριὰς ὑπερούσιε, ὅπως τὸν ἅγιον, ἱεράρχην σου, Φίλωνα ἐπαινέσω, τὸν σὲ βίῳ κρείττονι, ὑπερδοξάσαντα.
δὼν βίου πρόσκαιρον, καὶ κοσμικῆς ματαιότητος, ῥητόρων ἀπέῤῥιψας, Φίλων δοξάριον, καὶ ὑπεῖξάς σου, αὐχένα τῷ Κυρίῳ, Οὗ τὸ ἀναλλοίωτον, κάλλος ἠγάπησας.
Λειμῶνας τῆς χάριτος, τοὺς εὐανθεῖς ὥσπερ μέλιττα, διῆλθες καὶ εἴληφας, γῦριν τὴν ἄϋλον, δι᾿ ἧς ἔπλησας, τὸ σίμβλον σῆς καρδίας, καὶ ἐκηροπλάστησας, Φίλων τὰ ἄῤῥητα.
Θεοτοκίον
δοὺ πάλιν πέφευγα, τῇ μητρικῇ προστασίᾳ σου, Παρθένε ὁ ἄθλιος, σὴν μεσιτείαν ζητῶν, πρὸς τὸν εὔσπλαγχνον, Υἱόν σου καὶ Δεσπότην, Ὃν ταῖς ἁμαρτίαις μου, σφόδρα ἐλύπησα.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
ς λόγοις καλῶς πεπαιδευμένος, τὸν λόγον τῶν θείων ἐντολῶν, ὦ Φίλων κατενόησας, καὶ τούτῳ καθυπέταξας, τὴν σὴν ψυχὴν θεόσοφε, βρύσις γενόμενος χάριτος.
Στολίσας τὸν βίον σου συνέσει, διάκονος γέγονας Χριστοῦ, καθυπουργῶν μακάριε, τοῖς μυστηρίοις πάντοτε, ὡς ἄγγελος θεσπέσιος, καὶ λειτουργὸς θεαπόδεκτος.
Οὐδόλως ἀγάπη βασιλέων, ἐμπόδιον γέγονε σοφέ, ζωῇ τῇ ἐναρέτῳ σου, σκοποῦντος τὰ αἰώνια, καὶ τὸν Χριστὸν ὁρῶντός σου, πρὸ ὀφθαλμῶν Φίλων πάντοτε.
Θεοτοκίον
Νοσῶν τὴν ἀμέλειαν Παρθένε, οὐδόλως λαμβάνω μου εἰς νοῦν, τὴν ὥραν τῆς ἐτάσεως, ἐν ᾗ ὡς ἀδιόρθωτος, Χριστοῦ μέλλω χωρίζεσθαι, ὅθεν προφθάσασα σῶσόν με.

Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λογον.
Καρπασίας ποιμένα πνευματοκίνητον, καὶ γραφῶν ἑρμηνέα, τὸν θεοφώτιστον, ἀνυμνήσωμεν πιστοὶ καθικετεύοντες, ὅπως χαρίσηται ἡμῖν, τὴν καθαρότητα ψυχῆς, καὶ φιλιότητα Λόγῳ, καταξιῶν βασιλείας, ἐπουρανίου ὡς φιλότεκνος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε πάγχρυσε στάμνα ἔνδον κατέχουσα, τὸ οὐράνιον μάνα, ἁγία τράπεζα, χαῖρε ἡ φέρουσα ζωῆς Ἄρτον Πανάμωμε, χαῖρε λυχνία φωτεινή, χαῖρε παλάτιον σεπτόν, χαῖρε ὁ πύρινος θρόνος, Χριστοῦ τοῦ παμβασιλέως, χαῖρε ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Τὴν ἀποστολήν σου ἐπιτελῶν, ἔφθασας ὦ Φίλων μακάριε, εἰς νῆσον Κύπρον, Ἐπιφάνιον εὑρεῖν, ἀλλ᾿ ὁ Χριστός σε ἥρπασεν, πρὸς ποιμεναρχίαν φιλόθεον.
ατρείας χάριν Φίλων λαβών, ἐπικλήσει θείου ὀνόματος, νόσους ποικίλας, ἀπεδίωκες εὐθύς, καὶ τὰς ψυχὰς ἡλίευες, καὶ Χριστῷ συνῆπτες βαπτίσματι.
Μωϋσῆς ἐδείχθης τῷ σῷ λαῷ, ἄξας ἐξ εἰδώλων σκοτώσεως, πρὸς φῶς ὦ Φίλων, βασιλείας τοῦ Χριστοῦ, καὶ Καρπασίαν ἔδειξας, ποίμνην τοῦ Κυρίου ἐξαίρετον.
Θεοτοκίον
τῶν ἀνεκφράστων σου δωρεῶν, αἷς τὴν ἀνθρωπότητα Δέσποινα, λιμοκτονοῦσαν, καὶ γυμνώττουσαν δεινῶς, καταστολὴν ἐνέδυσας, τὸν καλὸν Ποιμένα κυήσασα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ναοὺς ἐναπέδειξας, ἐμψύχους τῷ Δεσπότῃ σου, Φίλων τὰς ψυχὰς τῶν Καρπασέων, ἐν αἷς εὐῶδες, Αὐτῷ προσήνεκτο, λίβανον εὐπνόων ἀρετῶν, καὶ στεῤῥῶς ἐνίδρυτο, Παρακλήτου ἐνέργεια.
Τὸν ὄφιν ἀπέπνιξας, τῆς πλάνης Φίλων ἔνδοξε, καὶ βωμοὺς καθεῖλες τῶν εἰδώλων, σοῖς θείοις λόγοις, καὶ ἐνεργήμασιν, ἃ ἐθαυματούργει ὁ Χριστός, πάντας προσκαλούμενος, εἰς ζωὴν τὴν αἰώνιον.
Ἀγάπῃ κοσμούμενος, τὸν βίον σου ἐτέλεσας, Φίλων ἐν πυκναῖς εὐεργεσίαις, τὸ τοῦ ἑτέρου, σὸν προσγραφόμενος, ὄφελος διὸ διηνεκῶς, σαμαρείτης ἄριστος, Καρπασεῦσιν ἐδείκνυσο.
Θεοτοκίον
Σκηνώσας ἐν μήτρᾳ σου, ὁ Λόγος Θεονύμφευτε, ἅπασαν τὴν φύσιν πεπτωκυῖαν, ἐνηγκαλίσθη καὶ ἐπανήγαγε, πρὸς διαγωγὴν θεοπρεπῆ, τῷ τιμίῳ αἵματι, ὑπογράψας τὴν ἄφεσιν.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Σταυρὸν κατέχων ὡς τρόπαιον, δαιμόνων τὰ συντάγματα ἔτρεψας, καθάρας ἅπασαν, τὴν Καρπασίαν καὶ ἔστησας, εἰρήνην τοῦ Κυρίου, ἀπαρασάλευτον.
ν λόγοις Φίλων περίδοξος, ἐν ἔργοις ἀπαράμιλλος δέδειξαι, ἐν ἤθει ἄριστος, καὶ ἐν εὐχαῖς ἀνυπέρβλητος, δι᾿ ὧν τὴν Καρπασίαν, Χριστῷ συνήρμοσας.
Φρονῶν ἀεὶ τὰ σωτήρια, καθεῖλες τὴν ἐπάρατον ἔπαρσιν, καὶ ἐξηφάνισας, Φίλων ψυχῆς τὸ γαυρίαμα, ταπείνωσιν Κυρίου ἐγκομβωσάμενος.
Θεοτοκίον
άτρευσόν μου Πανάμωμε, πληγὰς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος, καθικετεύουσα, τὸν Ἰατρὸν τὸν φιλάνθρωπον, Ὃν μήτρᾳ σου ἀκόπως ἐκυοφόρησας.

Κοντάκιον. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Καρπασέων σήμερον, ἀρχιεράρχην, καὶ ποιμένα Φίλωνα, ἀνευφημήσωμεν πιστοί, τοῦτον Χριστῷ προβαλλόμενοι, ὡς πρέσβυν μέγαν, ἡμῶν καὶ προτείχισμα.
Ὁ Οἶκος
Φιλιωθεὶς Δημιουργῷ ἐν καθαρᾷ αἰσθήσει τῶν ὑπὲρ αἴσθησιν ὁρᾷν κατηξιώθης τὴν ἐνέργειαν· ὅθεν, Φίλων, ἀποῤῥίψας τὴν κοσμικὴν δυσγένειαν καὶ τὴν ῥητορικὴν φληναφίαν, εἰς οὐδὲν σοι ὠφελοῦντα, ἐμαθητεύθης ἐν συνέσει τῷ Διδασκάλῳ Χριστῶ, Ὃς ἰδὼν τὸ ἀγαθὸν τῆς προαιρέσεως , δι᾿ Ἐπιφανίου τοῦ ὑπερτίμου ἱεράρχου, προήγαγέ σε θαυμαστῶς τῆς Καρπασίας ἰσαπόστολον, φωτιστὴν καὶ θαυματουργὸν ποιμενάρχην· τέκνα σου οὖν ὑπάρχοντες ἡμεῖς σὲ προβαλλόμεθα Αὐτῷ, ὡς πρέσβυν μέγαν ἡμῶν καὶ προτείχισμα.

Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Φίλωνος, Ἐπισκόπου Καρπασίου.
Φῦλον βροτῶν προσῆξε τῷ Χριστῷ Φίλων,
ἅτε πρὸς αὐτοῦ προσλαβὼν θείαν χάριν.
Εἰκάδι τετάρτῃ Φίλων σοφὸς βίον ἔλιπε τόνδε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης, καὶ τῶν δύο αὐτῆς θεραπαινίδων.
Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη,
οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνήσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες,
οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Παύλου, Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους,
ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου, τῶν μαθητῶν αὐτοῦ.
Πρὶν Βαβύλας ἤθλησε κατὰ δαιμόνων,
ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Τὸν Ἀγάπιον συνάμα Τιμοθέῳ
σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μακεδονίου.
Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας,
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Στεφθεὶς Ἀναστάσιε τῶν ἄθλων χάριν,
παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμογένους καὶ Μηνᾶ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλίππου τοῦ Πρεσβυτέρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύο αὐτοῦ ἀδελφῶν.
Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,
θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος, ξίφει τελειοῦται
Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα,
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.
Τίς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους;
καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος.
Ἔχει σε τύμβος, ἀλλὰ μέχρι σαρκίου,
καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Χρυσοπλοκής.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κάντοκ (Cadoc) Οὐαλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου τοῦ ἐν Καζάν
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τῆς Ἱ. Μ. Φιλοθέου τοῦ Ἁγίου Ὄρους· Φιλοθέου, πρωτίστου δομήτορος τῆς ἱερᾶς ταύτης ἐπωνύμου αὐτοῦ Μονῆς· Θεοδοσίου ἡγουμένου ταύτης καὶ Μητροπολίτου Τραπεζοῦντος· Διονυσίου καὶ Συμεῶν ἡγησάντων αὐτῆς· Δομετίου τοῦ ἡσυχαστοῦ καὶ σημειοφόρου· Δαμιανοῦ, μαθητοῦ αὐτοῦ καὶ Ὁσιομάρτυρος· καὶ Κοσμᾶ τοῦ Ἰσαποστόλου καὶ Ἱερομάρτυρος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης τῆς Ῥωσσίδος, τῆς διὰ Χριστὸν σαλῆς.
Ξένον βίον ζήσασα ἐν κόσμῳ Ξένη,
ξένων δωρεῶν παρὰ Θεοῦ μετέσχες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Ἰωαννικίου τοῦ ἐν Ρακότιντσι, κοιμηθέντος ἐν Κυρίῳ τὸ ἔτος 1940.
Ἰωαννικίῳ ὁμόκλητος, Πάτερ,
Συνόμιλος καὶ ἐν θαύμασιν εἶ τούτῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείας, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Λύμην ἅγιε, φιλοϋλίας δίωξον, ἀπὸ τῶν τέκνων σου, τὴν καθιστῶσαν ψυχάς, ἐπίχαρμα δαίμοσι, καὶ ὑποχείριον, καὶ ἀξίωσον, ταύτης ἀεὶ ἐπαίρεσθαι, ἐν καλῇ ὀλιγαρκείᾳ.
ραν χάρισαι, ἡμῖν τὴν ἐπιπόθητον, Φίλων τρισόλβιε, ἐπιστροφῆς τῆς καλῆς, διώκων πρεσβείαις σου, πατρίδος βάρβαρον, καὶ στερέωσον, τοὺς Καρπασεῖς πορεύσθαι, ἀκλινῶς ὁδὸν Κυρίου.
Νίκην ἄριστον, χορήγει τοῖς τεκνίοις σου, Φίλων θαυμάσιε, κατὰ ἐχθροῦ δυσμενοῦς, καὶ ὄργανα ποίησον, Ἁγίου Πνεύματος, ὅπως χαίροντες, ᾠδὴν τὴν ἐπινίκιον, δῶμεν πάντες τῷ Σωτῆρι.
Θεοτοκίον
Τὴν εὐγένειαν, ψυχῆς μου κατηφάνισα, καὶ κατεμόλυνα, υἱοθεσίας στολήν, διὸ ἱκετεύω σε Φωτογεννήτρια, καθοδήγησον, πρὸς σωστικὴν ἀνάβλεψιν, ἐξαιτοῦσά μοι Δεσπότην.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὢ τῆς θαυμαστῆς διαγωγῆς σου, δι᾿ ἧς τοὺς ἀγγέλους ὑπερήλασας, Φίλων καὶ τῆς χάριτος, ἣν Χριστός σοι δέδωκε, διώκειν τὰ ἀκάθαρτα, πνεύματα ἅγιε, καὶ νόσους ἀπελαύνειν ἀνθρώπων, ὡς δεσμεῖν καὶ λύειν, κατέχων ἐξουσίαν.
Στύλος ἐν εὐχαῖς πύρινος ὤφθης, καὶ μέγας ἱκέτης τοῦ ποιμνίου σου, ὅτε πάτερ ἵστασο, καὶ Χριστῷ προσέφερες, θυσίαν τὴν σῳσίκοσμον, πρὸ θείου βήματος, καθέλκων οὐρανόθεν τοὺς ὄμβρους, πλοῦτόν τε χαρίτων, τοῖς τέκνοις σου ὦ Φίλων.
ριμος ὡς στάχυς ἐθερίσθης, καρπὸν ἐνεγκὼν τῷ Πλαστουργῷ, ἑκατονταπλάσιον, Καρπασίας λύτρωσιν, ἐκ τῶν δεσμῶν τοῦ ὄφεως, ἣν καὶ νῦν κράτησον, μακρὰν τῆς ἐπηρείας δαιμόνων, ὅπως σε δοξάζῃ, ἐν ὕμνοις πάτερ Φίλων.
Θεοτοκίον
Κύκλῳ ἀσεβεῖς περιπατοῦσι, ζητοῦντες Παρθένε ἀπολέσαι με, καὶ ὡς κύνες ἄγριοι, ὑλακτοῦσι λέγοντες, ὅτι Ὃν κατελύπησα ἄρτιοὐ δύναμαι, συγχώρησιν αἰτῆσαι διό σε, πρέσβευε σωθῆναι, ψυχήν μου παναθλίαν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
μνοις καὶ ᾠδαῖς, τιμῶμεν τὴν μνήμην σου Φίλων θεσπέσιε, διὰ σοῦ γὰρ ἅγιε, Χριστῷ συνήφθησαν οἱ προπάτορες, ἡμῶν διὸ ἐπάκουσον προσφύγων τέκνων σου, καὶ ἀπόδος, πάλιν ἀγαλλίασιν, καὶ χαρὰν τοῦ Χριστοῦ ἀδιάστατον.
ῦσαι πειρασμῶν, ὦ Φίλων τὴν ποίμνην σου καὶ ἐπανάγαγε, ταύτην εἰς τὰ ἴδια, ἔνθα ναός σου καὶ τάφος εὕρηνται, καὶ πάντας καταξίωσον, τῆς βασιλείας Θεοῦ, ὅπου πόνοι, οὔτε ἄλλη βάσανος, ἀλλ᾿ εἰρήνη ἀεὶ πολιτεύεται.

θι μεθ᾿ ἡμῶν, ὦ πάτερ φιλότεκνε καὶ χάριν κόμισαι, τοῖς πανηγυρίζουσι, καὶ σὲ μεσίτην Φίλων προβάλλουσι, ὅπως καρπὸν εὐάρεστον Θεῷ προσάξωμεν, βίου πράξεις, ἔργα χρισταγάπητα, καὶ ζωὴν τὴν αἰώνιον εὕρωμεν.
ποιμὴν καλέ, καὶ πάτερ φιλόστοργε, ἄνοιξον σπλάγχνα σου, καὶ εὐχαῖς σου σκέπασον, τοὺς Καρπασεῖς σου πανηγυρίζοντας, σὴν μνήμην τὴν χαρμόσυνον, καὶ πάντας ποίησον, τοῦ Δεσπότου φίλους Φίλων ἔνδοξε, συντηρῶν πάσης βλάβης καὶ θλίψεως.
Θεοτοκίον
χραντε ῾Αγνή, ἀλόγως τὸν χράναντα ψυχῆς ἀξίωμα, μὴ κενὸν καὶ ἄτιμον, ἐν ὥρᾳ κρίσεως ἀποδείξῃς με, ἀλλὰ θερμῇ πρεσβείᾳ σου, δός μοι μετάνοιαν, ὅπως πλύνω, δάκρυσι τὰ πταίσματα, καὶ Χριστὸν ἱλεώσω τὸν εὔσπλαγχνον.

Ἐξαποστειλάριον. ῏Ηχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Την Καρπασίαν εἵλκυσας, ἐκ τοῦ ζόφου εἰδώλων, Φίλων ποιμὴν χριστόκλητε, καὶ ὡς πλοῦτον ἀφῆκας, τὰς ἱερὰς συγγραφάς σου, Ἐκκλησίᾳ Δεσπότου· ὅθεν τιμῶντες σήμερον, σὴν πανίερον μνήμην ἱκετικῶς, σὲ παρακαλοῦμεν μὴ διαλίπῃς, πρεσβεύειν ὑπὲρ ποίμνης σου, τῷ Χριστῷ ἱεράρχα.
Θεοτοκίον, ὅμοιον.
Εὐλογημένη Πάναγνε, Θεοτόκε Παρθένε, χριστιανῶν τὸ καύχημα, τῶν ἀγγέλων ἡ δόξα, καὶ ἀθλοφόρων τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαξ τε καὶ προστάτις, καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς σοῖς δούλοις, καὶ γὰρ ἐν σοὶ καυχώμεθα, προστασία τοῦ κόσμου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τοῦ Χριστοῦ φίλος γέγονας, Φίλων πάτερ μακάριε, ὡς τηρήσας ἅπαντα τὰ ἐντάλματα, ἅπερ τοῖς φίλοις ἐντέλλεται, καὶ ξένος γενόμενος, τῆς πατρίδος σεαυτοῦ, Κύπρον πλάνης ἐξένωσας, καὶ προσήγαγες, τὰς ψυχὰς Καρπασέων τῷ Δεσπότῃ, διδαχαῖς σου θαυμασίαις, καὶ ἱερῷ παραδείγματι.

Βασιλίδος διάκονος, ὢν τὸ πρότερον γέγονας, Καρπασίας ὕστερον, ἱερώτατε, ποιμὴν σοφὸς καὶ διδάσκαλος, ποδήρη δεξάμενος, ἐκ Θεοῦ τὸν ποικιλτόν, δι᾿ οὗ χάριν ἐπλούτησας, λύειν ἅπαντα, τῶν δαιμόνων ἀθύρματα ὦ Φίλων, καὶ διώκειν ἀσθενείας, τῇ ἐπικλήσει Δεσπότου σου.





Ἁλιεύων πολύτιμον, μαργαρίτην θεόσοφε, συνετῶς εἰσέδυσας εἰς τοῦ Πνεύματος, τὰ μυστικὰ καὶ ἀπόῤῥητα, ἐκεῖθεν δεξάμενος, τὰς ἐλλάμψεις δαψιλῶς, καὶ σαφῶς διερμήνευσας, τῷ ποιμνίῳ σου, τοῦ Κυρίου προστάγματα καὶ νόμον, δι᾿ ὧν τέκνα Βασιλείας, τούτους ὦ Φίλων ἀνέδειξας.

Τῆς πατρίδος ἐξώσμεθα, πάτερ Φίλων ἣν ἤγαγες, τῇ ποιμαντορίᾳ σου πρὸς τὸν Κύριον, καὶ τὴν χαρὰν πανηγύρεως, τὰ νέφη σκιάζουσι, προσφυγίας τῆς πικρᾶς, ὅθεν αὖθις ἀξίωσον, ἑορτάσαι σου, τὴν πανίερον μνήμην ἱεράρχα, ἔνθα βίῳ θεαρέστῳ, τὴν Ἐκκλησίαν ἐδόξασας.

Δόξα. ῏Ηχος πλ.δ΄.
Τὴν τετραδύναμον ὁπλὴν τῆς εὐαγγελικῆς ἀληθείας, παρὰ τοῦ Πνεύματος σοφῶς ἀναλαβών, ὡς ἵππος χριστοκίνητος, διέλυσας πάτερ Φίλων, τὰς εἰδωλικὰς τῆς πλάνης παρατάξεις· καὶ εὐθαρσῶς κηρύττων τὸν Χριστόν, Θεὸν ἀληθῆ καὶ τέλειον ἄνθρωπον, εἵλκυσας θαυμασίως, τὴν Καρπασίαν πᾶσαν εἰς θεογνωσίαν. Ὅθεν ὀφειλητικῶς τὴν μνήμην σου γεραίροντας, φύλαττε ἡμᾶς ἐν ὀρθοδοξίᾳ καὶ πράξει θεοπρεπεῖ, ὅπως κληρονόμοι συγγινώμεθά σοι, ἐν τῇ ἀσαλεύτῳ Βασιλείᾳ τῶν οὐρανῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις

Μεγαλυνάριον
Χαίροις Καρπασέων ὁ φωτιστής, Φίλων ἱεράρχα, καὶ ποιμὴν ὁ χριστοειδής, πάντων δὲ Κυπρίων, μεσίτης πρὸς Δεσπότην, ὡς ἔχων παῤῥησίαν, ἀειμακάριστε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου