ΟΚΤΩΒΡΙΟΣ ΙΣΤ΄.
ΔΟΜΕΤΙΟΣ ΟΣΙΟΣ ΚΤΙΤΩΡ
ΜΟΝΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ ΜΕΤΕΩΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ ἀκόλουθα προσόμοια τοῦ ῾Οσίου. ῏Ηχος α. Τῶν οὐρανίων ταγμάτων.
Ἀγαλλιᾶται
καὶ αὖθις, σεπτὴ Λιθούπολις, Ἁγίων Μετεώρων, ἑορτάζουσα μνήμην, ὁσίου Δομετίου
εὐφραντικῶς, καὶ Τριάδα ὑπέρθεον, ᾠδαῖς καὶ ὕμνοις δοξάζει ὀφλητικῶς, τὴν πηγὴν
τῆς ἁγιότητος.
Φιλοσοφήσας
ἐνθέως, πάτερ Δομέτιε, παρόντων τὴν ἀπάτην, προετίμησας μᾶλλον, αὐλαῖς ταῖς τοῦ
Δεσπότου, μένειν ἀεί, ὅθεν πτέρυγας εἴληφας, ἀποταγῆς χρισταρέστου καὶ ἀετός,
Μετεώρων θεῖος γέγονας.
Τὸν ἐλαφρὸν
τοῦ Κυρίου, σταυρὸν ἀνέλαβες, Δομέτιε θεόφρον, καὶ ζυγῷ ὑπεισῆλθες, ἀσκήσεως
ποθήσας ἀποβαλεῖν, παλαιότητος ἔνδυμα, καὶ τῆς καινότητος πάτερ τοῦ Ἰησοῦ, τὸν
μανδύαν ἐπενδύσασθαι.
Τὸ
τριμερὲς τῆς ψυχῆς σου, σοφῶς ἐκάθηρας, εὐχῇ ἀδιαλείπτῳ, τηλεσκόπιον μέγα,
γενόμενος αἰσθήσει, τοῦ οὐρανοῦ, διαβλέπων μυστήρια, διὸ ἠξίωσαι θείων θεωριῶν,
ἐκ Χριστοῦ πάτερ Δομέτιε.
Τῇ τῶν
δακρύων σου χύσει, λίθον τὸν ἄνικμον, Δομέτιε τρισμάκαρ, καρποφόρον εἰργάσω,
χορείαν μαθητῶν σου ἀνενεγκών, ἀπαρχὰς τῷ Δεσπότῃ σου, ἐξ Οὗ δικαίως ἐδέξω ὡς ἀθλητής,
ὁσιότητος τὸν στέφανον.
Κατὰ
τὴν κλῆσιν σου πάτερ, δόμος θεόκτιστος, ἐγένου τὴν Τριάδα, σεαυτῷ περικλείσας, ᾟ
πάλιν ἀντιδώρως, Μονὴν σεπτήν, ταύτην πόθῳ ἀνήγειρας, τὰς ἀρετάς σου αὐχοῦσαν,
τοῖς σὸν πιστῶς, ἑορτάζουσι μνημόσυνον.
Δόξα.
῏Ηχος πλ.β΄.
Τὸν
τῆς Τριάδος λατρευτὴν καὶ ἀσκητῶν ἀρχαίων, ἐκμιμητὴν ἰσοστάσιον, Δομέτιον τὸν ὅσιον
τιμήσωμεν. Οὗτος γὰρ τῷ πυρὶ τῆς θείας ἀγάπης καταφλεχθείς, τὴν νοσσιὰν ἑαυτοῦ
συνεπήξατο, ἐν τῷ Μετεώρῳ τούτῳ λίθῳ, καὶ τὸ δυσήνιον σῶμα ὑποπιάσας, ἐκάθηρε τὸ
ὀπτικὸν τῆς ψυχῆς, γενόμενος διδάσκαλος σοφὸς ἐξ ὧν ἐπειράθη. Ὅθεν οἴκους
θείους τοὺς φοιτητὰς ἀναδείξας, κατέλιπεν ἡμῖν τὴν ἱερὰν ταύτην Μονὴν στάδιον
θεώσεως. Καὶ νῦν παρεστὼς τῇ Παναγίᾳ Τριάδι, πρεσβεύει ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα (γ΄. 1 - 9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα.
Οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα (ε΄15 - στ΄3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν.
Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως
καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἠ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε·
μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (δ΄ 7 - 15)
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δε ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ,
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Ἀκαταμάχητον
ἀσπίδα τὴν ὁσιότητα ἐπενδυθεὶς Δομέτιε, καὶτὴν σφενδόνην τῆς ἀσκήσεως καλῶς
χειρισάμενος, εἰσῆλθες εἰς ἀγῶνας μοναστικῶν παλαισμάτων, ἐν τῇ ὑψιθώρῳ καὶ
μετεώρῳ ταύτῃ πέτρᾳ· ὅθεν τὸν παλαμναῖον ἐκνικήσας σοφῶς, διδάσκαλος ἐγένου ἐμπειρότατος
τοῖς σοὶ προσφοιτήσασι· καὶ νῦν πρεσβεύεις τῷ Κυρίῳ ὑπὲρ Μονῆς καὶ ποίμνης σου ὡς
φιλότεκνος.
῏Ηχος
β΄.
Τὸν
τοῦ Κυρίου φόβον φυλάξας ἐν καρδίᾳ σου, ὡς υἱὸς πιστὸς Δομέτιε πάτερ, τὰς ἐντολὰς
αὐτοῦ ἐξετέλεσας· ὅθεν τὸν γλυκασμὸν δεξάμενος τῆς θείας παρουσίας, μέλι ἐθησαύρισας
πνευματικῆς σοφίας τοῖς σοῖς μαθηταῖς, καὶ τῇ Τριάδι ἀναθέμενος οἶκον, ἐδέξω παρ'
Αὐτῆς τὴν εἰρηναίαν κατάπαυσιν, διὸ μνημόνευε καὶ εὐλόγει Ὅσιε Κτίτορ τὰ τῶν
χειρῶν σου ἔργα εἰς καρποφορίαν ψυχοσωτήριον.
῏Ηχος
γ΄.
Ὡς
σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικας τῆς μακαρίας σου ζωῆς, τὴν ἀρκτικὴν ἀποταγήν,
Δομέτιε ὅσιε. Καὶ ἐπιμελῶς ἀνελθὼν τὴν τριακοντάβαθμον κλίμακα τῶν θεοειδῶν ἀρετῶν,
ἐκ τοῦ Μετεώρου λίθου εἰς τὴν οὐράνιον χαρὰν τῶν πρωτοτόκων ὑπ᾿ ἀγγέλων
μετηνέχθης· διὸ καὶ ἡμᾶς ποθοῦντας τὰ αἰώνια ἐνίσχυσον δαψιλῶς, ἐπευχόμενος
Πάτερ πρὸς Κύριον.
῏Ηχος
δ΄.
Τὴν
στεῖραν πέτραν τῆς διαμονῆς σου πολύτεκνον ἀνέδειξας, οὐχὶ μωσαϊκῇ ράβδῳ ταύτην
διατεμών, ἀλλὰ τῇ εὐκτικῇ σου ἐργασίᾳ γεηπονήσας Δομέτιε. Ὅθεν ἀενάους ἔχοντες
τὰς πατρικάς σου εὐχάς, προθύμως διερχόμεθα τὴν ἔρημον τῆς ἀσκήσεως, ἣν ἀεὶ κατάρδευε
οὐρανόθεν φιλοστόργως, τὴν παναγίαν Τριάδα ὑπὲρ τῆς καρπογονίας σου ἐκμειλισσόμενος.
Δόξα.
῏Ηχος πλ.α΄.
Ἐνίκησεν
ὁ πόθος τὴν φύσιν χριστόνοε Δομέτιε, καὶ τῶν ἀοράτων ὁ ἔρως, τῶν ἐπιγείων ἡδονῶν
τὰ σειρηνόπλεκτα ᾄσματα. ῞Οθεν βασιζόμενος τῆς Χάριτος τῷ ἔργῳ, ἐν γῇ ἐρήμῳ καὶ
ἀβάτῳ καὶ ἀνύδρῳ, ταύτην τὴν Τριαδοσκέπαστον Μονὴν κατέλιπες μνημεῖον τῶν ἀρετῶν
σου, ἐν ᾗ τὴν πάνσεπτόν σου μνήμην ἑορτάζοντες περιχαρῶς, δεόμεθα γενέσθαι καὶ ἡμᾶς
Τριάδος θεοπρεπῆ κατοικητήρια, ταῖς σεπταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε
τῆς Τριάδος λατρευταί, κτίτορα Μονῆς τρισολβίας, θεῖον Δομέτιον, ὕμνοις
συντιμήσωμεν, καὶ ἐγκωμίων ᾠδαῖς· ἀναβὰς γὰρ εἰς ἄβατον, καὶ ἄνυδρον πέτραν,
ταύτην ἐγεώργησε, ταῖς τῶν δακρύων ῥοαῖς, τύπος γεγονὼς μοναζόντων, καὶ
συνθιασώτης πατέρων, τῶν διαλαμψάντων βίοις κρείττοσι.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον
καὶ προσέσχέ μοι.
Νόας
ἀσωμάτους μιμηθείς, ἔσχες ἀδιάλειπτον κλῆσιν, τοῦ ᾿Ιησοῦ ἀσκητά, καὶ νηστείαν
πάμβιον θεῖε Δομέτιε, δι᾿ ὧν ὄμμα ἐκάθηρας, καρδίας τὸ ἔσω, ὥστε τὰ οὐράνια, ὁρᾶν
θεάματα, ὅθεν μυστηπόλος ἐγένου, καὶ τριαδικὸς κληρονόμος, ἐν τοῖς Μετεώροις πάτερ
ὅσιε.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς
πόδας μου...
Σῶμα
ὑποτάξας τῷ Χριστῷ, εἴληφας τὴν χάριν μαρτύρων τῆς συνειδήσεως, πάνσοφε
Δομέτιε, δι᾿ ἧς κατώρθωσας, διελθεῖν βίον ὅσιον, καρποὺς ἐνεγκεῖν τε, οὕς περ ἐθησαύρισας,
ἐν τοῖς ταμείοις Θεοῦ· ὅθεν πλουσιόδωρον χεῖρα, τεῖνον τοῖς τεκνίοις σου πάτερ,
ἀνυμνοῦσι πόθῳ θείαν μνήμην σου .
Δόξα.
῏Ηχος δ΄.
Τριαδικὴν
θεωρίαν κτησάμενος, τὸ τριμερὲς τῆς ψυχῆς σου ἐκάθηρας, Δομέτιε θεόληπτε. Καὶ τῇ
Τριάδι ἐργασάμενος σεμνεῖον ἱερὸν σεαυτόν, εἶτα καὶ Μονὴν ἱερὰν ἐδομήσω, τὴν ἀρετήν
σου ἀγλώττως κηρύττουσαν, ἐν ᾗ τὸν δόλιχον τῆς ἀσκητικῆς πολιτείας διερχόμενοι,
σὲ ὡς πατέρα γνήσιον καὶ θεοφόρον κτίτορα καθικετεύομεν λέγοντες· φύλαττε τὴν
κληρουχίαν σου εὐθαλῆ καὶ ἀκατασάλευτον, καὶ πρέσβευε τῷ Κυρίῳ ὑπὲρ τῶν
Μετεώρων, πάτερ ὁσιώτατε.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον
Ἀπολυτίκιον.
῏Ηχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀγαπήσας
ἐνθέως Τριάδα πάντιμον, οἶκος ταύτης ἐγένου σεπτὲ Δομέτιε, ὅθεν εἰς πέτραν ἀνελθὼν
τὴν ὑψίθωρον, ᾠκοδόμησας Μονήν, ἐπ᾿ ὀνόματι Αὐτῆς· καὶ νῦν ἑστὼς σὺν Ἁγίοις, ὑπὲρ
ἡμῶν ἱκετεύων, μὴ παύσῃ Πάτερ ὡς φιλότεκνος.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς
τὴν α΄ στιχ. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου Σωτήρ.
Δομέτιε
σοφέ, λατρευτὰ τῆς Τριάδος, καὶ κτῖτορ θαυμαστὲ τῆς Μονῆς Μετεώρων, τὰς χεῖράς
σου ἔκτεινον, πρὸς Δεσπότην φιλάνθρωπον, καὶ ἱκέτευε ὑπὲρ τῆς ποίμνης σου
ταύτης, ὅπως ἅπαντες, οἶκοι γενώμεθα θεῖοι, καὶ σοῦ ἐκμιμήματα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Εὐφραίνεται
πιστῶν, ἡ πληθὺς Θεοτόκε, τὸ ὄνομα τὸ σόν, καθ᾿ ἑκάστην βοῶσα, καὶ πόθῳ τὰς ὑψώσεις
σου, μεγαλύνουσα πάντοτε, σὺ γὰρ καύχημα, καὶ βοηθὸς καὶ προστάτις, ἀκαταίσχυντος,
πάντων ὑπάρχεις Παρθένε, τῶν πίστει τιμώντων σε.
Εἰς
τὴν β΄ στιχ. Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς
στρουθὸς φιλέρημος, λίθον ἀνάντη οἰκήσας, καὶ Χριστοῦ τὸ ὄνομα, ἐπικαλούμενος
συχνῶς, τῶν ἀσκητῶν θεῖος μέτοχος, γέγονας πάτερ, Δομέτιε ὅσιε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε
θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ
διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σὲ Κόρη πανύμνητε.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Πρὸς
τὰ οὐράνια, τὸν νοῦν ἀνήγαγες, πάτερ Δομέτιε, σοφῶς ἀσκούμενος, καὶ ὥσπερ ἄλλος
Μωϋσῆς, εἰσῆλθες εἰς θεῖον γνόφον, ἔνθεν μεμαθήτευσαι, τὰ μυστήρια Πνεύματος,
καὶ Τριάδι ἤγειρας, οἶκον θεῖον τρισόλβιε, ἐν ᾧ οἱ φοιτηταί σου, τιμῶμεν,
μνήμην σου τὴν ἀειμακάριστον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὸν ἀκατάληπτον,
καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῆ γαστρί σου μυστικῶς,
ἐχώρησας Θεοτόκε, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ τόκῳ
σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι, διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ
Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου...
Στίχος·
Τί ἀνταποδώσομεν τῷ Κυρίῳ....
Εὐαγγέλιον,
ὁσιακόν. Βλ. εἰς ὄρθρον τῆς ε΄ Δεκεμβρίου.
Ὁ
Ν΄.
Δόξα. Ταῖς τοῦ σοῦ ῾Οσίου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον.
῏Ηχος πλ. β. Στίχ. Ἐλεήσόν με ὁ Θεός....
Φαιδροειδεῖς
ἀστραπάς, ἡ πανοσία σου μνήμη, ἐπιστέλλει ἡμῖν σήμερον, ὅσιε πάτερ Δομέτιε, καὶ
τὰς ἰγνύας τῶν ψυχῶν στοργικῶς ἐπιστηρίζει, εἰς τὴν ἀσκητικὴν βιοτήν. Ὅθεν σοῦ
δεόμεθα Μετεωρῖτα ἀετέ, ταῖς τῶν πτερύγων σου εὐχαῖς, ἀνύψωσον ἡμᾶς τῇ Τριάδι,
εἰς εὐφροσύνην αἰώνιον.
Ὁ
Κανὼν τοῦ ῾Οσίου, οὗ ἡ ἀκροστιχίς: Δόμους Τριάδος, Δομέτιε,
τέκνοις δίδου. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμά μου.
Δομέτιε
ὅσιε, τῶν Μετεώρων ἀγλάϊσμα, Τριάδι ἱστάμενος, αὐτὴν ἱκέτευε, ὑπὲρ ποίμνης σου,
ἣν ὧδε συνηθροίσω, καὶ σοῦ μνήμην πάντερπνον, τελούσης σήμερον.
Οὐράνιον
φρόνημα, ἔχων θεόφρον Δομέτιε, τὸν κόσμον κατέλιπες, καὶ λίθον ἄνικμον,
προετίμησας, εἰς σκήνωμα Κυρίου, στρουθὸς ὡς φιλέρημος, καὶ χριστοκέλαδος.
Μελέτην
ἐποίησας, βίου τὸν θάνατον ὅσιε, καὶ ἔχων ἐνώπιον, πρὸ ὀφθαλμῶν τὸν Θεόν,
διεσκέδασας, σοφῶς ἐν Μετεώροις, τὰς πάγας καὶ ἔνεδρα, τοῦ πολεμήτορος.
Θεοτοκίον
Ὁ κτίστης
τοῦ σύμπαντος, ἐν σοὶ Παρθένε κατῴκησεν, γενόμενος ἄνθρωπος, οὐσιωθεὶς καθ᾿ ἡμᾶς,
καὶ ἡγίασεν ὁδὸν τῆς παρθενίας, ἣν θεῖος Δομέτιος, καλῶς διήνυσε.
Ὠδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὑψώθης
γηΐνης προσπαθείας, ὡς ᾤκησας λίθον ὑψηλόν, ἐν Μετεώροις ὅσιε, καὶ νοῦν οὐρανοβάμονα,
ἀπέκτησας ἀσκήσει σου, θεοπρεπεῖ ὦ Δομέτιε.
Στηλώσας
ψυχῆς τοὺς ὀφθαλμούς σου, τὰ ἄνω ἐφρόνεις καὶ Χριστόν, πρὸ ὀφθαλμῶν σου
θέμενος, οὐδόλως παρεξέκλινας, ὁσιακῆς πορείας σου, Δομέτιε παμμακάριστε.
Τριάδα
Ἁγίαν ἀγαπήσας, ἐξ ὅλης ψυχῆς σου ἀσκητά, συνήφθης ταύτῃ ἄριστα, τριάδα ἐργασάμενος,
τῶν ἀρετῶν ἐλπίδα τε, πίστιν ἀγάπην Δομέτιε.
Θεοτοκίον
Ῥανίδας
μοι χάρισαι δακρύων, δι᾿ ὧν τῶν παθῶν μου τὰ πολλά,
ἰσχύσω πλῦναι Δέσποινα, καὶ καθαρὸς ὀφθήσομαι, τῷ Ἰησοῦ Ὃν
πάντοτε, καταλυπῶ ἁμαρτίαις μου.
Κάθισμα.
῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ἐπιβὰς
θεωρίας διὰ τῆς πράξεως, καὶ τῇ πέτρᾳ στηρίξας Θεοῦ τοὺς πόδας σου, κατελίπανας
ψυχὴν θείαις ἐμφάσεσιν, ὅθεν Δομέτιε Μονήν, συνεπήξω ἱεράν, καὶ γέγονας
Μετεώρων, στύλος ἀσάλευτος χεῖρας, ὑψῶν πρὸς Κύριον πανόσιε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
Τῆς
ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς
τοῦς νοὸς δὲ ἐκτροπὰς στῆσον Πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχὰς προσφέρειν
καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἴθυνας
τὰς τρίβους σου ἀκλινῶς, πρὸς Ἠγαπημένον Δομέτιε, καὶ ὥσπερ κύκνος, ἐκελάδεις
μυστικῶς, τὸ Ἰησοῦ γλυκύτατε, σῶσόν με τῷ θείῳ ἐλέει σου.
Ἄνω ἔχων
βλέμμα τὸ τῆς ψυχῆς, ἔσχηκας οὐράνιον φρόνημα, καὶ οὐρανίους, ἐξειργάσω
λογισμούς, δι᾿ ὧν πάτερ Δομέτιε, τὸ πικρὸν ἐρήμου ἐγλύκανας.
Δόξαν
αἰωνίαν ἐπιποθῶν, τὴν Χριστοῦ ταπείνωσιν ἔνδυμα, ἐν ἐπιγνώσει, ἀπεκτήσω ὡς
σοφός, καὶ Βασιλείας ἔμπορος, ὤφθης θεοφόρε Δομέτιε.
Θεοτοκίον
Ὁ
δημιουργήσας τοὺς οὐρανούς, σὲ Παρθενομῆτορ ἀνέδειξε, τῶν οὐρανίων, καὶ ἀΰλων οὐσιῶν,
ἐνδοξοτέραν ἄνθρωπος, γεγονὼς ἐκ σοῦ ὑπὲρ ἔννοιαν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σοφίᾳ
κοσμούμενος, τῇ θεΐκῇ Δομέτιε, ἔκρινας τὴν φύσιν τῶν πραγμάτων, τὰ μὲν εἰς γνῶσιν,
Χριστοῦ συμβάλλοντα, θησαυρίζων ἐν ὑπομονῇ, τὰ δὲ παρερχόμενα, σκυβαλλίζων
σοφώτατα.
Δαμάσας
δυσήνιον, τοῦ σώματος Δομέτιε, κόποις ἀγρυπνίᾳκαὶ μελέτῃ, τοῦ Παραδείσου, θείαν
γλυκύτητα, εὕρηκας βραβεῖον θαυμαστόν, ἔνθεν κληρουχίαν σου, καταγλύκανον ῞Οσιε.
Ὁρῶν
τὸν ἀόρατον, καὶ μένων τὸν ἐρχόμενον, ἔζησας Δομέτιε ἀσάρκως, τοῖς φοιτηταῖς σου, τύπος ποιμένος
φανείς, τούτων ἐκκαθαίρων τὰς ψυχάς, καὶ καταβαλλόμενος, ἀρετῶν θείων σπέρματα.
Θεοτοκίον
Μανίαν
ἐκῤῥίζωσον, τοῦ κοσμικοῦ φρονήματος, πάναγνε Παρθένε Θεομῆτορ, ἐκ τῆς καρδίας τῶν
γεραιρόντων σε, καὶ τοῦ Ἰησοῦ τοὺς λογισμούς, δώρησαι ὡς ἔχουσα, παῤῥησίαν πρὸς
Κύριον.
ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Ἐγένου
πάτερ Δομέτιε, ἀγάπης τῆς διπλῆς θεῖον τέμενος, ὅθεν ἐπλήρωσας, νόμον καὶ χάριν
ὡς εἴρηκεν, Χριστὸς ὁ ζωοδότης, ἀγάπης πλήρωμα.
Ταμεῖον
ὤφθης τῆς νήψεως, δι᾿ ἧς Χριστοῦ εἰρήνην ἐπλούτησας, καὶ τὴν πραότητα, διὸ κατῴκησεν
Ὅσιε, Θεὸς ἐν σῇ καρδίᾳ, ὡς ἐπηγγείλατο.
Ἱερωτάτην
διήνυσας, ζωὴν ἐν Μετεώροις Δομέτιε, θύων θελήματα, τὰ ἀντιβαίνοντα Πνεύματι,
καὶ ἔχυσας ἱδρῶτας, ἀντὶ τοῦ αἵματος.
Θεοτοκίον
Εὐφραίνεις
πᾶσαν διάνοιαν, ὦ Κεχαριτωμένη Θεόνυμφε, μόνῃ τῇ κλήσει σου, καὶ ἀθυμίας
δυσβάστακτα, τὰ νέφη ἐκδιώκεις, ἀπὸ τῶν δούλων σου.
Κοντάκιον. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Λίθον
εὑρὼν τὸν πολυτίμητον Πάτερ, λίθου ἐγένου οἰκιστὴς οὐρανόφρων, ἔνθα Μονὴν
καθίδρυσας Τριάδι τῇ σεπτῇ· ὅθεν ἱκετεύομεν τὰ σὰ τέκνα τρισμάκαρ, πρέσβευε πρὸς
Κύριον, θεαρέστως τὴν τρίβον, τῶν μοναστῶν τελέσαι καὶ Ἐδέμ, κληρονομῆσαι, Δομέτιε ῞Οσιε.
῾Ο Οἶκος
Τῷ
δικτύῳ ἀγάπης συγκέκλεισαι, ὡς ἰχθὺς τοῦ Δεσπότου μακάριε, καὶ ὡς κοῦφον
πτηνὸν ἀνελήλυθας, εἰς ὑψίθωρον πέτραν θεόσοφε, πόμα μόνον σου ἔχων τὴν ἀείῤῥοον
ἐπίκλησιν τοῦ γλυκέος Κυρίου τροφὴν δὲ ψυχῆς προμηθούμενος, ζωηῤῥύτων λογίων τὴν
ἀνάγνωσιν· ὅθεν τῇ καμίνῳ τῶν θλίψεων ἐκπυρωθείς, χρυσὸς ὄβρυζος
τῇ προσκυνητῇ Τριάδι ἀνεφάνης, ᾟ Μονὴν παγκαλλῆ ἀνεδόμησας, μαρτυροῦσαν
τὴν σὴν ἰσάγγελον πολιτείαν. Ἡμεῖς δὲ τὴν μνήμην σου ὀφλητικῶς σήμερον
γεραίρομεν καὶ αἰτούμεθα σεπταῖς εὐχαῖς σου τὴν Ἐδέμ κληρονομῆσαι, Δομέτιε Ὅσιε.
Συναξάριον.
Τῇ
ΙΣΤ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη
τοῦ Ὁσίου Δομετίου, κτίτορος, τῆς Μονῆς Ἁγίας
Τριάδος Μετεώρων.
Τῇ Πανδομήτορι συνῇς Τριάδι,Πάτερ,
ᾟ Μονὴν ἀνέθηκας ἐν Μετεώροις.
Δεκάτῃ θ᾿ ἕκτῃ ἔνθεν ὑψίφρων ᾖρται Δομέτιος.
Υἱὸν
Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν,
Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα.
Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν σὺν τῷ Ἁγίῳ Λογγίνῳ ἀναιρεθέντων δύω
Στρατιωτῶν.
Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει,
Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ.
Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ.
Τρεῖς
Λεόντιε, τοὺς συναθλοῦντας ἔχων,
Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον.
Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον.
Μαλὸς
βραχεῖαν γῆς λιπὼν παροικίαν,
πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν.
πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐκ Τουρκολέκα τῆς Ἀρκαδίας,
ἐν Μονεμβασίᾳ, ἐν ἔτει 1816ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰακώβου Νετσέτωφ, ἱεραποστόλου Ἀλάσκας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Δυναμούμενος,
τῇ χάριτι τοῦ Πνεύματος, πάτερ Δομέτιε, ἐπλούτησας ἀρετήν, καὶ ἥλιος γέγονας τῇ
συνοδίᾳ σου, ἣν ἐδίδαξας, Τριάδα μέλπειν ἄκτιστον, καὶ ὑμνεῖν εἰς τοὺς αἰῶνας.
Ἱερώτατον,
χορὸν πάτερ συνήθροισας, ἀπομιμούμενον, χορὸν τὸν ἀγγελικόν, καὶ πέτραν ἀνέδειξας,
ἄλλον παράδεισον, ἀναθάλλοντα, ταῖς ἀρεταῖς
τῶν τέκνων σου, ὦ Δομέτιε τρισμάκαρ.
Δεῖπνον
θεῖον, προετοίμαζε Δομέτιε, τῇ κληρουχίᾳ σου, ὡς τρυφητὴς μυστικῶν, καὶ θείων ὁράσεων,
παρεστηκὼς τῷ Θεῷ, Ὃν ἐδόξασας, τῷ βίῳ τῷ πανσέπτῳ σου, καὶ ὑμνεῖς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὅλην
εἴληφεν, ἐκ σοῦ τὴν ἀνθρωπότητα, ὁ Λόγος Πάναγνε, καὶ εἵλκυσε πρὸς ζωήν, τὴν ἄληκτον
αἵματι τῷ παναγίῳ Αὑτοῦ, ὅθεν ἅπαντες, χρεωστικῶς δοξάζομεν, καὶ ὑμνοῦμέν σε
Παρθένε.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ὕψος
θείας κλίμακος ἀνῆλθες, ἀσκήσει τῇ ἐπιμόνῳ σου Δομέτιε, σαββατίσας κόπων σου, ὥς
τις ναῦς κατάφορτος, καταπλουτίζων ποίμνην σου, εὐχαῖς τρισόλβιε, πρὸς
Δεσπότην, Ὃν σφοδρῶς ἠγάπησας, καὶ ὑμνεῖς σὺν Ὁσίων τοῖς τάγμασι.
Τύπωσον
ἡμῶν ἐν ταῖς καρδίαις, ἀγάπην πρὸς τὸν Δεσπότην ὁσιώτατε, καὶ καλῶς ὁμάλυνον,
τρίβους τῆς ἀσκήσεως, ὅπως Θεῷ τελέσωμεν, ἃ ὑπεσχέθημεν, καὶ μὴ τόπον, τοῦτον
καταργήσωμεν, ὃν ἡγίασας θεῖε Δομέτιε.
Ἔρχου
συμπαθῶς καὶ δίδου χεῖρα, ἡμῖν κλονουμένοις ἐκ τοῦ κλύδωνος, τῶν παθῶν Δομέτιε,
ὡς σοφὸς διδάσκαλος, καὶ δίδαξον τὰ πρέποντα, τοῖς μονασταῖς πατρικῶς, ἵνα
πάτερ, σύσκηνοι γενώμεθα, σοῦ καὶ πάντων Ὁσίων οἱ παῖδές σου.
Θεοτοκίον
Κύκλῳ
τῆς ψυχῆς μου Κόρη, ἐχθροὶ πονηροὶ περιχορεύουσι, καὶ ζητοῦσι ἆγξαί μου, ταύτην
εἰς ἀπώλειαν, ἐγὼ δὲ ὡς ἀδύνατος πρὸς σὲ κατέφυγον, προστασίαν σὴν ἐπικαλούμενος,
ἣν παρέχεις τοῖς σὲ μεγαλύνουσι.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Νόσους
τῶν ψυχῶν, ἡμῶν ἀποκάθαρον, πάτερ Δομέτιε, ἰατρὸς γὰρ πέφυκας, πολυχρονίως
παλαίσας ἄριστα, πρὸς πάθη φιλεπίστροφα, καὶ τῶν δαιμόνων σειράς, ὅπλον ἔχων, τὴν
ἀκαταμάχητον, Ἰησοῦ τοῦ Σωτῆρος ἐπίκλησιν.
Ὄρη
νοητά, σκηνώσας νῦν Ὅσιε, ποίμνης σου μνήσθητι, καὶ τῆς Λιθουπόλεως, ἐν ᾗ ἀγῶνας,
τοὺς σοὺς ἐτέλεσας, καὶ τήρησον Δομέτιε, εἰρηνικὰς τὰς ψυχάς, καὶ παράσχου, δῶρον
ὡς πολύτιμον, τὰς εὐχὰς πρὸς Τριάδα ὑπέρθεον.
Ἵλεων
ἡμῖν, Δεσπότην ἀπέργασαι, πάτερ Δομέτιε, καθ᾿ ἑκάστην πταίουσι, καὶ μὴ τολμῶσιν
αἰτῆσαι ἄφεσιν, ἀσπίλως δὲ ἀξίωσον, ζωῆς ὑπόλοιπον, πορευθῆναι, καὶ εὑρεῖν τὸ ἔλεος,
ἐν ἡμέρᾳ φρικτῆς ἀποφάσεως.
Σκέπασον
ἀεί, τὴν Μάνδραν σου Ὅσιε ἀπὸ παντοίων κακῶν, καὶ καρδίας γλύκανον, τῶν ἀσκουμένων
ἐν ταύτῃ πάντοτε, Τριαδικαῖς ἐμφάσεσι, καὶ Μετεώρων Μονάς, κατευλόγει πατρικῶς Δομέτιε,
σὺν λοιποῖς θεοφόροις δομήτορσιν.
Θεοτοκίον
Ἄνοιξον
Ἁγνή, σεπταῖς μεσιτείαις σου, θύραν οὐράνιον, καὶ μετόχους ποίησον, τῆς
Βασιλείας Υἱοῦ σου ἅπαντας, τοὺς ἐπὶ σὲ ἐλπίζοντας, καὶ μεγαλύνοντας, τὴν
μεγίστην, δόξαν σου Πανάχραντε, καὶ τιμῶντας ὡς πάντων βασίλισσαν.
΄Ἐξαποστειλάριον ῏Ηχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τριάδος
λάτρης γέγονας, ἐν τῷ βίῳ σου πάτερ, ἀνατιθεὶς τὴν μάνδραν σου, ταύτῃ πανευγνωμόνως,
ἣ σήμερον ἑορτάζει, τὴν ὁσίαν σου μνήμην, καὶ ἐξαιτεῖται πάντοτε, τὴν θερμήν
σου πρεσβείαν, πρὸς τὸν Θεόν, πάνσοφε Δομέτιε, καὶ ἐλπίζει, τυχεῖν τῆς θείας
δόξης σου, ἧς τρυφᾶς αἰωνίως.
Θεοτοκίον,
ὅμοιον.
Χαῖρε
κατάρας λύτρωσις, τοῦ ᾿Αδὰμ Θεοτόκε, χαῖρε σεμνὴ μητρόθεε, χαῖρε ἔμψυχε βάτε,
χαῖρε λαμπὰς χαῖρε θρόνε, χαῖρε κλίμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε
κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ
τράπεζα, χαῖρε Εὔας ἡ λύσις.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Πανδομήτορα
Κύριον, ἀγαπήσας Δομέτιε, φθειρομένων ἔφυγες τὴν δυσγένειαν, καὶ νουνεχῶς ἀνελήλυθας,
εἰς λίθον μετέωρον, στήσας πόδας σῆς ψυχῆς, ἐπὶ Λίθον ἀκρόγωνον, καὶ ἀσάλευτον,
ὅθεν χάριν ἀπείληφας ὁσίων, καὶ διέλυσας φρονίμως, τοῦ πονηροῦ μηχανεύματα.
Τὴν
νηστείαν Δομέτιε, ὡς τρυφήν σου ἡγούμενος, καὶ τὴν ἀγρυπνίαν ἔργον ἰσόβιον, τὴν
ἀκτησίαν ὡς πλοῦτόν σου, εὐχὴν δὲ ἀήττητον, ὅπλον ἔχων κατ᾿ ἐχθρῶν, τὴν ψυχὴν
προητοίμασας, εἰς κατοίκησιν, τῆς Ἁγίας Τριάδος ᾟ σεμνεῖον, εὐκλεὲς ἀνεδομήσω, ὥσπερ
σῆς πέτρας διάδημα.
Πατρικῶς
ὑφηγούμενος, μαθηταῖς σου τὰ πρέποντα, τούτους ἐναπέδειξας πλήρεις Πνεύματος,
καὶ ζηλωτὰς τῆς θεώσεως, Δομέτιε ὅσιε, ὅθεν γέγονεν ἡ σή, κληρουχία ἐκμίμημα, ἄνω
Πόλεως, ἐν ᾗ τάγματα πέλουσιν Ἁγίων, τὴν Τριάδα ἀνυμνοῦντα, ἀδιαλείπτως καὶ ᾄδοντα.
Ἀπολαύων
ὡς δίκαιον, τῶν βραβείων φιλότεκνε, μνήσθητι σῶν τέκνων καὶ καθικέτευε, Τριαδικὴν
θεοπρέπειαν, διδόναι ἀμείωτον, τὴν ἀγάπην ταῖς ψυχαῖς, καὶ φυλάττεσθαι ἅπαντας,
ἐκ τοῦ κλύδωνος, πειρασμῶν ἀκλονήτους καὶ γενέσθαι, κληρονόμους Βασιλείας, ὡς σὺ
θεόφρον Δομέτιε.
Δόξα.
῏Ηχος πλ.δ΄.
Ὡς
τρίδομον βάσιν τῆς ἀσκητικῆς σου πολιτείας πάτερ Δομέτιε, τὴν τριάδα τῶν
θεολογικῶν ἀρετῶν θέμενος, εὗρες ἅπερ ἤλπισας, ἔτυχες ἃ ἐπίστευσας, καὶ
συνεκράθης τῇ ἣν ἠγάπησας Τριάδα. Ὅθεν ὡς φιλότεκνος ποιμενάρχης, τὴν σὴν τριαδοφρούρητον
παλαίστραν εὐλόγησον, καὶ τὴν τῶν Μετεώρων μοναχοτρόφον πολιτείαν, σὺν τοῖς
λοιποῖς Ὁσίοις εὐχόμενος ἀσινῆ διαφύλαξον· ἡμᾶς δὲ τοὺς τιμῶντάς σε ἀξίωσον, τῆς
ἐν Χριστῷ μετὰ σοῦ μακαρίας συστάσεως.
Καὶ
νῦν.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
μεγάλη
Μεγαλυνάριον
Χαίροις
ὦ Δομέτιε θαυμαστέ, Κτῖτορ καὶ προστάτα, τῆς Μονῆς σου τῆς ἱερᾶς, ἣν ἐν
Μετεώροις, ἀνέθου τῇ Τριάδι, καὶ πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν τέκνων σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου