ΔΕΚΕΜΒΡΙΟΣ ΙΓ΄
ΝΕΟΦΥΤΟΣ, ΙΓΝΑΤΙΟΣ, ΠΡΟΚΟΠΙΟΣ & ΝΕΙΛΟΣ
ΟΣΙΟΙ ΜΑΧΑΙΡΙΩΤΕΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἑκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν προσόμοια. ῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου
σε.
Χαίρει
ἡ Μονὴ τοῦ Μαχαιρᾶ, μνήμην ἐκτελοῦσα Κτιτόρων καὶ Δομητόρων αὑτῆς, οἵτινες ἐξέλαμψαν
δίκην φωστήρων λαμπρῶν, καὶ ἱδρῶσιν ἀσκήσεως, ποτίζουσι δένδρον, ὅπερ
κατεφύτευσαν εἰς δόξαν Νύμφης Ἁγνῆς· ὅθεν καὶ φωνὴν ἀφιεῖσα, εὐγνωμόνως κράζει πρεσβείας,
δέχου τῶν πατέρων μου Φιλάνθρωπε.
Ὄντως
ἐφυτεύθης ἐκ Θεοῦ, Μαχαιρᾶ ἐν ὄρει τρισμάκαρ, πάτερ Νεόφυτε, καὶ εἰς δένδρον ηὔξησας
θεοσκιόφυλλον, ὑφ᾿ ὃ τέκνα σου εὕρομεν, δροσίζουσαν χάριν, τὴν ἐκ Θεομήτορος, ἀναπηγάζουσαν,
ἣν μὴ δαλείπῃς πρεσβεύειν, ὑπὲρ τῆς Μονῆς σου καὶ ποίμνης, ὡς πατὴρ ἡμῶν
φιλοτεκνότατος.
Φλόγα
τῆς ἀσκήσεως Χριστοῦ, ἥτις σῇ ψυχῇ ἀμειώτως, ἐν βίῳ ηὔξανεν, ὅσιε Ἰγνάτιε, ὡς δῶρον
πάρεχε, ἀσκουμένοις ἐν Μάνδρᾳ σου, εὐχαῖς πρὸς Δεσπότην, καὶ λαμπάδας ἔνδειξον,
ἐκ θείου ἔρωτος, ὅπως ἀνυμνῶμεν τοὺς ἄθλους, καὶ τὴν καρτερίαν σου πάτερ, ἃ ὑπὲρ
Θεοῦ καλῶς ἐτέλεσας.
Νεῖλος
ἀνεφάνης πλημμυρῶν, οὐχὶ μόνον θείαν Μονήν σου, ἀλλὰ καὶ ἅπασαν, Κύπρου
μεγαλόνησον, ἧς περ πρωτόθρονος, ἐκ Θεοῦ ἀναδέδειξαι, διό σε αἰτοῦμεν, δὸς ἡμῖν
τοῖς τέκνοις σου, Ἐδὲμ τὴν οἴκησιν, ἵνα μετὰ σοῦ ἀνυμνῶμεν, τὸν γλυκὺν καὶ θεῖον
Δεσπότην, Μαχαιριωτίσσης τέκνον φίλτατον.
Δόξα. ῏Ηχος δ΄.
Τὴν ἀρνησίκοσμον
τοῦ Σωτῆρος ἐνωτισθέντες πρόσκλησιν, προθύμως τὸν σταυρὸν τῆς ἀσκήσεως ᾔρατε
Πατέρες ὁσιώτατοι, καὶ τῇ Μαχαιριωτίσσης ἑδρασθέντες μητρικῇ προστασίᾳ, ταύτην
τὴν Μονὴν ἐκ βάθρων ἀνεδείματε, ὡς στάδιον χριστοφιλοῦς θεώσεως, ἔνθα οἱ ὑμῶν ἀπόγονοι
παροικοῦντες, σήμερον καταγεραίρομεν ἀγλαοπρεπῶς, τὴν σεβάσμιον ὑμῶν πανήγυριν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη
Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκίρτα
πνευματικῶς, τοῦ Μαχαιρᾶ ἡ Μάνδρα, καὶ μνήμην σῶν Κτιτόρων, ἑόρταζε προθύμως, αὐτοὺς
ἐγκωμιάζουσα.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν
Κύριον...
Σκέπε
ἐξ οὐρανοῦ, Νεόφυτε φυτείαν, ἣν πόνοις ἰσοβίοις, ἐνταῦθα πρῶτος σπείρας, Δεποίνῃ
ἀφιέρωσας.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς
πόδας μου...
Σὺν
τῷ θεοφιλεῖ, ὁσίῳ Ἰγνατίῳ, Προκόπιε καὶ Νεῖλε, ὑπὲρ ἡμῶν τὼν τέκνων, Χριστὸν ἐκδυσωπήσατε.
Δόξα.
Καὶ νῦν.
Δέχου
σεπτὴ Τριάς, τῆς Μαχαιριωτίσσης, καὶ τῶν κλεινῶν κτιτόρων, δεήσεις καὶ αἰτήσεις,
ὑπὲρ τῆς ὧδε ποίμνης σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον, ῏Ηχος
γ΄. Θείας πίστεως.
Βάσις
ἄσειστος, Μαχαιρᾶ Μάνδρας, ἀνεδείχθητε, σεπτοὶ Πατέρες, καὶ ὁσίας βιοτῆς χριστοπίνακες,
θεῖε Νεόφυτε, τρισμάκαρ Ἰγνάτιε, γέρον Προκόπιε καὶ Νεῖλε πρωτόθρονε· χεῖρας ἄρατε,
Θεῷ σὺν τῇ Θεομήτορι, πρεσβεύοντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχ.
στ΄ καὶ ψάλλομεν προσόμοια. ῏Ηχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Τῶν
χριστοφόρων Πατέρων, ὁσιακὴν τετρακτύν, δομήτορας τῆς Μάνδρας, Μαχαιρᾶ
δεδειγμένους, τιμήσωμεν καὶ πόθῳ βίον αὐτῶν, μιμηθῶμεν τὸν ἔνθεον, ὅπως ὡς
γνήσια τέκνα πνευματικά, καὶ τῆς δόξης τούτων τύχωμεν.
Τὸν Ἰορδάνην
ἀφήσας, πάτερ Νεόφυτε, κατέλαβες τὸ ὄρος, Μαχαιρᾶ φιλοθέως, καὶ πήξας σὴν
καλύβην ἀσκητικῶς, ὡς στρουθὸς πεπολίτευσαι, τῇ Θεοτόκῳ τὴν μέριμναν ἐπαφείς,
μοναζόντων τῇ προστάτιδι.
Ὥς
περ τινὶ Ἐλισσαίῳ, ἐκληροδότησεν, τὴν χάριν σοι ὁ γέρων, ὦ Ἰγνάτιε θεῖε, ἣν ἔχων
θησαυρόν σου πολυτελῆ, Μάνδραν θείαν ἐδόμησας, τῆς Παναγίας Παρθένου ἐν Μαχαιρᾷ,
βασιλέως δόσει Οσιε.
Τῆς
καθ᾿ ἡμέραν φροντίζων, πάτερ Προκόπιε, ἀσκητικῆς πορείας, ἐν ἱδρῶσι καὶ πόνοις,
σὺν θείῳ Ἰγνατίῳ πάσῃ σπουδῇ, τῷ Χριστῷ εὐηρέστησας, τὴν δ᾿ οὐρανῶν βασιλείαν
καταλαβών, τῆς Μονῆς σου βάσις γέγονας.
Νεῖλε
ὡς Νεῖλος χριστόφρων, Θεοῦ τοῖς ρεύμασι, κατήρδευσας τὸ ὄρος, Μαχαιρᾶ κόποις
πλείστοις, ἐγείρας θείαν Μάνδραν, καὶ μοναστάς, ἐκπαιδεύσας πορεύεσθαι, ὑλαίοις
σώμασι βίον ἀγγελικόν, Κύπρου γέγονας πρωτόθρονος.
Ὦ
Θεοτόκε Παρθένε, Μαχαιριώτισσα, σὺν τοῖς ἡμῶν Πατράσι, καὶ δομήτορσι θείοις, ἱκέτευε
Υἱόν σου τὸν ἀγαθόν, ὅπως δῷ ἡμῖν ἄφεσιν, καὶ ἀξιώσῃ μερίδος τῶν ἐκλεκτῶν, τοὺς
μονάζοντας ἐν Μάνδρᾳ σου.
Δόξα. ῏Ηχος β΄.
Τὸ τῆς
ζωῆς ἐφήμερον καὶ διαῤῥέον, καλῶς εἰδότες Ὅσιοι, πρὸς θειοτέρας ζωῆς μετοχὴν ἐχωρήσατε,
τὸν τῆς ἀσκήσεως σταυρὸν ἀναλαβόντες· ὅθεν ἀλλοιωθέντες τὴν καλὴν ἐν Χριστῷ ἀλλοίωσιν,
τῇ προστασίᾳ τῆς Δεσποίνης Θεοτόκου, ὡς πόλιν ἐπ᾿ ὄρους κειμένην, τὴν εὐαγῆ
ταύτην Μάνδραν τοῦ Μαχαιρᾶ ἐδομήσατε. Διὸ καὶ ἡμεῖς οἱ κατὰ πνεῦμα γόνοι καὶ
διάδοχοι, ἐν ὕμνοις τιμῶντες τὴν ἱερὰν ὑμῶν μνήμην, δεόμεθα κληρονομῆσαι καὶ τὸ
ὄρος τὸ ἐπουράνιον, ἔνθα μοναὶ θεοέδραστοι, τῶν ἀγαπησάντων τὸν Κύριον.
Καὶ
νῦν. ῏Ηχος ὁ αὐτός. Προεόρτιον.
Ἰδοὺ
καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶνπ εὐτρεπίζου σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ
τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν.
Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας· ὅτι ἔρχεται Χριστός, ἵνα
σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ
δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς
ὀλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ
βασιλεύσει Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνησουσιν ἀλήθειαν·
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνης καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δε ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ῾Ηρπάγη μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος
ἀμαυροῖ τὰ καλὰ καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν ἐν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν
ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ
τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Τὴν
τετραήλιον τῶν Πατέρων ἡμῶν καὶ Δομητόρων χορείαν, τῆς εὐαγεστάτης Μονῆς τοῦ ὄρους
Μαχαιρᾶ, δεῦτε σήμερον τιμήσωμεν. Τὸν ἐκ τῆς ἐρήμου Ἰορδάνου μεταφυτεύσαντα ἐνταῦθα
τὴν ἀσκητικὴν βιοτὴν θεῖον Νεόφυτον, σὺν τῷ πιστῷ αὐτοῦ φοιτητῇ καὶ διαδόχῳ Ἰγνατίῳ,
ἅμα τῷ ὑποτακτικῷ Προκοπίῳ καὶ Νείλῳ τῷ χριστοψύχῳ καθηγουμένῳ καὶ Ταμασέων
φιλοθέῳ ποιμένι, κράζοντες πρὸς αὐτούς· ὦ θεοχάριστοι Ὅσιοι, σὺν τῇ Κυρίᾳ καὶ Δεσποίνῃ
Θεοτόκῳ, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύσατε.
῏Ηχος
β΄.
Ὡς
θεοφύτευτος κυπάρισσος ἐν τῷ αὐχμηρῷ ὄρει τοῦ Μαχαιρᾶ κατῴκησας θεοφόρε
Νεόφυτε, ὡς φωλεοὺς θεομούσων πετεινῶν τὰς ἀρετὰς ἐν σεαυτῷ τεχνουργήσας, διὸ
πάγκαλλος κῆπος ἐξ ἀνθέων τῆς διπλῆς ἀγάπης ἀνεδείχθης, τοὺς ἄχρι τέρματος αἰῶνος
σοὺς διαδόχους καὶ τέκνα τὴν μνήμην σου εὐφημοῦντας, καταμυρίζων πάτερ
φιλόστοργε.
῏Ηχος
γ΄.
Πῦρ
πυρὶ προσθεὶς τῇ ἀρκτικῇ σου ἀποταγῇ, φερώνυμε Ἰγνάτιε, ἀπέμαξας ὁλοτελῶς τοὺς
θεϊκοὺς χαρακτῆρας τοῦ κατὰ πνεῦμα πατρός σου· ὅθεν σὺν τῷ ὁμοψύχῳ καὶ νεάζοντι
γέροντι Προκοπίῳ, τὴν τραχυτάτην ἔρημον φιλοκαλήσαντες, τὰς βάσεις ἔθεσθε τῆς Ἱερᾶς
ἡμῶν Μονῆς, συνέριθον ἔχοντες ἐν πᾶσι, τὴν Ὑπεράμωμον Μαχαιριώτισσαν, μεθ᾿ ἧς τῷ
Δεσπότῃ ἀεὶ ἱκετεύσατε, καὶ ἡμᾶς ἀναδειχθῆναι μιμητὰς τοῦ θεαρέστου βίου ὑμῶν,
καὶ κληρονόμους γενέσθαι τῆς ἐπουρανίου βασιλείας Αὐτοῦ.
῏Ηχος δ΄.
Ναὸς
τοῦ θείου Πνεύματος γενόμενος θεοφιλέστατε Νεῖλε, ὑποτασσόμενος ἁπλῶς, τῷ κατὰ
πνεῦμα καθηγητῇ σου, ἐστοίβασας τῇ κεχαριτωμένῃ ψυχῇ σου δράγματα πόνων ἀσκητικῶν·
διὸ καὶ ἡ Ὑπέραγνος Δέσποινα εὐαρεστουμένη, καθηγεμόνα σε ἐξελέξατο τῆς ἱερᾶς Αὑτῆς
ποίμνης, ἔνθα διαπρέψας ἐν πᾶσι, πρωτόθρονος μετὰ ταῦτα ἐδείχθης τῆς ἱερᾶς
νήσου Κύπρου, ἡμῖν καταλιπὼν ὑπογραμμόν, πῶς δεῖ ἐν Κυρίῳ καθ᾿ ἡμέραν ὁσιακῶς
πολιτεύεσθαι ἱερώτατε.
Δόξα.
῏Ηχος πλ.α΄.
Τὴν
μάχαιραν τοῦ Πνεύματος περιζωσάμενοι Ὅσιοι Πατέρες, ἐν τῇ περιωνύμῳ ταύτῃ Μάνδρᾳ
τῆς Μαχαιριωτίσσης, τὸν ἀρχέκακον ἐχθρὸν θεοφιλῶς κατεσφάξατε, καὶ τοῖς ἀσκητικοῖς
ἱδρῶσιν καὶ κάμασιν ὑμῶν, ποτίσαντες τὰς ρίζας αὐτῆς, γεγόνατε ὡς λίθοι ἀκρογωνιαῖοι
ἡ ἀταλάντευτος βάσις. Διὸ Χριστῷ πρεσβεύσατε, ἕως συντελείας αἰώνων διαμεῖναι
ταύτην ἀσάλευτον, ὡς ἁγιότητος θείας ἐργαστήριον καὶ οἶκος χρισταρέστου ὁσιότητος.
Καὶ
νῦν. Προεόρτιον. ῏Ηχος ὁ αὐτός.
Δεῦτε
χριστοφόροι λαοί, κατίδωμεν θαῦμα πᾶσαν ἔννοιαν ἐκπλῆττον καὶ συνέχον, καὶ εὐσεβῶς
προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεὲμ ἐγκυμονοῦσα Κόρη παραγίνεται,
τοῦ γεννῆσαι τὸν Κύριον. Χοροὶ δὲ τῶν Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα
Ἰωσὴφ ὁ μνήστωρ· τί τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι,
ἡ ἀπειρόζυγος δάμαλις;
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Χαίροις
ὄρος μακάριον, Μαχαιρᾶ ὅτι γέγονας, Θεοτόκου τίμιον οἰκητήριον, ἐν ᾧ ὡς δένδρα
κατάκαρπα, τετρὰς κατεφύτευται, τῶν Πατέρων ὑπ᾿ Αὐτῆς, τῆς ἀσκήσεως πάγκαλλα,
κατορθώματα, ἐξενέγκασα τρέφοντα σὰ τέκνα, καὶ καρδίας μοναζόντων, ἕως αἰῶνος εὐφραίνοντα
.
Στίχ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ....
Τοῦ
Θεοῦ εὐδοκοῦντός σοι, καὶ Ἁγνῆς Θεομήτορος, ὦ τετρὰς Κτιτόρων Μονὴν ἠγείρατε, ἣν
ὡς λιμένα εὑρίσκοντες, οἱ βίον βουλόμενοι, ἡσυχίας ἐν Χριστῷ, μακαρίζομεν
σκάμματα καὶ παλαίσματα, δι᾿ ὧν τύπον ἡμῖν καταλιπόντες, πολιτείας μονοτρόπου,
εἰς οὐρανοὺς νῦν ἀγάλλεσθε.
Στίχ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Σὴν
φυτείαν Νεόφυτε, μὴ ἐλλίπῃς ἀπότιστον, ἀλλὰ ταῖς πρεσβείαις σου Ὁσιώτατε,
ταύτην ἀρδεύοις καὶ κάρπιμον, δεικνύοις ἀείποτε, καὶ κομῶσαν ἀρεταῖς, εἰς Θεοῦ
εὐαρέστησιν, συνευχέτας σοι, φοιτητῶν σου τριάδα πανοσίαν, ἔχων Κτῖτορ καὶ Δομῆτορ,
μεθ᾿ ὧν ἐνταῦθα συνήσκησας.
Δόξα.
῏Ηχος δ΄.
Τοῖς
ἀγαπῶσι τὸν Θεόν, πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὅθεν καὶ ἡ ἐξ Ἰορδάνου οἰκονομικὴ ἐκδίωξίς
σου, πάτερ ἡμῶν Νεόφυτε, ὑπόθεσις σωτηρίας γέγονε τῇ πληθύι τῶν ἐν τῇ εὐαγεῖ
ταύτῃ Μάνδρᾳ μοναστῶν, οἳ εὐγνωμόνως τὰ τροφεῖα ἀποδιδόντες, τὴν Παναγίαν
Θεοτόκον δοξάζομεν, καὶ μεσίτριαν πρὸς Χριστὸν προβαλλόμεθα, ὅπως χαρίσηται ἡμῖν
σωτηρίαν καὶ μέγα ἔλεος.
Καὶ
νῦν. Προεόρτιον. ῏Ηχος ὁ αὐτός.
Ἡσαΐα
χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, βάτον πυρὶ καίεσθαι καὶ
μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς θεότητος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ,
καὶ Μάγοι πορεύεσθε ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, Ὃν ἀστὴρ ἐμήνυσεν
ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον, ῏Ηχος
γ΄. Θείας πίστεως.
Βάσις
ἄσειστος, Μαχαιρᾶ Μάνδρας, ἀνεδείχθητε, σεπτοὶ Πατέρες, καὶ ὁσίας βιοτῆς
χριστοπίνακες, θεῖε Νεόφυτε, τρισμάκαρ Ἰγνάτιε, γέρον Προκόπιε καὶ Νεῖλε
πρωτόθρονε· χεῖρας ἄρατε, Θεῷ σὺν τῇ Θεομήτορι, πρεσβεύοντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου Σωτήρ.
Κτιτόρων
χρισταυγῶν, θείαν μνήμην τελοῦντες, τὸν βίον ἀκριβῶς, μιμησώμεθα τούτων, ἀγῶνας
καὶ παλαίσματα, τῆς ἀσκήσεως σκάμματα, ὅπως ὅμοιοι, τῇ πολιτείᾳ ὀφθῶμεν, καὶ γενώμεθα,
συγκληρονόμοι τοῦ πλούτου, ζωῆς τῆς ἀμείνονος.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, προεόρτιον.
Ὁ
κλίνας οὐρανούς, καὶ Παρθένῳ οἰκήσας, προέρχεται σαρκί, Βηθλεὲμ ἐν σπηλαίῳ,
τεχθῆναι καθὼς γέγραπται, ὁραθῆναί τε νήπιος, ὁ τὰ νήπια, ζωογονῶν ἐν τῇ μήτρᾳ,
τούτῳ χαίροντες, νῦν ὑπαντήσωμεν πάντες, καρδίας εὐθύτητι.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Τὴν
πανοπλίαν ἐνδυθέντες Πατέρες, κατὰ ἐχθροῦ γενναιοφρόνῳ καρδίᾳ, σφοδρῶς ἐπολεμήσατε
ἐν ὄρει Μαχαιρᾶ, τρόπαια ἐγείραντες, καὶ στεφάνους τῆς νίκης, ἐκ Χριστοῦ
λαβόμενοι, καὶ Ἁγνῆς Θεοτόκου, ὅθεν πρεσβεύσατε ὑπὲρ ἡμῶν, τῶν κατὰ πνεῦμα, υἱῶν
ὁσιώτατοι.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, προεόρτιον. Ταχὺ προκατάλαβε.
Παρθένοι
προεξάρξατε τῇ τῆς Παρθένου χαρᾷ, μητέρες αἰνέσατε τὴν προπομπὴν τῆς Μητρός,
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ὑμῖν καὶ Ποιμένες, ἔρχεται
γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, υἱὸν τὸν πρὸ αἰώνων Θεόν, σῴζοντα κόσμον
φθορᾶς.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον.
Πατρικαῖς
εὐλογίαις, σεπτοὶ Δομήτορες, Θεοτόκου σεμνεῖον ἀεὶ φυλάττετε, καὶ δωρήσασθε ἡμῖν,
χάριν ἀσκήσεως, ὅπως ἔκτυπα ὑμῶν, ἐποφθῶμεν καθαρά, καὶ τόπον τοῦτον τῷ βίῳ, μὴ
καταργήσωμεν ὅνπερ, ὑμεῖς Πατέρες καθηγιάσατε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, προεόρτιον.
Βηθλεὲμ
ἑτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος, ἰδοὺ γὰρ ἔρχεται
πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Χριστὸν ὃν
ἐν τῷ Σπηλαίῳ, γεννήσει καὶ μετὰ τόκον, ἀεὶ Παρθένος ὀφθήσεται.
Εἶτα
οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου...
Στίχ.
Τί ἀνταποδώσομεν τῷ Κυρίῳ....
Εὐαγγέλιον, ὁσιακόν. Βλ. εἰς τὸν ὄρθρον
τοῦ ἁγίου Σάββα.
Ὁ
Ν΄.
Δόξα. Ταῖς τῶν σῶν Ὁσίων.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Καὶ
τὸ ἰδιόμελον, ῏Ηχος πλ.β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Κληρονομίαν
γονικήν, καὶ στάδιον ἀσκήσεως, τοῦ Μαχαιρᾶ τὴν θείαν Μάνδραν, παρ᾿ ὑμῶν
λαβόντες , ὦ τρισμακάριστοι Κτίτορες, σήμερον ἐπιτελοῦμεν εὐλαβῶς τὰ σεπτὰ
μνημόσυνα τῆς τετραφώτου συνοδίας ὑμῶν, καὶ καθικετεύομεν υἱικῶς· σὺν τῇ Κυρίᾳ Μαχαιριωτίσσῃ,
ἀτρώτους ἡμᾶς φυλάξατε, καὶ καταξιώσατε μιμητὰς ὑμῶν καὶ συγκληρονόμους
γενέσθαι, τῆς βασιλείας τῶν οὐρανῶν, ὡς Πατέρες φιλόστοργοι.
Ὁ κανὼν τῶν ῾Οσίων, οὗ ἡ ἀκροστιχίς: Τετράδα ἱδρυτῶν Μαχαιρᾶ Μονῆς αἰνέσω.Ἀ(θανάσιος).
ᾨδὴ
α΄. ῏Ηχος α΄. Χριστὸς γεννᾶται.
Τετρὰς
Ὁσίων πανάριστε, Μονῆς τοῦ Μαχαιρᾶ θεῖοι κτίτορες, Νεόφυτε καὶ Ἰγνάτιε, ἅμα σὺν
Προκοπίῳ Νεῖλε κλεινέ, Θεοτόκου λάτραι, εὐχαρίστους νῦν ᾠδὰς ἐκ τέκνων δέξασθε.
Ἐρήμου
θρέμμα γενόμενος, τοῦ θείου Ἰορδάνου Νεόφυτε, Κυρίου ἀγνώστοις κρίμασι, ὧδε
κατεφυτεύθης καὶ ἱερᾶς, Θεοτόκου Μάνδρας, βάσις γέγονας στερρά, καὶ Κτίτωρ
πρώτιστος.
Τὸ ὄρος
τοῦτο τὸ ἄβατον, Δεσποίνης ἐναπέδειξας σκήνωμα, Νεόφυτε παμμακάριστε, ὅτε τὴν σὴν
καλύβην ὡς καλιάν, ἔπηξας στρουθίων, ἡσυχίαν ἐκζητῶν, Θεῷ συνάπτουσαν.
Θεοτοκίον
Ῥοὴν
φθορᾶς Κόρη ἔστησας, ἀφθόρως τὸν Θεὸν σωματώσασα,
τὸ γένος ἀνθρώπων σώσαντα, ὅθεν σε εὐγνωμόνως Χριστιανοί,
ὕμνοις εὐφημοῦμεν, εὐεργέτιδα ἡμῶν ἐπιγραφόμενοι.
ᾨδὴ
γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Ἀρνίον
καθάπερ, ποιμένι σεπτῷ, ἠκολούθησας Πάτερ Ἰγνάτιε, εἰς πάντα τοῦτον ἔχων σου,
παράδειγμα σαφές, ὅθεν ὡς ὁ Ἠλίας, Ἐλισαίῳ δεδώκει, τὴν χάριν ἀπείληφας, παρ᾿ αὐτοῦ
διπλῆν μακάριε.
Δυάδι
Κτιτόρων, καὶ σὺ γηραιέ, προσετέθης Προκόπιε ὅσιε, συγκάμνων κατὰ δύναμιν, εἰς
τὸ φιλοκαλεῖν, τῷ θείῳ Ἰγνατίῳ, καρδίᾳ νεαζούσῃ, διὸ νῦν σκηνώματα, κατοικεῖς τὰ
ἐπουράνια.
Ἀπαύστῳ
μὲν πόθῳ, ναρκούσῃ χειρί, ἐπεχείρησας πάτερ Ἰγνάτιε, ἐγεῖραι Θεομήτορι σεμνεῖον
εὐπρεπές, ὅθεν πρὸς βασιλέα, ἀπελθὼν δόσιν εὗρες, δι᾿ ἧς καὶ ἐπέτυχες, τοῦ
σκοποῦ σου ὁσιώτατε.
Θεοτοκίον
Ἰάτρευσας
Μῆτερ, παθῶν χαλεπῶν, τῶν ἀνθρώπων τὸ γένος τὸ δύστηνον, τεκοῦσα τὸν Δεσπότην
σου καὶ πάντων Ἰατρόν, χάριν δὲ ἐπαφεῖσα, Ἐκκλησίᾳ ἀφθόνως, θερμὴν δέξαι
Δέσποινα, τὴν ἐφύμνιον ἀντίδοσιν.
Κάθισμα.
῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα
Χριστοῦ ποθήσαντες, Πατέρες Ὅσιοι, σταυρὸν ἐπάραντες, τοῦ Μαχαιρᾶ ὄρος τραχύ,
Παράδεισον ἐδείξατε, ἔνθα Θεομήτορος, τὴν Μονὴν ἀνεγείραντες, πλήθη διασώζετε,
μοναστῶν ὡς φιλότεκνοι, ταῖς θείαις καὶ σεπταῖς ἱκεσίας, πρὸς τὸν Δεσπότην παμμακάριστοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, προέορτιον, ὅμοιον.
Χαρᾶς
ἐμπλήσθητε, πάντα τὰ πέρατα, ἡ Θεοτόκος γάρ, τεκεῖν ἐπείγεται, τὸν Βασιλέα τοῦ
παντός, ὤ θαύματος ἀνεκφράστου ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ ἄσαρκος,
σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα, ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ
κτίσις, ἡμέραν προέορτιον.
ᾨδὴ
δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης.
Δύναμιν
λαβὼν παρὰ Χριστοῦ, Νεόφυτε πανέρημον, τοῦ Ἰορδάνου κατῴκησας πρότερον, ἐν ᾗ ὁ
θεῖος Πρόδρομος ὡς ἄγγελος βιούς, ἔφη Μετανοεῖτε, καὶ ἐβάπτιζε πλήθη, βουλήσει
Δεσποίνης Θεομήτορος, εἰς ὄρος εὐθὺς τοῦ Μαχαιρᾶ, τὴν καλύβην σου συνέπηξας.
Ῥήμασιν
ἑπόμενος Χριστοῦ, Ἰγνάτιε κατέλιπες, τὴν κοσμικὴν γοργῶς διαβίωσιν, καὶ ἔδραμες
ὡς ἔλαφος πρὸς ἄσκησιν σκληράν, ἔνθα καὶ ὑπετάγης, σῷ πατρὶ μετὰ πόθου,
γενόμενος τούτου ἀφομοίωμα, ἐν πᾶσι μακάριε καλόν, καὶ διάδοχος τῆς χάριτος.
Ὕλην
τὴν χωρίζουσαν Θεοῦ, Προκόπιε ἀπέῤῥιψας, καὶ γηραλέῳ ἐν σώματι, προσῆλθες εἰς τὸ
στάδιον ἐργάτης ζηλωτής, ὥρας τῆς ἑνδεκάτης, καὶ συνήργησας πλεῖστα,
σπουδάζοντι οἶκον Θεομήτορι, ἐν ὄρει τραχεῖ τοῦ Μαχαιρᾶ, οἰκοδομῆσαι τῷ σῷ
Γέροντι.
Θεοτοκίον
Τρέμω
δειλιῶν τὴν φοβεράν, ἡμέραν τῆς ἐτάσεως, ὦ Παναγία μου Δέσποινα, καὶ φρίττω τὴν
ἀπόφασιν, δικαίου Δικαστοῦ, ὅθεν παρακαλῶ σε, καθικέτευε τοῦτον, ἐλέει με κρῖναι
τὸν ταλαίπωρον, καὶ μὴ ἀκριβείᾳ Ἀγαθή, ὅτι ἀπόλωλα ὁ δείλαιος.
ᾨδὴ
ε΄. Θεὸς ὢν εἰρήνης.
Ὡς κλῆμα
θεόθεν, ἐν ὄρει τουτί, ἐφυτεύθης Νεόφυτε ὅσιε, καὶ γέγονας καλλίκαρπος, πατὴρ
καὶ ἀσκητής, ὅθεν ὑπὸ τὴν σκέπην, τῆς σῆς Μονῆς παμμάκαρ, σωτηρίαν εὕραντο, τῶν
μοναζόντων πλήθη ἄπειρα.
Ναὸς
χριστοφόρος, ἐδείχθης σοφέ, καθαρότητι πάτερ Ἰγνάτιε, ἣν τίκτουσιν οἱ ἔμπονοι,
σκυλμοὶ τῶν ἀσκητῶν, ὅθεν τῇ Θεοτόκῳ, ὡς ἁγνὸς ἠγαπήθης, ᾟ Μονὴν ἀνέθηκας, σὺν
Προκοπίῳ τῷ γέροντι.
Μεγίσταις
φροντίσι, ὦ Νεῖλε σοφέ, διηκόνησας Μάνδραν τὴν πάντιμον, καὶ ταύτην σὺ ἀνέδειξας
σεμνεῖον εὐαγές, τύπους τε καὶ κανόνας, συνταξάμενος θείους, δι᾿ ὧν πορευόμεθα,
πρὸς τὸν Σωτῆρα ἀσφαλέστερον.
Θεοτοκίον
Ἀγάλλεται
πᾶσα, ψυχὴ μοναστῶν, τὴν μορφήν σου Παρθένε θεώμενος, ὑπάρχεις γὰρ τὸ πρότυπον ἁγνείας
ἀκραιφνοῦς, ἣν τοῖς ἀσπαζομένοις, τὴν σεπτήν σου εἰκόνα, δῴης ὡς ἀντίδωρον, Μαχαιριώτισσα
Πανύμνητε.
ᾨδὴ
στ΄. Σπλάγχνων Ἰωνᾶν.
Χάριν
δαψιλῆ, προχέοις τοῖς τέκνοις σου, ὡς ἔχων πολλήν, Πάτερ Νεόφυτε, καὶ εὐπάρεδρον,
παρρησίαν ἐκ κόπων ἀσκήσεως, στηρίζων καθ᾿ ἑκάστην διαβήματα, ὥστε εὐσταλῶς
πορεύεσθαι, καὶ δοξάζειν Χριστὸν τὸν καλέσαντα.
Ἄλλης
βιοτῆς, Ἰγνάτιε ὅσιε, ὁ δρόμος ὁ σός, καὶ τὰ ἀθλήματα, μόνον ἔχοντος, ὀφθαλμοὺς
πρὸς Ἁγνὴν Θεομήτορα, Ἧς πάγκαλλον σεμνεῖον ᾠκοδόμησας, ἅμα Προκοπίῳ γέροντι,
Μαχαιρᾶ ἐν τῷ ὄρει πανάριστε.
Ἴθυνον
ἡμῶν, τὰς τρίβους μακάριε, ὡς θέλει Χριστός, ὁ παγγλυκύτατος, Νεῖλε ὅσιε, καὶ οἷς
γέγραφας τύποις ἐνθέοις σου, στηρίζων ἐπευχόμενος τὰ τέκνα σου, ἅπερ τὴν ἁγίαν
μνήμην σου, ἑορτάζομεν σήμερον χαίροντα.
Θεοτοκίον
Ῥῦσαι
πειρασμῶν, τὴν ποίμνην σου Δέσποινα, Παρθένε Ἁγνὴ Μαχαιριώτισσα, καὶ τὴν σκέπην
σου, ὑπεράνω Μονῆς καθυφάπλωσον, βροχὴν τὴν οὐρανόβλυτον ἐκχέουσα, πᾶσιν ἀσκουμένοις
Ἄχραντε, καὶ πιστῶς προσκυνοῦσιν εἰκόνα σου.
Κοντάκιον. ῏Ηχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοὺς
σεπτοὺς Δομήτορας, καὶ Θεοτόκου τοὺς λάτρας, Μαχαιρᾶ τοὺς Κτίτορας, ἀνευφημήσωμεν
ὕμνοις· Οὗτοι γάρ, πολλοῖς ἱδρῶσιν ἀναλωθέντες, ἤγειραν, τὴν εὐαγῆ ταύτην
Μάνδραν, καὶ λαβόντες θεῖον στέφος, ἀκαταπαύστως, Χριστὸν ἱκετεύουσι.
Ὁ Οἶκος
Τοῦ
Χριστοῦ ἀσκητὰς ἑορτάζοντες, εὐφημήσωμεν· τῆς Δεσποίνης ἡμῶν λατρευτάς, ἐν ᾠδαῖς
σήμερον μακαρίσωμεν, ὅτι ὄρος τοῦτο τὸ πρὶν ἀοίκητον καὶ τραχὺ ὡς παράδεισον ἔδειξαν.
Ἐνταῦθα γὰρ τὸν ἀσκητικὸν δίαυλον ἀνύσαντες κόποις πολλοῖς τῇ Μαχαιριωτίσσῃ
Κυρίᾳ Μονὴν πάντερπνον ἤγειραν, καὶ ὑπογραμμὸς γενόμενοι τοῖς μετ᾿ αὐτοὺς
μονασταῖς ἐν δόξῃ νῦν εὐφραίνονται σὺν τοῖς ἀρχαίοις πατράσιν. Ὅθεν χαίροντες ἀναβαίνωμεν,
ἀδελφοί, τὴν πρὸς Θεὸν Κλίμακα, ὅτι οὗτοι ὡς φιλότεκνοι ὑπὲρ ἡμῶν τῇ συνειδήσει
ἀθλούντων ἀεὶ Χριστὸν ἱκετεύουσι.
Συναξάριον
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ὁσίων· Νεοφύτου, Ἰγνατίου,
Προκοπίου καὶ Νείλου, κτητόρων τῆς Μονῆς Μαχαιρὰ Κύπρου.
Δέχου υἱικὰ ψελλίσματα πρεπόντως
Μονῆς Μαχαιρᾶ ἡ τετράριθμος βάσις.
Τρίτῃ
τε δεκάτῃ Πατέρας αἰνετέον τέτταρας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐγενίου, Εὐστρατίου, Αὐξεντίου,
Μαρδαρίου καὶ Ὀρέστου.
Τὸν
Εὐστράτιον καὶ συνάθλους δὶς δύω,
Ἅπαξ
δύω κτείνουσι πῦρ τε καὶ ξίφος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
Ὡς
Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.
Ὡς
δ’ ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.
Τὸν Ἀρσένιον ἐκμιμούμενος Πάτερ,
καὶ Ἀρσενίῳ συγχορεύεις ἐν Πόλῳ.
καὶ Ἀρσενίῳ συγχορεύεις ἐν Πόλῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἄρη, τοῦ ἐν τῷ Γεροντικῷ.
Ἄρης
ὁ θεῖος οὐκ Ἄρης ἧν ὀργίλος,
Πρᾷος
δὲ μᾶλλον, καὶ πατεῖ γῆν πραέων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Γαβριήλ, Ἀρχιεπισκόπου Σερβίας,
τοῦ ἐν Προύσσῃ μαρτυρήσαντος, ἐν ἔτοει 1659ῳ.
Ὑψοῦ
κρεμασθεὶς τὸν κρεμασθέντα ξύλῳ,
Μιμῇ
Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίων· Νεομάρτυρος Πέτρου τοῦ ἐν Ἀλάσκᾳ, Ἰουβεναλίου Ἀλάσκας
καὶ πάντων τῶν Ἁγίων τῆς Ἀλάσκας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρδαρίου τοῦ ἐγκλείστου ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων
τοῦ Κιέβου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀδιλίας τῆς ἐν Ἀλσατίᾳ, τῆς ἡγουμένης τῆς
Χοχενβούργης, τῆς θαυματουργοῦ.
Ἡ
πρώην τυφλὴ ὀμμάτων τὰς ὀδύνας,
Τῇ
θείᾳ ῥοπῇ ἰᾶται Ὀδιλία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἐπανόδου τῶν ἁγίων λειψάνων τοῦ Ὁσίου Λουκᾶ τοῦ ἐν τῷ
Στειρίῳ, ἐν ἔτει 1986ῳ.
Χαρᾶς
πολλῆς ἔμπλησας ἡμᾶς ὦ Πάτερ,
Τῇ
τῶν σεπτῶν σου λειψάνων ἐπανόδῳ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ παῖδες εὐσεβείᾳ.
Ἀγγέλων
πολιτείαν ἐμιμήσω, τῷ σταυρῷ, τοῦ σοῦ Δεσπότου καθηλούμενος, ἀγῶνας τοὺς πρὶν μὴ
ἐνθυμούμενος, ἀλλὰ νέους προστιθείς, σεπτὲ Νεόφυτε, Θεὸν δοξάσας, ᾯ πρέπει πᾶσα
δόξα.
Μεγάλως
ἠγωνίσω θεῖε Πάτερ, μιμηθείς, τὸν σὲ Χριστῷ σοφῶς συνάψαντα, καὶ τούτῳ ἁπλῶς, ἠκολούθησας
ὡς πρόβατον, Μονῆς Μαχαιρᾶ, δειχθεὶς Ἰγνάτιε, βάσις ἁγία, καὶ λάτρης Θεοτόκου.
Οὐχ ὕπνον
τοῖς βλεφάροις δέδωκάς σου, ἕως οὗ, Παρθένῳ ᾠκοδόμησας, Μονὴν Μαχαιρᾶ, ὡς
παλάτιον ὑπέρτιμον, ἣν ἐθρίγκωσας σοφοῖς, κανόσιν Ὅσιε, διὸ τιμῶμεν, σὲ Νεῖλε εὐγνωμόνως.
Θεοτοκίον
Νικῶμαι
τῇ ἀθλίᾳ συνηθείᾳ, καὶ Χριστὸν λυπῶ ταῖς ἁμαρτίαις μου, πυρὸς ἀπειλὴν μὴ ἐνθυμούμενος,
διὸ πίπτων σου ποσί, καὶ κράζω σῶσόν με, σαῖς ἱκεσίαις, πρὸς τὸν Δεσπότην Μῆτερ.
ᾨδὴ
η΄. Θαύματος ὑπερφυοῦς.
Ἤδη ὦ
Νεόφυτε σὸς κλῆρος, σταφυλὴ ὥσπερ περκάζουσα ὤφθη, χαῖρε ἐπὶ τέκνοις ἀσκουμένοις,
μιμουμένοις πολιτείαν σου, καὶ χεῖρας τῷ Δεσπότῃ ὑψοῦ· δεόμενος ὅπως
πορευσώμεθα, τὴν ὁδὸν ἣν ἐγκόπως ἐβάδισας, καὶ συγκληρονόμοι, φανῶμεν
Βασιλείας.
Σύναψον
ψυχῶν ἡμῶν δυνάμεις, ὦ Ἰγνάτιε Χριστῷ ἡνωμένε, πάσας τὰς μερίμνας διαλύων, ἐνθυμήσει
τοῦ θείου Ὀνόματος, ᾧ φλέγεται δαιμόνων πληθύς· καὶ χάριν παράσχου τοῖς
τεκνίοις σου, παρρησίᾳ ᾗ ἔχεις πρὸς Κύριον, χρώμενος θεόφρον, εἰς πάντας τοὺς αἰῶνας.
Ἄνοιξον
ἡμῖν τὰς θείας πύλας, Παραδείσου ὦ πρωτόθρονε Νεῖλε, εὔθυνον πορείας πρὸς
Δεσπότην, πατρικαῖς ἱκεσίαις δεόμενος, ὑπὲρ σῆς κληρουχίας Αὐτοῦ· καὶ πάντας
συνάγαγε ὡς στάχυας, καρποφόρους
δεικνύων θεσπέσιε, ἀρεταῖς παντοίαις, εἰς δόξαν τοῦ Κυρίου.
Θεοτοκίον
Ἴδε τὰ
παλαίσματα Παρθένε, τῶν ποθούντων σὸν Υἱὸν ἠγαπημένον, δέξαι ὡς θυμίαμα τέκνων
ταῦτα, καὶ εὐγνώμονα ἔκφρασιν Ἄχραντε, ὑπὲρ τῶν σῶν χαρίτων Σεμνή· μὴ παύουσα δοῦναι
προστασίαν σου, δι᾿ ἧς ζῶμεν καὶ μόνον Πανύμνητε, ὅπως προσκυνῶμεν, σὴν
πάνσεπτον εἰκόνα.
ᾨδὴ
θ΄. Μυστήριον ξένον.
Νεόφυτε
Πάτερ, Κτιτόρων ὁ πρώταρχος, ἀσκητὰ τρισόλβιε, πάντων, τῶν κατὰ πνεῦμά σου
τέκνων, ἀεὶ μνημονεύων, μὴ παύσῃ δεόμεθα φιλόστοργε, Μονῆς Μαχαιρᾶ, θεία βάσις
καὶ θεμέλιε.
Εὐφραίνου
Δομῆτορ, Ἰγνάτιε ὅσιε, καὶ τὸ πῦρ δυνάμωσον, τέκνων, τῆς φιλοχρίστου ἀγάπης, ὡς
ἔλαιον χέων, εὐχὴν τὴν ἀέναον μακάριε, δι᾿ ἧς ὀπτικόν, τῆς ψυχῆς παθῶν
καθαίρεται.
Σιὼν
νῦν πολίτης, τῆς ἄνω Προκόπιε, καὶ φωτὶ λαμπόμενος, ᾧπερ, τῆς βασιλείας τρυφᾷ
τις, φρικτῶν μυστηρίων, συνέργησον Πάτερ κληρονόμοις σου, παρέχων ἡμῖν, τὰς πρὸς
Κύριον ἐντεύξεις σου.
Ὦ Νεῖλε
θεόφρον, σεπτὲ καθηγούμενε, καὶ Ταμάσου πρόεδρε, ὥσπερ, ἐπὶ τῆς γῆς ἐμερίμνας, ὑπὲρ
τῆς Μονῆς σου, καὶ νῦν παρεδρεύων τῷ Δεσπότῃ σου, μερίμνα ἀεί, ὑπὲρ ποίμνης Θεομήτορος.
Θεοτοκίον
Ἁγνὴ
Θεοτόκε, Μονήν σου περίσκεπε, ἣν τετρὰς ἀνήγειρε, θείων, καὶ ἱερῶν Δομητόρων, ὡς
οἶκον εἰκόνος, σεπτῆς σου μορφῆς Μαχαιριώτισσα, Χριστὸν τὸν Φιλάνθρωπον Θεόν, ὑπὲρ
ἡμῶν θερμῶς ἱκέτευε.
Ἐξαποστειλάρια.
῏Ηχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τῆς
Παναχράντου Ὅσιοι, ἀνεγείραντες οἶκον, ἐν ᾧ ἐθησαυρίσατε τὴν ἁγίαν εἰκόνα, Μορφῆς
Αὐτῆς τῆς πανάγνου, καὶ συστήσαντες Μάνδραν, τοῦ Μαχαιρᾶ ἐδέξασθε, ἐκ Χριστοῦ
τοὺς στεφάνους, ὡς λατρευταί, τῆς Μητρὸς Αὐτοῦ ᾟ παρέχει, τῶν αἰτημάτων
πλήρωσιν, ὡς Υἰὸς φιλομήτωρ.
Προεόρτιον,
ὅμοιον.
Ὕμνον
πιστοὶ προσάξωμεν, τῇ Παρθένῳ Μαρίᾳ· ἰδοὺ γὰρ νῦν προέρχεται, Βηθλεὲμ ἐν τῇ
πόλει, τεκεῖν Χριστὸν τὸν Σωτῆρα, ὅθεν Μάγοι σὺν δώροις, μετὰ ἀστέρος δράμετε,
σὺν ἡμῖν προσκυνῆσαι, Ποιμένες δέ, ἐκβοῆσαι σπεύσατε σὺν Ἀγγέλοις, τῷ τικτομένῳ·
Δόξα σοι, ἐν σπηλαίῳ καὶ φάτνῃ.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις
Παρθένε Θεόνυμφε, τῶν μοναστῶν ἡ χαρά, ἡ Πατέρας καλέσασα, εἰς τὸ πρῴην ἄγονον,
καὶ τραχὺ ὄρος Δέσποινα, οὓς ἐξελέξω γενέσθαι κτίτορας, Μονῆς σου ταύτης,
Μαχαιριώτισσα· ὅθεν δεόμεθα, σὺν αὐτοῖς ἱκέτευε τὸν Ἀγαθόν, ὑπὲρ τῶν τιμώντων σου,
μορφὴν τὴν πάντιμον.
Χαίροις
τετρὰς χριστοπύρσευτε, τῶν Δομητόρων Μονῆς, φιλοθέου ἀσκήσεως, πρότυπα
γενόμενοι, τοῖς ὑμῶν τέκνοις Ὅσιοι, τῇ γὰρ ἀγάπῃ Κυρίου φλεγόμενοι, κόπους
ποικίλους, καθυπεμείνατε, καὶ ἐκκαθάρθητε, ἔσοπτρα δεικνύμενοι θεολαμπῆ, ἐν οἷς
ὀπτανόμεθα, Χριστὸν μακάριοι.
Χαίροις
Νεόφυτε ὅσιε, ἡ πατρικὴ ἀπαρχή, καὶ Ἰγνάτιε σύμψυχε, πάντιμε Προκόπιε, Νεῖλε πρᾶγμα
καὶ ὄνομα· ὑμεῖς Πατέρες κατελιπάνατε, ἱδρῶσι θείοις, ὄρος τὸ ἄκαρπον, καὶ ἀνεδείξατε,
τοῦτο ὡς παράδεισον Μητρὸς Ἁγνῆς, μεθ᾿ ἧς ἱκετεύετε, Χριστὸν τὸν Κύριον.
Χαίροις
τετρὰς ἡ ἰσάριθμος, Εὐαγγελίοις Χριστοῦ, οἱ τὰ θεῖα ἐντάλματα, πρακτικῶς
βιώσαντες, καὶ Θεὸν μεγαλύναντες· ὅθεν Πατέρες ἡμῖν δωρήσασθε, εὐχὰς ἁγίας, ὅπως
ἀντάξια, τέκνα γενώμεθα, καὶ Θεοῦ τὸ Ὄνομα, τὸ ἱερόν, καὶ Παρθένου ἅπαντες, βίῳ
τιμήσωμεν.
Δόξα.
῏Ηχος ὁ αὐτός.
ὡς
ζωηφόρον Παράδεισον, τὸ ὄρος τοῦτο τὸ τραχὺ τοῦ Μαχαιρᾶ, Πατέρες ἀνεδείξατε, ὅπερ
ὡς οἱ ἐδεμικοὶ τετράριθμοι ποταμοί, τὸ πρόσωπον αὐτοῦ διηνεκῶς, ταῖς ἀκαμάτοις
πρεσβείαις καταποτίζετε, καὶ ὡς κατάκομα ξύλα τῷ Θεῷ ἀναφέρετε, τὰς ψυχὰς τῶν ἀσκουμένων
ἐν τῇ ἱερᾷ ὑμῶν Μάνδρᾳ. Πρεσβεύσατε ἐκτενῶς τῷ Δεσπότῃ, Ὁσιώτατοι Κτίτορες, σὺν
τῇ Κυρία Θεοτόκῳ, ὑπὲρ ἡμῶν δεόμεθα.
Καὶ
νῦν. Προεόρτιον, ὁμόηχον.
Βηθλεὲμ
ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη· τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ
παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ᾿ ἡμᾶς,
καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ κράζοντες· ἐπὶ γῆς εὐδοκία
ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Δοξολογία
μεγάλη καὶ τὰ λοιπά, ὡς σύνηθες.
Μεγαλυνάριον
Χαίροις
τῶν Ὁσίων σεπτὴ τετράς, Μαχαιριωτίσσης, Μάνδρας θείας οἱ ἱδρυταί, σὺν τῷ Νεοφύτῳ
Ἰγνάτιε καὶ Νεῖλε, Προκόπιέ τε μάκαρ, ἡμῶν οἱ ἔφοροι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου