Κυριακή 5 Απριλίου 2020

ΦΕΒΡΟΥΑΡΙΟΣ 17. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΓΑΘΑΓΓΕΛΟΣ ΦΛΩΡΙΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ΄!!
ΑΓΑΘΑΓΓΕΛΟΣ ΦΛΩΡΙΝΗΣ ΝΕΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, στῶμεν στίχους στ΄καὶ ψάλλομεν τὰ ἀκόλουθα προσόμοια .χος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαίρει ἡ πόλις Φλωρίνης, ἡ ἐξανθήσασα, σὲ ὡς εὐῶδες ἄνθος, ἐν χειμῶνι δουλείας, μεγάλως κατευφράναντα τοὺς πιστούς, μαρτυρίῳ τῷ θείῳ σου, καὶ νῦν πλουτοῦσά σε πρέσβυν πρὸς τὸν Θεόν, Ἀγαθάγγελε μακάριε.

Τὴν σκοτεινόμορφον πλάνην, ἀγαρηνῶν, ἀθλητά, καιρίως ἀπελέγξας, καὶ τὴν τούτων μανίαν, μὴ φέρων ἀνηνέχθης πάσῃ χαρᾶ, τῷ Χριστῷ θεῖον σφάγιον, καὶ Ἐκκλησίας τὸ κλῆμα αἵματι σῷ, Ἀγαθάγγελε, ἐπότισας.

Φιλαδελφίαν γνησίαν, ἐπιδεικνὺς ἐν Χριστῷ, οὐκ ἔφερες τοῦ βλέπειν, χριστωνύμους ἐν βίᾳ, ἀσπάσασθαι θρησκείαν Ἄγαρ γραός, Ἀγαθάγγελε ἔνδοξε, ἐνδίκως πᾶσαν ἐκίνησας μηχανήν, ἀσεβῶν λύσας κακόνοιαν.

Ἐν οὐδενὶ ἄλλῳ ἔστιν, ἢ ἐν Χριστῷ Ἰησοῦ, ἡ σωτηρία, ἔφης Ἀγαθάγγελε μάκαρ, πιστοῖς Μωάμεθ πλάνου, οἳ ἐν ὀργῇ, σὲ σφαγῇ καθυπέβαλον, δι᾿ ἧς ἀνῆλθες εἰς πλάτη τοῦ οὐρανοῦ, πρὸς Χριστὸν Ὃν κατηγάπησας.

Δυναμωθεὶς τοῦ Κυρίου, τοῖς θείοις ῥήμασι, οὐδόλως ἐφοβήθης, ἀποκτείνοντας σῶμα, καὶ Πνεύματος Ἁγίου τῷ φωτισμῷ, πλάνης σύστημα ἔῤῥηξας, ὥσπερ ἱστὸν τῆς ἀράχνης, λόγοις σοφοῖς, Ἀγαθάγγελε χριστόψυχε.

Τὴν ἱεράν σου εἰκόνα, κατασπαζόμενοι, ἐν πάσῃ εὐλαβείᾳ, Ἀγαθάγγελε μάρτυς, ἀντλοῦμεν πάντες χάριν τὴν ἐκ Θεοῦ, καὶ ἀφώνως ἀκούομεν· ἀντιδοξάζει ὁ Κύριος θαυμαστῶς, τοὺς Αὐτὸν καλῶς δοξάζοντας.





Δόξα. ῏Ηχος πλ.δ΄.
Τῇ τοῦ Ἁγίου Πνεύματος δυνάμει, ὡς σίδηρος ἐκπυρωθείς, καὶ ζήλου θείου ἐμπλησθείς, τῆς Ἄγαρ τὴν πλάνην κατεμυκτήρισας· ὅθεν καὶ ξιφοτμήσεως βαστάσας τὸν σταυρόν, νῦν εὐφραίνῃ ἐν Χριστῷ, τῷ ποθητῷ σοι Νυμφίῳ. Αὐτὸν ἱκέτευε, Ἀγαθάγγελε νεομάρτυς ἔνδοξε, ὑπὲρ τῆς ἐνεγκαμένης σε πόλεως Φλωρίνης καὶ τῶν ἁπανταχοῦ πιστῶς τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. Ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
γγελικὴν ἐπωνυμίαν κληρωσάμενος, ἰσάγγελον τὴν πολιτείαν σου ἔδειξας, νεομάρτυς Ἀγαθάγγελε· πλάνην γὰρ τῆς Ἄγαρ ὀργῶσαν βλέπων, ταύτης μηχανήμασι σοφοῖς ἀπήλλαξας, τοὺς ἀδελφούς σου ἐν Χριστῷ.θεν εἴληφας τὸ στέφος τῶν Μαρτύρων, τῆς ἀφθάρτου ζωῆς μέτοχος γενόμενος.

῏Ηχος β΄.
Ἀγαθή σου ἡ κλῆσις, ἀλλὰ καὶ ἡ πρᾶξίς σου ὑπεράγαθος, νεομάρτυς Ἀγαθάγγελε. Τὰ γὰρ ἡδέα τοῦ κόσμου ἀρνησάμενος, καὶ ἀπελέγξας τοῦ Μωάμεθ τὴν ψυχρολογίαν, τῶν ἀγαθῶν τοῦ Παραδείσου μετέσχηκας, ὑπὲρ Χριστοῦ ἀθλήσας προθυμότατα.

῏Ηχος γ΄.
Τὸ δεινὸν τῆς δουλείας ἐπιτείνουσα ἡ βία, ζυγὸς ἐπαχθέστατος τοῖς χριστωνύμοις ἐδείκνυτο· τὸ γὰρ μέγιστον, τὴν πίστιν, κινδυνεύοντες, ἄγγελον ἐξ οὐρανοῦ, σὲ ἐφεῦρον, Ἀγαθάγγελε. Τῇ σοφία γὰρ τοῦ Πνεύματος ἀνελὼν τὰς ἐχθροῦ μηχανάς, ἀντείληφας τοῦ μίσους αὐτοῦ μισθόν, τὸ ὑπὲρ Χριστοῦ τερπνὸν μαρτύριον, καὶ χορεύεις γηθόμενος, σὺν Ἀσωμάτοις ἀείποτε.
῏Ηχος δ΄.
Στερέμνιον τεῖχος καὶ βράχον ἀσάλευτον, τὰ ἐπαφρίζοντα κύματα τῆς ἀγαρηνῶν δυσσεβείας, εὗρόν σε, γενναῖε Ἀγαθάγγελε. Οὕτω γὰρ ὁ πήλινος ἄνθρωπος δείκνυται, πυρούμενος τῷ θείῳ ἔρωτι τοῦ Κυρίου, ὑπὲρ Οὗ καὶ σὺ ἀθλήσας, καὶ ὁμολογήσας Αὐτοῦ τὴν θεότητα, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῆς πόλεως Φλωρίνης καὶ τῶν πιστῶς ἀεὶ τιμώντων σε, δεόμεθα.

Δόξα. ῏Ηχος πλ.α΄.
Τῆς διπλοειδοῦς ἀγάπης πληρωτὴς γενόμενος, τῆς πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, νεομάρτυς Ἀγαθάγγελε, τὸν μὲν Κύριον Θεὸν ὡμολόγησας, τοὺς δὲ ἀδελφούς σου τῆς ἀρνήσεως ἀπέτρεψας, εἰληφὼς γενναιοφρόνως, τῆς διὰ Χριστὸν σφαγῆς τὸν στέφανον· ὅθεν τοὺς τιμῶντάς σε διαφύλαττε τῆς πλάνης, καὶ Παραδείσου πολίτας γενέσθαι καταξίωσον.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὅτε ἀσεβείας ἡ ἀχλύς, ὥσπερ δυσδιάλυτον νέφος, κατεκυρίευε, τότε, Ἀγαθάγγελε, σὲ ὁ Φιλάνθρωπος, ἀθλητὴν γενναιότατον, ἀνέδειξε λόγοις, κατακεραυνώσαντα Μωάμεθ ἄνοιαν· ὅθεν ὡς ἀμνὸς χριστοφόρος, ἤχθης πρὸς τὸν θάνατον χαίρων, τὰ πεποθημένα κληρωσάμενος.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Ἄγγελος ἐδείχθης τοῖς πιστοῖς, κατὰ τὴν ὁμώνυμον κλῆσιν, ὦ Ἀγαθάγγελε, τούτοις τὴν παράκλησιν, διδοὺς τῆς Χάριτος· σοῦ γὰρ πλάνην ἐλέγξαντος, καὶ πίστιν Κυρίου, ἐν δυνάμει Πνεύματος, ἀνακηρύξαντος, ὤφθης κλονουμένων ὁ στύλος, καὶ τῶν ἀμφιβόλων θεῖον στήριγμα.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Δοὺς θνητόν σου σῶμα τῷ Χριστῷ, σὺν ταῖς ἀσωμάτων χορείαις, σαφῶς ἠρίθμησαι, μάρτυς Ἀγαθάγγελε, καὶ εὗρες πλήρωσιν, μυχαιτάτων καρδίας σου, ἐν τῇ βασιλείᾳ, οὐρανῶν, μακάριε, ἔνθα μνημόνευε, πάντας τοὺς τιμῶντάς σε πόθῳ, καὶ ἀσπαζομένους λειψάνων, θήκην σου πηγάζουσαν ἰάματα.
Δόξα. ῏Ηχος πλ.β΄.
Τῷ θείῳ ἔρωτι πυρωθείς σου τὴν ψυχήν, καὶ τὸν θεσβίτου ζῆλον ἀναλαβὼν ἀνδρικῶς, τῶν ὑποδούλων ἀδελφῶν σου, ὑποστηρικτὴς γενναῖος ἀνεδείχθης, Ἀγαθάγγελε νεομάρτυς· τὴν πλάνην δὲ ἐλέγξας τοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ ἀνακηρύξας, θανάτου ἐγεύσω διὰ ξίφους πικροῦ. Νῦν δὲ εὐφραινόμενος ἐν οὐρανοῖς, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, δεόμεθα.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν πλάνην ἐξήλεγξας ἀγαρηνῶν εὐθαρσῶς, κηρύξας ἀλήθειαν Εὐαγγελίου Χριστοῦ, κλεινὲ Ἀγαθάγγελε. Ὅθεν τῷ μαρτυρίῳ τῆς Φλωρίνης ἐγένου, καύχημα καὶ ἱκέτης, ὡς αὐτῆς θεῖος γόνος, πρεσβεύων ἀδιαλείπτως, τῷ στέψαντί σε Χριστῷ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.














ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Τῶν πάλαι ἀθλητῶν, μιμησάμενος ζῆλον, προσκαίρων ἡδονῶν, οὐκ ἐθέλχθης παγίδι, κλεινὲ Ἀγαθάγγελε, ἀλλ᾿ ἐλέγξας δυσώνυμον, πλάνην εἴληφας, τῶν σῶν ἀγώνων τὸ στέφος, καὶ ὁρᾷς Χριστοῦ, τὸ ὑπερπόθητον κάλλος, σὺν ἄνω Δυνάμεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Εἰς τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Χριστὸν κατέχων σου, μόνον θησαύρισμα, τούτου ἠνάλωσαι, τῷ θείῳ ἔρωτι, ὅθεν θανάτου ἀπειλήν, οὐδόλως ἐδειλίασας, ἀσεβῶν τὸ φρύαγμα, θεολόγοις σου ρήμασι, καθελὼν κατέστεψαι, ἀθλητὰ Ἀγαθάγγελε, τὴν πίστιν ὑποδούλων ὑφάψας, τῇ γενναιότητι καρδίας σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης ᾄσμασιν, Ἀγαθαγγέλου, θείου νεομάρτυρος, μνήμην τελοῦμεν εὐλαβῶς, καὶ γὰρ αὐτὸς τὴν θεότητα, Λόγου κηρύξας, φαιδρῶς ἐμαρτύρησεν.
Δόξα. Κανν ... Θεοτοκίον. Ἦχος ὁ αὐτό. Κατεπλάγη ωσήφ
κυρίως καὶ ἀληθς Θεοτόκος πρεσβεύουσα, ὡς Μήτηρ ν παῤῥησίᾳ τΥἱῷ σου καΘεῷ ἡμν, διαφύλαξον ποίμνην, ἐξαιρέτως τσκέπσου προστρέχουσαν, πρς σκαταφεύγουσαν τν λιμένα, ττεχος, τν μόνην προστασίαν τογένους τν νθρπων.
                         
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος· Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς αὐτοῦ ἐξανθήσει.
Εὐαγγέλιον, τοῦ Ὄρθρου τοῦ ἁγ. Γεωργίου.
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. ῏Ηχος πλ. β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Τὸ ἐν οὐρανοῖς πολίτευμα ἐπιποθήσας, τῶν κάτω σοφῶς κατεφρόνησας νεομάρτυς Ἀγαθάγγελε· ὅθεν πρὸ ἀσεβῶν Χριστὸν ὁμολογήσας, μαρτύρων καὶ ἀγγέλων συνόμιλος, διὰ τῆς ξιφοτμήσεως γέγονας.

Ὁ Κανὼν τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς:γαθαγγέλῳ νεομάρτυρι ὁ κανὼν οὗτος. Ἀ(θανάσιος).
ᾨδὴ α’. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην φαραώ.
γαθαγγέλου τὸ τερπνὸν μαρτύριον, ἀνευφημήσωμεν, καὶ ἐν θείοις ὕμνοις, κατεγκωμιάσωμεν, ἀγῶνας καὶ τὰ σκάμματα, ἅπερ ἔτλη ὁ μέγας, ὁμολογήσας θεότητα, τοῦ Χριστοῦ τυράννων ἐνώπιον.
Γίνου πιστὸς ἄχρι θανάτου, ἅγιε, ἀκηκοὼς τὸ Θεοῦ, πάντων τῶν γηΐνων, ἄρδην κατεφρόνησας, καὶ προτιμήσας θάνατον, δι᾿ ἀγάπην Δεσπότου, τὸν ἐπινίκιον στέφανον, εἴληφας λαμπρῶς, Ἀγαθάγγελε.
γαρ τὴν πλάνην τὴν σκοτώδη ἤλεγξας, ὡς θανατοῦσαν ψυχάς, καὶ τοὺς λάτρας ταύτης, θεῖε Ἀγαθάγγελε, ἐν πλείστοις παραδείγμασι, πλανωμένους ἐνδείξας, αὐτῶν τὸ μῖσος ἐξήγειρας, καὶ διὰ Χριστὸν ξίφει τέθνηκας.
Θεοτοκίον
Θεὸν τεκοῦσα ἐξ ἁγνῶν αἱμάτων σου, σῶσαι θελήσαντα, τὸ ἀνθρώπων γένος, εἴληφας ὡς ἄξιον, τὰ δευτερεῖα, Ἄχραντε, τῆς Ἁγίας Τριάδος, ἣν καθικέτευε πάντοτε, ὑπὲρ τῶν πιστῶς γεραιρόντων σε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
ληθείας Κυρίου, σωσιψυχοῦς γέγονας, ὁμολογητής, Νεομάρτυς, ἀκαταγώνιστος, καὶ τὸ μυστήριον, Οἰκονομίας τὸ μέγα, πίστει διετράνωσας, τοῖς συλλαβοῦσί σε.
Γηραιὰν πλάνην, Μάρτυς, ἰσλαμισμοῦ ἤλεγξας, ὡς γεννητικὴν ἀπωλείας, τοῖς ταύτην σέβουσι, καὶ διεκήρυξας, πρὸ τῶν τυράννων γενναίως, πίστιν τὴν Ὀρθόδοξον, ὦ Ἀγαθάγγελε.
Γνησιώτατος ὤφθης, συνεχιστής, Ἅγιε, τῶν μαρτυρησάντων τὸ πάλαι, διὰ τὸν Κύριον, διὸ καὶ ἔτυχες, τοῦ ἰσοτίμου βραβείου, Παραδείσου οἴκησιν, τὴν ὑπερπόθητον.
Θεοτοκίον
ν νυκτὶ καὶ ἡμέρᾳ, πρὸς τὸν Θεὸν ἔχοντες, πρέσβιν ἀνεπαίσχυντον, Μῆτερ, πιστῶς δεόμεθα· ἀτρώτους φύλαττε, ἐκ προσβολῶν τοῦ βελίαρ, τοὺς ὁμολογοῦντάς σε, Θεοῦ γεννήτριαν.





Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τὰ ἡδέα τοῦ κόσμου καταπεφρόνηκας, Ἀγαθάγγελε μάρτυς, διὰ τὸν Κύριον, ὁμολογήσας κρατερῶς τὴν θεότητα, αὐτοῦ πρὸ πλήθους ἀσεβῶν, ὧν περ διήλεγξας σοφῶς, τὴν πλάνην καὶ τὴν μανίαν· διὸ καὶ ἔτυχες στέφους, διὰ τοῦ ξίφους, ἀξιάγαστε.
Δόξα... Kαὶ νῦν ... Θεοτοκίον
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Λαῷ Θεοῦ ἄγγελος, Μάρτυς, γεγένησαι, τῇ δουλείᾳ πλεῖστα ὑποφέροντι, καὶ μηδαμῶς ἔχοντι ἰσχύν, ἀλλὰ ὑπ᾿ ἀνόμων, ἐπειγομένου πρὸς ἄρνησιν, τῆς πίστεως πατέρων, οὓς τρόποις ἐξαιρέτοις, ἐκ τοῦ κινδύνου σὺ ἐξήγαγες.
ς Μωϋσῆς ἄλλος τις, ὦ Ἀγαθάγγελε, ὁμοπίστους δεινοτάτης θέσεως, ἐξαγαγὼν εἴληφας μισθόν, μίσους τῶν ἀθέων, τὸν ποθητὸν θάνατον, δι᾿ οὗ πρὸς Ὃν ἠγάπας, ἐν πτεροῖς κούφοις ἦλθες, ἀπολαύων ὧν πρῴην ἐπόθησας.
Νοῦν τοῦ Χριστοῦ ἔχοντα, Μάρτυς θεόψυχε, οἱ δυνάσται οὐδαμῶς ἐκλόνησαν, τεῖχος στεῤῥὸν γνώμης σου λαμπρᾶς, πλεῖστα τοῦ παρόντος, αἰῶνος καθυποσχόμενοι, μὴ γνόντες σε πλουτοῦντα, θησαυρὸν κεκρυμμένον, ἐν ἀσύλοις ταμείοις Δεσπότου σου.
Θεοτοκίον
πὶ τῆς γῆς ἄλλη τις, Κόρη Πανάμωμε, οὐχ ὑπῆρξεν, ἀλλὰ οὔτε ἔσεται, ὥσπερ σὺ ἦς πάντων τῶν καλῶν, σύνταγμα ὡραῖον, καὶ πλοῦτος ἀδιασάλευτος· δι᾿ Ὃ καὶ ὁ Δεσπότης, προελόμενος σῶσαι, τῶν ἀνθρώπων τὸ γένος σοὶ ᾤκησεν.

ᾨδή ε´. ῞Ινα τί με ἀπώσω.
σαρκόψυχος ὄχλος, ἐπιγόνων τῆς Ἄγαρ κακὰ εἰργάσαντο, κατὰ ὑποδούλων, ἀναγκάζοντες τούτους ἀρνήσασθαι, τοῦ Κυρίου πίστιν, ἀλλά σε εὗρον γωνιαῖον, λίθον, μάρτυς, ἐν ᾧπερ προσέκοψαν.
Μὴ λαμβάνων κρατούντων, τὴν ἀναίσχυντον δύναμιν, Ἀγαθάγγελε, κατὰ νοῦν οὐδόλως, ἐπτοήθης αὐτῶν μηχανήματα, ἀλλὰ συνεργοῦντος, σοὶ οὐρανίου Βασιλέως, ὥσπερ χνοῦν ὁδιαῖον διέλυσας.
ναστήσας τὸ πάλαι, Δανιὴλ ὁ Δεσπότης Σωσσάναν ἔσωσε, νῦν δὲ εὗρε ἄλλον, δι᾿ οὗ πλάνης τῆς Ἄγαρ ἐῤῥύσατο, τὸν δεδουλωμένον, πιστὸν λαὸν Μοναστηρίου, Δανιήλ, Ἀγαθάγγελε, χάριτος.
Θεοτοκίον
ητορεύουσα γλῶσσα, οὐ δυνήσεται, Μῆτερ, ἐκδιηγήσασθαι, πλῆθος ἀρετῶν σου, καὶ ἀγάπην ἣν δείκνυς ἀείποτε, πρὸς τοὺς χριστωνύμους, οὓς ὥσπερ τέκνα γνήσιά σου, ἐκ ποικίλων φυλάττεις συμπτώσεων.

ᾨδὴ ς´. Ἱλάσθητί μοι, Σωτήρ.
Τριάδος τὴν φωταυγῆ, πίστιν λαμπρῶς ἀνεκήρυξας, καὶ πλάνην σκοτοειδῆ, τοῦ Μωάμεθ ἤλεγξας, θεῖε Ἀγαθάγγελε, τῶν Νεομαρτύρων, ἰσοστάσιε καὶ σύμψυχε.
πέδυς ρόλον σοφῶς, τοῦ Μωϋσέως καὶ ἤνεγκας, τὰ ἄνω κάτω καλῶς, δυσσεβῶν βουλεύματα, μάρτυς Ἀγαθάγγελε, καὶ πιστοὺς ἐῤῥύσω, ἐκ κινδύνου τῆς ἀρνήσεως.
ευμάτων ψυχοβλαβῶν, τοὺς ὀχετοὺς ἀνεστόμωσας, καὶ ὥσπερ ὁ Μιχαήλ, θεῖε Ἀγαθάγγελε, Ἄρχιππον διέσωσε, ἀδελφοὺς τῇ πίστει, σὺ ὡς ἄγγελος διέσωσας.
Θεοτοκίον
λάσθητι τῷ λαῷ, τῶν χριστωνύμων, Πανάμωμε, πολλὰ γὰρ πταίει Θεῷ, ἄκων καὶ βουλόμενος· ὅθεν ἀπορούμενος, ἄλλην τίνα ἕξει, εἰ μὴ Σὲ πρέσβιν εὐΐλατον;

Κοντάκιον. ῏Ηχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῦ φωτὸς πιμπλάμενος, Ὀρθοδοξίας, τρισμάκαρ, Ἄγαρ οὐχ ὑπέμεινας, ὁρᾶν δυσσέβειαν πλάνης, θέλουσαν, λαὸν Κυρίου ἀποπλανῆσαι· ἴσχυσας, ἀνακαλέσαι βουλὰς ἀνόμων, ὑφ᾿ ὧν τέτμησαι τὴν κάραν, ὑπὲρ Δεσπότου, κλεινὲ Ἀγαθάγγελε.
Ὁ Οἶκος
Φιλαδέλφου ἀγάπης τεκμήριον, τοῦτο πέφυκεν· τὰς ψυχὰς τῶν πλησίον τιμιωτέρας λογίζεσθαι, ἢ τὰς ἑαυτῶν, τοὺς πιστεύοντας τῷ Δεσπότῃ. Ὅθεν, ῞Αγιε, βλέπων ὀργῶσαν τὴν τοῦ καμηλίτου πλάνην, καὶ ἀπειλοῦσαν δεινῶς λαὸν χριστώνυμον, τοῦτον τῆς ἐσχάτης κακίας διέσωσας, πᾶσαν μηχανὴν σοφῶς ἐργασάμενος· διὸ καὶ τοῦ μαρτυρικοῦ θανάτου χαίρων γευσάμενος, νῦν πρεσβεύεις ὑπὲρ τῶν σὲ τιμώντων, νεομαρτύρων δόξα καὶ Φλωρίνης καύχημα, κλεινὲ Ἀγαθάγγελε.

Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου, τοῦ ἐκ Φλωρίνης καταγομένου καὶ ξίφει μαρτυρήσαντος ἐν Μοναστηρίῳ, ἐν ἔτει 1727ῳ
Ἀγγέλων συνόμιλος ἐγένου μάρτυς,
Ἀγαθάγγελε, Μωάμεθ ἀπελέγξας.
Δεκάτῃ ἑβδόμῃ Νόες Ἀγαθάγγελον ἔνθεν ἄειραν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Τήρωνος.
Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένων βασιλέων, Μαρκιανοῦ καὶ Πουλχερίας.
Τὸν Μαρκιανόν, Πουλχερίαν συνάμα,
ἄζυγας εἰπεῖν οὐκ ἔχω ἢ συζύγους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος,
τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Αὐξιβίου, ἐπισκόπου Σολέας Κύπρου.
Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος,
φανέντα ληξίβιον ἐξ ἐναντίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου.
Θεοστήρικτος τὸν Θεὸν πήξας βάσιν,
ὄντως θεοστήρικτος ἔργοις ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Ῥωμύλου, Σεκουνδιανοῦ καὶ Δονάτου, τῶν ἐν τῇ Βενετίᾳ, ἐν ἔτει 304ῳ τελειωθέντων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδούλου, τοῦ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἐν ἔτει 308ῳ τελειωθέντος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐξιφίου, ἐπισκόπου Ἀλαμανίας, τοῦ θαυματουργοῦ.
Εὐξίφηος ἱερόθησοι πάλαι,
νῦν δ’ αὖ μεταστάς, καὶ σηνανυφθηλόγε,

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μιχαὴλ Μαυροειδή, τοῦ Ἀδριανουπολίτου, ξίφει τελειωθέντος ἐν ἔτει 1493.
Κἄν καὶ Μιχαὴλ τῷ χορῷ τῶν Μαρτύρων,
Τάττω τὸ καινὸν οὐχ ὁρῶ καὶ κωλῦον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Νέου τοῦ Βυζαντίου.
Ὕμνος νεάζων Θεοδώρῳ τῷ νέῳ,
Χριστοῦ Ἀθλητῇ, ἐνδίκως ἁρμοστέο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Τομπόλσκ τῆς Ῥωσσίας, τοῦ ὑπὸ τῶν μπολσεβίκων μαρτυρήσαντος ἐν ἔτει 1918ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Σιωπηλοῦ, τῆς Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ ἡσυχαστοῦ, ἐκ Τυρνόβου Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρνάβα τῆς Γεθσημανῆς τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.Παῖδες ἑβραίων.
νησιν εὗρες ὑπερτάτην, τὸ μαρτύριον τῆς σῆς φιλαδελφίας, ὡς ποτὲ ὁ Σαούλ, διερευνῶν τὰς ὄνους, τὴν βασιλείαν εὕρατο, ἐκ Θεοῦ τίμιον δῶρον.
Κάραν ὑπέθηκας Κυρίῳ, διὰ πίστεως καὶ πράξεως ἐνθέου, διὸ πάσχων σφοδρῶς ὁρῶν κεκακωμένους, τοὺς ὁμοπίστους ἤθλησας, Ἀγαθάγγελε, γενναίως.
γγελοι ἔχουσι ψυχήν σου, Ἀγαθάγγελε, ἐν θείᾳ Βασιλείᾳ, ἐξ ἧς πέμπε ἡμῖν, τὴν Χάριν τοῦ Κυρίου, ὡς τὸ εὐπαῤῥησίαστον, νῦν πλουτῶν τῷ μαρτυρίῳ.
Θεοτοκίον
Νοῦν ἁγιάζοις, Θεοτόκε, τῶν τιμώντων σε τῇ μνήμῃ τοῦ Υἱοῦ σου, οὐ γὰρ ἄλλον ἐστί, γλυκύτερον τῆς τούτου, μνήμης τε καὶ αἰσθήσεως, ὡς διδάσκουσι Πατέρες.

ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
ραιώθης ἐνώπιον Κυρίου, Ἀγαθάγγελε, καὶ ἔσπευσας τεθνάναι, δι᾿ ἀγάπην Αὐτοῦ, Ὃς δέδωκε τῷ κόσμῳ, ἀλήθειαν τὴν σῴζουσαν, ἣν ἐκήρυξας ἀπίστοις.
Νέος μάρτυς ὡς παλαιοὶ τοῖς τρόποις, Ἀγαθάγγελε, ἐδείχθης ὁμοπίστοις, ὧν στηρίξας καλῶς, ψυχὰς σοῖς θείοις λόγοις, ἐστήριξας ὑπέρτερον, τῇ τιμίᾳ σου ἀθλήσει.
Οὐ δαιμόνων παγίδες ψυχοφθόροι, σοῦ κατίσχυσαν, οὐδὲ τῶν παρανόμων, ὑποσχέσεις πολλαί, κλονῆσαι σὴν ἀγάπην, ἣν εἶχες πρὸς τὸν Κύριον, Ἀγαθάγγελε γενναῖε.
Θεοτοκίον
πὲρ πάντα τὰ κτίσματα, Παρθένε, σὺ δεδόξασαι, χωρίον γενομένη, Ποιητοῦ τοῦ παντός, Ὃς δῶρόν σε δεδώκει, πιστοῖς καὶ καταφύγιον, ἐν κινδύνοις καὶ ἀνάγκαις.

ᾨδὴ θ´. ᾿Εξέστη ἐπὶ τούτῳ.
Τὸ σῶμά σου κατέλιπες ἐπὶ γῆς, ἀδελφοῖς σου γλυκεῖαν παράκλησιν, τὴν δὲ ψυχήν, ἔχουσιν Ἁγίων Πάντων χοροί, μοναὶ αἱ ἐπουράνιαι, τοῦ ἠγαπημένου σοι Ἰησοῦ, Ὃν πάντοτε δυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων, κλέος μαρτύρων Ἀγαθάγγελε.
ρῶν πλημμύραν, Μάρτυς, ἀγαρηνῶν, ἀντιχρίστου τὴν θέσιν κατέχουσαν, καὶ πάσης γῆς, ἀφανῖσαι θέλουσαν παντελῶς, πίστιν χριστοπαράδοτον, ἐν καυχήσει ὄντως δαιμονικῇ, Νεομαρτύρων πάντων, χορὸς φάνητε τεῖχος, ἐξασθενοῦντες ταύτης κύματα.
Σοφίᾳ ἀντηλλάξω τὰ χοϊκά, θησαυρῷ οὐρανίῳ, μακάριε, καὶ τοῦ φωτός, τοῦ ἀδύτου πόθῳ κατατρυφῶν, ὡς ὢν φιλαδελφότατος, ἔτι νῦν μειζότερον ἢ τὸ πρίν, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ ἡμῶν Δεσπότην, πιστῶν Φλωρίνης, Ἀγαθάγγελε.
Θεοτοκίον
γγέλων ἡδυτάτη κατατρυφή, καὶ Ἁγίων ἁπάντων ἀπόλαυσις, οὖσα Ἁγνή, ἄκουσον δεήσεων τὰς φωνάς, τῶν πόθῳ προστρεχόντων σοι, καὶ τῆς βασιλείας τοῦ Ἰησοῦ, ὑπάνοιξον τὰς πύλας, πρεσβείαις σου ἁγίαις, τοῖς σὲ ὑμνοῦσι, Παναμώμητε.

Ἐξαποστειλάριον ῏Ηχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Ἀγάπῃ ἐκκαιόμενος, τοῦ Κυρίου σου, μάρτυς, πλάνην τῆς ῎Αγαρ ἤλεγξας, πρὸ τυράννων ἀνόμων, καὶ τῶν πιστῶν ἐγεγόνεις, παρακλήτωρ ἐν θλίψει, κινδύνου ἐξομώσεως, ἐκλυτρούμενος τούτους, καὶ εἰς Χριστοῦ, πίστιν μένειν πάντας στεῤῥῶς διδάξας, τὸ στέφος τῆς ἀθλήσεως, Ἀγαθάγγελε, εὖρες.










ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῆς Φλωρίνης χριστώνυμοι, τὴν σὴν μνήμην γεραίρομεν, θεῖε Ἀγαθάγγελε καὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον, Ὃν σφόδρα ἠγάπησας, καὶ αὐχένα σεαυτοῦ, εἰς μαρτύριον δέδωκας, διὸ εἴληφας, τὴν ἀμάραντον δόξαν καὶ τὸ στέφος, ἐν Σιὼν ἐπουρανίῳ, σὺν ᾿Ασωμάτοις δυνάμεσι.

Καθορῶν πλάνης κύματα, ἀπειλοῦντα συνδούλους σου, νυσταγμὸν οὐκ ἔδωκας τοῖς βλεφάροις σου, ἕως φρονίμως ἀνέτρεψας, ἀθέων βουλεύματα, καὶ ἐῤῥύσω τοὺς πτωχούς, ἀδελφοὺς τῆς ἀρνήσεως, ὅθεν γέγονας, ἀναιρέτης τῆς πλάνης τοῦ Μωάμεθ, ὃν ἀπέδειξας ἀγύρτην, λόγοις σοφοῖς, Ἀγαθάγγελε.

Μοναστήριον ἔλιπες, καὶ μονὰς εὗρες ἅγιε, τὰς ἐπουρανίους, ἃς ἐπεπόθησας, καὶ δι᾿ ἃς αἷμα ἐξέχεας, γινώσκων τὴν κρείττονα, ἐν Χριστῷ διαγωγήν, ἣν οὐδεὶς αἴρειν δύναται, ὅθεν δέδειξαι, τῆς Φλωρίνης αἰώνιος εὐχέτης, καὶ εἰκὼν ἔρωτος θείου, πιστοῖς, σοφὲ Ἀγαθάγγελε.

Τὴν τιμίαν εἰκόνα σου, ἀσπαζόμενοι, Ἅγιε, τοῦ Ἁγίου Πνεύματος ποριζόμεθα, τὰς εὐλογίας ἑκάστοτε, καὶ γὰρ ἀνεκφοίτητος, ἡ ἐνέργεια αὐτῆς, Παλαμᾶς ὥσπερ εἴρηκεν, ὁ Γρηγόριος· διὸ πόθῳ πολλῷ προσπίπτομέν σοι, Ἀγαθάγγελε, αἰτοῦντες, τὰ σωτηρίᾳ συντείνοντα.

Δόξα. ῏Ηχος πλ.δ΄.
Ἀγαθὴν ἐπωνυμίαν κληρωσάμενος, τοῖς ἔργοις σου ταύτην συνήρμοσας, Ἀγαθάγγελε μακάριε, Φλωρίνης τὸ βλάστημα. Πλάνην γὰρ τῆς σκοτομόρφου Ἄγαρ ἀπελέγξας, καὶ τοὺς ἀδελφοὺς τῆς ἀποστασίας προστατεύσας, θεολόγος ἐξ Ἁγίου Πνεύματος γέγονας. Τοῦ πόθου σου δὲ τὸ πλήρωμα εὑρὼν διὰ τοῦ μαρτυρίου, νῦν ἐν οὐρανοῖς δεδόξασαι ὑπερβαλλόντως, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, Νεομαρτύρων τερπνὸν ἐγκαλλώπισμα.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.




Μεγαλυνάρια
Χαίροις τῆς Φλωρίνης γόνος λαμπρός, καὶ Μοναστηρίου, νεομάρτυς χριστολαμπής, χαίροις καὶ μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων, Δεσπότῃ φιλανθρώπῳ, ὦ Ἀγαθάγγελε.
Ἄγγελος ἐδείχθης χριστιανοῖς, τῆς ἀποστασίας, προστατεύσας αὐτοὺς σοφῶς· ὅθεν μαρτυρίου ἀπείληφας τὸ στέφος, ἐξ ἐπιγόνων Ἄγαρ, ὦ Ἀγαθάγγελε.
Τοῦ φωτὸς πιμπλάμενος τοῦ Χριστοῦ, οὐκ ἠνέσχου σκότος, τοῦ Μωάμεθ τοῦ δυσσεβοῦς, ὅθεν θείοις λόγοις, ἀνεῖλες μύθους τούτου, καὶ Μάρτυς ἀπεφάνθης, ὦ Ἀγαθάγγελε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου