Παρασκευή 17 Απριλίου 2020

ΝΟΕΜΒΡΙΟΣ 15. ΟΣΙΟΣ ΠΑΪΣΙΟΣ ΒΕΛΙΚΟΦΚΣΥ ΑΚΟΛΟΥΘΙΑ

ΝΟΕΜΒΡΙΟΣ ΙΕ΄.
ΠΑΪΣΙΟΣ ΟΣΙΟΣ ΒΕΛΙΚΟΦΚΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανάσιος ἱερομόναχος Σιμωνοπετρίτης)


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν προσόμοια. ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ἔσχες γονικὴν τὴν ἀρετὴν, ὡς κληρονομίαν ἀρίστην, Πάτερ Παΐσιε, ἔνθα ᾠκοδόμησας, λαμπρᾶς ἀσκήσεως, χαριέστατον οἴκημα, αἰσθήσει καὶ πόθῳ, τῆς Θεοῦ μιμήσεως, ἧς περ ἐπέτυχες, πάντα ὑποτάσσων τοῦ βίου, τὰ συμβεβηκότα σωφρόνως, πρὸς τὴν τοῦ Κυρίου εὐαρέστησιν.

Γνῶσιν θεϊκὴν ἐπιποθῶν, ἅπασαν ἀπέῤῥιψας Πάτερ, γηΐνων μάθησιν, οὐδαμῶς συμβάλλουσαν, πρὸς ἀνακαὶνισιν, τῆς καρδίας καὶ ἔδραμες, διψῶν τοῦ Δεσπότου, μαθεῖν τὰ μυστήρια, τὰ ἐπουράνια, ὅθεν μοναζόντων ὑπῆλθες, τὸν ζυγόν ἐν ᾧ ἀνεδείχθης, ἄριστος διδάσκαλος θεόληπτε.

Τόπους διαμείβων συνεχῶς, ὡς περιστερὰ τοῖς ποσί σου, ζητῶν ἀνάπαυσιν, Ἄθωνα κατέλαβες τὸν ἁγιώτατον, καὶ ἀσκήσει ἐκάθηρας, ψυχῆς τὰς δυνάμεις, πρὸς τὴν ἐγκατοίκησιν τοῦ θείου Πνεύματος, Ὅπερ σέ ἀνέδειξε μέγαν, μοναστῶν ἀλείπτην τῇ πράξει, μεμαθητευμένον τὰ ἀπόῤῥητα.

Ὅτε ἐργασία νηπτική, καὶ ὁ τῆς καθάρσεως τρόπος, Πάτερ, ἠγνόηνται, τότε σε ἀνέδειξε, φωστῆρα ἔκλαμπρον, καὶ διδάσκαλον ἔμπειρον, Χριστὸς τῇ Βλαχίᾳ στῆσαι ἅπερ πέπτωκεν, ἐξ ἐπηρείας ἐχθροῦ, ὅθεν σου τὴν μνήμην τιμῶντες, ᾄσμασι δοξάζομεν θείοις, τὴν Τριάδα πάντιμε Παΐσιε.

Δόξα. ῏Ηχος ὁ αὐτός.
Ὁ ζητῶν εὑρίσκει τὴν ὁδὸν τῆς θεώσεως, καὶ τῷ κρούοντι ἀνοίγεται τῆς ἀρετῆς τὰ θησαυρίσματα. Οὕτω Πάτερ χριστομίμητε, καὶ σὺ ἐπλούτησας πᾶσαν τῆς θεογνωσίας ἀρετήν, ἐμπόνως ζητήσας καὶ μανικῶς ἐκκαθαίρων ἀπὸ σοῦ τοῦ παλαιοῦ Ἀδάμ τὰ ἐκβλαστήματα. Διὸ ποιμὴν ψυχῶν ἀνεδείχθης ἀπλανέστατος, καὶ τῆς νηπτικῆς ἐργασίας διδάσκαλος ὑπερφυής, ὥσπερ ὁ παλαιὸς συνώνυμός σοι Παΐσιος, μεθ᾿ οὗ ἱκέτευε Πάτερ, τὸν ἐλεήμονα Θεόν, πλουσίως παρασχεῖν, καὶ ἡμῖν τῆ φιλανθρωπίας τὸ ἔλεος.


Καὶ νῦν.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε χαρμονικῶς, τὴν μνήμην Παϊσίου, τιμήσωμεν φωστὴρ γὰρ, ἐδείχθη μοναζόντων, λόγοις καὶ ἔργοις μέγιστος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ...
Πᾶσάν σου τὴν ζωήν, εἰς γνῶσιν τοῦ Κυρίου, Παΐσιε ἐμφρόνως, ἀνέθηκας διό σε, πηγῆς ζωῆς ἀνέδειξε.

Στίχ. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον ...
Χαίρει τῶν μοναστῶν, χορεία τῇ σῇ μνήμῃ, Παΐσιε θεόφρον, τὴν κλῆσιν τοῦ Κυρίου, ἐκ σοῦ γὰρ μεμαθήτευται.

Δόξα, ὁ αὐτός.
Ψυχῆς τὸ τριμερές, εἰς ἓν ἑνώσας Πάτερ, Τριάδος τῇ δυνάμει, Αὐτὴν τῇ βιοτῇ σου, Παΐσιε ἐδόξασας.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἕτερος, ὦ Ἁγνή, καὶ οὗτος τοῦ σοῦ Κλήρου, καρπὸς ἐφάνη θεῖος, Παΐσιος ὁ μέγας, καθηγητὴς τῆς νήψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς νήψεως ἔχοντες καθηγητήν σε σοφόν, ἐξ ὧν Πάτερ ἔπαθες τὰ θεῖα γνόντα σαφῶς, Παΐσιε κράζομεν· ἔνθες τὴν τοῦ Κυρίου, ἀδιάλειπτον μνήμην, πάντων τῶν σὲ τιμώντων, ταῖς καρδίαις καὶ δίδου, τὴν φλόγα τῆς ζέσεως τηρεῖν ἀμείωτον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν προσόμοια ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Μικροῤῥῶσος τὴν γέννησιν, τὴν φθαρτὴν Πάτερ πέφυκας, μέγας ὅμως ὕστερον στῦλος γέγονας, τῆς Ἐκκλησίας Παΐσιε, αὐξήσας τὸ τὰλαντον, τὸ δοθέν σοι ἐκ Θεοῦ, Ὃν γνησίως ἐπόθησας καὶ ἐζήτησας, καὶ εὑρὼν μεταδίδως τοῖς αἰτοῦσιν, ἀδιάλειπτον κατέχειν, Αὐτοῦ τὴν μνήμην τὴν πάντερπνον.

Ἱερὸν δῶρον δέδοσαι, σοῖς γονεῦσι τρισόλβιε, τούτων τὸ πολύτεκνον καὶ καλλίτεκνον, σοῖς ἀναδείξας ἀθλήμασι, καὶ ὥσπερ τι κόσμημα, πολυτίμητον φανείς, εἰ καὶ ὕστερος πέφυκας ἀδελφότητος, ὡς Δαβίδ ὁ προφήτης καὶ ὁ μέγας, ἐν πατράσι καὶ ὁσίοις, συνώνυμός σοι Παΐσιος.

Ὀρφανῶν σε ἀνείληφεν, ὁ προστάτης Παΐσιε, ὅτε ὁ γεννήτωρ σου ἀπεδήμησε, καὶ εἰς ὁδὸν καθωδήγησε, ζωῆς τῆς ἀμείνονος, παρθενίας σοι ἐνθείς, τὸ γλυκὺ βέλος Ὅσιε, ὅθεν ἤκουσας, τῆς φωνῆς τῆς λεγούσης, δεῦτε πρός με, οἱ πεινῶντες μου τὴν θέαν, καὶ ἐνεπλήσθης ὑπέρμετρα.

Ὥσπερ στόμα ἐπλάτυνας, σὴν καρδίαν μακάριε, τῷ Θεῷ καὶ εἴληφας πλάτος γνώσεως, ὅτε ζυγόν τὸν χρηστότατον, ὑπῆλθες τοῦ σχήματος, Πλάτων ἐπονομασθείς, καὶ πυρὶ ἐκκαιόμενος, θείου ἔρωτος, ὡς τοῦ ᾌσματος νύμφη ἀνεβόας· ὅπου ἄρνας σου ποιμαίνεις, ἐκεῖ Σωτήρ με ὁδήγησον.

Ἡ Κυρία καὶ Δέσποινα, τῆς φωνῆς ἐνωτίσθη σου, ὅθεν σε ἀνείληφεν εἰς Περίβολον, τὸν ἱερὸν τὸν τοῦ Ἄθωνος, καὶ πᾶσαν ἐπλήρωσε, σῆς καρδίας ἀγαθήν, παναοίδιμε αἴτησιν, ἀναδείξασα, νηπτικῆς ἐργασίας θεῖον μύστην, καὶ διδάσκαλον ἐξ ὧν περ, πείρᾳ καὶ πόνοις μεμάθηκας.

Τὸ γλυκὺ νέκταρ ἔπιες, τῶν Πατέρων Παΐσιε, τούτων τοῖς συγγράμμασιν ὥσπερ μέλισσα, ἐγκύπτων τρόπους ἀσκήσεως, μαθεῖν οὓς εἰργάσαντο, καὶ ἀνῆλθον εἰς Θεοῦ, θεωρίαν καὶ ἕνωσιν, ὅθεν δέδειξαι, ὁδηγὸς ἐμπειρότατος τρισμάκαρ, μοναστῶν τε καὶ μιγάδων, Μολδοβλαχίας τὸ καύχημα.






Δόξα. ῏Ηχος πλ. β΄.
Τῶν παλαιῶν Πατέρων ἐπιποθήσας τὸν βίον, Παΐσιε μακάριε, καὶ τοῦτον μιμησάμενος, γέγονας οἶκος πεπληρωμένος τῶν θείων ἀρετῶν. Τῇ δέ νηπτικῇ θεωρίᾳ, τοῦ Παραδείσου τὰ μυστήρια μυηθείς, ὡς σοφὸς γραμματεὺς τῆς Βασιλείας, λόγοις καὶ βίβλοις θεογράφοις, τῇ Ἐκκλησίᾳ ὡς προῖκα αἰώνιον, τὴν πεῖράν σου παρέδωκας. Ὅθεν τῇ γλυκύτητι τῆς κλήσεως τοῦ Κυρίου εὐφραινόμενοι, σὲ μακαρίζομεν ὡς διδάσκαλον γενόμενον σωτηρίας, δεόμενοι ἐκτενῶς· ἔλλαμψον τὰς διανοίας ἡμῶν τῷ θείῳ φωτὶ τοῦ Ἰησοῦ καὶ συνεισάγαγε ἡμᾶς, εἰς τὸν Νυμφῶνα τὸν οὐράνιον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ  Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας   Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι  εἰς τὸν    αἰῶνα ζῶσι,  καὶ ἐν   Κυρίῳ    μισθὸς αὐτῶν, καὶ ἡ   φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ  βασίλειον  τῆς  εὐπρεπείας,   καὶ   τὸ  διάδημα τοῦ κάλλους ἐκ χειρὸς  Κυρίου·  ὅτι  τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι   ὑπερασπιεῖ αὐτῶν. Λήψεται  πανοπλίαν   τὸν   ζῆλον   αὐτοῦ, καὶ   ὁπλοποιήσει  τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.  Ἐνδύσεται  θώρακα,  δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται  ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ  δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.   Συνεκπολεμήσει αὐτῷ ὁ  κόσμος ἐπὶ τοὺς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες   ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου  τῶν νεφῶν, ἐπὶ  σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ  πλήρεις  ῥιφήσονται χάλαζαι.  Ἀγανακτήσει  κατ'  αὐτῶν ὕδωρ  θαλάσσης·  ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.  Ἀντιστήσεται  αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει  αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.   Ἀκούσατε οὖν  βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευσάμενος, Ὅσιε Παΐσιε, καὶ διὰ πασῶν τῶν ἀρετῶν φιλοθέως διοδεύσας, γέγονας ἔμπνους καὶ θεοχάρακτος εἰκὼν τοῦ ῾Αγίου Πνεύματος. Πόνους ἐπὶ πόνοις προστιθέμενος, καὶ τὴν γνῶσιν τοῦ Κυρίου ἐπιμελῶς διώκων, ἐνεπλήσθης τῶν θείων δωρεῶν, καὶ ὡς πηγὴ ζωηρῶν θησαυρισμάτων, ἐξ ὧν πείρᾳ μεμάθηκας, ὑποφήτης τῶν οὐρανίων μυστηρίων ἄριστος ἐφάνης. Διὸ Πάτερ πρέσβευε, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.


῏Ηχος β΄.
Τὸν Θεὸν ἀγαπήσας ὁλικῶς, οὐκ ἐπαύσω Πάτερ ἕως ἐσχάτης σου πνοῆς, τὰ δικαιώματα Αὐτοῦ ἐπιστημόνως ἐρευνᾶν, καὶ δι᾿ αὐτῶν τοῖς ἀρχαίοις Ὁσίοις τὸν βίον σου ἰσάζειν. Νηστείᾳ ἰσοβίῳ, ἀγρυπνίᾳ διηνεκεῖ, νήψει ἐπιπόνῳ, ἀπεμάξω ὡς εἰκὸς τὰ τούτων κατορθώματα. Ὅθεν ὁ Θεός φωστῆρα σε καὶ διδάσκαλον ἀναδείκνυσι τῆς Ἐκκλησίας, καὶ ἀνακαινιστὴν τῆς νοερᾶς ἐργασίας. Ἣν ἱκέτευε δεόμεθα Παΐσιε θεῖε, πάσῃ δυνάμει διώκειν καὶ ἡμᾶς, ὅπως δι᾿ αὐτῆς τὸν Χριστὸν κτησώμεθα.

῏Ηχος γ΄.
Ὡς υἱὸς τῷ Κυρίῳ ἐδούλευσας, διὸ καὶ ὡς τοιοῦτος ἐκληρονόμησας, τῆς πατρικῆς δωρεᾶς τὰ μυστήρια. Στόμα πρὸς στόμα ὁμιλήσας Τούτῳ Πάτερ, ἐμυήθης ἀπλανῶς, τὴν ὁδόν τῆς θεώσεως. Ἣν καὶ ἐκ περιουσίας τοῖς μαθηταῖς σου κατέλιπες, μεθ᾿ ὧν ἀξιώσειας καὶ ἡμᾶς, Παΐσιε μέγιστε, μετόχους γενέσθαι ταύτης, διὰ γενικῆς ἀνακαινώσεως.

῏Ηχος δ΄.
Ἔχεις Ὃν ἐδίωξας ἐκ παιδὸς θεόφρον, ἔχεις καὶ μάλα ἀσφαλῶς. Ὡς γὰρ κηρῷ εὐπλάστῳ γέγραφε τῇ ψυχῇ σου, τῶν ἐπουρανίων μυστηρίων τὰ φυσίζωα Αὐτοῦ μαθήματα, οὐ καλάμῳ ὀξεῖ, ἀλλὰ τῇ πορείᾳ τοῦ Πνεύματος· καὶ ἀνεκφοιτήτως χαρισάμενός σοι Τούτου τὰς δωρεάς, ὡς ποταμόν σε πεπλήρωκε τῶν ζωηῤῥύτων ὑδάτων. Οἷς κατάψυξον καὶ ἡμᾶς Παΐσιε μακάριε, τῇ ἁμαρτίᾳ κατατηκομένους, καὶ ζώωσον μυστικῶς, ἵνα γεραίρωμεν τὴν μνήμην σου.

Δόξα. ῏Ηχος πλ.α΄.
Ὡς τῆς νοερᾶς ἐργασίας διδάσκαλον θεόσοφον, καὶ τῆς προσευχῆς ἀπλανῆ ἑρμηνέα, ὕμνοις σε τιμῶμεν Παΐσιε. Οὐ γὰρ ἔδωκας ὕπνον τοῖς βλεφάροις σου καὶ τοῖς κροτάφοις σου ἀνάπαυσιν, ἀδιαλείπτως τὸν Κύριον στεναγμοῖς ἀλαλήτοις ἐπικαλούμενος. Ὅθεν καθαρθεὶς ἐφωτίσθης, καὶ φωτισθεὶς ἐδίδαξας τοῖς προσφιλεστάτοις σου τέκνοις, ἐν Ἄθωνί τε καὶ Βλαχίᾳ, καταλεπτῶς ἃ μεμάθηκας. Μεθ᾿ ὧν καὶ ἡμᾶς Πάτερ Ὅσιε, δίδαξον τῆς προσευχῆς τὴν ἀνθρωποσωτήριον πρᾶξιν, καὶ ἀξίωσον εὑρεῖν σαῖς πρεσβείαις τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐκ παιδὸς τὸν Θεόν, Πάτερ, ποθήσας καὶ εὑρών δι᾿ ἀσκήσεως, ῝Ον κρύψας ἐν τῇ καρδίᾳ, ἥν περ καθάρας λαμπρῶς, φωτεινόν κειμήλιον ἀποδέδειξαι, διὸ καὶ ἠξίωσαι, ἀναβρύειν νοήματα, ἐπουρανίων, θεαμάτων τρισόλβιε, ἃ παρέθηκας, ὥσπερ ἔδεσμα ἄριστον, πᾶσι τοῖς σοὶ προστρέχουσι, καὶ βίον τὸν ἔνθεον, ἐκμελετῶσι καὶ τοῦτον, ἔχουσι θεῖον ὑπόδειγμα, πρὸς γνῶσιν Κυρίου, ὦ Παΐσιε παμμάκαρ, τοῦ Σὲ δοξάσαντος.

Στίχ. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον ...
Χαίροις, τῶν μοναστῶν τὰς ψυχάς, καταφωτίζων ὥσπερ λύχνος θεόφωτος, ταῖς θείαις διδασκαλίαις, καὶ ὑποθήκαις σοφαῖς, μεθιστῶν προσκαίρων πρὸς οὐράνιον ἀγάπην καὶ ἔρωτα, ἐξωθῶν τὸν συνάπτοντα, τούτους Κυρίῳ, ἐργασίᾳ τῇ κρείττονι, ὡς μεμάθηκας, πρακτικῶς ὁσιώτατε. Ὅθεν σε ἱκετεύομεν, παράσχου πρεσβείαις σου, τὸν τῆς καθάρσεως δρόμον, θεοφιλῶς περαιώσασθαι, καὶ φθάσαι εἰς δόξαν τῆς μελλούσης Βασιλείας, πάτερ Παΐσιε.

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ ....
Χαίροις, τῆς νοερᾶς προσευχῆς, ἄριστος μύστης καὶ διδάσκαλος ἔνθεος, Παΐσιε θεοφόρε, ἡσυχαστῶν παλαιῶν, ὁ ἀνακαινίσας κατορθώματα, καὶ πλήθη πρὸς ἄσκησιν, μοναστῶν καὶ μιγάδων τε, ὑποκινήσας, ὡς ταξίαρχος κράτιστος, τῆς ἀθλήσεως, δι᾿ ἧς ἄνθρωποι ἄγγελοι, γίνονται εἰ καὶ σώματι, γηΐνῳ περίκεινται, καὶ τῷ φωτί τῷ ἀπλέτῳ, Μεταμορφώσεως φαίνονται. Αὐτοῦ ἀξιώσαις, καὶ ἡμᾶς ταῖς πατρικαῖς σου, εὐχαῖς Μακάριε.

Δόξα. ῏Ηχος πλ.δ΄.
Τῷ θείῳ ἔρωτι τῷ Δεσπότῃ ὅλος συγκραθείς, Πάτερ Παΐσιε, ἐμυήθης παρ᾿ Αὐτοῦ τὰ ἀπόῤῥητα τῶν οὐρανίων μυστηρίων, ἅπερ τῇ φιλαδελφίᾳ ἀεὶ νυττόμενος, πᾶσι παρέθηκας ἀφθόνως ὡς νάματα ζωτικὰ καὶ σωτήρια. Καὶ ὁδηγὸς γενόμενος ἐργασίας τῆς νηπτικῆς, πλήθη δι᾿ αὐτῆς προσήγαγες, ὡς δῶρον εὐχαριστίας τῷ Κυρίῳ, ᾯ καὶ ἡμᾶς συνάρμοσον, οἷς τρόποις φιλοτέκνοις οἶσθα ῞Οσιε, εἰς δόξαν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς νήψεως ἔχοντες καθηγητήν σε σοφόν, ἐξ ὧν Πάτερ ἔπαθες τὰ θεῖα γνόντα σαφῶς, Παΐσιε κράζομεν· ἔνθες τὴν τοῦ Κυρίου, ἀδιάλειπτον μνήμην, πάντων τῶν σὲ τιμώντων, ταῖς καρδίαις καὶ δίδου, τὴν φλόγα τῆς ζέσεως τηρεῖν ἀμείωτον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α.΄ Τὸν τάφον σου Σωτήρ.
Αἰσθήσεις καθαράς, τῷ Θεῷ παραστήσας, διὰ τῆς νηπτικῆς, ἐργασίας κατέστης, δεκάχορδον ψαλτήριον, καὶ κιθάρα τοῦ Πνεύματος, ὑπηχῶν ἀεί, σοῖς μαθηταῖς γρηγορεῖτε, καὶ ἐργάζεσθε, τὴν ἀδιάλειπτον κλῆσιν, Χριστοῦ τὴν σωτήριον.
Δόξα, τὸ αὐτό. Καὶ νῦν, Θεοτοκίον, ὅμοιον.
Εἰς Ὄρος τὸ σεπτόν, τὸν σὸν Κλῆρον Παρθένε, Παΐσιος ἐλθών, δι᾿ ἀσκήσεως πάσης, τῷ κόσμῳ ἐσταύρωται, καὶ Χριστῷ ἐξωμοίωται, τὴν ταπείνωσιν, ἐπενδυθεὶς τοῦ Υἱοῦ σου, ὅθεν γέγονε, ταύτης ἰσόβιος κτήτωρ, διὸ καὶ δεδόξασται.

Μετὰ τὴν β΄στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Θείας πίστεως.
Πᾶσαν ἔπλησας, Μονὴν καὶ χώραν, γλυκυτάταις σου διδασκαλίαις, κοινοβιάρχα βρυορῆτορ Παΐσιε, τοῦ οὐρανίου ἐμπλησθεὶς ῥείθρου γέγονας, πηγὴ ζωῆς τοῖς εἰς σὲ μετὰ πίστεως, προσπελάζουσι, διὸ πλήθη ἤγαγες, Θεῷ ὥσπερ θυσίαν εὐάρεστον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Κατευφραίνεις μου, ψυχὴν Παρθένε, μνημονεύουσαν, τὰ μεγαλεῖα, ἅ σοι Χριστός ὡς Μητρὶ ἐχαρίσατο, καὶ τοῖς πιστοῖς καταφύγιον δέδωκεν, ἐν πειρασμοῖς καὶ δεινοῖς σὴν ἐπίκλησιν, ὅθεν Δέσποινα, μὴ παύσῃ ἀεί παρέχουσα, κἀμοὶ τῷ παναθλίῳ τὴν σκέπην σου.





Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν καρδίαν ἐποίησας οὐρανόν, ἐνθρονίσας τῇ νήψει τὸν Ἰησοῦν, ὡς ταύτης ἠνίοχον, κατευθύνοντα πᾶσάν σου, πρὸς Αὐτὸν καὶ σκέψιν καὶ λόγον καὶ νόημα, καὶ χαρίζοντά σοι, τῆς Χάριτος πλήρωμα. Ὅθεν ἀνεδείχθης, ἐξ ὧν ἔμαθες πείρᾳ, διδάσκαλος ἄριστος, μοναζόντων Παΐσιε, Σεραφεὶμ τούτους τάγματα, ποιήσας ἐργασίᾳ εὐχῆς, ἣν κατέχειν ἡμᾶς Πάτερ πρέσβευε, τοὺς γεραίροντας πόθῳ, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐξιστᾷ πᾶσαν ἔννοιαν τῶν βροτῶν, ἡ ἐκ σοῦ Θεοτόκε ὑπερφυής, τοῦ Λόγου κατάβασις καὶ φιλάνθρωπος σάρκωσις, ὅπως πάντας ἀγάγῃ εἰς πρῶτον ἀξίωμα, καὶ ἐνδύσῃ ξένως, στολὴν τῆς θεώσεως, ἥν περ ἁμαρτίαις, καταχραίνων ὁ τάλας, θερμῶς ἱκετεύω σε, στῆσον Μῆτερ πρεσβείαις σου, ἐκ κρημνοῦ ἀπωλείας με, ὅπως ἐκ καρδίας κἀγώ, σοὶ προσφέρω τὴν αἴνεσιν, ὁ εἰς σὲ τὰς ἐλπίδας, καὶ μόνον στηρίξας μου.

Εἶτα, οἱ ᾿Αναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Εὐαγγέλιον ῾Οσιακόν (τῇ ε΄Δεκεμβρίου).
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου. 
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
᾿Ιδιόμελον. ῏Ηχος πλ.β΄. Στίχ. Ἐλέησόν με ...
Ὡς τῆς ζωῆς εὑρὼν τὸν θησαυρόν, καὶ τοῦτον Πάτερ ἄσυλον κατέχων, ἔνθες ταῖς ψυχαῖς τῶν ὑμνούντων σε, Παΐσιε Ὅσιε, εἰς αἰώνιον θησαύρισμα.

Ὁ Κανὼν τοῦ Ὁσίου ὁ παρών, οὗ ἡ ἀκροστιχίς: Πᾶσι, Πάτερ, δίδασκε Ἰησοῦ θείαν κλῆσιν. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Πατρόθεν, τῆς εὐσεβείας γνώρισμα, ἔχων Παΐσιε, τὴν ἀρετὴν ἐπηύξησας διό, τὸν Θεόν καθικέτευε, ὅπως ὑμνοῦντι βίον σου, Χάριν μοι δῷ Ἁγίου Πνεύματος.
γάπης, διπλῆς ἐγένου οἴκημα, Πάτερ φιλόθεε, ἐκ τῆς ψυχῆς τὸν Πλάστην ἀγαπῶν, τῆς ἀγάπης τὸ πλήρωμα, καὶ τὸν πλησίον ἔπειτα, ὡς τοῦ Θεοῦ εἰκόνα φέροντα.
Σπουδάζων, ἀπὸ παιδὸς μακάριε, εὐαρεστεῖν τῷ Θεῷ, τῆς κοσμικῆς σοφίας τὴν σπουδήν, ὡς μηδὲν προστιθεῖσάν σοι, ἀπέπτυσας καὶ ἔδραμες, μαθεῖν σοφίαν τῆς ἀσκήσεως.
Θεοτοκίον
γνύας, τὰς κλονουμένας στήριξον, ψυχῆς μου Δέσποινα, καὶ δίδαξόν με τρίβον τῆς ζωῆς, ἀκλινῶς βηματίζειν ἀεί, καὶ ὅλην ἔχειν δύναμιν, πρὸς τὴν τοῦ Θεοῦ εὐαρέστησιν.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπί σοί.
Ποθήσας χρηστὸν ζυγόν, τόπους πολλούς Πάτερ ἤμειψας, ἕως οὗ πόδες σου ἔστησαν, εἰς τὸν περιβόητον Ἄθωνα.
σκήσας παντοειδῶς, ἐρημικὸν βίον Ὅσιε, τὸν Ἰησοῦν μόνον ἔσχηκας, καὶ περιουσίαν καὶ κλῆρόν σου.
Τοῖς τρόποις ὁμοιωθείς, τῷ παλαιῷ Παϊσίῳ εἴληφας, ὡς κλῆσιν Πάτερ ὁμώνυμον, καὶ τὴν χάριν πᾶσαν τοῦ Πνεύματος.
Θεοτοκίον
Εὐφραίνεται ἐπὶ σοί, θεοχαρίτωτε Ἁγνὴ Δέσποινα, πᾶσα ψυχὴ χριστοφίλητος, ὅτι διὰ σοῦ Χάρις ἔρχεται.

Κάθισμα. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Εἰς ἄκρον Πάτερ ἀνελθών ἀπαθείας, πλήρης χαρίτων τοῦ Θεοῦ ἀνεφάνης, καὶ τῆς εὐχῆς ἀκάματος ἐργάτης σοφέ, πλήθη δὲ συνήγαγες, ὡς ἀγγέλων χορείας, Ὅσιε Παΐσιε, οὐρανώσας καρδίας, διὸ Χριστός ἐδείκνυ σοι συχνῶς, τὴν θείαν δόξαν, φωτὶ περιλάμπων σε.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Ἁμαρτιῶν μου τὰς οὐλάς Θεοτόκε, τῇ μητρικῇ σου θεραπεύσαις πρεσβείᾳ, πρὸς τὸν Χριστὸν γλυκύτατον Υἱόν σου Ἁγνή, Ὅνπερ καὶ παρώργισα, καὶ οὐ παύομαι πάλιν, καθ᾿ἑκάστην πράξεσι, παροργίζειν παντοίαις, ἐξ ὧν με ρῦσαι Μῆτερ ἀγαθή, καὶ ἐκ τῆς πλάνης, ἐχθροῦ διαφύλαττε.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
αθυμία οὐ κατέλαβε θεῖε Πάτερ, ἐν νυκτὶ γὰρ καὶ ἡμέρᾳ σε ἀγρυπνοῦντα, εἶχεν ὡς ἀντίπαλον μέγαν, εὐχῇ συντόνῳ, τῆς ψυχῆς σου τὸν οἶκον δειμάμενον.
Δέει θείῳ τό ὕψος ἱερωσύνης, κατ᾿ ἀρχάς μὲν ἀπέφυγες Πάτερ, ἀλλὰ ὑπείκων πατράσιν ἐφάνης εἶτα, λειτουργῶν ὡς ἐνσώματος ἄγγελος.
ερὰν συνεκρότησας συνοδίαν, ἐκμιμούμενος σύλλογον Ἀποστόλων, καὶ ἐκδιδάσκων κάθαρσιν νήψει καρδίας, μαθηταῖς σου θεοφόρε Παΐσιε.
Θεοτοκίον
Διὰ σπλάγχνα ἀῤῥήτου φιλανθρωπίας, ὁ Δεσπότης σεσάρκωται Θεομῆτορ, ἐκ σῶν αἱμάτων ἁγνῶν Ὃν δυσώπει, φιλανθρωπίας ἡμᾶς ἱλεώσασθαι.




ᾨδὴ ε΄. Σύ, Κύριέ μου, φῶς.
νθη τὰ νοητά, τῶν Πατέρων τὰς βίβλους, ὥσπερ μέλισσα φίλεργός τις, ἐπεσκέπτου καρδίας πόθῳ, Παΐσιε θεόσοφε.
Σώματι καὶ ψυχῇ ἀκριβῶς παρεικάσας, τὸ κοινόβιον καὶ τὴν θείαν, ὑπακοὴν ἄριστα μάκαρ, φοιτηταῖς σου ἐδίδασκες Ὅσιε.
Κτῆμά σου Ἰησοῦν, μόνον ἔχων πτωχείᾳ, τὸν σὸν βίον διῆλθες Πάτερ, κατὰ μίμησιν τοῦ Κυρίου, τοῦ πτωχεύσαντος ἄκρᾳ χρηστότητι.
Θεοτοκίον
χει πολλὰς ὁδούς, ἡ ἐν Χριστῷ σωτηρίᾳ, ἐμὲ δὲ τῶν μοναζόντων, συνταξάμενον Κόρη, τῷ χορῷ ἱκεσίαις σου στήριξον.

ᾨδὴ Ϛ΄. Θύσω σοι μετὰ φωνῆς.
διον, τῶν πλησίον τὸ κέρδος ἡγούμενος, συνήγαγες ἐκ ποικίλων, ἐθνῶν γλωσσῶν τε τοὺς μαθητάς σου, Ἐκκλησίας, παγγενὲς ἐκμιμούμενος σύστημα.
λιος, ὁ νοητὸς σῇ καρδίᾳ ἐπέλαμψεν, δεικνύς σε ἥλιον ἄλλον, ὅτε Πάτερ Σκήτην τὴν τοῦ προφήτου, τοῦ Θεσβίτου Ἠλιοὺ σὺν τοῖς τέκνοις σου ᾤκησας.        
Σίμωνος, ἡ Πέτρα ἔσχε σε Πάτερ ἡγούμενον, πρὸς ὥραν θείᾳ προνοίᾳ, ὅτι ἔλιπες ταύτην καὶ προσωρμίσθης, Μολδαβίᾳ, ἐκδιδάσκων, τῆς εὐχῆς Ἰησοῦ τὴν ἐξάσκησιν.
Θεοτοκίον
τε με, τῷ ἀδεκάστῳ βήματι Κύριος, Θεοκυῆτορ παραστήσῃ, μὴ ἐάσῃς ὅλως γεγυμνωμένον, ἀλλά σπεῦσον, καὶ ἔνδυσόν με, τῇ σεπτῇ μεσιτείᾳ σου.

Κοντάκιον. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Τῆς εὐχῆς καὶ νήψεως, μέγαν ἐργάτην, σὲ εἰδότες Ὅσιε, καὶ μοναστῶν καθηγητήν, ὕμνοις τιμῶμεν Παΐσιε, καὶ ἀνυμνοῦμεν, τὸν σὲ μεγαλύναντα.
῾Ο Οἶκος
Τὴν τῆς καθάρσεως ὁδὸν εὑρὼν Πάτερ ἐπέβης, εἰς ὕψος θεωρίας καὶ ἐννοιῶν πνευματικῶν· ἄγγελος μᾶλλον ἤ ἄνθρωπος φανεὶς ἐδίδασκες πᾶσι νῆψιν καὶ ἐργασίαν εὐκτικήν, ἔν τε τῷ Ἄθωνος ὄρει καὶ τῇ Μολδαβίᾳ· τῆς δὲ εἰρήνης τοῦ Χριστοῦ δειχθεὶς τερπνὸν κατοικητήριον ψυχὰς εἰρήνευσας πολλάς, ὡς δῶρα λογικὰ προσενεγκὼν τῷ Εἰρηνάρχῃ Θεῷ, αἵτινες ἐν εὐγνωμοσύνῃ ἀνυμνοῦσι, Παΐσιε, Τοῦτον τὸν σὲ μεγαλύναντα.





Συναξάριον.
Τῇ ΙΕ΄ του αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Βελιτσκόφσκυ.
Ἀδιαλείπτου κλήσεως Χριστοῦ ἐργάτα,
Νῦν ὑμνεῖς , Παΐσιε, Θεὸν ἀπαύστως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν· Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.
Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν,
καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος.
Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἐλπίδιος, Μάρκελλος καὶ Εὐστόχιος, πυρὶ τελειοῦνται.
Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις,
ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κυντίωνος, ἐπισκόπου Σελευκείας
Tὴν δωρεὰν ηὔξησε Kυντιὼν θύτης,
εὖ δοῦλε γοῦν ἤκουσε. Tί τούτου πλέον;

Ἰουστῖνον ἄνακτα σὺν Θεοδώρα,
πρὸς οὐρανοὺς κέκληκε πάντων Δεσπότης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δημήτριος, ξίφει τελειοῦται.
Ὁ Δημήτριος, χειρὶ τμηθεὶς δημίου,
δήμοις ἀθλητῶν συγχορεύει Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων· Εὐψυχίου, Νεάρχου, Καρτερίου καὶ τῶν σὺν αὐτῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θωμᾶ Β΄, Πατριάρχου Κων/πολεως
Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,
ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.

Τῇ αὐτῇ ἡμερᾳ μνήμη τοῦ Ὁσίου Γερμανοῦ, τοῦ ἐν τῇ Ἀλάσκᾳ.
Ῥίζα ὁσία, καρποὺς Ὀρθοδοξίας,
Γερμανέ, ἐξήνεγκας ἐν τῇ Ἀλάσκᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ΄. Ἀβραμιαῖοι ποτέ.
πνος βλεφάροις τοῖς σοῖς, οὐκ ἔσχε Πάτερ τόπον, ὡς ἀγρυπνοῦντος καθ᾿ ἑκάστην σου, καὶ Κρίσιν τὴν μέλλουσαν, ὥσπερ παροῦσαν, ὁρῶντος σου ἐν φόβῳ.
Θλίψεις τὸν τόνον ψυχῆς, οὐδόλως ἀπεμείωσαν, ἀλλὰ εἰς ἄνδρα τέλειον, σὲ ἤγαγον Ὅσιε, ἐν χαρᾷ ὑμνοῦντα, Θεὸν τὸν τῶν Πατέρων.
μπορος ὥσπερ σοφός, καιρόν σου ἐξηγόραζες, φωτὶ Χριστοῦ λαμπόμενος, καὶ ἤθροισας Χάριτος, πλοῦτον ἐν ψυχῇ σου, Πατέρων ὡραιότης.
Θεοτοκίον
δοὺ ἐπαίτης ἁγνή, ἐνώπιόν σου πίπτω, ψιχία δὸς τῆς εὐσπλαγχνίας σου, ἐν δάκρυσι κράζοντι, Χαῖρε ἡ Μήτηρ, Θεοῦ τοῦ τῶν Πατέρων.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
διάλειπτος μνήμη κατέλαβε, Ἰησοῦ τὴν ψυχήν σου Παΐσιε, καὶ τὴν καρδίαν ἔφλεξεν ἡ ἀγάπη ἡ θεία, δι᾿ ἧς ἀνῆλθες, εἰς οὐράνιον ὕψος χριστόληπτε.
Νοῦν τηρήσας θεόφρον Παΐσιε, ἀμιγῆ κοσμικῶν ὑποθέσεων, τοῦτον λαμπρὸν ἀνέδειξας τῆς ῾Αγίας Τριάδος, τέμενος Πάτερ, καὶ πηγὴν θεοπέμπτων ὁράσεων.
Καθ᾿ ἡμέραν μετάνοιαν ἔβαλες, ἐπιλήσμων γινόμενος Ὅσιε, κατορθωμάτων ὄπισθεν καὶ ὡς Παῦλος τοῖς πρόσσω, ἔτεινας πόδας, εἰς ἐκτέλεσιν νόμου Κυρίου σου.
Θεοτοκίον
Λῦσον Κόρη σειρὰς τῶν κριμάτων μου, παντεχνήμονι τρόπῳ ἀγάπης σου, καὶ τῶν παθῶν ἀνώτερον, τὸν ταλαίπωρον δεῖξον, ὅπως ὑμνῶ σου, εὐσπλαγχνίας τὸ πέλαγος Δέσποινα.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
ρθης εἰς Θεοῦ θεωρίαν, καὶ ἔγνως βάθος μυστηρίων, τῇ σῇ ταπεινώσει παμμάκαρ, διό σε μέγας φωστὴρ γεγένησαι, πᾶσι τοῖς προσιοῦσι σοι, μετ᾿ ἀγαθότητος καὶ πίστεως.
Στήλην φωτεινήν σε ἑώρων, οἱ μαθηταί σου θεῖε Πάτερ, ὅτε εἰς εὐχὴν ἀρεμβάστως, σαὐτὸν ἐδίδως καὶ θείαν μέθεξιν, διὸ ἐκ σοῦ λαμβάνοντες, φῶς τρίτα φῶτα ἀπεδείκνυντο.
θι ὡς φιλότεκνος Πάτερ, παραγενοῦ τοῖς ὑμνηταῖς σου, καὶ ὡς ἐπιστέλλων τὸ πάλαι, πλήρη εἰρήνης θεῖα μηνύματα, σὲ δυσωποῦμεν δὸς καὶ νῦν, ἐπιστηρίζοντα ψυχάς ἡμῶν.
Νῦν ὡς Ἀβραὰμ ἔνθα μένεις, στῆσον σκηνὰς τοῖς σὲ τιμῶσι, καὶ τὴν Παναγίαν Τριάδα, δεξιωθῆναι ὁμοῦ ἀξίωσον, προευτρεπίζων νοῦν ἡμῶν, τῇ θείᾳ νήψει ὦ Παΐσιε.
Θεοτοκίον

περ ἐκ νεότητος Κόρη, ἀφρόνως πέπραχα δυσώπει, τὸν Κριτὴν καὶ θεῖον Δεσπότην, ἀφῆσαι πάντα μοι ἁμαρτήματα, καὶ Βασιλείας ἄξιον, τῇ μετανοίᾳ καταστῆσαί με.

Ἐξαποστειλάριον. ῏Ηχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀδιαλείπτου κλήσεως, Ἰησοῦ τὸν ἐργάτην, καὶ μοναστῶν καλλώπισμα, ἀρετῶν τε παντοίων, τὸ σκήνωμα τὸ θεόπνουν, τῶν Πατέρων τοὺς τρόπους, ζηλώσαντα ἀσκήσεως, καὶ διδάσκαλον μέγαν, καρδιακῆς φυλακῆς Παΐσιον, εὐφημοῦμεν, τοῦ Ἄθωνος τὸν τρόφιμον, καὶ Ῥουμάνων φωστῆρα.
Θεοτοκίον, ὅμοιον.
Χωρὶς Χριστοῦ ὁ βίος μου, ματαιότης Παρθένε, ὑπάρχει καὶ τὰ ἔργα μου, ματαιότητος πλήρη, διὸ ἐκ βάθους βοῶ σοι, ποίησον θεῖον οἶκον, ψυχῇ μου ἐγκαινίζουσα, τὴν χαρμόσυνον μνήμην, Τούτου Σεμνή, ὥς ποτε Παΐσιον Θεομῆτορ, θεόγλυφον ἀνέδειξας, ἀδριάντα εὐχαῖς σου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὡς ἐραστὴν τοῦ Κυρίου, ἀνευφημοῦμέν σε, Παΐσιε θεόφρον, ἐκ παιδὸς γὰρ ἐζήτεις, ποιεῖν Αὐτοῦ καὶ μόνον τὰς ἐντολάς, ὅθεν Πάτερ ἠξίωσαι, ἐν ἀκριβείᾳ τελέσαι δρόμον τὸν σόν, καὶ λαβεῖν ὅπερ ἐπόθησας.

Ὅσον σαὐτὸν ἐταπείνους, τοσοῦτον Ὅσιε, ἐδόξαζε Θεός σε, καὶ ἐπλήρου χαρίτων, ἐν τρόμῳ γὰρ καὶ φόβῳ τὰς δωρεάς, ἐκδεχόμενος Πνεύματος, καὶ γεωργῶν ἐν σοφίᾳ ἀγρόν ψυχῆς, ἑκατὸν ἐκαρποφόρησας.

Ὥσπερ χρυσὸς ἐπυρώθης, τῷ θείῳ ἔρωτι, διὸ καὶ οἱ σοὶ λόγοι, τὰς καρδίας χρυσοῦσι, Παΐσιε τρισμάκαρ, ὁ νοῦν χρυσοῦν, τῇ εὐχῇ ἀναδείξας σου, καὶ μαθητῶν τὰς χορείας Σεραφεικά, καταστήσας ἄλλα τὰγματα.

Τῶν πάλαι Πάτερ Πατέρων, ζηλῶν ἐζήλωκας, τοὺς βίους καὶ τοὺς λόγους, διὸ γέγονας τούτων, θεόπνους ὀξυγράφος, καὶ μιμητής, ὅθεν πλήθη ἐφώτισας, Μολδοβλαχίας διδάσκαλε καὶ φωστήρ, νηπτικῷ φωτί Παΐσιε.

Δόξα. ῏Ηχος πλ. α΄.
Τῇ μυστικῇ βρώσει τῆς ἀληθινῆς ᾿Αμπέλου, ψυχήν σου πάτερ Παΐσιε ἤνδρισας· ὅλος γὰρ σταφυλὴ πλήρης χυμῶν τῆς Χάριτος γενόμενος, τῇ ἀσκητικῇ σου ἀγωγῇ καταθλιβείς, οἶνον εὔοσμον ζωῆς μενούσης παρήγαγες, καταμεθύων τὰς καρδίας τῶν προσιόντων σοι, τῇ διδασκαλίᾳ τῆς ἀδιαλείπτου εὐχῆς. Ἐν ᾗ ἡμᾶς ἀξίωσον, Πατέρων ἰσοστάσιε, εἰς χεῖρας Κυρίου τὰς ψυχὰς παρατιθέσθαι, καὶ τυχεῖν τῆς εὐωχίας τῶν καθαιρόντων ἑαυτούς, τῇ ἐπικλήσει τοῦ γλυκυτάτου Αὐτοῦ ὀνόματος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία, καὶ τὰ λοιπὰ ὡς συνήθως.

Μεγαλυνάρια
Τῆς ἀδιαλείπτου σε προσευχῆς, ἐργάτην καὶ μύστην, ἐγνωκότες Πάτερ σοφέ, αἰτοῦμεν δοθῆναι, εὐχαῖς σου ἡμῖν πᾶσι, Παΐσιε τὴν χάριν, ταύτης καὶ δύναμιν.
Χαίροις ἡσυχίας τῆς νηπτικῆς, τίμιε ἐργάτα, καὶ διδάσκαλε τῆς εὐχῆς, Ἰησοῦ τρισμάκαρ, Παΐσιε καὶ βίου, ἀγγελικοῦ ἡγέτα, καὶ μύστα ἄριστε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου