Τρίτη 7 Απριλίου 2020

ΟΚΤΩΒΡΙΟΣ 12. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΝΔΡΟΜΑΧΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΒ΄!!
ΑΝΔΡΟΜΑΧΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν προσόμοια. ῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσι.
Θεωρῶν ὁ Φιλάνθρωπος καὶ ὑπέρφωτος Κύριος, τῶν εἰδώλων σκότος τὸ ψυχωλέστατον, κατακαλύπτον τὰ σύμπαντα, τὴν σάρκα ἐφόρεσεν, ἐκ Παρθένου τῆς Ἁγνῆς, καὶ παλαίσας ἐν αἵματι πρὸς διάβολον, φῶς τὸ σῷζον πιστεύοντας ἀνθρώπους, ἐδωρήσατο οὗ πλήρως, μετέσχε θεῖος Ἀνδρόμαχος.

Ἐκ τῶν ἔργων ἐχώρησας, πρὸς τὴν γνῶσιν τοῦ Κτίσαντος, καὶ αὐτῷ ἐπίστευσας νουνεχέστατε, διὸ εἰδώλων ἐξήλεγξας, τὴν πλάνην Ἀνδρόμαχε, ἀντιβαίνουσαν νοΐ, καὶ Χριστοῦ ἀνεκήρυξας , τὴν θεότητα· πρὸ τυράννων τῶν εἰδωλομανούντων, οἳ πυρὶ παρέδωκάν σε, καὶ μαρτυρίου ἠξίωσαν.
Ὢ παράδοξον θέαμα! πῶς πυρὶ πῦρ κατέσβεται, καὶ πῶς θεῖος ἔρως πάντων ἐνίσχυσεν, ἀντικειμένων τὰ φάσματα, ὁπόταν Ἀνδρόμαχος, ὁ γενναῖος ἀθλητής, πληρωθεὶς θείου Πνεύματος, ὡμολόγησε, τὴν ἀγάπην καὶ πίστιν Ὀρθοδόξων, πρὸς Τριάδα τὴν Ἁγίαν, ζωοποιοῦσαν τὰ σύμπαντα.

Τοῦ Κυρίου ὑπήκουσας, ἐκδιδάσκοντος Ἅγιε, ὅτι ὁ κηρύξας Αὐτοῦ θεότητα, πρὸ τοῦ Πατρὸς κηρυχθήσεται, εἰς κρίσιν τὴν μέλλουσαν, ἐναπέῤῥιψας εὐθύς, πᾶσαν βίου τὴν μέριμναν, καὶ ὁμόψυχον, τὸν Διόδωρον ἔχων ἀνεβόας, ὅτι· ὅστις τοῖς εἰδώλοις, ἀκολουθεῖ μάτην σέβεται.

Ὥσπερ πρόβατον ἕστηκας, μέσον λύκων Ἀνδρόμαχε, τῇ δυνάμει Πνεύματος φωτιζόμενος, ἀνακηρύττων ἀλήθειαν, ἣν δέδωκε Κύριος, τοῖς ἀνθρώποις σαρκωθείς, καὶ ἐλέγχων τὰ εἴδωλα, ὡς ἀνύπαρκτα· διὸ πῦρ σε ἐδέξατο παμφάγον, καὶ συνῆψε τῷ Δεσπότῃ, Ὃν ὑπὲρ πάντα ἐπόθησας.

Ἐξελέξατο Κύριος, τὴν ψυχήν σου Ἀνδρόμαχε, καὶ αὐτὴν εἰσήγαγε εἰς τὰ Ἅγια, ἔνθα σκιρτῶσιν οἱ Ἅγιοι, τὸ πρόσωπον βλέποντες, τὸ ἐράσμιον αὐτοῦ, καὶ ἀπαύστως κραυγάζουσιν, ἐπινίκιον, καὶ εὐγνώμονα ὕμνον ὅτι τούτοις, τῆς θεώσεως τὴν χάριν, ὡς ἀγαθὸς ἐδωρήσατο.

Δόξα. ῏Ηχος πλ.δ΄.
Ὑπενδυθεὶς τὴν πανοπλίαν τοῦ Πνεύματος, πρὸς ἀοράτους συμπλοκὰς ἐχώρησας Ἀνδρόμαχε· καὶ τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἀνακηρύττων λόγοις καὶ ἔργοις, τὴν πλάνην τῶν εἰδώλων ματαίαν ἀπέδειξας. Ὅθεν ἐν πυρὶ σὺν Διοδώρῳ ἐτελειώθης καὶ παρεστάθης τῷ Χριστῷ, Ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν μακάριε.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον, Ἀναγνώσματα.

Προφητείας ᾿Ησαΐου τὸ ἀνάγνωσμα
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. Ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἠ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Ὑπὲρ τὰ πάντα τὸν Χριστὸν ἀγαπήσας Ἀνδρόμαχε, τὴν ψυχήν σου οὐ τιμίαν σεαυτῷ ἐλογίσω, ἀλλ᾿ ἔθυσας ταύτην ἐραστικῶς, ἵνα ζήσῃς ἐν τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ αἰωνίως· ἔνθα ἀγαλλόμενος μάρτυς θεοπυρίφλεκτε, μνήσθητι πάντων τῶν τιμώντων σε.

῏Ηχος β΄.
Ἐκ τῶν κτισμάτων πρὸς τὸν Δημιουργὸν ἀναγόμενος, καὶ ἐν πᾶσι τὴν σωτηρίαν θεολογῶν Ἀνδρόμαχε, πῦρ θείας ἀγάπης τῇ ψυχῇ προσετίθεις, καὶ ἔλεγες δαβιτικῶς· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου, Κύριε; ὅθεν τὴν Αὐτοῦ θεότητα ὁμολογήσας, τῷ πυρὶ παρεδόθης ὑπὸ τῶν ψευδοπίστων, καὶ οἰκεῖς μετὰ μαρτύρων, τὴν πόλιν τὴν ἄσειστον.

῏Ηχος γ΄.
Τὴν δορὰν τῆς ἀληθείας φορέσας ὁ διάβολος, τὴν δόξαν τοῦ Θεοῦ διὰ τῶν εἰδώλων ἀναιδῶς ἐπεζήτει· καὶ τὸ φῶς τῆς ἀληθείας σκοτάζων τῇ παρανοίᾳ τῶν παθῶν, εἰς τὴν αἰώνιον ἀπώλειαν ψυχὰς ἀεὶ ἐφείλκυε· ὅθεν τὴν ἀπάτην τούτου ἐλέγξας Ἀνδρόμαχε, εἴληφας ὡς μισθὸν τὴν ἐν πυρὶ ἐναπόῤῥιψιν, καὶ θεωρεῖς νῦν αὐτοψεὶ τοῦ Φωτὸς τὸν Κύριον.


῏Ηχος δ΄.
Οὔτε ὕψος, οὔτε βάθος, οὔτε ἄλλη τις κτίσις ἠδυνήθη τὴν ἀγάπην σου ἀποσπάσαι ἐκ τοῦ Δεσπότου Χριστοῦ, θεομακάριστε μάρτυς Ἀνδρόμαχε. Ἔλεγες γὰρ ἀνδρείως τοῖς σὲ τυραννοῦσι · Ἐμοὶ τὸ ζῇν Χριστός ἐστί, καὶ τὸ ἀποθανεῖν μοι κέρδος. Διὸ ἠξιωμένος τῶν γερῶν τῶν μαρτυρικῶν, δὸς νῦν καὶ ἡμῖν τοῖς τιμῶσί σε, ἀειφλεγῆ τὴν ἀγάπην πρὸς τὸν Κύριον.

Δόξα. ῏Ηχος πλ.α΄.
Τῇ πίστει τοῦ Χριστοῦ κραταιωθεὶς Ἀνδρόμαχε, καὶ τῶν ἐλπιζομένων ἔχων τὴν βεβαιότητα, τοῦ παρόντος αἰῶνος τοῦ ἀπατεῶνος, τοὺς σκοπέλους καὶ τὰ ἔνεδρα διέφυγες· τὴν δὲ εἰδώλων μανίαν ἐξελέγξας ἀνδρικῶς, πυρὶ εἰσῆλθες χαίρων εἰς οὐρανούς, ἔνθα μνημόνευε ἀπαύστως, τοὺς τιμῶντάς σε ἀειμακάριστε.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δία τὸν ψευδόθεον ὁμοῦ, σὺν τῷ Διοδώρῳ ἐλέγξας, μάρτυς Ἀνδρόμαχε, καὶ τὸ Δωδεκάθεον, Ὀλύμπου ἄθεον, πλάνην εἶναι ψυχώλεθρον, γενναίως ὑπέστης, θάνατον πυρίκαυστον ἀειμακάριστε· ὅθεν παῤῥησίαν νῦν ἔχων, μνήσθητι εὐχαῖς σου ἀπαύστως, ὅσοι σου τελοῦσι τὸ μνημόσυνον.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Ὥσπερ ὁ Δαβὶδ τὸν Γολιάθ, μόνῃ τῇ σφενδόνῃ καθεῖλεν, οὕτως Ἀνδρόμαχε, λίθῳ θείας πίστεως, σὺ κατηξίωσαι, ψευδοσόφων τὴν ἄνοιαν, ἐλέγξαι γενναίως, μάτην, λέγων, σέβεσθε, τῇ κτίσει ἄνθρωποι· μόνος γὰρ Θεὸς οὖτός ἐστιν, Ἰησοῦς ὁ σάρκα φορέσας, καὶ σταυρῷ τὸν κόσμον σώσας ἅπαντα.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἔχων θείου ἔρωτος τὸ πῦρ, ἐν τῇ σῇ καρδίᾳ θεόφρον, οὐκ ἐδειλίασας, ὅτε σε ἐπέῤῥιψαν, εἰς φλόγα βρέμουσαν, οἱ τῇ πλάνῃ λατρεύοντες, ἀλλ᾿ αἶνον Κυρίῳ, ἔψαλλες Ἀνδρόμαχε, τῷ δεδωκότι σοι, χάριν ποθητὴν μαρτυρίου, καὶ καταξιώσαντι στέφους, ἀμαράντου μάρτυς γενναιότατε.
Δόξα. ῏Ηχος πλ.δ΄.
Πειραστικῶς ἐλέγχων τὴν κτίσιν Ἀνδρόμαχε, ταύτην ὑπερέβης ζητῶν τὸν Κτίστην μανικῶς, καὶ τοῦτον εὑρὼν ὅλῃ ψυχῇ ἠκολούθησας, σταυρὸν καὶ θάνατον ἔνδοξον μόνον ἐπαγγελλόμενον· Οὗ τὴν χρηστότητα γευσάμενος ἐμπειρικῶς, μόνον Θεὸν καὶ Δημιουργὸν τοῦ κόσμου ἀνεκήρυξας, τῆς εἰδωλομανίας τὴν ἀχλύν ἐλέγξας μεγάλῃ τῇ φωνῇ. Διὸ πυρὶ σὺν Διοδώρῳ τῷ ὁμοστόχῳ ῥιφέντες, εὕρατε τὴν κατάπαυσιν τῆς ἐκζητήσεως, καὶ πρεσβεύετε ἀείμνηστοι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον

Ἀπολυτίκιον ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Χριστοῦ πυρπολούμενος, κόσμον καὶ τὴν πλάνην εἰδώλων, ἀνδρικῶς κατεφρόνησας· διὸ ὁμολογήσας εὐθαρσῶς, ἐνώπιον τυράννων δυσσεβῶν, τὴν θεότητα Κυρίου ἐν τῇ φλογί, καμίνου ἐναπέῤῥιψαι, ἔνθα ἐψήθης ὡς ἰχθύς, μάρτυς κλεινὲ Ἀνδρόμαχε, καὶ ἱκετεύεις τὸν Θεόν, ὑπὲρ πιστῶς τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ἀνδρείως συμπλακείς, ψυχωλέθρῳ τυράννῳ, καθεῖλες καρτερῶς, τῶν εἰδώλων θρησκείαν, Χριστοῦ δὲ θεότητα, τοῖς ἀπίστοις ἐκήρυξας· ὅθεν εἴληφας, τῆς μαρτυρίας τὸ στέφος, καὶ ἠξίωσαι, τῆς οὐρανῶν Βασιλείας, Ἀνδρόμαχε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἀπόθου ὦ ψυχή, ῥαθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ὑπάντησιν, τοῦ οὐρανίου Νυμφίου, δέξαι λέγουσα, καὶ μὴ ἀπώσῃ με Λόγε, λιταῖς τῆς τεκούσης σε.

Εἰς τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Πυρὶ τοῦ ζήλου σου, καταφλεγόμενος, τὸ πῦρ τὸ ἔνυλον, οὐκ ἐδειλίασας, ἀλλὰ εἰσῆλθες ἐν αὐτῷ, Ἀνδρόμαχε ἀτρομήτως· ὅθεν ὡς θυμίαμα, κατεκάης τῷ Κτίστῃ σου, παρ᾿ Οὗ καὶ ἀπείληφας, τῶν μαρτύρων τὸν στέφανον, μεθ᾿ ὧν ὑπὲρ ἡμῶν ἱκετεύειν, μὴ διαλίπῃς ὦ χριστόψυχε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε εὐρύχωρον, Θεοῦ παλάτιον, χαῖρε πολύφωτον, Χριστοῦ ἀνάκτορον, χαῖρε χρυσόπλοκε παστάς, καὶ κλίνη πορφυρόστρωτε, θάλαμε πυρίμορφε, οὐρανὲ ὑψηλότατε, ἔμψυχε Παράδεισε, λογικὸν ἐνδιαίτημα, περίδοξε θρόνε τοῦ Δεσπότου, χαῖρε Μαρία Θεοτόκε.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ἐπιγνοὺς ἀληθείας τὸ φῶς Ἀνδρόμαχε, τῶν εἰδώλων τὸ σκότος κατεμυκτήρισας, ἐκδιδάξας ἀνδρικῶς τὴν ἐνανθρώπησιν, Ἰησοῦ τοῦ Λυτρωτοῦ, τοῖς τῶν ἀψύχων λατρευταῖς, διὸ τῷ πυρὶ ἐψήθης, καὶ τῷ Κυρίῳ ἠνέχθης, μάρτυς ὡς ἄρτος χριστομύριστος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στίχος· Πεφυτευμένος ἐν αὐλαῖς τοῦ Θεοῦ αὐτοῦ ἐξανθήσει.
Εὐαγγέλιον, τὸ τοῦ ῎Ορθρου τῆς κγ΄ ᾿Απριλίου.
Ὁ Ν΄. ᾿
Δόξα. Ταῖς τοῦ ᾿Αθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. ῏Ηχος πλ.β. Στίχ. Ἐλέησόν με ὁ Θεός
Γενναῖος στρατιώτης ἀναδειχθεὶς τοῦ Χριστοῦ, Ἀνδρόμαχε μακάριε, ἐξήλεγξας θεοσόφως τὴν πλάνην τῶν εἰδώλων· διὸ τῷ πυρὶ δεξάμενος τὸ βραβεῖον τῆς ὑπομονῆς, πρέσβευε ἀεὶ ὑπὲρ τῶν τιμώντων σε.









Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μάρτυρα Ἀνδρόμαχον ὑμνητικῶς μέλπω. Ἀ(θανάσιος)”.
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην φαραώ.
Μάρτυς Χριστοῦ θεοφλεγὲς Ἀνδρόμαχε, πυρὶ πρεσβείας σου, καῦσον τῆς ψυχῆς μου, ἄχρηστα νοήματα, καὶ δός μοι Χάριν Πνεύματος, ὅπως μέλψω ἀγῶνας, οὓς ὑπὲρ πίστεως ἤνυσας, καὶ πυρὸς ἐνύλου μετέσχηκας.
νατροπὴν ἐνθεωρῶν Ἀνδρόμαχε, φυσικῆς τάξεως, καὶ ἀντὶ τοῦ Πλάστου, πλάσματα τιμώμενα, ὡς λέων χριστοκίνητος, τὴν φωνὴν ἀνεβόας· μόνος Θεὸς ἡ Τριὰς ἐστίν, κόσμον καὶ τὰ κόσμου ποιήσασα
ίψας Ῥεόντων θεοσόφως μέριμναν, μόνην ἐπόθησας, θείαν βασιλείαν, ἔνδοξε Ἀνδρόμαχε, διὸ ζωῆς ἠλόγησας, τῆς παρούσης γενναίως, καὶ μαρτυρίῳ ἐχώρησας, ἔχων δυναμοῦντα τὸν Κύριον.
Θεοτοκίον
Τῇ ταπεινώσει Θεοτόκε γέγονας, Μήτηρ τοῦ Κτίστου σου, καὶ τῇ σῇ ἁγνείᾳ, τῶν ἀγγέλων τάγματα, ὡς ὄντως ὑπερβέβηκας· διὸ ἔχουσα πᾶσαν, νῦν παῤῥησίαν ἱκέτευε, καὶ ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ψωθεὶς ἑωσφόρος, ξένος Θεοῦ γέγονεν, σὺ δὲ ὦ Ἀνδρόμαχε θεῖε, τούτῳ ᾠκείωσαι, τῇ ταπεινώσει σου, καὶ τῷ ἐνδόξῳ θανάτῳ, ὅθεν τὸ μνημόσυνον, σοῦ ἑορτάζομεν.
υπωθεῖσαν τὴν φύσιν, ἐκ τῆς αἰσχρᾶς πίστεως, καὶ τῆς τῶν εἰδώλων ἀπάτης, μάρτυς Ἀνδρόμαχε, βλέπων λελύπησαι, διὸ πλησθεὶς θείου θάῤῥους, τὴν λατρείαν ἤλεγξας, τὴν θεομίσητον.
ναιδείᾳ ὑψίστῃ, πρὸς ἑαυτὸν εἵλκυσε, γένος τῶν ἀνθρώπων ὁ πλάνος, καὶ ἐπεζήτησε, τιμὴν ἀντίθεον, ὅθεν εἰδώλων λατρείᾳ, πλήθη πρὸς ἀπώλειαν, εἶξεν ὁ πάντολμος.
Θεοτοκίον
γιότητος πάσης, θεοπρεπὲς τέμενος, οὖσα Θεοτόκε Παρθένε, κάμὲ ἁγίασον, καὶ πάλιν σύναψον, ἐσταυρωμένῳ Υἱῷ σου, Ὅν περ κατελύπησα, ταῖς ἀμαρτίαις μου.

Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀνδρικῶς Ἀνδρόμαχε, καταπαλαίσας, τῇ δυνάμει Πνεύματος, ὄντως ἀχλὺν εἰδωλικήν, τῷ μαρτυρίῳ διέλυσας, τρανῶς κηρύξας, Χριστοῦ τὴν θεότητα.
Δόξα. καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς Χάριτος.



ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Νόσον δεινήν ἔνδοξε, μάρτυς Ἀνδρόμαχε, ἀβλεψίας τῶν ψυχῶν θεώμενος, μετὰ φωνῆς ἔφης κραταιᾶς· τί ἀντὶ τοῦ Κτίστου, τιμᾶτε κτίσματα ἄνθρωποι; Χριστὸς μόνος ὑπάρχει, Θεὸς ἐν ἀληθείᾳ, καὶ ζωὴν αἰωνίαν δωρούμενος.
Δία θεῶν ψεύδαρχον, εἴδωλον ἔδειξας, πρὸ τυράννων ἔνδοξε Ἀνδρόμαχε, καὶ σὺν αὐτῷ πάντας τοὺς θεούς, οὓς οἱ παθοφόροι, θνητοὶ κακῶς ἐθεούργησαν, τὰς τούτων αἰσχρουργίας, τιμῶντες ἀσυνέτως, ὡς οἱόμενοι σέβειν οἱ δείλαιοι.
ωσθεὶς ψυχὴν χάριτι, τοῦ θείου Πνεύματος, ῥήτωρ ὤφθης εὐσεβείας ἅγιε, ὁμολογῶν σάρκωσιν Χριστοῦ, καὶ τὰ τούτου πάθη, δι᾿ ὧν ἡμᾶς ἠλευθέρωσε, ἀπάτης τῶν δαιμόνων, καὶ ἤνοιξε τὰς πύλας, οὐρανῶν Βασιλείας ὁ Ἄναρχος.
Θεοτοκίον
μολογῶ Δέσποινα, τὰς ἀμαρτίας μου, καὶ κηρύττω τὴν ἀδυναμίαν μου, ἵνα ὀρθῶς βαίνω τὴν ὁδόν, τὴν προσάγουσάν μοι, πρὸς τὸν Φιλάνθρωπον Κύριον· διὸ παρακαλῶ σε, ἰγνύας στήριξόν μου, καὶ χειρί σου κἀμὲ καθοδήγησον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Μακαρία ἡ γλῶσσα, ἡ ἀνακηρύξασα Χριστοῦ ἀλήθειαν, πρὸ τῶν ἀσεβούντων, γενναιότατε μάρτυς Ἀνδρόμαχε, μακαριωτέρα, ἡ σὴ ψυχὴ δὲ ἀνεδείχθη, ἡ οἰκοῦσα νῦν θεῖον Παράδεισον.
κμαιότατον ἔχων, τῆς ψυχῆς τὸ φρόνημα γενναίως ἤθλησας, πρῶτον ἐν τοῖς λόγοις, καὶ πυρίφλεκτος εἶτα γενόμενος· ὅθεν σοι ἐπλάκη, ἐκ τῶν χειρῶν τοῦ Ἀθλοθέτου, τῶν μαρτύρων Ἀνδρόμαχε στέφανος.
Χλαῖνα θείαν φορέσας, καὶ τὴν πανοπλίαν τοῦ Χριστοῦ Ἀνδρόμαχε, μάχην εὐσεβείας, εὐτυχῶς καὶ γενναίως ἐκέρδησας, ξόανα εἰδώλων, ἐκμυκτηρίσας θεοσόφως, καὶ κηρύξας Τριάδος θεότητα.
Θεοτοκίον
ταν ἔλθῃ ὁ Κτίστης, κρῖναι κόσμον ἅπαντα Ἁγνὴ Θεόνυμφε, τότε μνήσθητί μου, καὶ Αὐτὸν ἐξιλέωσαι Δέσποινα, σὺ γὰρ οἶδας τρόπους, δι᾿ ὧν παρέχεις σωτηρίαν, τοῖς ὁμοίως ἐμοὶ ἁμαρτάνουσι.

ᾨδὴ Ϛ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Νικητικὴν ἰαχήν, πυρὸς ἐν μέσῳ ἱστάμενος, ἐκραύγαζες ἀθλητά, Κυρίου Ἀνδρόμαχε· Χριστός ἐστι Κύριος, καὶ Θεὸς τῶν πάντων, ᾧ κἀγὼ νῦν παραστήσομαι.
περφρονήσας σοφῶς, τοῦ κόσμου μάρτυς Ἀνδρόμαχε, ἐτύθης διὰ Χριστόν, ὡς ἄρτος πυρίψητος, διδάσκων τοῖς σέβουσι, πῶς δεῖ ὑπὲρ πάντα, προτιμᾶν σὴν εὐδοκίμησιν.
Μονάδα Τριαδικήν, Τριαδικήν τε θεότητα, πρὸ τῶν ἀδίκων κριτῶν, κηρύξας Ἀνδρόμαχε, μαρτυρίου εἴληφας, καὶ ὁμολογίας, τὸ βραβεῖον διπλοσύνθετον.
Θεοτοκίον
Ναόν με τοῦ σοῦ Υἱοῦ, Θεοκυῆτορ ἀνάδειξον, διὰ τῆς μνήμης Αὐτοῦ, θυσίαν προσφέροντα, καὶ καθαγιάζοντα, λογισμοὺς καὶ πράξεις, καὶ τὸν βίον πάντα Δέσποινα.

Κοντάκιον. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Τὴν πανοπλίαν ἐνδυθεὶς τοῦ Δεσπότου, πρὸς συμπλοκὰς τὰς νοητὰς ἡτοιμάσθης, Ἀνδρόμαχε χριστόψυχε ὡς θεῖος ἀθλητής· ὅθεν ὡς θυμίαμα, προσηνέχθης εὐῶδες, ἐν καμίνῳ ἅγιε, τὸν Διόδωρον ἔχων, συγκοινωνὸν γενναῖον καὶ πιστόν, μεθ᾿ οὗ δεήσεις, Χριστῷ νῦν προσάγετε.
Ὁ Οἶκος
Ἰσοθεΐαν ζηλώσας διάβολος ἐξ ἑωσφόρου σκοτόμορφος γέγονεν, ἀρχῆθεν δὲ ψευδόμενος διὰ τῆς εἰδωλομανίας ἠθέλησε προσπορίσαι ἑαυτῷ τὴν λατρείαν τοῦ Δημιοργοῦ. Ὅθεν ὁ γενναῖος ᾿Ανδρόμαχος θεόθεν φωτισθείς, τὴν ἀλωπεκῆ αὐτοῦ ἀπρὶξ διέῤῥηξε, καὶ τῇ βροντώσῃ φλογὶ ὡς θυμίαμα ἐκκαείς, σὺν Διοδώρῳ τῷ ὁμοψύχῳ ἀθλητῇ, Παράδεισον ὡς εἰκὸς ᾤκησαν. Τούτους οὖν ἡμεῖς οἱ φιλομάρτυρες τιμῶντες, πρέσβεις πρὸς Κύριον προβαλλόμεθα κραυγάζοντες· δυὰς κλεινὴ καὶ θεοστεφὴς Μαρτύρων, εὐχὰς διαπύρους ὑπὲρ ἡμῶν, Χριστῷ νῦν προσάγετε.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόμαχος καὶ Διόδωρος, πυρὶ τελειοῦνται.
Μάχου πρὸς ἐχθροὺς Ἀνδρόμαχε Κυρίου,
κᾂν τοῦ πυρὸς σύνθνησκε τῷ Διοδώρῳ.
Δυοκαιδεκάτῃ φλοξὶν ἐψήθη ᾿Ανδρόμαχος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου.
Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
ἤραντο νίκην, γῆν προβάντες ταράχου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐκ δεξιῶν συσταυρωθέντος εὐγνώμονος Ληστοῦ, οὗ τοὔνομα Δημᾶς, γεγονότος πρώτου πολίτου τοῦ Παραδείσου.
Ἤστραψε Θεοῦ φωτί, ληστὴς εὐγνώμων,
ἐν Σταυρῷ τρανῶς εἰπὼν Κυρίῳ· μνήσθητί μου.
Δυοῖν καὶ δεκάτῃ, ὑψιμέδωνι ἄειρε, πιστὸς Δημᾶς γῆθεν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης.
Μέλη Δομνῖνα καί περ ἐξαρθρουμένη,
οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθενομάρτυς Ἀναστασία, ξίφει τελειοῦται.
Ἡγεῖτο λαιμοῦ τὴν τομὴν ἀσπασίαν,
ἡ καλλίνικος Μάρτυς Ἀναστασία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.
Τέθνηκεν ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
θνήσκειν ἑτοίμων εἰ δέοι καὶ πολλάκις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου, ἐπισκόπου Ἐφέσσου.
Ὁ Θεόδοτος γήϊνον λιπὼν θρόνον,
τὸν λαμπρὸν εὗρε τῆς ἄνω δόξης θρόνον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαλφεθᾶ, βέλεσι τοξευθεὶς τελειοῦται.
Οὐ μαλθακόν τι Μαλφεθᾶ βλέπειν ἔχει,
τόξου κατ’ αὐτῆς εὐτόνως τεταμμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀνθία, βληθεῖσα εἰς πύρινον χάλκινον βοῦν, τελειοῦται.
Εἰς βοῦν ἀπανθεὶς ἔμπυρον βεβλημένη,
ἐν οὐρανῷ δὲ λαμπρὸν ἀνθεὶς Ἀνθία.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἰουβεντῖνος καὶ Μάξιμος, ξίφει τελειοῦνται.
Ἰουβεντῖνος, Μαξίμῳ τμηθεὶς ἅμα,
χορῷ συνήφθη Μαρτύρων σὺν Μαξίμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰάσωνος, ἐπισκόπου Δαμασκοῦ.
Παθὼν Ἰάσων τὰς βάρεις καταστρέφει,
πύργους ἐγείρας ἀρετῶν πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ νέου Θεολόγου.
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Οὐΐλφριντ τῆς Ὑόρκης Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀλαμάνων τῶν ἐν Κύπρῳ· Βαλαντίου, Βαρλαάμ, Βαρνάβα τοῦ μοναχοῦ, Βασιλείου ἐπισκόπου τοῦ Βαβατσινιώτη, Γεωργίου τοῦ Ἐπιτηδειώτου, Γεωργίου τοῦ Περαχωρίτου, Γεωργίου τοῦ Σαλαμάνου, Δημητριανοῦ τοῦ ἐπισκόπου, Εἰρηνικοῦ, Ἐλπιδίου, Ἐπαφροδίτου καὶ Ἐπίκτητου τοῦ θαυματουργοῦ.
Θείαν κτησάμενος, Ἐπίκτητος, χάριν,
πιστοὺς πρὸς οὐράνιον προτρέπει κτῆσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοσεβίου καὶ τῆς Συμβίας αὐτοῦ, τῶν ἐν Ἀρσινόῃ.
Σέβας ὑπάρχεις Ὁσίων Ἀρσινόης,
Θεοσέβιε σὺν θείᾳ σου Συμβίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐπὶ τῇ ἐπετείῳ τῆς ἀπελευθερώσεως τῆς πόλης τῶν Ἀθηνῶν ἐκ τοῦ Γερμανικοῦ ζυγοῦ, ἐν ἔτει 1944ῳ, Σύναξις πάντων τῶν ἐν Ἀθήναις Ἁγίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
νυσας στάδιον ἀγῶνος, ἀνδρικώτατα, Ἀνδρόμαχε θεόφρον, καὶ βραβεῖον λαβών, τῆς σῆς φιλοθεΐας, νῦν τῷ Χριστῷ παρίστασαι, τῷ ἐνδυναμώσαντί σε.
Τεῖχος ἀπρόσβλητον κατέχων, τὴν ἀγάπην σου, πρὸς τὸν Ἠγαπημένον, οὐκ ἀφῆκας ἐχθρόν, ἀποσυλῆσαι ταύτην, ἀλλὰ πυρὶ προσέθηκας, ἄλλο πῦρ ὦ θεῖε Μάρτυς.
να ζωὴν τὴν αἰωνίαν, εὕρῃς ἅπαντα, τὰ τοῦ παρόντος κόσμου, ὡς μηδὲν θεωρῶν, Ἀνδρόμαχε ἐχώρεις, πρὸς τὸ σεπτὸν μαρτύριον, ὃ ἐτέλεσας γενναίως
Θεοτοκίον
Κύριον πάντοτε Παρθένε, ἐκδυσώπησον, ὑπὲρ τῶν αἰτουμένων, μητρικὴν σου εὐχήν, ἐν ὥραις σκαιωρίας, διδοῦσα φῶς εὐέλπιστον, καὶ παράκλησιν καρδίαις.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ .
σπερ λέων ἐτάραξας γενναίως, λατρευτὰς ἀσεβεῖς, σοφῶς θεολογήσας, τοῦ ᾿Ιησοῦ Ἀνδρόμαχε ἐμφάνειαν, καὶ οἰκονομίαν, ὑπὲρ τῶν ἀνθρώπων, διὰ πολλὴν ἀγάπην.
Συμφρονοῦντα Διόδωρον ἐφεῦρες, μεθ᾿ οὗ μάχην καλήν, Ἀνδρόμαχε συνῆψας, καὶ τῶν ξοάνων πλάνην ἐξελέγξαντες, ἐναποῤῥιφέντες, τοῦ πυρὸς ἐν μέσῳ, ἐλάβετε τὰ γέρα.
Μακαρία ὁδὸς ἣν ἐπορεύθης, καὶ τὸ στέφος λαμπρόν, Ἀνδρόμαχε ὑπάρχει, ὅπερ Χριστός σοι δέδωκε ὡς ἔπαθλον, Οὗ μορφὴν τὴν θείαν, βλέπεις ἀενάως, εἰς ἄνω Βασιλείαν.
Θεοτοκίον
πὶ σὲ ἐπεῤῥίφην ἐκ κοιλίας, μητρικῆς Ἀγαθή, ὡς ὁ προφήτης ψάλλει, διὸ καὶ πᾶσαν τὴν ἐλπίδα μου ἀνέθηκα, ἐπὶ σοὶ Παρθένε, ὡς οἰκονομήσεις, ψυχῆς μου σωτηρίαν.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λυττῶντες τῶν εἰδώλων οἱ λατρευταί, τῷ φλογώδει πυρί σε ἐνέβαλον, ἔνθα πυρός, ἔρωτος ὃν εἶχες πρὸς τὸν Χριστόν, πυρκαϊὰν ὑπήναψας, καὶ ὡλοκαυτώθης θεοπρεπῶς, σὺν θείῳ Διοδώρῳ, Ἀνδρόμαχε τρισμάκαρ, μεθ᾿ οὗ ἡμᾶς ἀεὶ μνημόνευε.
Παγίδας ἅς σοι ἕστησεν ὁ ἐχθρός, τῇ δυνάμει Κυρίου διέφυγες, καὶ ὡς στρουθός, εὗρες νοσσιὰν τὴν μαρτυρικήν, ἔνθα τυχὼν θεώσεως, διὰ τῆς ἀθλήσεως τοῦ πυρός, Ἀνδρόμαχε θεόφρον· διὸ παρακαλοῦμεν, ὑπὲρ ἡμῶν Χριστῷ μεσίτευε.
σφράνθη ὁλοκαύτωσιν ὁ Θεός, τοῦ ἐνδόξου σου σώματος ἅγιε, καὶ παρευθύς, ἤνοιξέ σοι πύλας τοῦ οὐρανοῦ, ἔνθα κατευφραινόμενος, μνήσθητι τιμώντων σὴν ἑορτήν,καὶ συμμετόχους δεῖξον, τῆς ἧς μετέχεις δόξης, θεοστεφάνωτε Ἀνδρόμαχε.
Θεοτοκίον
νδρόμαχον πλουτοῦντες πρέσβυν στεῤῥόν, καὶ Κυρίαν Παρθένον μεσίτριαν, πρὸς τὸν Χριστόν, κούφως διαπλεύσωμεν ἀδελφοί, τὸ ταραχῶδες πέλαγος, βίου τοῦ παρόντος καὶ ἀγαθάς, κατέχοντες ἐλπίδας, λιμένα Βασιλείας, τῶν οὐρανῶν εὕροιμεν ἅπαντες.

Ἐξαποστειλάριον ῏Ηχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὥσπερ ἀστὴρ χριστόφωτος, τῶν εἰδώλων τὸ σκότος, Ἀνδρόμαχε διέλυσας, καὶ ἐκήρυξας πᾶσι, τυράννοις τὴν τοῦ Κυρίου, ἀληθῆ σωτηρίαν· ὅθεν μὴ ὑποφέροντες, ὑπηρέται δαιμόνων, σὲ τῷ πυρί, ἀπανθρώπως ἔῤῥιψαν καὶ θυσία, προσήχθης γενναιότατε, ᾯ ἠγάπας Δεσπότῃ.
Θεοτοκίον, ὅμοιον
Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλίμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις.








ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ὑπερφώτου Τριάδος, τὸ φῶς δεξάμενος, Ἀνδρόμαχε τρισμάκαρ, οὐκ ἠνέσχου τὸ σκότος, τῆς εἰδωλομανίας ὅθεν στεῤῥῶς, πρὸ τυράννων ἐξήλεγξας, αὐτὴν καὶ μόνον ἐκήρυξας ὡς Θεόν, Ἰησοῦν ἐνανθρωπήσαντα.

Ἄϋλον μάχην συνῆψας, μάρτυς Ἀνδρόμαχε, μετὰ τοῦ διαβόλου, καὶ τῆς πλάνης εἰδώλων, ὡς σύμμαχόν σοι ἔχων τὸν Ἰησοῦν, ὑπὲρ Οὗ καὶ ἐνήθλησας, Ὃς καὶ τὴν χάριν παρέσχέ σοι δαψιλῶς, ἀναδείξας θεοκήρυκα.

Ὀνειδισμοὺς ὑπομείνας, πικροὺς Ἀνδρόμαχε, ὑπὲρ τοῦ γλυκυτάτου, Ἰησοῦ τοῦ Σωτῆρος, γινώσκων ὅτι ἔχεις ἐν οὐρανοῖς, ἀδιάσειστον οἴκησιν, ἔνθα οἱ πόνοι στραφήσονται εἰς χαράν, καὶ ἡ λύπη ἕξει στέφανον.

Τῆς εὐσεβείας τὴν χλαῖνα, ἀμφιασάμενος, ὥσπερ ἀσπίδα μάρτυς, ἀσεβείας τὸ ῥάκος, διέλυσας πανσόφοις συλλογισμοῖς, ἀναιρέσας τὰ δόγματα, τῶν ψυχοφθόρων εἰδώλων διὸ καὶ πῦρ, σὲ Χριστῷ καλῶς προέπεμψεν.

Δόξα. ῏Ηχος πλ.α΄.
Ἀνδρόμαχε χριστόψυχε ἀθλητά, ὡς μέγας ὁ στέφανός σου καὶ τὰ βραβεῖα, ὥσπερ μεγίστη ἡ ἄθλησις καὶ ἡ ὁμολογία σουπ τὸ πῦρ γὰρ δεξάμενος τοῦ Πνεύματος, ὅλος ἀνεφλέγης εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ, καὶ τὴν θεότητα αὐτοῦ ὁμολογήσας εὐθαρσῶς πρὸ τυράννων δυσσεβῶν, εἰς πῦρ ἐναπεῤῥίφης ὡς ἀθῶος ἀμνός, ὑπὲρ τοῦ Ἀμνοῦ τοῦ ἄραντος τοῦ κόσμου τὴν ἁμαρτίαν. Ὅθεν νῦν ἱστάμενος ὡς νικηφόρος δρομεύς, Αὐτὸν ἱκέτευε μετὰ παῤῥησίας, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε φιλάδελφε.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Μάχην συστησάμενος κατ᾿ ἐχθροῦ, σὺν τῷ Διοδώρῳ, ἐμαρτύρησας εὐθαρσῶς, ἐν φλογὶ καμίνου, Ἀνδρόμαχε χριστόφρον, καὶ εἴληφας βραβεῖον, στέφανον ἄφθαρτον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου