ΙΟΥΝΙΟΣ ΙΓ΄!!
ΑΝΝΑ & ΙΩΑΝΝΗΣ ΟΣΙΟΙ ΛΑΡΙΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄.Τῶν οὐρανίων
ταγμάτων.
Τῶν
Λαρισαίων τὰ πλήθη, δεῦτε συνδράμωμεν, ἐπὶ τῇ θείᾳ μνήμῃ, Ἄννης καὶ Ἰωάννου, καὶ
βίον μελετῶντες τὸν θαυμαστόν, τῷ Θεῷ δῶμεν αἴνεσιν, τῷ τούτοις δόντι τὴν χάριν
ἐν πειρασμοῖς, ἐπὶ ἔτεσι τριάκοντα.
Διαβολὰς
καθ’ ἑκάστην πολλὰς ἀκούουσα, σὸν σύζυγον θλιβούσας, ὦ φιλόανδρε Ἄννα, κρυφίως ἐπιβᾶσα
πλοίῳ νυκτός, ἐρημόνησον ᾤκησας, ἔνθαπερ πλῆθος ἐνίκησας πειρασμῶν, ὡς ἀδάμας ἀκατάβλητος.
Τὸν
σὸν υἱὸν Ἰωάννην, ἔσχες ὡς δώρημα, καὶ σύμβιον ἐν πᾶσι, γενναιόψυχε Ἄννα, ὃν
θρέψασα ἀγάπῃ τοῦ Παντουργοῦ, ἀκριβῶς ἐξεπαίδευσας, μόνον Αὐτὸν ἀτενίζειν καὶ
πρὸς Αὐτόν, προσηλοῦν καρδίας ἔννοιαν.
Ὅσα ὁ
νοῦς οὐκ ἰσχύει, νοῆσαι ἔπραξας, τῇ τοῦ Χριστοῦ δυνάμει, παμμακάριστε Ἄννα, ἐν
πλήρει ἀπουσίᾳ τῶν ἀναγκῶν, καὶ πτωχείᾳ εἰς ἔπακρον, πλοῦτόν σου ἔχουσα μόνην τὴν
προσευχήν, καὶ ἐλπίδα πρὸς τὸν Κύριον.
Τοὺς
φυσικοὺς ὑπερβᾶσα, ὅρους πανεύφημε, ὡς ἄγγελος Κυρίου, Ἄννα ἔζης ἐν νήσῳ, μετὰ
τοῦ Ἰωάννου, πάσης ἐκτός, ἀνθρωπίνης ἀνέσεως, διὸ νῦν χαίροντες ἄνω ἐν οὐρανοῖς,
τῶν τιμώντων ὑμᾶς μνήσθητε.
Μετὰ
τριάκοντα χρόνους, ὑπομονῆς θαυμαστῆς, ηὐδόκησε Δεσπότης, ἐκπληρῶσαι σὸν πόθον,
καὶ στείλας ἱερέα σεμνοπρεπῆ, θεία Ἄννα ἠξίωσε, τοῦ βαπτισμοῦ Ἰωάννην καὶ τῶν
φρικτῶν, Μυστηρίων μεταλήψεως.
Δόξα. Ἦχος πλ.β΄.
Πατρίδα
Λάρισαν καὶ σύζυγον ἠγαπημένον, μυστικῶς καταλιποῦσα Ἄννα, ὡς ἄσαρκος ἄγγελος ἐν
τῇ ἐρημονήσῳ, ἀσκητικῶς ἐβίωσας, καθυπερβᾶσα τοὺς φυσικοὺς ὅρους θαυμαστῶς. Σὺν
τῷ υἱῷ σου δὲ καὶ συνασκητῇ Ἰωάννῃ, πᾶσαν ἐλπίδα εἰς Θεὸν ἐναποθέντες, οὐκ ἀπετύχετε
τῆς ἀγαθῆς προσδοκίας δι’ ἱερέως εὐλαβοῦς. Ὅθεν κληρονόμοι τῆς Βασιλείας τοῦ
Χριστοῦ γεγονότες, ἐκτενῶς πρεσβεύσατε πανόσιοι, ὑπὲρ ἡμῶν ἀεὶ δεόμεθα.
Καὶ νῦν. Θεοτοκίον ἢ τῆς ἑορτῆς.
Τίς
μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα
προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὀσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας,
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν,
τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς
παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν
ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται
αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς.
Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει
θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε,
δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις
ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Τόπον
διδοῦσα εὐαγγελικῶς ταῖς κατὰ τοῦ συζύγου σου ζηλοφθόνοις διαβολαῖς, τὴν πόλιν
καὶ τὸν οἶκόν σου κατέλιπες θεία Ἄννα, καὶ ὡς τρυγών τις φιλέρημος ἐν ἐρημονήσῳ
διαπεράσασα, ἐν ἀπεράντῳ ἀκτημοσύνῃ, γυμνότητι τελείᾳ καὶ πειρασμοῖς ὑπὲρ
νόησιν, σύναθλος ἐδείχθης τῶν παλαιῶν ἐρημιτῶν. Ὅθεν κενοδοξίαν ἐκράτησας, ὑπερηφανίαν
ἔσβεσας, φιλαργυρίαν κατέλυσας, καὶ τὸν ἐξ ἐναντίας πειραστὴν κατεπάτησας, ὡς οὐδὲν
τῶν οἰκείων βελῶν διαπερονῆσαι ἰσχύσαντα ἐπὶ σοί. Διό παμμακάριστε μῆτερ, πρέσβευε
τῷ σὲ ἐνισχύσαντι Θεῷ, ὑπὲρ τῆς ἐνεγκαμένης Λαρίσης καὶ τῶν ἐν πίστει τιμώντων
σε, ἵνα εὕρωμεν ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ἦχος β΄
Τοὺς
ἐνταῦθα κρότους μὴ θηρῶσα, ἀλλὰ τοὺς μέλλοντας στεφάνους προσδοκῶσα, πάντα τὰ
δεσμὰ τῆς ματαιότητος ἀνδρικῶς Ἄννα διέῤῥηξας, καὶ μόνον τῇ ἀγκύρᾳ τῆς πίστεως
εἰς Θεὸν βασιζομένη, ὑπερλόγως ἐξήσκησας ἐν τῇ ἐρημονήσῳ, σὺν τῷ ὁμόφρονι υἱῷ
σου Ἰωάννῃ, μεθ’ οὗ πρέσβευε, δεόμεθα, τῷ στεφοδότῃ Χριστῷ, καὶ ἡμᾶς γενέσθαι
συγκληρονόμους τῆς Βασιλείας Αὐτοῦ.
Ἦχος γ΄
Οὐκ
οἶδε παραίτησιν ἡ φύσις, οὐκ ἔχει συγγνώμην τὸ θῆλυ· δύναται γὰρ
κατεξανίστασθαι τῆς χαυνώσεως, καὶ ἀποκρούεσθαι στεῤῥῶς τὰς τῶν παθῶν ἑλεπόλεις,
ὡς αὖθις ἡ γενναιόψυχος Ἄννα ἀπέδειξεν. Πίστει καὶ ἐλπίδι γὰρ τοὺς πειρασμοὺς ὑπομείνασα,
καὶ μόνον τῷ Θεῷ ἀδιαστάτως προσέχουσα, τύπος ἄριστος ἐγένετο, ὑπομονῆς
φιλοθέου. Ὅθεν τὴν μνήμην αὐτῆς πανηγυρίζοντες, αἰτούμεθα πρεσβεύειν τῷ Κυρίῳ,
δοθῆναι καὶ ἡμῖν ὑπομονὴν ἐν τοῖς τοῦ βίου λυπηροῖς, καὶ ἁμαρτημάτων τὴν
συγχώρησιν.
Ἦχος δ΄
Ἡ
κατὰ Χριστὸν φιλοσοφία ἀποστρέφεται θόρυβον, ὅτι ἡ πνευματικὴ γυμνασία ἔξω
συγχύσεως κατορθοῦται, ὡς τὰ πράγματα διδάσκουσιν. Ὅθεν καὶ ἡ μακαρία Ἄννα, μὴ
φέρουσα τὴν σύγχυσιν τῶν ζηλοφθόνων διαβουλῶν, μᾶλλον προείλετο ἐν ἐρημίᾳ βιῶσαι,
καὶ τῷ Θεῷ μόνον προσέχειν, ἐργαζομένη ἐπιμελῶς τὰς ἀρετάς. Ἐν ἀκρωρείᾳ δὲ ἐγγίσασα
τῶν χαρισμάτων, ὑπερφυῶς ἡμῖν ἐγνωρίσθη, ὅπως τὴν ὑπερθαύμαστον πολιτείαν
ταύτης θαυμάζοντες, δοξάζωμεν τὸν ποιοῦντα θαυμαστὰ ἐν τοῖς Ἁγίοις αὐτοῦ,
φιλάνθρωπον Κύριον.
Δόξα. Ἦχος πλ.α΄
Τὴν ἐρημόνησον
εἰς παράδεισον μεταποιήσασα, τῇ ὑπερφυεῖ σου πολιτείᾳ, Ἄννα θεομακάριστε,
δικαίως τοῦ καρποῦ τῆς ζωῆς συμμετέσχες, πολλοῖς χαρίσμασιν ἀξιωθεῖσα. Καλῶς γὰρ
τὴν ὕλην τὴν συμπνίγουσαν τὴν ἀρετὴν ἀπέφυγες, καὶ ὄργανον ἡδύφθογγον καὶ Θεῷ
καὶ ἀνθρώποις εὐάρμοστον ἀνεδείχθης, σύμπνοον ἔχουσα ἐν πᾶσι τὸν μονογενῆ σου υἱόν,
μεθ’ οὗ καθικετεύετε τῷ φιλανθρώπῳ Δεσπότῃ, παρασχεῖν καὶ ἡμῖν ὑπομονὴν ἐν τῷ
βίῳ, καὶ μετάνοιαν σωτήριον.
Καὶ νῦν, Θεοτοκίον ἢ τῆς ἑορτῆς.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος πλ.α΄. Χαίροις
ἀσκητικῶν.
Χαίρει
Λαρίσης πόλις φαιδρῶς, ἡ ἐξανθήσασα σὲ Ἄννα ἀσκήτριαν, συνάμα τῷ Ἰωάννῃ,
μονογενεῖ σου υἱῷ, πᾶσαν Ἐκκλησίαν, καταπλήξαντας. Συζύγου γὰρ σώφρονος, τὴν ἀγάπην
κατέλιπες, καὶ τοῦ παρόντος, τὰς ἀνάγκας παρέβλεψας, μόνον ἔχουσα, πρὸς Θεὸν τὰς
ἐλπίδας σου. Ὅθεν τὴν ἐρημόνησον, ταχέως κατείληφας, ἔνθα ἀπείρους στερήσεις, ὑπερφυῶς
καθυπέμεινας, διὸ ἠξιώθης, σὺν Ἁγίοις Παραδείσου, Χριστὸν δοξάζουσα.
Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ
ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν
Ὅρους
τοὺς φυσικοὺς θαυμαστῶς, καθυπερβᾶσα μῆτερ Ἄννα ἐξήσκησας, ὡς πάλαι ἐν τοῖς ἐρήμοις,
οἱ τοῦ Χριστοῦ ἀσκηταί, ἐν ἀκτημοσύνῃ καὶ γυμνότητι· εὐχὴν ἀδιάλειπτον, ἐν
καρδίᾳ κατέχουσα, καὶ τὸν υἱόν σου, τὴν ὁδὸν ἐκδιδάξασα, τὴν σωτήριον, ζεῦγος ἅγιον
ὤφθητε. Ὅθεν καθικετεύσατε, δεόμεθα Ὅσιοι, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, ὅπως παράσχῃ
τὴν ἄφεσιν, πληθύος πταισμάτων, καὶ τῆς δόξης Παραδείσου, δῷ τὴν ἀπόλαυσιν.
Στίχ. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Xαίροις
μητροτεκνία σεπτή, ὁσία Ἄννα Ἰωάννη φιλόθεε, Λαρίσης θερμοὶ προστάται, καὶ ἀσκηταὶ
θαυμαστοί, τῆς ἐρημονήσου θεῖα θρέμματα· καρδίαι θεόφλεκτοι, ὑπὲρ φύσιν
βιώσαντες, ἀμεριμνίας, παντελοῦς οἱ διδάσκαλοι, καὶ πειράζοντος, τὰς
παγίδαςσυντρίψαντες· νῦν δὲ κατασκηνώσαντες, εἰς Πόλιν οὐράνιον, σὺν τοῖς χοροῖς
τῶν Ἁγίων, χεῖρας ὑψοῦτε ἀείποτε, ὑπὲρ τῶν τιμώντων, καὶ τὴν μνήμην
γεραιρόντων, ὑμῶν μακάριοι.
Δόξα. Ἦχος β΄.
Τὴν
τοῦ καλοῦ σου συζύγου τὸν δεσμὸν διακόψασα δι’ ἀγάπης ὑπερβολὴν,
τῷ τοῦ Κυρίου ζυγῷ ὑπῆλθες ἀνδρικῶς τιμία Ἄννα. Καὶ ὡς ἄϋλος
μᾶλλον ἢ ἐν σαρκὶ διαβιώσασα, ὁδὸν σκληρὰν καὶ μονότροπον ἐβάδισας,
τῇ ἀπεράντῳ σου ὑπομονῇ πάντας καταπλήττουσα. Μόνην γὰρ ἔσχες
παράκλησιν ἐν τῇ πολυχρονίῳ μονώσει, τὴν τοῦ Κυρίου ἀδιάλειπτον
καὶ ζωηφόρον μνήμην, ἣν καὶ τῷ μονογενεῖ υἱῷ σου θεοπρεπῶς
ἐδίδαξας, μεθ’ οὗ ἱκετεύσατε τὸν Δεσπότην, εἰρήνην παρέχειν
ταῖς ψυχαῖς ἡμῶν, μετάνοιαν εἰλικρινῆ, καὶ πταισμάτων τὴν συγχώρησιν.
Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον ἢ τῆς ἑορτῆς.
Ὢ
θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω μητέρα, ἄνευ ἀνδρὸς
τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι
βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐκ
Λαρίσης φυεῖσα, ἐρημόνησον ᾤκησας, ἅμα σῷ υἱῷ Ἰωάννῃ, μῆτερ Ἄννα τρισόλβιε·
λιποῦσα γὰρ συζύγου τὴν στοργήν, ἐν ἔτεσι τριάκοντα πολλούς, ὑπὲρ φύσιν
καθυπέμεινας πειρασμούς, ἐν πείνῃ καὶ γυμνότητι. Δόξα τῷ ἐνισχύσαντι Χριστῷ,
δόξα τῷ ἁγιάσαντι, καὶ χορηγήσαντι ὑμᾶς, ἱκέτας ἡμῖν Ὅσιοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ
προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄.Τὸν τάφον σου, Σωτήρ.
Θεὸν
τῶν ὀρφανῶν, ἀγαπήσασα Ἄννα, αὐτῷ τὴν σὴν ζωὴν ὁλικῶς ἀναθεῖσα, τὸν κόσμον
κατέλιπες, καὶ πᾶν βίου ἐντρύφημα, ἐρημόνησον, ὡς καλιάν σου ἐφεῦρες, ἔνθα ἤσκησας,
ὑπὲρ τὴν φύσιν γενναίως, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Μαρία
τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως,
καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ
κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.
Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄.Ταχὺ προκατάλαβε.
Τὸν
σύζυγον ἔλιπες, ἀγάπῃ Ἄννα πολλῇ, ὀνείδη μὴ φέρουσα, δι’ ὧν ἐλύπων αὐτόν, τοῦ
δαίμονος ὄργανα· ὅθεν ἐν ἐρημίᾳ, προσηλώσασα νοῦν σου, πρὸς τὴν Ἠγαπημένον, Ἰησοῦν
σὺν υἱῷ σου, συνέλεξας πλῆθος ἀρετῶν, Δεσπότην δοξάσασα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον ἢ τῆς ἑορτῆς.
Παρθένε
πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις,
ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ
πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας μόνη Θεόνυμφε.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄.Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀγάπης
πλησθεῖσα τῆς θεϊκῆς, πάντα σύνδεσμον Ἄννα τὸν κοσμικόν, ἀνδρείως διέκοψας, καὶ
τὴν νῆσον κατέλαβες, ἐν πτωχείᾳ πλήρει, καὶ πόνοις ἀσκήσεως, πλουτισμὸν
χαρίτων, ψυχῇ συναθροίσασα. Ὅθεν σὺν υἱῷ σου, Ἰωάννῃ Δεσπότην, ἀπαύστως δοξάζοντες,
παρ’ αὐτοῦ ἠξιώθητε, ἁγίων μυστηρίων τυχεῖν, δι’ ὧν σῴζεται γένος ἀνθρώπινον,
καὶ ὁσίων τὸ στέφος, δικαίως εἰλήφατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον ἢ τῆς ἑορτῆς.
Τὴν
ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον,
ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα
ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, πρεσβειῶν σου ἐλέει, γαλήνην παρέχουσα,
καὶ κινδύνων ἐξαίρουσα· σὺ λιμὴν γὰρ ἀχείμαστος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλος σου.
Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου· Ἐκ
νεότητός μου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων
αὐτοῦ.
Στ.· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ
περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, τὸ Ὁσιακόν (βλ.Ὄρθρον ὁσίου
Σάββα, 5 Δεκεμβρίου)
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῶν σῶν Ὁσίων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β. Στίχ. Ἐλέησόν
με ὁ Θεός....
Ὡς ὁμοπάτριον
οἱ Λαρισαῖοι πάντες, πανευφροσύνως σήμερον
τιμῶμέν σε ὁσία Ἄννα, ὅτι τῆς ἀσθενοῦς φύσεως τοῦ θήλεος τοὺςὅρους ὑπερβᾶσα,
ἰσάγγελον βιοτὴν ἐπέδειξας, καὶ δι’ ὑπερανθρώπου ἀσκήσεως σὺν τῷ υἱῷ σου Ἰωάννῃ,
τὴν Ἐκκλησίαν ἐφαιδρύνατε. Ὅθεν καθικετεύομεν Μῆτερ μακαρία, μὴ διαλείπητε ἐκτείνειν
πρὸς Κύριον τὰς χεῖρας εὐχητικῶς, αἰτούμενοι ὑπὲρ ἡμῶν, φιλαδέλφως τὸν Φιλάνθρωπον.
Ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Ὑμνολογῶ
γεραίρων Ἄνναν καὶ Ἰωάννην. Ἀ(θανάσιος)".
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνῆσαι
προθέμενος, Ἄνναν Λαρίσης τὸ καύχημα, τὴν χάριν τοῦ Πνεύματος, αἰτοῦμαι
Δέσποτα, ὅπως ἄξιον, ἐγκώμιον ἐνέγκω, καὶ ταύτης τὴν ἄσκησιν, στέψω τοῖς ᾄσμασι.
Μητρὸς
ἀνεπλήρωσεν, καὶ τοῦ πατρός σου τὴν στέρησιν, ἀνήρ τις φιλάνθρωπος, ἀναλαβόμενος,
Ἄννα πάνσεμνε, ὥσπερ γνησίαν κόρην, καὶ γάμῳ συνέζευξεν, υἱῷ τιμίῳ σε.
Νομίζων
ὁ δόλιος, καταβαλεῖν σε ἐξήγειρε, σφοδρότατον πόλεμον, ἀλλὰ σὺ ἕστηκας, Ἄννα
φέρουσα, ὡς πύργος ἑδρασμένος, τῇ πέτρᾳ τῆς πίστεως, τούτου τὰ κύματα.
Θεοτοκίον
Ὁρῶν ὁ
Φιλάνθρωπος γένος ἡμῶν ἀπολλύμενον, ἐκ σοῦ ἐνηνθρώπησεν, καθὼς ηὐδόκησεν, ἀναδείξας
σε, Παρθένε Θεοτόκον, καὶ πρέσβιν θερμότατον, τῶν προστρεχόντων σοι.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Λυττῶν
ὁ μισάνθρωπος ψιθύρους, ἐγείρει ἀδίκους κατὰ σοῦ, ὡς ὅτι οὐκ ἦν ἄξιον, πτωχήν
σε οὖσαν πλούσιον, ἄνδρα λαβεῖν εἰς σύζυγον, τὴν ἀρεταῖς κοσμουμένην σε.
Ὁρῶσα
θλιβόμενον μεγάλως, ὀνείδεσι ψευδοσυγγενῶν, ὁμόζυγον ἱκέτευες, Ἄννα
θεομακάριστε, ὅπως τῆς συνοικήσεως, τῆς μετ’ αὐτοῦ διαζεύξῃ σε.
Γυνὴ Ἄννα
πέφυκας ἀνδρεία, ὡς γράφει ὁ Παροιμιαστής, ἐν σεαυτῇ συνέχουσα, ἐξαίρετα
χαρίσματα, διὸ καὶ περιπόθητος, τῷ σῷ ἀνδρὶ ἐχρημάτισας.
Θεοτοκίον
Ὡραῖον
τῷ κάλλει ὑπὲρ πάντας, υἱοὺς τῶν ἀνθρώπων ἐν γαστρί, ἐκύησας Πανάχραντε, τὴν
φύσιν ὡραΐσαντα, ἡμῶν κειμένην πάθεσι, καὶ ἐκ φθορᾶς ἀναστήσαντα.
Κάθισμα .Ἦχος πλ.α΄.Τὸν συνάναρχον Λόγον.
Καὶ ἐν
γάμῳ ἀρίστην ζωὴν ἐπέδειξας, καὶ ἀσκήσει τραχείᾳ Ἄννα διέλαμψας, πρὸς Θεὸν
διηνεκῶς ἐνατενίζουσα, ἐξ Οὗ δύναμιν πολλήν, ἐν μεγίστοις πειρασμοῖς, ἐφείλκυες
σὺν υἱῷ σου, διὸ ἐφάνης τοῖς τιμῶσιν, ὑπομονῆς τρανὸν παράδειγμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε
πύλη Κυρίου ἡ ἀδιόδευτος, ἣν προεκήρυξαν πάντες οἱ δικαιότατοι, καὶ ὁ προφήτης
Δανιήλ, λίθον ἀλάξευτον, καὶ Δαυῒδ ὁ μελῳδός, σὺν Μωϋσεῖ καὶ τοῖς λοιποῖς,
βάτον καὶ στάμνον καὶ ῥάβδον, νεφέλην πύλην καὶ θρόνον, καὶ μέγα ὄρος ἀναδειχθεῖσαν
ἡμῖν.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Γῆν
πατρῷαν Ἄννα ὡς Ἁβραάμ, ἔλιπες κρυφίως καὶ σύζυγον, ἐν ταπεινώσει, ἀναθεῖσα
σεαυτήν, προνοίᾳ τοῦ Δεσπότου σου, τοῦ πτωχῶν ὁδοὺς κατευθύνοντος.
Εὗρες
ἐρημόνησον ὡς τρυγών, ἔνθαπερ μονώσει κατῴκησας, ἀκτημοσύνῃ, ἀκροτάτῃ θαυμαστῶς,
καὶ ἔτεσι τριάκοντα, Ἄννα ὑπὲρ φύσιν ἐβίωσας.
Ῥήξασα
γενναίως πάντα δεσμόν, τὸν μετὰ τοῦ κόσμου κρατοῦντά σε, Ἄννα θεόφρον, τὴν ἀγάπην
σῆς ψυχῆς, πρὸς τὸν Θεὸν κατηύθυνας, Ὅστις μυστικῶς σε ἐνίσχυεν
Θεοτοκίον
Ἄχραντε
Παρθένε Μήτηρ Θεοῦ, τὴν καταχρανθεῖσαν καρδίαν μου, ἐξ ἁμαρτίας, ἀποκάθαρον ταῖς
σαῖς, πρεσβείαις πρὸς τὸν Κύριον, Ὅνπερ βρεφικῶς ἐγαλούχησας.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰσχύν
σοι δεδώρηται, Χριστὸς ὁ παντοδύναμος, ὁ τοὺς ἀσθενεῖς ἐπιῤῥωνύων, καὶ δι’ ἀγάπην
αὐτοῦ πυκτεύοντας, κατὰ τοῦ ἀλάστορος ἐχθροῦ, ὅστις καὶ ἐξήγειρε, κατὰ σοῦ Ἄννα
πόλεμον.
Ῥοαῖς
τῶν δακρύων σου, Ἄννα ὁσία ἔβρεχες, τῆς ἐρημονήσου γῆν καθ’ ὥραν, ἥτις παρεῖχε,
σοὶ ἐπιούσιον, καὶ ἀσκητικὴν διατροφήν, ἐπὶ πλείστοις ἔτεσι, καὶ φιλίως ἐξένισεν.
Ὡς δῶρον
οὐράνιον, Χριστός σοι ἐχαρίσατο, Ἄννα τὸν υἱόν σου Ἰωάννην, ὃν φιλοθέως, ταῖς
μητρικαῖς διδαχαῖς, ἔδειξας πιστὸν συνασκητήν, ἐν τοῖς ἀγωνίσμασι, τῆς ἐν νήσῳ
μονώσεως.
Θεοτοκίον
Νενίκηκας
Ἄχραντε, τῇ ὑπὲρ νοῦν κυήσει σου, τὸν ὑποδουλώσαντα θανάτῳ, ἡμῶν τὸ γένος· ὅθεν
τιμῶμέν σε, ὡς ἐλευθερώτριαν Σεμνή, καὶ ἐπανενώσασαν, τοὺς ἀνθρώπους τῷ Τόκῳ σου.
ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Ἀγγελικῶς
διεβίωσας, ἐν τῇ ἐρημονήσῳ φιλέρημε, μηδὲν κατέχουσα, εἰ μὴ Χριστὸν πρὸς Ὃν ἔτεινας,
τὸ ὄμμα τῆς καρδίας καὶ τὴν ἐλπίδα σου.
Νοὸς
κινήσεις ἐκράτησας, εὐχῇ τοῦτον ἀπαύστῳ δεσμεύσασα, καὶ κατενίκησας, τοῦ
πειρασμοῦ Ἄννα ἔνεδρα, δι’ ὧν ἀκαταπαύστως κατεπολέμει σε.
Νεότητος
τὰ σκιρτήματα, ἐκράτησας γενναίως ἀθλήσασα, καὶ καθυπέταξας, διὰ τοῦ σώματος σῶμά
σου, πιστὴ φανεῖσα Ἄννα Χριστοῦ μαθήτρια.
Θεοτοκίον
Ἁγνείας
καὶ καθαρότητος, ὑπάρχουσα παλάτιον Δέσποινα, ναόν με ποίησον, τοῦ φιλοάγνου
Δεσπότου μου, Ὃν σὺ ἐκ τῆς σαρκός σου ἁγνῶς ἐκύησας.
Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐκ τῆς
Λαρίσης ὥσπερ ἄνθος Ἄννα ἤνθησας, καὶ δοῦσα τόπον τοῦ ἐχθροῦ τοῖς μηχανήμασιν, ἐρημόνησον
ἠσπάσω εἰς κατοικίαν, ἔνθα πλείστους πειρασμοὺς τοῦ πολεμήτορος, σὺν υἱῷ σου Ἰωάννῃ
κατενίκησας, ὅθεν γέγονας, σκεῦος τίμιον τοῦ Πνεύματος.
Ὁ Οἶκος
ᾌσμασι
χαρμοσύνοις οἱ πιστοὶ τῆς Λαρίσης, τιμῶμέν σου τὴν μνήμην ὁσία· σὺ γὰρ ἀρνησαμένη
τοῦ βίου πάντα τὰ τερπνά, εἰς ἐρημόνησον ὡς τρυγὼν φιλέρημος ἐσκήνωσας, ἔνθα
μετὰ τοῦσυμψύχου υἱοῦ σου τὸν Θεὸν ἐδοξάσατε, διὸ καὶ παρ’ ἡμῶν νῦν δέχεσθε
προσήκουσαν τὴν εὐφημίαν.
Χαῖρε,
δυὰς ὁσίων Λαρίσης,
χαῖρε,
παντὸς δεσμοῦ ὑλαίου λύσις.
Χαῖρε,
ἀσκητῶν ἀρχαίων ὑπόμνησις,
χαῖρε,
ὅρων φυσικῶν ὑπὲρ λόγον ὑπέρβασις.
Χαῖρε,
ὕψος θείου ἔρωτος τύπος πᾶσι τοῖς πιστοῖς,
χαῖρε,
βάθος ταπεινώσεως καὶ ἐλπίδος θαυμαστῆς.
Χαῖρε,
ἐρημονήσου ἀρετῶν βλαστουργία,
χαῖρε,
ἀκτημοσύνης σεπτὴ εἰκονογραφία.
Χαῖρε,
μητροτεκνίας γνησία ὑπόδειξις,
χαῖρε,
φιλοθεΐας ἀδιαλείπτου ὑπόκαυσις.
Χαῖρε,
δι’ ἧς οἱ ἐν γάμῳ διδάσκονται,
χαῖρε,
δι’ ἣν οἱ μονάζοντες κράζουσι,
Χαῖρε
δυὰς τιμία τοῦ Πνεύματος.
Συναξάριον.
Τῇ
ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, μνήμην τῆς ὁσίας Ἄννης
καὶ τοῦ υἱοῦ αὐτῆς Ἰωάννου, τῶν ἐκ Λαρίσης μὲν καταγομένων, ἀσκησάντων δὲ
θεοφιλῶς καὶ τελειωθέντων ἐν ἐρημονήσῳ τινί.
Μήτηρ καὶ υἱός, Ἄννα καὶ Ἰωάννης,
Λαρίσης πέλουσι πρὸς Θεὸν ἱκέται.
Τρίτῃ
τε δεκάτῃ σεπτὴ μητροτεκνία Θεῷ ἥνωται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης
Τὸν
παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε.
Ἀκυλῖνα
σοι τέμνεται Νύμφη νέα.
Ἀμφὶ
τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλῖνα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντιπάτρου ἐπισκόπου Βόστρων
Tὸν
Ἀντίπατρον πλούσιον Σῶτερ δέχῃ,
τῶν
ἀρετῶν φέροντα κορβανᾶν μέγαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου Πατριάρχου Ἀντιοχείας
Tὴν βασιλείαν κλῆρον
εὗρε τὴν ἄνω,
σὺν Πατρὸς Eὐλόγιος εὐλογημένοις.
σὺν Πατρὸς Eὐλόγιος εὐλογημένοις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μύριοι Μάρτυρες, ξίφει τελειοῦνται.
Nικᾷ πεσοῦσα
μυριὰς διὰ ξίφους,
πίπτουσα καὶ γὰρ ἡ Θεοῦ νικᾷ φάλαγξ.
πίπτουσα καὶ γὰρ ἡ Θεοῦ νικᾷ φάλαγξ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ
ἐξ ἀπάτης τὸν διάβολον προσκυνήσαντος.
Oἰήσεως
οὐκ ἔστι τι χεῖρον πάθος.
ταύτῃ
γὰρ Ἰάκωβον ἐχθρὸς ἠπάτα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διόδωρος, ὁ ἐξ Ἐμέσης,
σταυρωθεὶς τελειοῦται.
Ἀνῆλθε Διόδωρος
εἰς σταυροῦ ξύλον,
τιμῶν Ἰησοῦν οὗ πάθος σταυροῦ ξύλον.
τιμῶν Ἰησοῦν οὗ πάθος σταυροῦ ξύλον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Τριφυλλίου, ἐπισκόπου Λήδρας
Κύπρου.
Ἔστηκε
Τριφύλλιος, Ὑψίστου πέλας,
ὁρῶν τὸ
τριπρόσωπον, Ὑψίστου πέλας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἐκ Σκλαταίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν
λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Νικολάου, τοῦ ἐν Καρυαὶς Λέσβου, ἐν ἔτει 1960
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Ἰωάννου τοῦ πρεσβυτέρου, τοῦ νέου χρυσοστόμου καὶ ἐλεήμονος, ἐκ
Χαλδίας Μικρᾶς Ἀσίας.
Ἀβραὰμ Ἄγγελοι τρεῖς ὤφθησαν πάλαι, τέκνου
γέννησιν ἀνακοινοῦντες,
Νόες Ἅγιοι τρεῖς ὤφθησαν αὖθις, σὲ καλέσαντες ἐπὶ τὰ κρείττω
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Αλεξάνδρας Ντιγίεβο τῆς Ῥωσσίδος.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Νίκην
ᾔρατε, κατὰ τοῦ πολεμήτορος, ἀγωνισάμενοι, δυνάμει τοῦ Ἰησοῦ, καὶ ὅρους τῆς
φύσεως καθυπερέβητε, ὡς ἀσώματοι, μᾶλλον ἢ σάρκα φέροντες, καὶ ἐπίγεια φρονοῦντες.
Καθαρότητα,
καρδίας ἐπεκτήσασθε, ὡς διαμείναντες, ἐκτὸς τοῦ κόσμου παθῶν, καὶ μόνον τὸν
Κύριον ἐπικαλούμενοι, ὅθεν Ὅσιοι, ὑμῶν ἡ ἐρημόνησος, ἡγιάσθη παρουσίᾳ.
Αἶνον
ἔχοντες, ἐν στόμασι μακάριοι, τοῦ Παντοκράτορος, τὴν παρουσίαν Αὐτοῦ, ἀεὶ ἐπῃσθάνεσθε
καὶ ἐπηυφραίνεσθε, ὡς Πρωτόπλαστοι, ἐν Παραδείσῳ ἔχαιρον, τῷ Θεῷ συνομιλοῦντες.
Θεοτοκίον
Ἱερώτατον,
κειμήλιόν με ποίησον, Θεοχαρίτωτε, τοῦ γλυκυτάτου Χριστοῦ, ἡ τοῦτον γεννήσασα
καθάπερ νήπιον, ἐκδιώκουσα, ἐκ τῆς ψυχῆς μου, ἅπαντα, τὰ ἐπίψογά μου πάθη.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἴσους
ἐπεδείξατε ἀγῶνας, ἐρήμου τοῖς πάλαι ἀσκηταῖς, Ἄννα σὺν Ἰωάννῃ τε, τὴν φλόγα ὑπανάπτοντες,
φιλοθεΐας ἔρωτι, μηδὲν κατέχοντες, εἰ μὴ τὴν τοῦ Θεοῦ εὐλογίαν, ἐν ἀκτημοσύνῃ,
πτωχείας ἀκροτάτης.
Ὥσπερ
Σαμουὴλ θεόφρον Ἄννα, υἱόν σου Κυρίῳ ἀφιέρωσας, τούτῳ ἐκδιδάξασα, πᾶσαν τὴν εὐσέβειαν,
μεθ’ ἧς ἠνδρώθη ἄριστα, ἀεὶ εὐχόμενος, Θεῷ τῷ ὀρφανοὺς καὶ τὰς χήρας, τῇ αὑτοῦ
προνοίᾳ, ἀντιλαμβανομένῳ.
Ἄπιστα
τῷ πλήθει τῶν ἀνθρώπων, ἀθλήματα ἅπερ ἀνδρικῶς, ἐτέλεσας ἀσκήσασα, Ἄννα
θεομακάριστε, ὡς φύσιν ὑπερβαίνοντα καὶ πᾶσαν νόησιν, καὶ μόνον τοῦ Θεοῦ ἐνεργείᾳ,
κατορθοῦνται πᾶσι, τοῖς θεοφορουμένοις.
Θεοτοκίον
Νέαν
κτίσιν Πάναγνε Παρθένε, ἀπέδειξας τὴν πάλαι τῇ φθορᾷ, τῶν πρωτοπλάστων
πταίσματι, ὑποταγεῖσαν ἄκουσαν, ὅθεν οἱ καινιζόμενοι, θείῳ βαπτίσματι,
δοξάζομεν, ἀεί σου τὴν χάριν, καὶ τὴν πρὸς Υἱόν σου, ἀνύστακτον πρεσβείαν.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νέος ἀληθῶς,
τῷ θείῳ βαπτίσματι, ἄνθρωπος γέγονας, Ἰωάννη ὅσιε, καὶ κοινωνήσας σαρκὸς καὶ αἵματος,
Χριστοῦ ὡς ᾔτεις πάντοτε, σὺν τῇ σεπτῇ σου μητρί, ἱερέως, εὐλαβοῦς πληρώσαντος,
θαυμαστῶς ὥσπερ δεῖ τὰ μυστήρια.
Ἤδη
πανταχοῦ, ὑμῶν τὸ μνημόσυνον τὸ χαροπάροχον, Ἅγιοι ἐξήπλωται, ὦ Ἰωάννη καὶ Ἄννα
πάνσεμνοι, οἱ δὲ ἀγῶνες ἅπαντες, οὓς ἐτελέσατε, ἐν ἐρήμῳ, εἰς Κυρίου αἴνεσιν, τῶν
πιστῶν τὰς καρδίας προτρέπουσι.
Νῦν εἰς
οὐρανῶν, σκηνώματα χαίροντες μὴ ἐπιλάθεσθε, μνήμην ὑμῶν Ἅγιοι, θαλάσσης βίον τὸν
πολυτάραχον, πλεόντων ἀλλὰ πάντοτε, καθικετεύετε, τὸν Σωτῆρα, τὸν ἀναπαυόμενον,
ἐν ψυχαῖς καθαραῖς παμμακάριστοι.
Θεοτοκίον
Ἄνασσα
ἁγνή, τὴν Λάρισαν σκέπασον τὴν ἐξανθήσασαν, Ἄνναν τὴν θεόφρονα, καὶ Ἰωάννην τὸν
χριστοφίλητον, καὶ τῷ Κυρίῳ πρέσβευε ὅπως πταισμάτων πληθύν, παραβλέψῃ πάντων
καὶ τὴν ἄφεσιν, χορηγήσῃ ἡμῖν ὡς φιλάνθρωπος.
Ἐξαποστειλάριον Ἦχος
β΄.Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὰ
πάντα καταλείψασα, καὶ οἰκίαν καὶ ἄνδρα, Ἄννα θεομακάριστε, ὡς φιλέρημος ὄρνις,
νῆσον ᾤκησας μόνη, σὺν υἱῷ Ἰωάννῃ, ὃν εὐλαβῶς ἐκθρέψασα, γάλακτι εὐσεβείας, καὶ
τῷ Θεῷ, τὴν ζωὴν ἀνέθεσθε ὁλοψύχως, Ὅστις ὑμᾶς κατέστεψε, θείας δόξης στεφάνῳ.
Θεοτοκίον, ὅμοιον.
Εὐλογημένη
Πάναγνε, Θεοτόκε Παρθένε, χριστιανῶν τὸ καύχημα, τῶν ἀγγέλων ἡ δόξα, καὶ ἀθλοφόρων
τὸ κλέος, κράτος σκέπη καὶ τεῖχος, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ προστάτις
καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς σοῖς δούλοις· καὶ γὰρ ἐν σοὶ καυχώμεθα,
προστασία τοῦ κόσμου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος
δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὀρφανῶν
ὁ κηδόμενος, πολυεύσπλαγχνος Κύριος, Ἄννα σοῦ κατηύθυνε διαβήματα· νεύσας καρδίᾳ
θεόφρονος, ὃς σὲ προσελάβετο, ὥσπερ κόρην σαρκικήν, καὶ καιρῷ τῷ προσήκοντι,
νύμφην δέδωκε, τῷ υἱῷ αὑτοῦ γάμῳ ἐν τιμίῳ, ἐπ’ ἐλπίδι εὐτυχίας, καὶ καλλιτέκνου
βιώσεως.
Φθονεροῖς
διαβάλμασι, κακοψύχων ὁ σύζυγος, Ἄννα ὠνειδίζετο ὅτι εἴληφεν, σὲ τὴν πτωχὴν καὶ
ἀκτήμονα, διὸ ὑποφέρουσα, παρεκάλεις τῶν δεσμῶν, ἀπαλλάξαι συζεύξεως, ἀλλ’ οὐκ ἔστεργεν,
ἀγαπῶν σε ἐξ ὅλης τῆς καρδίας, ὡς γινώσκων τῆς ψυχῆς σου, τὴν ἀρετῶν πλουσιότητα.
Μυστικῶς
μετηνάστευσας, τῆς Λαρίσης καὶ οἴκου σου, Ἄννα ἐρημόνησον προτιμήσασα, σαὐτὴν
Θεῷ ἐπιῤῥίψασα, συνάμα τῷ τέκνῳ σου, Ἰωάννῃ ᾧ καλῶς, τὴν πατρῴαν εὐσέβειαν ἐκδιδάξασα,
ἀπολύτῳ πτωχείᾳ καὶ ἐλλείψει, παντελεῖ ἀπαραιτήτων, ἀσκητικῶς ἐνηθλήσατε.
Θαυμαστῶς
ἐξεπλήρωσεν, μακροχρόνιον αἴτημα, ἄμφω ὁ Πανάγαθος Ἄννα πάνσεμνε, καὶ ἱερέα ἀπέστειλεν,
υἱόν σου βαπτίσαντα, καὶ μυστήρια Χριστοῦ, μεταδόντα τὰ τίμια, ὃς καὶ γέγραφε,
τοὺς ὑμῶν ὑπὲρ φύσιν ἀνθρωπίνην, πειρασμοὺς καὶ θεῖα ἆθλα, δι’ ἃ γεραίρομεν
σύνδυο.
Δόξα. Ἦχος πλ.δ΄.
Ἀποστολικῶς
ἐδοξάσατε τὸν Κύριον, θεόφρον Ἄννα, καὶ μακάριε Ἰωάννη, ἔν τε τοῖς σώμασι καὶ ἐν
τοῖς πνεύμασιν ὑμῶν. Πάντα γὰρ ὑπομείναντες καρτερικῶς, τῇ δυνάμει τοῦ Σταυροῦ ἐν
τῇ ἐρημονήσῳ, ὡς εἰς ἄλλον παράδεισον τρυφῆς, τῆς ἀγαθῆς ὑμῶν ἐλπίδος οὐκ ἠστοχήσατε
εἰς τέλος. Θεοῦ γὰρ τοῦτο δῶρον ἐξαίρετον, τοῦ τοῖς πιστοῖς αὐτοῦ δούλοις
χαριζομένου ἐν ταῖς ἀπορίαις τὰ παρ᾽ ἐλπίδα. Ὅθεν ἀξίως τοῦ Εὐαγγελίου
πολιτευσάμενοι ὡς ἄγγελοι, καὶ σὺν ἀγγέλοις νῦν σκηνοῦντες, πρεσβεύσατε δεόμεθα
ἐκτενῶς, ὑπὲρ ἡμῶν ὡς φιλάδελφοι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου
Μεγαλυνάρια
Χαίρετε
Λαρίσης γόνοι λαμπροί, Ἄννα πανοσία, σὺν υἱῷ καὶ συνασκητῇ, θείῳ Ἰωάννη, καὶ ἄμφω
τὸν Δεσπότην, ὑπὲρ ὁμοπατρίων, ἀεὶ πρεσβεύετε.
Τῆς ἐρημονήσου ἄνθη
τερπνά, χάριτι Κυρίου, ἀνεδείχθητε πειρασμούς, πλείστους ὑποστάντες, Ἄννα σὺν Ἰωάννῃ,
διὸ ἐν Παραδείσῳ, νῦν ἐπαγάλλεσθε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου