+ ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄.
ΑΚΑΚΙΟΣ ΛΗΤΗΣ & ΡΕΝΤΙΝΗΣ ΕΠΙΣΚΟΠΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ τῆς ἑορτῆς τῆς Θεοτόκου γ΄.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν·
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς
Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν
παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ
παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν
Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς
ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ
πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι
ἡμᾶς.
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα
βαστάσασα, τάφῳ κατατίθεται, καὶ ἀγγέλων δῆμοι, σὺν τοῖς ἀποστόλοις, φόβῳ
κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς
οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τοῦ Ἁγίου προσόμοια γ΄. Ἦχος
α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἱεράρχην
Κυρίου, Λητῆς τὸν Πρόεδρον, Ἀκάκιον τὸν θεῖον, εὐφημήσωμεν ὕμνοις, τὸν λάμψαντα
ἐν σκότει δουλείας δεινῆς, καὶ τὴν ποίμνην ἐκθρέψαντα, τὴν ἑαυτοῦ ἔν τε βίῳ καὶ
διδαχαῖς, σωτηρίοις ὡς φιλότεκνος.
Τὴν ἀκακίαν
φορέσας, ὡς θεῖον θώρακα, ἐπωνυμίαν ἔργον, μετεποίησας πάτερ, μιμούμενος ἐν πᾶσι
τὸν ἀγαθόν, καὶ φιλάνθρωπον Κύριον, ὅθεν πραότητι τρόπων, ποίμνην τὴν σήν, καθωδήγησας
Ἀκάκιε.
Οἶκος
λαμπρὸς ἀνεφάνης, Ἁγίου Πνεύματος, καὶ θησαυρὸς ἐνθέων, ἀρετῶν Ἱεράρχα, δι’ ὧν
κατὰ τὸν Παῦλον, τύπος πιστῶν, καὶ ὑπόδειγμα γέγονας, Χριστὸν διδάσκων Ἀκάκιε ᾯ
ψυχάς, ὥσπερ δῶρον προσενήνοχας.
Δόξα.
Ἦχος β΄.
Τῆς ἀκακίας
τὴν πανοπλίαν φρονίμως περιβληθείς, σὺν τῷ Χριστῷ ἑκουσίως ἐσταυρώθης, βαδίσας
τῆς ἀσκήσεως τὴν σταυροφόρον ὁδόν· ὅθεν ποιμὴν θεόσοφος Λητῆς τε καὶ Ῥεντίνης ἀνεδείχθης,
καθοδηγήσας τοὺς πιστούς σου οὐκ ἀναγκαστῶς, ἀλλ’ ὡς ἀπλανὴς διδάσκαλος καὶ πατὴρ
φιλόστοργος, ἑλκύων οὐρανόθεν τὴν χάριν τοῦ παναγίου Πνεύματος. Νῦν δὲ ἀπολαύων
τῶν ἀγαθῶν τοῦ Παραδείσου, μνήσθητι πάντων τῶν τιμώντων σε, Ἀκάκιε πάτερ καὶ ἱεράρχα
μακάριε.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ἡ τῶν
οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως
τιμιωτέρα, ἡ δι’ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον
γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ
σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα
Παροιμιῶν τὸ ἀνάγνωσμα. (Κεφ. 10, 6-7 & 3, 13-16 & 8).
Μνήμη
δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον,
οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον
δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ.
Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου· Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ πρoΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων· Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν
ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν,
οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον
ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενoς, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Ἐκλογή).
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ
σοφίαν. Δικαιοσύνῃ δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης
τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν.
Γλῶσσα σοφῶν καλὰ ἐπίσταται· καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος
ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ, φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας
δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα,
καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.
Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα
ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ· ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν
αὐτήν· μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ
πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην
καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ
πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς
λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν
καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον
ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν
λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν
τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ
δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου
σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι
παρὰ σοί, καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξη αὐτῆς. Λογισμοὶ γὰρ
θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
ΕIΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Τὴν
κλῆσίν σου παμμάκαρ Ἀκάκιε πιστώσας, ἐν ἀκακίᾳ ἐπορεύθης ἐνώπιον Κυρίου, οἶκος
εἰρήνης καὶ ἀγαθότητος γενόμενος· ἔχων γὰρ τὸν Χριστὸν ἐν σεαυτῷ λαλοῦντά τε καὶ
φθεγγόμενον, ὤφθης αὐτοῦ εὔφωνός τε καὶ εὔηχος σάλπιγξ, διαρθροῦσα τῆς ἀληθείας
τὸν λόγον, τῇ σοὶ θεόθεν λαχούσῃ φιλοχρίστῳ ποίμνῃ. Ἥτις τὴν μνήμην σου λαμπρῶς
ἐπιτελοῦσα, αἰτεῖται τὰς πατρικὰς εὐλογίας σου.
Ἦχος
β΄
Τῆς
τοῦ Χριστοῦ ἀκακίας ἐχόμενος στεῤῥῶς, τῆς πραϋθύμου ἀρετῆς οἶκος γέγονας Ἀκάκιε,
ἐμπράκτως διδάσκων τοῖς τέκνοις σου, ὅτι αὕτη ἐστὶν ἡ ἄθλησις τῶν Χριστιανῶν καὶ
ὁ ἀγών, μὴ συνεργεῖν ταῖς κακαῖς τοῦ ἀντιδίκου ὑποσποραῖς, ἵνα μὴ ἰσχὺν καὶ νεῦρα
δι᾽ ἡμῶν λαμβάνῃ, καὶ ἐκδιώκηται τῶν ψυχῶν τὸ Πνεῦμα τὸ Ἅγιον. Ὅθεν δεόμεθά σου
πάτερ, δώρησαι καὶ ἡμῖν τῆς ἀκακίας τοῦ παναγάθου Ἰησοῦ τὸ θεῖον χάρισμα.
Ἦχος
γ΄
Ῥίζα
πάσης ἀρετῆς, καὶ θεμέλιος τῆς ὅλης ἀγαθότητος λέγεται καὶ ὑπάρχει ὄντως! ἡ ἀκακία.
Οὐ γὰρ οἶδεν ἔχθρας τὴν ὑπόστασιν, οὐκ ἐπίσταται ὀργῆς τὴν ἀγριότητα, οὐ
γινώσκει κακίας τὴν ἐνέργειαν,·ἀλλ᾽ ἔστιν ὥσπερ βασίλισσα ὑπὸ πασῶν τῶν ἀρετῶν δορυφορουμένη.
Tαῦτα καλῶς γινώσκων ἱεράρχα Ἀκάκιε, ὡς σύζυγον ἰσόβιον καὶ κοσμοῦσάν ἔσχες τὴν
ἀκακίαν. Ἧς περ μετόχους δεῖξον καὶ ἡμᾶς, τοὺς τὴν σεπτήν σου μνήμην περιχαρῶς ἑορτάζοντας.
Ἦχος
δ΄
Τὸν
λογικὸν τῆς ψυχῆς ναόν σου, τὸν πρὸς τὴν ἔνδοθεν ἀόρατον εἰκόνα τὴν ἔξωθεν ἀποτυπούμενον,
ἐπιμελῶς φροντίζων πάτερ, τύπος ἀληθοῦς ἱεράρχου τοῦ Χριστοῦ, ἐδείχθης ἐν
χρόνοις δυσχειμέροις. Σοφῶς δὲ ποιμεναρχήσας Λητῆς τε καὶ Ῥεντίνης, τοῦ πολυάθλου
σκήνους σου ἀνάπαυσιν εὗρες τὴν θεοβάδιστον Ἁγίαν Γῆν, τῆς δὲ χριστοφιλοῦς ψυχῆς
σου ἐν χερσὶ Κυρίου ἐλλιμενισθείσης, παῤῥησίαν εὐχῶν πλουτεῖς πάτερ Ἀκάκιε, ἣν ἐνεργοποίησον
δεόμεθα ὑπὲρ ἡμῶν, τῶν ἀνυμνούντων ἐκ πόθου τὴν μνήμην σου.
Δόξα.
Ἦχος πλ.α΄.
Ὥσπερ
διάδημα χρυσόπλεκτον τοὺς ὕμνους συντιθέντες, τὴν ἱεράν σου κεφαλὴν πνευματικῶς
σήμερον στέφομεν, Ἀκάκιε πάτερ ἁγιώτατε. Ὅτι τὸν Καλὸν Ποιμένα Ἰησοῦν σχὼν ὡς
πρότυπον, ἐν πᾶσιν ὤφθης εἰκὼν ἀξιομίμητος ἀρετῶν, τοῖς λογικοῖς σου προβάτοις.
Διὸ σὺν τοῖς ἀπ’ αἰῶνος ἁγίοις ἱεράρχαις συναυλιζόμενος, πρέσβευε ὑπὲρ τῆς ἱερᾶς
σου Ἐπαρχίας, ἀνευφημούσης ἐκ ψυχῆς τὴν μνήμην σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
ᾌσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς
ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾯ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Θύτης
τοῦ ἀκάκου Ἰησοῦ, καὶ ποιμὴν Λητῆς καὶ Ῥεντίνης, Νήφωνος σύμψυχος, Θεοφίλου ἄριστος,
καθηγητὴς ἐν Χριστῷ, ἀνεδείχθης Ἀκάκιε, πιστῶν δὲ εὐχέτης, τῶν τὴν θείαν μνήμην
σου, ἑορταζόντων φαιδρῶς, καὶ ἐξαιτουμένων πρεσβείας, εὐπαῤῥησιάστους σου
πάτερ, πρὸς τὸν μεγαλύναντά σε Κύριον.
Στίχ.
Οἱ ἱερεῖς σου, Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ὥσπερ
ζωηφόρος ποταμός, ἤρδευσας Λητῆς καὶ Ῥεντίνης, ἄμπελον πάτερ Χριστοῦ, βότρυας ἐνέγκασαν,
θεοειδῶν ἀρετῶν· ὅθεν μάκαρ Ἀκάκιε, Ἐδὲμ ὢν πολίτης, τετραποταμόῤῥειθρον ὕδωρ
ζωῆς τὸν Χριστόν, πίνων μὴ ἐλλείπῃς πρεσβεύειν, ὑπὲρ τῶν πιστῶς σου τὴν μνήμην,
ἐκτελούντων τὴν ψυχοσωτήριον.
Στίχ.Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Τόπους
προσκυνήσας τοὺς σεπτούς, ἔνθα ὁ Χριστὸς σωτηρίαν, ἡμῶν εἰργάσατο, ἐν αὐτοῖς
κατέλιπες, τοῦ σώματός σου σορόν, ἀναμένων ἀνάστασιν, Ἀκάκιε πάτερ, ὅπως λάβῃς
τέλειον, ἐπισκοπείας μισθόν, καὶ ἀνεκφοιτήτως Δεσπότῃ, συναφθῇς ᾯ πόθῳ
δουλεύσας, ὡς πιστὸς ἐργάτης θείας χάριτος.
Δόξα.
Ἦχος δ΄.
Ἀσύλως
διεφύλαξας τῆς ἀρχιερατείας τὴν χάριν, ἐπηύξησας τὸ τάλαντον, ὡς φρόνιμος οἰκονόμος
τοῦ Δεσπότου, ποιμάνας τὰ τέκνα σου, οὐκ ἀναγκαστῶς ἀλλὰ φιλοστόργως, πάτερ ἱεράρχα
Ἀκάκιε. Ὅθεν συνεστὼς τῷ ἠγαπημένῳ σου Κυρίῳ, μὴ παύσῃς πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν
ἔτι περιλειπομένων, ὅπως εὕρωμεν ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ
νῦν. Τῆς ἑορτῆς, ὁμόηχον.
Τὴν
πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ,
καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν· ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν
ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς
σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
Λητῆς καὶ Ῥεντίνης ποιμενάρχης θεόσοφος, κατὰ τοὺς ἀρχαίους πατέρας, ἀνεδείχθης
Ἀκάκιε. Διδάσκων καθ’ ἑκάστην τοῖς πιστοῖς, τὴν πλήρωσιν τῶν θείων ἐντολῶν, ὥσπερ
πίνακα χριστόγραφον σεαυτὸν παρέχων πρὸς ἐκμίμησιν. Ὅθεν ἐντεῦθεν μεταστάς, μνήσθητι
τῶν τιμώντων σε, ὅπως γενώμεθα Χριστοῦ, θεάρεστα σκηνώματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. Ἦχος α΄.
Ἐν τῇ
Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες
Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις
ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ποιμένα
σε σεπτόν, ὁ Χριστὸς καταστήσας, Ῥεντίνης καὶ Λητῆς, ἐν καιροῖς δυσχειμέροις,
φωτίσαι τὴν ποίμνην σου, ἐν δουλείᾳ ὑπάρχουσαν· ὅθεν ἅγιε, φωστὴρ λαμπρὸς ἀνεδείχθης,
καὶ ἐκράτυνας, Ὀρθοδοξίας τὴν πίστιν, τοῦ Πνεύματος χάριτι.
Δόξα.
Καὶ νῦν.Τῆς ἑορτῆς, ὅμοιον.
Ὁ
πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως,
τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε· οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ
πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες· ἣν πίστει ἑορτάζομεν
Μετὰ
τὴν β΄ στιχ.Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
πολιτείαν σου, τῇ κλήσει ἥρμοσας, πάτερ Ἀκάκιε, καὶ οἶκος γέγονας, τῆς ἀκακίας ἐν
Χριστῷ, βιώσας ἐν πραότητι, καὶ τῶν λόγων σύριγγι, τὴν σὴν ποίμνην ἐδίδαξας, πῶς
τῆς ἁγιότητος, μετασχεῖν ἕνα ἕκαστον, τηρήσει ἐντολῶν τοῦ Κυρίου, ἐν πάσῃ βίου
καθαρότητι.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Ἐν τῇ
Γεννήσει σου, σύλληψις ἄσπορος· ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος· θαῦμα ἐν
θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἀγνεύουσα;
πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ
Κεχαριτωμένη.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐκκλησίας
μεριμνῶν, ὁ Ἀρχηγὸς ταύτης Χριστός, σὲ ποιμένα ἀληθῆ, Λητῆς Ῥεντίνης τε σοφόν,
πάτερ Ἀκάκιε ἔδειξεν ὡς προβλέπων, φιλότεκνον στοργήν, καὶ ἀγωγὴν χριστοειδῆ,
δι’ ὧν πρὸς ἀρετὴν, ποίμνην ὡδήγησας σοφῶς, πρὸς σωτηρίας τὸ ὕδωρ ἐν ἀσφαλείᾳ, διαφυλάξας
τὴν πίστιν ἀλώβητον, ἀπὸ τῆς πλάνης, ψευδοπροφήτου, σοφοῖς σου λόγοις μακάριε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀναβόησον
Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτή; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς
θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς
ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι μητέρες, καὶ
θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω βασίλεια.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου· Ἐκ νεότητός μου.
Προκείμενον·
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος·
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγ.Χρυσοστόμου
(ιγ΄Νοεμβρίου)
Ὁ
Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα,
στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Ταῖς
ἐμπρεπούσαις Ἱεράρχαις ἀρεταῖς, κεκοσμημένος πάτερ Ἀκάκιε, τύπος
ἐγένου ἀκριβὴς τῶν πιστῶν, κατὰ τὸν θεηγόρον Παῦλον. Ὅθεν ὁ
φιλάνθρωπος Χριστός, τὸ μὲν σκῆνός σου προσελάβετο ἐν τῇ Ἁγίᾳ Γῇ,
τὴν δὲ ψυχὴν ἐδέξατο ἐν τῇ Ἄνω Ἱερουσαλήμ. Ἐν ᾗ εὐφραινόμενος,
μὴ ἐλλείπῃς πρεσβεύειν διηνεκῶς, ὑπὲρ τῆς ποίμνης σου Ἅγιε.
Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς: Σὲ τὸν Λητῆς
ἐπίσκοπον, Ἀκάκιε, λιτάζω. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σὴν
μνήμην γεραίροντες, θεόφρον πάτερ Ἀκάκιε, προφρόνως δοξάζομεν, τὸν σὲ
δοξάσαντα, καὶ ἐπίσκοπον, Λητῆς τε καὶ Ῥεντίνης, σεπτὸν ἀναδείξαντα, Σωτῆρα
Κύριον.
Εὑρόν
σε κατάλληλον, σκήνωμα Πνεῦμα τὸ Ἅγιον, μεγάλως ἐπλούτισεν, πάτερ Ἀκάκιε, τοῖς
χαρίσμασιν, αὐτοῦ δι’ ὧν ἐφάνης, ποιμὴν ἀξιόθεος, καὶ χριστοκάρδιος.
Ταλάντων
ἐπηύξησας, τὴν δωρεὰν Πάτερ ὅσιε, φρονίμως τὸν βίον σου, πολιτευσάμενος, καὶ ἀπείληφας,
ἐκ τῶν χειρῶν Κυρίου, δικαίως τὸν στέφανον, τῆς ἁγιότητος.
Θεοτοκίον
Οὐδείς
σου δυνήσεται, ὑμνῆσαι δόξαν Πανάμωμε, δι’ ἧς σε ἐδόξασεν, ὁ σὸς Υἱὸς καὶ Θεός,
ὁ ἐκ σπλάγχνων σου, σάρκα λαβὼν βροτείαν, καθώσπερ ηὐδόκησεν, ὁ ὑπεράγαθος.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νοήσας
τὸ πρόσκαιρον παρόντων, ὀπίσω πεπόρευσαι Χριστοῦ, τὰ μένοντα θεώμενος, σοφῶς
πάτερ Ἀκάκιε, καὶ τὸν σταυρὸν ἀσκήσεως, προθύμως ᾖρας τοῖς ὤμοις σου.
Λαοῦ ἀνεδείχθης
ποιμενάρχης, προνοίᾳ Κυρίου ἀγαθῇ, ἰδόντος σου τὸ ἄκακον, ψυχῆς πάτερ Ἀκάκιε, ὅθεν
ἐπληροφόρησας, τῆς ποιμανσίας τὸ χάρισμα.
Ἡ
χάρις συνήργει Παρακλήτου, τοῖς ἔργοις σου πάτερ ἐναργῶς, καὶ τὰς ὁδοὺς
διήνοιγε, σοφίαν χορηγοῦσά σοι, εἰς ἀγαθὴν περαίωσιν, ἐπισκοπείας Ἀκάκιε.
Θεοτοκίον
Τὸν
πλοῦτον εἰδότες σῆς ἀγάπης, προστρέχομεν Μῆτερ οἱ πιστοί, καὶ σοὶ ἀνατιθέμεθα,
πάντα ἡμῶν αἰτήματα, ἅπερ διαβιβάζουσα, Χριστῷ μὴ παύσῃς ἀείποτε.
Κάθισμα
.Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς
φωσφόρον ἀστέρα, Χριστός σε ἔθετο, ἐν Λητῇ καὶ Ῥεντίνῃ, πάτερ Ἀκάκιε,
ἔνθα διέλαμψας σαφῶς καὶ διέλυσας, σκότος δουλείας τὸ βαθύ, καὶ τῆς Ἄγαρ τὴν ἀχλύν,
σοφαῖς σου διδασκαλίαις, οἰκοδομήσας σὴν
ποίμνην, ὡς ἀρχιτέκτων θεονούστατος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Τῶν Ἀγγέλων
τὰ πλήθη, δοξολογοῦσί σε, τῶν ἀνθρώπων τὸ γένος, πιστῶς ὑμνοῦμέν σε, ὅτι
μετέστης ἀπὸ γῆς πρὸς τὰ οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ σου καὶ Θεῷ, ῥυσθῆναι
ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν Παρθένε μετάστασιν.
ᾨδὴ
δ΄. Τοῦ Ἁγίου. Τὴν ἀνεξιχνίαστον.
Ἤστραψας τοῦ βίου
ταῖς ἀρεταῖς, πάτερ θεοφόρε Ἀκάκιε, χαροποιήσας, τῶν Ἀγγέλων τοὺς χορούς, ὧν ἐμιμήσω
ἄριστα, τὴν πρὸς τὸν Δεσπότην εὐλάβειαν.
Σκήνωμα
ἐγένου πανευπρεπές, τῆς σεπτῆς Τριάδος Ἀκάκιε, ἐξαγιάζων, τῇ ἀσκήσει σεαυτόν,
καὶ ὑποτάσσων ἅπαντα, ταύτῃ τῆς σαρκὸς τὰ θελήματα.
Ἔδειξας
Ἀκάκιε ἐμφανῶς, οἵους ὁ Χριστὸς ἀναδείκνυσι, τοὺς πεποιθότας, ἀλογίστως ἐπ’ Αὐτόν,
καὶ τὰς ἀκτίστους χάριτας, τούτοις χαριζόμενος ἄνωθεν.
Θεοτοκίον
Πύλην
μετανοίας μοι Ἀγαθή, ἄνοιξον εὐχαῖς σου πρὸς Κύριον, στηρίζουσά με, ἐν τῇ ὥρᾳ
πειρασμοῦ, καὶ ὥσπερ κόνιν ἅπαντα, τοῦ ἐχθροῦ διάλυε σκάνδαλα.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἱδρῶσι
τιμίοις σου, ἐπισκοπῆς τὴν ἄμπελον, ἤρδευσας Ἀκάκιε θεόφρον, ὡς τοῦ
Κυρίου οὖσαν γεώργιον, καὶ δοθέν σοι ἐπιτροπικῶς, ὅπως πολυπλάσιον, ἀποδῷς
τὸν καρπὸν αὐτοῦ.
Σωτῆρος
πεπόρευσαι, τοῖς ἴχνεσιν Ἀκάκιε, πρόβατα ζητῶν τὰ πλανηθέντα, καὶ ἐπανάγων, ἀπὸ
ὁδῶν σφαλερῶν, ἐπὶ τὴν ἀλήθειαν Χριστοῦ, ὡς πατὴρ φιλόστοργος, καὶ ποιμὴν ἀξιόθεος.
Κοινὸν
ἡγησάμενος, τῆς ποίμνης σου τὸ ὄφελος, πάσας κατηνάλωσας δυνάμεις, ταύτην
διδάσκων, ἐμπράκτως Ἅγιε, ὅτι μόνον πίστις τοῦ Χριστοῦ, ἔστιν ἡ ἀλήθεια, ἡ τὸν ἄνθρωπον
σῴζουσα.
Θεοτοκίον
Ὃν
δέδωκε πλοῦτόν μοι, ὁ Κύριος κατέφαγον, ὡς υἱὸς ὁ ἄσωτος Παρθένε, καὶ
κερατίοις, νῦν σιτιζόμενος, σὲ μεσίτριάν μου πρὸς Αὐτόν, Δέσποινα προβάλλομαι, ὅπως
δῷ μοι μετάνοιαν.
ᾨδὴ
Ϛ΄. Τὴν θείαν ταύτην.
Πεινῶντας
ἄρτῳ ἐχόρτασας, νοσοῦντας καὶ πτωχοὺς παρεκάλεσας, ξένους συνήγαγες, τοὺς
κλονουμένους ἐστήριξας, καὶ πᾶσιν ἐγεγόνεις, τὰ πάντα Ἅγιε.
Οὐδόλως
ὕπνον βλεφάροις σου, δεδώκεις ἱεράρχα Ἀκάκιε, ἀλλὰ τὴν ποίμνην σου, ἐπαγρυπνῶν
διεφύλαξας, ἀλύμαντον ἐκ λύκων, σύριγγι λόγων σου.
Ναοὺς
ἐμψύχους παρέστησας, τὰ τέκνα σου Κυρίῳ Ἀκάκιε, τὴν θείαν κάθαρσιν, ἐκ τῶν παθῶν
εἰσηγούμενος, καὶ ἀρετῶν τὴν κτῆσιν, κηρύττων πάντοτε.
Θεοτοκίον
Ἀνάστησον
Παναμώμητε, ἐν τάφῳ ἀμελείας με κείμενον, καὶ κινδυνεύοντα, τῆς τοῦ Χριστοῦ
διαστάσεως, Ὃν ἐξιλέωσαί μοι, θείαις πρεσβείαις σου.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἱεράρχης
ἔνθεος καὶ θεοφόρος, ἀνεδείχθης ἅγιε, ποίμνην Ῥεντίνης καὶ Λητῆς, σοφῶς
ποιμάνας βοῶσάν σοι· χαίροις ὦ πάτερ,
παμμάκαρ Ἀκάκιε.
Ὁ Οἶκος
Ὁ Ἐκκλησίας
ἀρχηγὸς Χριστὸς καλῶς εἰδώς σου, τὴν ἀκακίαν τῆς ψυχῆς καὶ ἀρετῶν τὸ πλῆθος, εἰς
ὕψος ἤγαγέν σε ἐπισκοπείας θαυμαστῶς, Λητῆς τε καὶ Ῥεντίνης. Σὺ δὲ φιλοτίμως ἐργασθεὶς
ἐπηύξησας τὸ τάλαντον σωφρόνως ὁδηγήσας πρὸς σωτηρίους νομὰς τὰ λογικά σου
πρόβατα, ἀεὶ διδάσκων τούτοις τὰ πρὸς σωτηρίαν συντείνοντα. Διὸ περιχαρῶς τὴν
μνήμην σου τελοῦντες σήμερον, ὡς εὐεργέτῃ τῶν ψυχῶν βοῶμεν γηθοσύνως· χαίροις ὦ πάτερ, παμμάκαρ Ἀκάκιε.
Συναξάριον.
Τῇ ΙΣΤ´ τοῦ αὐτοῦ μηνὸς, μνήμη τοῦ Ἁγίου Ἀκακίου, ἐπισκόπου
Λητῆς καὶ Ῥεντίνης.
Λητῆς Ῥεντίνης τὸν ἄκακον ποιμένα,
Ὕμνοις τιμῶμεν Ἀκάκιον συμφώνως.
Κάτω
θανὼν Ἀκάκιος Σιὼν τῆς ἄνω τεύξατο.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου ἀσκητοῦ,
καὶ προστάτου Κεφαλληνίας.
Γέρα πρέπουσι Γερασίμῳ τῷ Νέῳ.
Τῷ τοῖς γέρασι τῶν παλαιῶν
στεφθέντι.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ
κάρας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει βίου σου χαῖρε, Χαιρήμων
μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου σάρκα πῦρ κατεσθίει
Μωσῆς ἄν εἶπε θεῖος ὡσεὶ καλάμην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Στεῤῥὸς στρατός τε καὶ συνασπισμὸς
μέγας,
Ξίφει πεσών, στράτευμα δαιμόνων
πρέπει.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου
Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν
πόλεως, εἰς τὴν Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος παντοτεῦκτα Χριστέ
μου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησιν τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης
φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μετ' αἰσχύνης τοὺς Ἀγαρηνούς,
μεσιτείᾳ τῆς Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις
τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν
ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ'
ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Μακαρίου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς
τῆς μονῆς τοῦ Γηρομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου,
καὶ κτίτορος τῆς Ἱ. Μ. Πεντέλης.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου
τοῦ ἐκ Μετεώρων, μαρτυρήσαντος ἐν ἔτει ᾳφνα΄ (1551).
Τί δαί συ Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου,
τοῦ ἐκ τῆς κωμοπόλεως Ἁγίου Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν
ἔτει 1686.
Ἀπῆρας ὄντως εἰς μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ
ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ᾳχπ΄ (1680) ξίφει τελειοῦται.
Ὁ Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων
τῶν Ἁγίων Μαρτύρων ἐν Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου,
Βασιλείου, καὶ Σαράντου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου καταγόμενος,
καὶ ἐν τῇ Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ Τσιοτίου ἀπῆλθες θεοφόρε,
Καὶ ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε,
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Κινδυνεύοντας,
τὴν ἄρνησιν τῆς πίστεως, πάτερ Ἀκάκιε, ταῖς σαῖς σοφαῖς διδαχαῖς, ἐῤῥύσω καὶ ἤλεγξας,
σκότος τῆς πλάνης βαθύ, καὶ ἀνέδειξας, τέκνα Θεοῦ φωτόμορφα, σὲ θερμῶς εὐγνωμονοῦντα.
Ἀφιλάργυρον,
τὸν τρόπον διεφύλαξας, μόνον πλουτῶν εἰς Θεόν, κηδόμενος τῶν πτωχῶν, καὶ
τούτοις διένειμας, πάτερ Ἀκάκιε, τὰ συντείνοντα, πρὸς βίου τὴν ἐπάρκειαν, κατὰ
τὴν ἑκάστου χρείαν.
Κτῆμα
ἔσχηκας, εὐχὴν τὴν ἀδιάλειπτον, πάτερ Ἀκάκιε, καὶ μνήμην τὴν τοῦ Θεοῦ, τηρῶν ὥσπερ
ἄγγελος, Αὐτῷ παρίστασο, καὶ προσέφερες, θυσίαν τὴν σῳσίκοσμον, ἐν ἀκρίτῳ παῤῥησίᾳ.
Θεοτοκίον
Ἱκετεύοντα,
μὴ ἀποῤῥίψῃς Δέσποινα, ἐμὲ τὸν ἄθλιον, τὸν ἁμαρτίαις πολλαῖς, Χριστὸν
παροργίζοντα, τὸν πολυέλεον, ἀλλὰ πρόσδεξαι, τὴν ταπεινήν μου δέησιν, καὶ Αὐτῷ
οἰκείωσόν με.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Εὗρέ
σε Θεόφιλος ὁ θεῖος, ἐνάρετον εὐλαβῆ τε καὶ κοσμούμενον, ἀρεταῖς Ἀκάκιε, ὅθεν ἐξελέξατο,
ὡς ὁδηγὸν καὶ γέροντα, ἀξιοσέβαστον, διό σοι ὑπετάγη προθύμως, ὃν ἱερωσύνῃ, ἐτίμησας
ἀξίως.
Λάμπων
ὡς φωστὴρ Μακεδονίᾳ, ἐστάλης εἰς Αἴγυπτον Ἀκάκιε, ὑπὸ θείου Νήφωνος, ὅπως τὸ ἐξαίσιον,
τοῦ Ὄρους θαυματούργημα, ἰδίοις ὄμμασι, διακριβώσῃς ὅπερ, τοῦ Χριστοῦ ἡ χάρις,
εἰργάσατο ἐκεῖσε.
Ἶδες
οὓς ἐπόθεις θείους Τόπους, τῆς Γῆς τῆς Ἁγίας ὦ Ἀκάκιε, καὶ ἐδοξολόγησας, τὸν ἀφράστως
ἄνθρωπον, Λόγον Θεοῦ γενόμενον, καὶ συντελέσαντα, ἡμῶν τῆς σωτηρίας τὸ ἔργον, Ὃν
ἀνεξοφλήτως, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον
Τετρωμένος
ἔρωτι τῷ θείῳ, Ἀκάκιος Δέσποινα ἠξίωται, προσκυνῆσαι Σίναιον, ἔνθα πάλαι
γέγονεν, τῆς προτυπούσης Βάτου σε, μέγα μυστήριον, καὶ ἔνθους ἐκ ψυχῆς ἀνεβόα·
Xαῖρε Θεομῆτορ, ἡ Κεχαριτωμένη.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἅπαντα καλῶς, τελέσας
Ἀκάκιε, ὡς ναῦς πολύφορτος, εἰς λιμένα ἄφθαρτον, τῆς Βασιλείας ἠγκυροβόλησας,
καταλιπὼν τὸ σῶμά σου, ἀναπαυόμενον, ἐν Ἁγίᾳ, Πόλει ἔνθα τέθαπται, καὶ ἀνέστη ἐνδόξως
ὁ Κύριος.
Ζῇς ὡς ἀληθῶς! καὶ
γὰρ ζῶσι δίκαιοι πάντες ὡς γέγραπται, ὅθεν σου δεόμεθα, ὑψῶν τὰς χεῖρας μὴ παύσῃς
πώποτε, ὑπὲρ ἡμῶν τῶν τέκνων σου, ἑορταζόντων φαιδρῶς, τὴν ἁγίαν, καὶ φωσφόρον
μνήμην σου, ἱεράρχα θεόφρον Ἀκάκιε.
Ὤ! τοῦ
θησαυροῦ! καὶ πλούτου ὃν κέκτηται ἐπισκοπὴ Λαγκαδᾶ, ἔχουσα πολύτιμον, πληθὺν Ἁγίων,
Παῦλον ἀπόστολον, Δαμασκηνὸν Ἀκάκιον, τοὺς ἱεράρχας Χριστοῦ, καὶ παρθένους, Ἀγγελῖναν
πάνσεμνον, καὶ Κυράνναν ἀμνάδα θεόσφακτον.
Θεοτοκίον
Ἅπλωσον
Ἁγνή, τὴν σκέπην σου ἄνωθεν τοῦ εὐσεβοῦς Λαγκαδᾶ, καὶ Ποιμένα φύλαττε, σὺν θείῳ
κλήρῳ καὶ χριστωνύμοις πιστοῖς, ὅπως ὡς λύχνοι φαίνοντες, ἐξ ἀρετῶν θαυμαστῶν,
καὶ Ἁγίων βίους ἐκμιμούμενοι, Βασιλείας Χριστοῦ πάντες τύχωμεν.
Ἐξαποστειλάριον
Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀκάκιε
θεοφόρε, καὶ ἱεράρχα Κυρίου, ἐπίβλεψον οὐρανόθεν, ἐπὶ τὴν ποίμνην σου ταύτην, τὴν
εὐλαβῶς σε τιμῶσαν, καὶ χάρισαι φιλοτέκνως, πᾶσαν Θεοῦ εὐλογίαν.
Τῆς
ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ἀπόστολοι
ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα,
καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὡς
θεόσοφος ἔμπορος, ἱεράρχα Ἀκάκιε, ἀρεταῖς τοῦ βίου σου ἐξηγόρασας, τὸν
Μαργαρίτην τὸν τίμιον, δι’ Ὃν ἀπεμπόλησας, τὰς τοῦ κόσμου ἡδονάς, καὶ προθύμως ὑπήγαγες,
τὸν αὐχένα σου, τῷ ζυγῷ τοῦ Σταυροῦ καὶ ἀποβλέπων, πρὸς τὴν ἄνω Βασιλείαν,
ταύτης ἐγένου συμμέτοχος.
Πανοπλίαν
ἐνδέδυσαι, τὴν τοῦ Πνεύματος Ἅγιε, δι’ ἧς τὸν ἀντίπαλον κατετρόπωσας, ἔρωτι θείῳ
νυττόμενος, διὸ ἐμπειρότατος, ὡς Χριστοῦ πολεμιστής, ποιμανσίας πεπίστευσαι, τὸ
λειτούργημα, Ἐκκλησίαν Λητῆς τε καὶ Ῥεντίνης, καλλικάρπως ὁδηγήσας, πρὸς τοῦ
Κυρίου τὴν μίμησιν.
Οὐρανὸς
πολυάστερος, ἀνεδείχθης Ἀκάκιε, ἀρεταῖς κοσμούμενος δι’ ὧν ἔλαμψας, τοὺς ἐν τῷ
σκότει καθεύδοντας, δουλείας καὶ ἤγειρας, ταῖς σοφαῖς σου διδαχαῖς, πρὸς
Νυμφίου ὑπάντησιν, καὶ ἐνίσχυσας, κινδυνεύοντας τὴν ἀποστασίαν, ταῖς τῶν τυράννων
ὠμότησι.
Τοῖς
ὁμοίοις ὡς ὅμοιος, συνεγένου Ἀκάκιε, θεοφόρῳ Νήφωνι Θεοφίλῳ τε, μεθ’ ὧν τὸν
βίον ἠνάλωσας, φορέσας τὸ λέντιον, τῆς Χριστοῦ ὑπακοῆς, Ἐκκλησίας γενόμενος,
ποιμὴν ἄριστος. Ὑπὲρ ἧς καὶ τῶν σὲ τιμώντων Πάτερ, μὴ ἐλλείπῃς ἱκετεύειν, τὸν
πολυέλεον Κύριον.
Δόξα.
Ἦχος πλ.β΄.
Τοῦ
Καλοῦ Ποιμένος μιμητής, ἀναδειχθεὶς πάτερ Ἀκάκιε, ἐν φιλοψύχῳ σωφροσύνῃ ἐποίμανας
τὴν λογικήν σου ποίμνην, τοῖς πᾶσι τὰ πάντα ἀποστολικῶς γεγονώς, ὡς πιστὸς οἰκονόμος
τῆς Χάριτος. Ὅθεν τῇ εὐδοκίᾳ τοῦ Κυρίου τοῦ ἀμπελῶνος, ἐν μὲν τῇ ἐπιγείῳ Σιὼν ἠξίωσαι
ταφῆναι, ἐν δὲ τῇ ἐπουρανίῳ Ἱερουσαλήμ, μετὰ πάντων τῶν Ἁγίων, ὡς ἐπόθεις
συμμετασχεῖν. Ὅθεν ὡς ἀπολαύων τῆς ὡραιότητος τοῦ προσώπου τοῦ Χριστοῦ,
πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν πίστει τιμώντων σε, ἀρχιεράρχα πανσεβάσμιε.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Τῇ ἀθανάτῳ
σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους
διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου
σώματι, οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων·
Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ’ ὧν ὡς Υἱόν
σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου
Μεγαλυνάρια
Ἄκακος
χριστόψυχος καὶ πραΰς, φωστὴρ ἀνεδείχθης, τῆς Ῥεντίνης τε καὶ Λητῆς, ἔνθα Ἐκκλησίαν,
Ἀκάκιε ποιμάνας, ἀγγέλους καὶ ἀνθρώπους, σφόδρα κατηύφρανας.
Χαίροις
ἐν Κυρίῳ νῦν παρεστώς, Ἀκάκιε πάτερ, Ὃν ἱκέτευε ἐκτενῶς, ὅπως τῶν παγίδων, ἐχθροῦ
ἐκλυτρωθῶμεν, καὶ θείας Βασιλείας, σὺν σοὶ μετάσχωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου