ΑΥΓΟΥΣΤΟΣ Λ!!
ΑΛΕΞΑΝΔΡΟΣ ΟΣΙΟΣ ΣΒΙΡ ΡΩΣΣΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕIΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχ. στ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς
παναγίας Τριάδος, σκεῦος πολύτιμον, Ἀλέξανδρε ἐδείχθης, ἀπὸ βρέφους εἰσέτι, καὶ
βλέπων ὁσημέραι κόσμου φθοράν, νουνεχῶς προετίμησας, ἆραι προθύμως Κυρίου γλυκὺν
σταυρόν, καὶ σκοπεύειν τὰ αἰώνια.
Καρπὸς
εὐχῆς σῶν γονέων, ὤφθης Ἀλέξανδρε, καὶ τούτων εὐσεβείας, κληρονόμος ἐγένου, διὸ
τῇ ἡλικίᾳ προκόπτων ἀεί, καὶ τῇ πίστει προέκοπτες, ὥστε ἐν χρόνῳ τῷ δέοντι τὸν
ζυγόν, τοῦ Χριστοῦ ὤμοις ἀνείληφας.
Ἁπάσας
κόσμου ἠρνήσω, πάτερ Ἀλέξανδρε, τὰς ἡδονὰς καὶ μόνον, τοῦ Χριστοῦ ἐπεπόθεις, ζυγὸν ἐπὶ τοῖς ὤμοις ἀναλαβεῖν, καὶ γενέσθαι συνόμιλος, τῶν
ἀσκητῶν εὐσεβείας καὶ ἀρετῶν, ἀκριβὲς τούτων ἐκτύπωμα.
Ἀγγελικὴν
πολιτείαν, ἐπιποθῶν ἐκ ψυχῆς, ἔσχες νυμφαγωγόν σου, Ἄγγελον παραδόξως, δι’ οὗ τῇ
ὁδηγίᾳ τοῦ Βαλαάμ, ἀσφαλῶς Μάνδρᾳ ἔφθασας, ἔνθα τὸ πρῶτον ἀγῶνας ἀσκητικούς, ἐπετέλεσας
Ἀλέξανδρε.
Πῦρ τῷ πυρὶ ἐπιβάλλων
τοῦ θείου ἔρωτος, ἐν πλήρει μονώσει, παρὰ Σβὶρ ἐνοικήσας, χαρίτων ἠξιώθης παρὰ
Χριστοῦ, καὶ μεγίστων ὁράσεων, ὥσπερ τὸ πάλαι ἐν ὄρει τῷ τοῦ Θαβώρ, οἱ ἀπόστολοι
ἠξίωνται.
Ποιμὴν ἐγένου
θεόφρων, πλήθους πιστῶν μοναστῶν, οὓς χριστοβλύτοις λόγοις, καθωδήγεις
παμμάκαρ, διὸ τῇ ἐμφανείᾳ Τριάδος σεπτῆς, καὶ ἁγνῆς Θεομήτορος, ὁδηγηθεὶς ᾠκοδόμησας
ἱερούς, οἴκους ὅσιε Ἀλέξανδρε.
Ἐδόξασέ σε
μεγάλως, ὁ στεφοδότης Χριστός, καὶ ζῶντα καὶ θανόντα,
ὁσιώτατε Πάτερ. Ζῶντα μὲν θαυμασίοις, πολλοῖς καὶ τρανοῖς, καὶ
θανόντα τὸ σκῆνός σου, τηρήσας ἄφθαρτον μῦρον ὑπερφυῶς,
ῥέον ὅσιε Ἀλέξανδρε.
Δόξα.
Ἦχος β΄.
Τοὺς
δοξάζοντάς με, ἔφη ὁ Κύριος, κἀγὼ τρανῶς ἀντιδοξάσω. Ὅθεν καὶ ἐπὶ σοὶ πάτερ Ἀλέξανδρε,
τῷ ἀπὸ βρέφους ἕως ἐσχάτου γήρως ὡς ἀμνὸς ἄμωμος Τούτῳ πιστῶς ἀκολουθήσαντι
συνέβη. Οἶκον γὰρ παγκάθαρον σεαυτὸν ἐργασάμενος, ὡς Ἀβραὰμ τῆς Καινῆς Διαθήκης,
τὴν Παναγίαν Τριάδα ὡς ἦν δυνατὸν ἐθεάσω, καὶ τῆς ἁγνῆς Θεομήτορος ὑπὲρ πολλοὺς
ἠξιώθης γενέσθαι ὑπερευλογημένος θεατὴς καὶ συνόμιλος. Ὅθεν δικαίως καὶ τὸ ἀσκητικόν
σου σκῆνος ὑπὲρ τοὺς νόμους τῆς φθορᾶς ἀδιάλυτον τηρηθέν, ὡς πηγὴ ἀκένωτος μῦρα
ἐκβλύζει τοῖς πιστοῖς ἀχειροποίητα. Δι’ ὧν εὐλαβῶς χριόμενοι, δοξάζομεν
χαίροντες τὸν σὲ μεγάλως δοξάσαντα καὶ θαυμαστὰ ποιοῦντι ἐσαεὶ Κύριον.
Καὶ
νῦν. Θεοτοκίον.
Παρῆλθεν
ἡ σκιὰ τοῦ Νόμου, τῆς Χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο
καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός,
δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθηκάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν·
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε,
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς
ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο
ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ
διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕIΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Ὡς
Σαμουὴλ καὶ Πρόδρομος, καρπὸς προσευχῆς τοῖς εὐσεβέσι γονεῦσί σου ἐδόθης παρὰ
Θεοῦ, πάτερ θεοφόρε Ἀλέξανδρε. Οὕτω πως ἐνσημανθεὶς ἀοράτῳ νεύσει, δοῦλος πιστὸς
Κυρίου ἀνεδείχθης, Ὃν ἐκ ψυχῆς ἠγάπησας καὶ Ὃν ἀεὶ ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Ὡς
τετρωμένη ἔλαφος τῷ βέλει τῆς τοῦ Χριστοῦ ἀγάπης, εἰς τὴν ἔρημον ἔδραμες Ἀλέξανδρε,
ὅπως εὕρῃς τὴν ἀνάπαυσιν τῆς θεοβλήτου σου ψυχῆς. Ἑκατονταπλασίονα δὲ ἀποδιδοὺς
τῆς χαρισθείσης σοι δωρεᾶς, τύπος γέγονας ἀλάνθαστος ἀσκητικῆς διαγωγῆς καὶ
μοναχοπρεποῦς βίου. Ὅθεν πλήρης γενόμενος τῶν θείων ἀρετῶν, ἐκληρονόμησας τοῦ
Παραδείσου τὴν κατοίκησιν, ἔνθα εὐφραινόμενος, μὴ ἐπιλάθου τῶν εὐλαβῶς τιμώντων
σε.
Ἦχος γ΄.
Τριαδικῆς
τε καὶ θεομητορικῆς ἐπισκέψεως τυχὼν πάτερ θεῖε Ἀλέξανδρε, τὴν ὑπερβάλλουσαν
καθαρότητα τῆς πολιτείας σου ἐφανέρωσας, δι’ ἣν οὕτως δικαίως ὑπερετιμήθης. Νῦν
δὲ τῆς τρισηλίου Θεότητος τῷ φέγγει περιλαμπόμενος ἐν τῇ ἄνω Σιών, δὸς καὶ ἡμῖν
τοῖς τιμῶσί σε ἐν πόθῳ, ἀπόμοιραν τῆς Χάριτος.
Ἦχος
δ΄.
Θεὸς
θέσει γενόμενος, ὅσιε πάτερ Ἀλέξανδρε, διὰ τῆς θεοφιλοῦς ἀσκήσεώς σου ἐν τῇ ἐρήμῳ
τοῦ Σβίρ, παράσχου τοῖς προσκυνοῦσι πιστῶς τὸ ἀδιάφθορον καὶ μυροβλύζον
λείψανόν σου, τὴν μυστικὴν καὶ ἁγιαστικὴν χάριν τοῦ Παναγίου Πνεύματος, εἰς
σωτηρίαν αἰώνιον καὶ ἁγιασμὸν ἀναφαίρετον.
Δόξα.
Ἦχος πλ.α΄.
Ὅσιε
πάτερ Ἀλέξανδρε, διὰ τὴν ὑπὲρ φύσιν ἄσκησίν σου, ὡς μάρτυρα τῆς συνειδήσεως τιμῶμέν
σε· διὰ δὲ τὴν ὑπὸ τῶν ἀσεβῶν ἀθέων βεβήλωσιν τοῦ τιμίου σου λειψάνου, καὶ τοῦ Ὁμολογητοῦ
τὴν προσωνυμίαν δικαίως σοι προστιθέαμεν. Θερμῶς δὲ παρακαλοῦμέν σε, μνήσθητι
πάντων τῶν τιμώντων σε ὡς φιλότεκνος πατήρ, καὶ πρέσβευε ὅπως καὶ ἡμεῖς
μαρτυρικὸν ἔχοντες φρόνημα, διὰ τοῦ βίου ὀρθοδόξως ὁμολογῶμεν ἐμπράκτως, τὴν πρὸς
τὴν πάνσεπτον Τριάδα πατροπαράδοτον καὶ σιώζουσαν πίστιν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος. Τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Προσευχὴν
τῶν γονέων σου, ἐπακούσας ὁ Κύριος, σὲ αὐτοῖς Ἀλέξανδρε ἐδωρήσατο, οἳ εὐσεβείᾳ
σε θρέψαντες, καλῶς προητοίμασαν, τοῦ γενέσθαι ἐκλεκτόν, ὑπηρέτην τῆς Χάριτος,
καὶἀνάκτορον, τῆς Ἁγίας Τριάδος, Ἧς τῆς θέας, ὑπερλόγως ἠξιώθης, ὡς Ἀβραὰμ
πάλαι Ὅσιε.
Στίχ.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Τῷ
πυρὶ ἐκκαιόμενος, θείου ἔρωτος Ὅσιε, τὰ δεσμὰ διέῤῥηξας τὰ κρατοῦντά σε, μένειν
ἐν κόσμῳ καὶ ἔδραμες, εὑρεῖν τὴν κατάπαυσιν, ἐν ἐρήμῳ Βαλαάμ, δι’ ἀγγέλου ὀφθέντος
σοι, ὃν ὁ Κύριος, ἐξαπέστειλεν ὅπως ὁδηγήσῃ, ἀσφαλῶς σε εἰς λιμένα, τῆς
σωτηρίας Ἀλέξανδρε.
Στίχ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Τοὺς
ἱδρῶτας ἀσκήσεως, ὁ φιλάνθρωπος Κύριος, ὅσιε Ἀλέξανδρε, μετὰ θάνατον, μῦρον εὐῶδες
ἠμείψατο, ἐκ θείου λειψάνου σου, ἀναβλύζον διαρκῶς, καὶ στηρίζον τοὺς πίστει
σου, ἑορτάζοντας, τὴν πανίερον μνήμην καὶ βοῶντας· ὡς θαυμάσια τὰ ἔργα, σῆς
δεσποτείας Φιλάνθρωπε.
Δόξα.
Ἦχος πλ.β΄.
Τὴν ὑπόσχεσιν
Αὑτοῦ ὁ Κύριος τηρήσας τὴν λέγουσαν· Τοὺς δοξάζοντάς με δοξάσω, ὅσιε πάτερ Ἀλέξανδρε,
μεγάλως σε ἐτίμησεν καὶ ἐν γῇ καὶ μετὰ θάνατον, ὑπερφυέσιν ἐμφανίσεσι καὶ
χαρίσμασιν, ἐξ ὧν μετάδος, δεόμεθα, καὶ ἡμῖν τοῖς εὐλαβῶς τὴν μνήμην σου τιμῶσιν,
ἵνα συγκληρονομήσωμεν τοῦ ποθητοῦ Παραδείσου τὴν κατοίκησιν.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου· Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Πρὸ
γεννήσεως μάκαρ σκεῦος θεῖον προώρισαι, καὶ τῇ ὁδηγίᾳ Πανάγνου, θείας γνώσεως
πέπλησαι· ποθήσας δὲ ζωὴν τῶν μοναστῶν, κατείληφας τὴν μάνδραν Βαλαάμ, καὶ ἐν
Σβὶρ ἐν τέλει ζήσας ἀσκητικῶς, Τριάδα εἶδες ὅσιε, Ἧς ἐντολῇ τὴν σὴν Μονήν, ἵδρυσας
καὶ ἠξίωσαι, τῆς ἀφθαρσίας τοῦ σεπτοῦ, λειψάνου σου Ἀλέξανδρε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ
προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ἀγγέλων
τὴν ζωήν, ἐν σαρκὶ ἐπιδείξας, καὶ πάσης ἀρετῆς, οἶκος θεῖος ἐγένου, δοξάσας τὸν
Κύριον, Ὃς σφοδρῶς σε ἠγάπησεν, καὶ ἐφάνη σοι, σχήματι θείων Ἀγγέλων, προμηνύων
σοι τὴν μετὰ θάνατον δόξαν, παμμάκαρ Ἀλέξανδρε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Παράδεισον
ἐν γῇ, λογικόν σε φυτεύσας, Χριστὸς ὁ φυτουργός, Παραδείσου τοῦ πρώτου, ἐν μέσῳ
σου Δέσποινα, ὡς ζωῆς ξύλον ἔφησε· Ὃν ἱκέτευε, τοῦ τῆς τρυφῆς Παραδείσου, ἀξιῶσαί
με, καὶ ἐφ’ ὑδάτων ἐκθρέψαι, τερπνῆς ἀναπαύσεως.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μιμηθεὶς
Ἀλέξανδρε, ἐν τῇ ἀσκήσει, φιλοτίμοις πράξεσι, τοὺς τῆς ἐρήμου ἀθλητάς, τούτων
χαρίσματα εἴληφας, καὶ ἐγεγόνεις, πιστῶν ἐγκαλλώπισμα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε
θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ
διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων σε Κόρη πανύμνητε.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ὑπὲρ
πάντα τοῦ κόσμου Χριστὸν ἠγάπησας, καὶ ἐμάκρυνας Πάτερ ἐν ταῖς ἐρήμοις βοῤῥᾶ, πῦρ
πυρὶ τῇ σῇ ψυχῇ ἐπιτιθέμενος· ὅθεν ἐγένου ἐκλεκτόν, σκεῦος Ἀλέξανδρε Θεοῦ,
Τριαδικοῦ Ὃς ἐφάνη, ὡς Ἀβραὰμ πατριάρχῃ, καὶ ὑπὲρ φύσιν σε ἐδόξασε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν ἀνείκαστον
χάριν τῆς εὐσπλαγχνίας σου, καὶ τὸ ἔνθεον κράτος τῆς δυναστείας σου, Παρθενομῆτορ
Μαριὰμ ἐπιστάμενος, ἀναβοῶ σοι ἐκτενῶς, ἐκ πάσης θλίψεως ἐμέ, ἐξάρπασον τὸν σὸν
δοῦλον, καὶ ἔμπλησον θυμηδίας, ὅπως ἀνυμνῶ σε Πανύμνητε.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου· Ἐκ νεότητός μου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
αὐτοῦ.
Στίχος·
Τί ἀνταποδώσομεν τῷ
Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον,
τοῦ Ὄρθρου τοῦ ὁσίου Σάββα.
Ὁ
Ν΄ ψαλμός.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα,
στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Τὸν
θεατὴν τῆς τρισυποστάτου Θεότητος, καὶ τῆς Θεοτόκου εὐλογημένον ἐπόπτην, Ἀλέξανδρον
τοῦ Σβίρ ἀσκητὴν τὸν ὁσιώτατον, ὕμνοις τιμῶντες ἐξαιτούμεθα πιστῶς· πρέσβευε
πάτερ ἁγιώτατε τῷ ἐλεήμονι Θεῷ Ὃν ἠγάπησας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀλέξανδρον
τοῦ Σβίρ, ὑμνῶ ἡγιασμένον. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀλέξανδρον
ἄγγελον, μᾶλλον ὑμνήσω ἢ ἄνθρωπον, ἐν Σβὶρ ἐξασκήσαντα, ἔνθα ἠξίωται, τὴν ὑπέρθεον,
ἰδεῖν σεπτὴν Τριάδα, Ἧς οἶκος ἐγένετο, ὑπερφανέστατος.
Λαμπρά
σου ἡ γέννησις, λύσασα χρόνιον στείρωσιν, μητρός σου Ἀλέξανδρε, ἥτις τὸν
Κύριον, ἐπὶ μήκιστον, ἐδέετο ὡς Ἄννα, βοῶσα καὶ λέγουσα· δὸς τέκνον Δέσποτα.
Ἐδόθη
σοι ἄνωθεν, ὁ φωτισμὸς θείου Πνεύματος, καὶ λέλυται γνώσεως δεσμὸς Ἀμὼς
παιδικός, ὅθεν αἴνεσιν, ἀπέδωκας Κυρίῳ, ἀσόφους σοφίζοντι, τῇ θείᾳ χάριτι.
Θεοτοκίον
Ξενίζοντα
ἅπαντα, τὰ τῆς λοχείας σου Πάναγνε, καθότι κατήργηνται,
οἱ νόμοι φύσεως· ὅπου βούλεται, Θεὸς γὰρ πᾶσα κτίσις, Αὐτῷ
ὑποτάσσεται, ὡς δούλη πάντοτε.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἀγάπῃ
Κυρίου πυρωθεῖσα, Ἀλέξανδρε ἡ νεανική, καρδία σου οὐκ ἤφιε, οὐδόλως ἡσυχάσαι
σε, ἀλλ’ ὡς τρωθεῖσα ἔλαφος νυκτὸς ἡμέρας τε, ἐβόας πότε Δέσποτα ἥξω, καὶ τὸν ἐλαφρόν
σου, ζυγὸν ἐπ’ ὤμοις ἄρω.
Νικήσας
νεότητος τὰ πάθη, ἁγνείᾳ Ἀλέξανδρε ἐνδέδυσαι, ἐφ’ ᾗ ἀναπαύεται, Κύριος ἁγνότατος,
καὶ δῶρα ἀδιάφθορα παρέχει ἅπασι, τοῖς βίον Ἀσωμάτων βιοῦσι, καὶ ἐχθρόν πατοῦσι,
μισόαγνον γενναίως.
Δοθεὶς
χριστοβλήτως τῇ ἀσκήσει, ἐφείλκυσας χάριν τοῦ Θεοῦ, καὶ οὕτω προπεπαίδευσαι, ὡς
ἄριστα Ἀλέξανδρε, πρὶν εἰσελθεῖν εἰς τὰ σκάματα, τῶν Μοναζόντων γλυκύπικρα.
Θεοτοκίον
Ῥηξάτω
τὴν ἄνυδρον ψυχήν μου, ἡ ῥάβδος ἀγάπης σου Ἁγνή, ὅπως ἐκβλύσω δάκρυα, τὰ πάθη
μου καθαίροντα, καὶ οὕτω τῷ Κυρίῳ μου, εὐαρεστήσω ὁ ἄθλιος.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον
δώρημα τοῖς σοῖς γονεῦσιν, θεῖον οἴκημα σεπτῆς Τριάδος, ἀνεδείχθης θεοφόρε Ἀλέξανδρε·
ἀσκητικῶς γὰρ ἐν Σβὶρ τεθαυμάστωσαι, βίον ἀγγέλων διελθὼν ἢ ἀνθρώπινον. Ὅθεν
Κύριος, μεγάλως ὑπερετίμησε, φυλάττων τὸ σὸν σκῆνος ἀδιάφθορον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Παραμύθιον
τῶν θλιβομένων, ἱλαστήριον ἁμαρτανόντων, σὺ ἀνεδείχθης μητροπάρθενε Δέσποινα. Τὴν
γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργος ἰσχύος πιστοῖς μόνη γέγονας. Ὅθεν
κράζομεν· Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Ὅλος ἀνεφλέγης
πόθῳ Χριστοῦ, ὅτε ἐθεάσω Ἀλέξανδρε, συνευχομένους, ἐπὶ ὄχθην ποταμοῦ, θεόφρονας
μονάζοντας, πρὸς οὓς καρδίαν σου ἤνοιξας.
Νεκρωθεὶς
τοῦ κόσμου ταῖς ἡδοναῖς, μόνον τὸν Χριστὸν ἐπεπόθησας, εὐχὴν γονέων, ὑποκλέψας ἐν
σπουδῇ, ἐμάκρυνας Ἀλέξανδρε, πρὸς τοῦ ποταμοῦ Σβὶρ τὴν ἔρημον.
Τὴν
φωνὴν Κυρίου ἐνωτισθείς, καὶ περιλαμφθεὶς ὅλος Ὅσιε, προφητικῶς σοι, ὑπεδείχθη
φανερῶς, ὁ τόπος ἔνθα ἵδρυσας, μετὰ χρόνους Μάνδραν τὴν θείαν σου.
Θεοτοκίον
Οὐκ ἐγκαταλείπεις
τοὺς ἐπὶ σοί, τὰς ἐλπίδας ἔχοντας Δέσποινα, ἀλλὰ ποικίλως, ἐν ἀνάγκαις χορηγεῖς,
τὴν πλήρωσιν αἰτήσεων, τῷ γλυκεῖ Υἱῷ σου πρεσβεύουσα.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑπέδειξε
Κύριος, νυμφαγωγὸν οὐράνιον, πρὸς τοῦ Βαλαὰμ τὴν θείαν Μάνδραν, ἔνθα ἀπέπτη ἀπὸ
τῶν σῶν ὀφθαλμῶν, ὅσιε Ἀλέξανδρε λιπών, ἔκστασιν καρδίᾳ σου, καὶ χαρὰν ἀνεκλάλητον.
Συνέσει
ἠγώνισαι, Ἀλέξανδρε φιλόθεε, ἐν τῷ Bαλαὰμ σεπτῷ σεμνείῳ, συμμονασταῖς σου τὸν
θαυμασμὸν προκαλῶν, καὶ τὴν χάριν ἕλκων τοῦ Χριστοῦ, τοῦ διακονήσαντος,
ταπεινώσει τὸν ἄνθρωπον.
Βεβαίαν
σφραγίσας σου, τὴν θείαν κλῆσιν Ὅσιε, ὁ πνευματικὸς καθοδηγός σου, τὴν εὐλογίαν
αὐτοῦ σοι ἔδωκεν, ὅπως κατὰ μόνας ἐφεξῆς, συνεχίσῃς ἄσκησιν, ἐν τῷ τόπῳ ὃν ἔδειξε
Κύριος.
Θεοτοκίον
Ἰάτρευσαι
Δέσποινα, τὰ πάθη τῆς καρδίας μου, ἅπερ μυστικῶς ἀπομυζοῦσι, πᾶσαν ἰκμάδα τῆς
ταλαιπώρου ζωῆς, καὶ χωρίζουσί με τῆς Χριστοῦ, θείας ἐνοικήσεως, προκαλοῦντα τὸν
θάνατον.
ᾨδὴ
Ϛ΄. Τὴν θείαν ταύτην.
Ῥοαῖς
δακρύων σου Ὅσιε, ἀπέπλυνας ψυχῆς πλημμελήματα, καὶ στίλβον κάτοπτρον, τῆς
θείας χάριτος γέγονας, τοῖς πᾶσι διαθλάττων τὴν ἁγιότητα.
Ὑπομονὴν
ὑπεράνθρωπον, ἐν θλίψεσιν ἐρήμου ἐπέδειξας, πάτερ Ἀλέξανδρε, πᾶσαν τοῦ βίου τὴν
μέριμναν, ἐν πίστει τῷ Κυρίῳ ἀνατιθέμενος.
Μοναχικὸν
περιβέβληνται, τὸ Σχῆμα οἱ γονεῖς καὶ αὐτάδελφος, πάτερ Ἀλέξανδρε, μεθ’ ὧν ἑστὼς
εἰς Παράδεισον, μνημόνευε τοὺς ὅσοι, μνήμην σου σέβουσι.
Θεοτοκίον
Νικᾷ
τὸ θαῦμα τοῦ τόκου σου, τοὺς νόμους τοὺς τῆς φύσεως Πάναγνε,
ὅτι ἐγέννησας, Υἱὸν Θεοῦ ὥσπερ ἄνθρωπον, μόνῃ τῇ ἐπελεύσει
Ἁγίου Πνεύματος.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῇ ἐπιμόνῳ
καὶ σκληρᾷ σου ἀσκήσει, οἶκος ἐγένου τῆς Ἁγίας Τριάδος, ἧς θέας κατηξίωσαι Ἀλέξανδρε
σαφῶς· ὅθεν καὶ ἀνίδρυσας, ἱερὰν ταύτης Μάνδραν, ἔνθα ὥσπερ ἄγγελος, ἐν σαρκὶ
βιοτεύσας, τὴν ἀφθαρσίαν σκήνους σου
σεπτοῦ, καὶ βλύσιν μύρου, ὡς δῶρα ἀπείληφας.
Ὁ Οἶκος
Καρπὸς
ἐμπόνου προσευχῆς σῶν σεπτῶν γεννητόρων, Ἀλέξανδρε ἐσφράγισαι ὥσπερ ἄγγελος θεῖος,
καὶ τῷ πυρὶ τοῦ ἔρωτος Χριστοῦ, καταφλεγεὶς τὴν καρδίαν, τὸν ἐλαφρὺν ζυγὸν Αὐτοῦ
ἐπ’ ὤμων σου ᾖρας, καὶ μοναστῶν τὸ Σχῆμα ἐνδυθείς, ὑπερφυέσιν ἀγῶσιν ἐν τῇ ἐρήμῳ
τοῦ Σβίρ, τὴν Παναγίαν Τριάδα ὡς ἄλλος Ἀβραὰμ τεθέασαι, ὑφ’ Ἧς μεγάλως
δεδόξασαι καὶ ζῶν εἰσέτι καὶ μετὰ τέλος, τὴν
ἀφθαρσίαν σκήνους σου σεπτοῦ, καὶ βλύσιν μύρου, ὡς δῶρα ἀπείληφας.
Συναξάριον
Τῇ
Λ´ τοῦ αὐτοῦ μηνός, μνήμῃ τοῦ ὁσίου Ἀλεξάνδρου
τοῦ ἐν Σβίρ, τοῦ Ῥώσσου.
Ζῇ ἐν Χριστῷ Ἀλέξανδρος Σβὶρ ὁ μέγας,
Ὥσπερ
μαρτυρεῖ σκῆνος αὐτοῦ μεγάλως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου τοῦ νέου.
Σχοίνους διαδρὰς
Ἀλέξανδρε σαρκίου,
Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου,
Εὕρηκε παῦλαν τῶν πόνον τῶν τοῦ βίου.
Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου,
Εὕρηκε παῦλαν τῶν πόνον τῶν τοῦ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φαντίνου τοῦ
παλαιοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φαντίνου τοῦ νέου
Καὶ
γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος,
Ἄνωθεν
ἡμῖν μάννα θαυμάτων βρύει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δεκαὲξ μαρτύρων τῶν Θηβαίων.
Ἐρεῖς ἀριθμοῦ
τυγχάνειν ἕξ καὶ δέκα
Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου
Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτηνῇ, ἐν τῇ θαλάσσῃ
βληθέντες τελειοῦνται.
Ἑξάστερόν
τί Χριστομαρτύρων σέλας,
δύναν
θαλάσσης ἔνδον ἐκλάμπει πόλῳ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σαρματᾶ.
Ἥκει
καταπτὰς Ἄγγελος Θεοῦ Λόγου,
λέγων·
ἔγειραι, Σαρματᾶ, χαίρων ἔρπου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Βρυαίνης
Ἐκ
γῆς Βρυαίνη, χαρίτων θεία βρύσις,
μετωχετεύθη
ζῶσαν εἰς πηγὴν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλαλίου, τοῦ Ἱεράρχου.
Ὢν
Εὐλάλιος εὔλαλος τέττιξ μάλα,
χειμῶνος
ὥρᾳ τοῦ τέλους σιγὴν ἄγει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Φήλιξ, καὶ οἱ Ἅγιοι Μάρτυρες·
Φουρτουνιανός, Σεπτιμῖνος καὶ Ἰανουάριος, ξίφει τελειοῦνται.
Τμηθεὶς
κεφαλὴν ἱερὰν λύθρῳ χρίῃ,
καὶ
χρίσμα κοσμεῖς ἱερωσύνης, Φήλιξ.
Οὐ
μη με πλήξῃ, ὅστις εἶ, ταχὺ ξίφει,
Φουρτουνιανὸς
ἐμβριμώμενος λέγει
Ὁ
πάντα σεπτὸς ἐν βίῳ Σεπτινῖνος,
πάνσεπτον
εὗρε καὶ τέλος διὰ ξίφους.
Ἄρας
φόνου σίδηρον ὃ πνέων φόνου,
αἴρει
κεφαλὴν τὴν Ἰανουαρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φύλακος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλωνίδου, ἐπισκόπου
Κουρίου Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀλέξανδρου, ἡγεμόνος Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου
Ἀλεξάνδρου τοῦ Νέφσκι
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὥσπερ
ἄγγελος, βιοὺς πάτερ Ἀλέξανδρε, ἐν τῇ ἐρήμῳ τοῦ Σβίρ, τὴν μῆνιν ἐξήγειρας τοῦ ἀντιδίκου
σατάν, ὃς ἐν σχήμασι, ποικίλοις σε ἐπείρασεν, ἀλλ’ ἡττήθη κατὰ κράτος.
Ἡ ὑπέρθεος,
Τριὰς ἐφανερώθη σοι, ὥσπερ ποτὲ Ἀβραάμ, ζητήσασα ἵδρυσιν τῆς ἱερᾶς σου Μονῆς,
καὶ ἐπλήρωσε, τοῦ θαυμασμοῦ καὶ φόβου σε, καὶ χαρᾶς ἀπείρου Πάτερ.
Γρηγοροῦντί
σοι, ἄγγελος Παντοκράτορος τόπον ὑπέδειξεν, ἐν σχήματι μοναστοῦ, οὗ ἔδει ἱδρύσασθαι
Μονὴν τῷ μέλλοντι, ὅθεν Ὅσιε, ἀμφιβολίαν ἔλυσε, τὴν κρατοῦσαν τὴν ψυχήν σου.
Θεοτοκίον
Ἰδιαίτατα,
ἀκούει σου Πανύμνητε Χριστὸς ὁ Κύριος, ἐκ σοῦ γὰρ σωματωθείς, ἐκτίει τὸ ὄφλημα ὥσπερ
εὐγνώμων υἱός, καὶ αἰτήματα, τῶν εὐσεβῶς αἰτούντων σε, ἐκπληροῖ πρὸς τὸ
συμφέρον.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄνθρωπος
θνητὸς ὑπάρχω, καθὼς προϋπῆρξαν οἱ πατέρες μου, ἔφης Πάτερ ὅσιε, θάνατον
μεμαθηκώς, σοῦ εὐσεβοῦς γεννήτορος καὶ ἔτι ηὔξησας, τὴν ἄσκησιν, ἐν φόβῳ Κυρίῳ,
Ὃν περ ἀοράτως, πρὸ ὀφθαλμῶν σου εἶχες.
Σὲ τῇ
βαθυτάτῃ ταπεινώσει, ὑψούμενον βλέπων ὦ Ἀλέξανδρε, Κύριος ἐβράβευσε, καί σοι ἐδωρήσατο,
ἱερωσύνης χάρισμα, πρὸς μαθητῶν σου χαράν, οὓς συνέσει, ἀληθεῖς ἀπέδειξας,
μοναστὰς καὶ πιστά σου ἀντίγραφα.
Μῦλον
θαυμαστῇ θεοσημείᾳ, ἀνήγειρας Πάτερ καὶ ἀπέκλεισας, μοναστῶν σου στόματα, κατὰ
σοῦ φθεγγόμενα, καὶ ὡς ἐν Χώναις πέπρακεν, ὁ Ἀρχιστράτηγος, Ἀσωμάτων, οὕτω σοι ἐγένετο,
τὸν Δεσπότην μεγάλως δοξάζοντι.
Θεοτοκίον
Ἔδειξας
Πανάχραντε Παρθένε, τὴν θείαν σου εὐαρέστησιν τῷ δούλῳ σου, ὅτε πεφανέρωσαι, ἐν
μεγαλειότητι, αὐτῷ καὶ ἐβεβαίωσας τὴν προστασίαν σου, εἰς αἰῶνας, πρὸς τοὺς Σβὶρ
μονάζοντας, τοὺς ἁγίαν Τριάδα δοξάζοντας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Νίκας
κατ’ ἐχθροῦ, παμμάκαρ Ἀλέξανδρε ἐπιδειξάμενος, εἴληφας χαρίσματα, παρὰ Κυρίου Ὅνπερ
ἐδόξασας, καὶ παρ’ Αὐτοῦ δεδόξασαι, ὑπὲρ Ἁγίους πολλούς, ὡς κατεῖδεν, Δανιὴλ ὁράματι,
καὶ ἐν φόβῳ πολλῷ διηγήσατο.
Ὅσιος
φανεὶς, ἐν βίῳ Ἀλέξανδρε καὶ μετὰ θάνατον, τὸ σεπτόν σου σκήνωμα, μῦρον ἐκβλύζει
καὶ ἀδιάφθορον, εἰς πεῖσμα τῶν τῆς φύσεως, νόμων μεμένηκεν, καὶ παρέχει, τοῖς
πιστοῖς ἰάματα, τοῖς αὐτὸ προσκυνοῦσιν ἐκ πίστεως.
Νῦν ἐν
οὐρανοῖς, εὐφραίνῃ Ἀλέξανδρε σὺν τοῖς Ἁγίων χοροῖς, καθὼς εἶδε πρότερον, ὁ
μαθητής σου καὶ διηγήσατο· διὸ Κυρίῳ πρέσβευε, ἡμῖν αἰτούμενος, μετανοίᾳ, βίου
τὸ ὑπόλοιπον, διελθεῖν καὶ τυχεῖν συγχωρήσεως.
Θεοτοκίον
Ἄχραντε
σεμνή, πολλοῖς ἁμαρτήμασι λυπῶ γλυκύν σου Υἱόν, ὅθεν καθικέτευε, ὡς παῤῥησίαν
πολλὴν κατέχουσα, διδόναι ὡς Φιλάνθρωπος τούτων τὴν ἄφεσιν, ὅπως χαίρων, ἐφεξῆς
πορεύωμαι, καὶ ὑμνῶ τὸ Αὐτοῦ μέγα ἔλεος.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς
παναγίας Τριάδος, οἶκος λαμπρὸς ἀνεδείχθης, Ἀλέξανδρε ἐνασκήσας, ἐν Σβὶρ ὡς ἄγγελος
θεῖος, καὶ νῦν μὴ παύσῃ πρεσβεύειν, ὑπὲρ τῶν σὲ γεραιρόντων.
Θεοτοκίον,
ὅμοιον.
Χρυσοπλοκώτατε
πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον
θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὅσιε
πάτερ Ἀλέξανδρε, ὁ Ἐλεήμων Θεός, τῶν σεπτῶν γεννητόρων σου, τὴν εὐχὴν ἐπήκουσε,
καὶ ὡς δῶρόν σε δέδωκε, τούτοις δεικνύων μέλλοντα βίον σου, καὶ πολιτείαν ὄντως
ἰσάγγελον, ὡς ἡ ἐξέλιξις, τῶν πραγμάτων ἔδειξεν ἐπακριβῶς, διὸ σε γεραίρομεν, ὕμνοις
καὶ ᾄσμασι.
Πάτερ
θεόφρον Ἀλέξανδρε, ἄρας σταυρὸν τοῦ Χριστοῦ, τὸν γλυκύπικρον ὥδευσας, δρόμον τῆς
ἀσκήσεως, ὡς ἐνσώματος ἄγγελος· καὶ γὰρ ἐν κρύει καὶ πείνῃ ἀσκούμενος, εἶχες ὡς
βρῶσιν καὶ πόσιν σου ἄφθαρτον, μνήμην ζωήῤῥυτον, Ἰησοῦ παρέχοντος ὑπερφυῶς, τοῖς
Αὐτὸν λατρεύουσι, δύναμιν ἄνωθεν.
Τὸ ἀδιάφθορον
σκῆνός σου, σὲ ὑπηρέτει ἀεί, ἐνασκούμενον Ὅσιε, καὶ καθηγιάζετο, τῆς Τριάδος τῇ
Χάριτι, ὅθεν εἰς πεῖσμα ἀθέων δεδόξασται, καὶ μυροβλύζον, διδάσκει τιμώμενον, ὡς
ἀδιάστατος, ἡ Ἁγίου Πνεύματος χάρις αὐτοῦ, τοῖς πιστοῖς δωρήματα, πλουσίως δίδωσιν.
Αἴτησαι
πάτερ Ἀλέξανδρε, τοῦ ἐν Τριάδι Θεοῦ, Οὗ θεάμων ὑπέρτιμος, γέγονας ὡς ἄξιος, τῆς
δοθείσης σοι χάριτος, ὅπως καθάρῃ ἡμῶν αἰσθητήρια, καὶ χορηγήσῃ ἀφθόνως τὴν
δύναμιν, ὅπως τηρήσαντες, τὰ Αὐτῆς θελήματα, θεοπρεπῶς, Βασιλείας μέτοχοι,
πάντες γενώμεθα.
Δόξα.
Ἦχος ὁ αὐτός.
Ὁ μὲν
προφήτης Μωϋσῆς αἰτήσας τὸν Θεόν οὐκ ἐθεάσατο, σοὶ δὲ πάτερ Ἀλέξανδρε, ὡς ἄλλῳ
δικαίῳ Ἀβραάμ, ἐν σχήματι τριῶν ἀγγέλων, ἡ Παναγία Τριὰς ἀπεκαλύφθη. Ἧς
καθαρώτατος οἶκος ἐγεγόνεις ἐν πάσῃ ἁγνότητι, ὅθεν καὶ μετὰ θάνατον ἠξίωσαι, τῆς
ἀφθαρσίας τοῦ σεπτοῦ σου σκήνους, καὶ τῆς ὑπὲρ φύσιν θαυμαστῆς μυροβλυσίας. Διὸ
πανοσιώτατε, ὡς ἔχων πλουσίαν παῤῥησίαν τῶν εὐχῶν, πρέσβευε τῷ Ἐλεήμονι Δεσπότῃ,
ὅπως σκηνώματα Αὐτοῦ ποιήσῃ τίμια, τοὺς σὲ τιμῶντας ἐκ πίστεως.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου.
Μεγαλυνάριον
Χαίροις
Σβὶρ ἐρήμου ὁ οἰκιστής, καὶ σεπτῆς Τριάδος, ὁ ὑπέρτιμος θεατής· χαίροις ὁ ἐκβλύζων,
ἐκ σοῦ ἀφθάρτου σκήνους, καθάπερ ὕδωρ μῦρον, πάτερ Ἀλέξανδρε.
ΩΡΑΙΑ ΕΡΓΑΣΙΑ ΕΥΧΑΡΙΣΤΩ ΠΟΛΥ!
ΑπάντησηΔιαγραφή