Τρίτη 7 Απριλίου 2020

ΑΠΡΙΛΙΟΣ 21. ΟΣΙΟΣ ΑΝΑΣΤΑΣΙΟΣ ΣΙΝΑΪΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΚΑ΄!!
ΑΝΑΤΑΣΙΟΣ ΟΣΙΟΣ ΣΙΝΑΪΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἁνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ ἀκόλουθα προσόμοια. ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἠ μεγαλόνησος Κύπρος, φαιδρῶς ἀγάλλεται, πλουτοῦσα τὴν σὴν γένναν, Ἀναστάσιε πάτερ, τὸ ὄρος δὲ Σιναίου, χαίρει σκιρτῶν, ἀσκητὴν ἀναδεῖξάν σε, καὶ καθηγούμενον θεῖον τῶν μοναστῶν, διὰ βίου ἁγιότητα.

Τὸν Ἀβραὰμ ἐμιμήσω, ἀπαρνησάμενος, πατρίδα καὶ οἰκείους, δι᾿ ἀγάπην Κυρίου, καὶ ἔστησας σοὺς πόδας ἐν τῷ Σινᾷ, ὡς στρουθίον φιλέρημον, ἐπιποθῶν κατοικῆσαι ἐν οὐρανοῖς, Ἀναστάσιε πανόσιε.

Ὡς ἐξ Αἰγύπτου ἀπῇρας, τοῦ βίου ὅσιε, καὶ διαβὰς ἀβρόχως, Ἐρυθρὰν τὴν τοῦ βίου, ἀνῆλθες ἐν Σιναίῳ ὡς Μωϋσῆς, καὶ ἀσκήσει ἠρίστευσας, ἀντιλαβὼν Πνεῦμα θεῖον αἵματα δούς, θεοφόρε Ἀναστάσιε.

Ὀσμὴν πυρὸς τοῦ Ὑψίστου, γνοὺς πάτερ ὅσιε, συνόδους τῶν ἀνθρώπων, νουνεχῶς ἀπηρνήσω, προκρίνας ἡσυχίαν ἐν προσευχῇ, καὶ σαρκὸς θείαν νέκρωσιν, ὅπως θεώσεως τύχῃς ἐν οὐρανῷ, ἔνθα νοῦν σοφῶς προσήλωσας.

Τῆς ἀπαθείας ἐν γνόφῳ, εἰσῆλθες ὅσιε, καὶ ὡς Μωσῆς ἐκεῖθεν, ἐφωτίσθης καρδίαν, καὶ ἔρωτος τοῦ θείου πυρκαϊάν, ἔτι πλέον ἐπηύξησας, τῇ συνειδήσει καθ᾿ ὥραν μαρτυρικῶς, πορευόμενος τὸν βίον σου.

Ὥσπερ καλὸς ραγολόγος, πράξεις ἐτρύγησας, τῶν σοὶ ἐπεγνωσμένων, ἀσκητῶν θεοφόρων, καὶ ταύτας Ἐκκλησίᾳ παρατιθείς, ὥσπερ ἄριστον ἔδεσμα, πολλῶν τὸν πόθων ἀνῆψας πρὸς ἀρετήν, Ἀναστάσιε μακάριε.

Δόξα. ῏Ηχος πλ.β.
Τῆς ἀναστάσεως πλουτήσας ὁμωνυμίαν, διὰ νεκρώσεως ζωοποιοῦ τῶν παθῶν, ταύτης ἐγένου συμμέτοχος· καὶ τῇ νεφέλῃ πτερούμενος τῆς ἀγάπης τοῦ Χριστοῦ, εἰς ὕψος νοητὸν ἀνῆλθες Ἀναστάσιε· τὸ δὲ ἐρημικὸν ὕδωρ ὡς ἔλαφος διψητικῶς ἐκπιών, πηγὴ ἐγένου θείων ἐμπειριῶν καὶ γνώσεως τοῦ ὑπεραγνώστου Δεσπότου. Ὅθεν τὴν μνήμην σου ἐπιτελοῦντες σήμερον, τὰς στηρικτικὰς εὐχάς σου ἀπεκδεχόμεθα, Κύπρου τὸ θεῖον βλάστημα, καὶ Σιναίου τὸ φαιδρόψυχον ἀγαλλίαμα.

Καὶ νῦν. Τίς μὴ μακαρίσει σε ἢ τῆς προλαβούσης ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα ὁσιακά.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ε΄15 - στ΄ 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆνἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (δ΄ 7 - 15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δε ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Ἁγνείαν τὴν ἄκραν ἐπιποθήσας, Ἀναστάσιε ὅσιε, τὴν Κύπρον ἀνεπιστρόφως κατέλιπες, καὶ τὸ θεοβάδιστον ὄρος τοῦ Σινᾶ κατέλαβες, ἔνθα τῷ καλῷ τριστύλῳ τῆς ἀκακίας, νηστείας τε καὶ σωφροσύνης ἐποικοδομήσας, ἐν ὑπακοῇ χριστομιμήτῳ, πολὺν τὸν οὐράνιον συνήγαγες ἀμητόν. Ὅθεν ψυχῶν πολλῶν ἐγένου διδάσκαλος, καὶ ἡμῶν εὐχέτης ἀκαταίσχυντος.

῏Ηχος β΄.
Ἔχων ἀναπόσπαστον σύμβιον τὴν μνήμην τοῦ θανάτου, καὶ τὴν ὥραν τῆς ἐτάσεως πρὸ ὀφθαλμῶν σου ὅσιε, δάκρυσιν καθαρτικοῖς ὡραΐσθης, καὶ καρποὺς ἐξήνεγκας ταπεινοφροσύνης. Διὸ Ἀναστάσιε μακάριε, ἐκ πείρας τὰ θεῖα καταμαθών, καὶ ὡς σοφή τις μέλισσα τῶν ἐναρέτων ἀνδρῶν ἐπιλεξάμενος τὰ κατορθώματα, ηὔξησας τὸν πλοῦτόν σου ἐν Χριστῷ, καὶ τῆς Βασιλείας ἔσω γέγονας.

῏Ηχος γ΄.
Ὡς περιστερὰ χρυσοπτέρυγος, ἐπτερύγισας τῷ ὄρει τοῦ Σινᾶ, Ἀναστάσιε χρυσόψυχε. Καὶ τῇ συνδρομῇ τῆς ξενιτείας τὴν ὑπακοήν σου ἐνισχύων, εἴληφας ἀσύλητον τὸν πλοῦτον τῆς Χάριτος. Ὡς δὲ σίδηρος χαλκεῖ καρτερῶς σφυροκοπούμενος ὑπέμεινας πάντα πειρασμόν, καὶ ἐμόρφωσας σεαυτὸν τῷ παραδείγματι τοῦ Σωτῆρος, Ὃν ἱκέτευε δεόμεθα ἅγιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος δ΄.
Τὴν ἐν διακρίσει ἡσυχίαν προελόμενος πανόσιε, τῆς θεοενωτικῆς εὐχῆς κάτοχος γέγονας, καὶ τὸν ἔρωτα πρὸς Κύριον ἰσοβίως ὑποδαυλίζων, τέμενος ὤφθης πυρίκαυστον τῆς αὐτοῦ ὑπερουσίου ἀγάπης. Διὸ ὡς ἀπαθὴς καὶ ἔμπειρος τὰ θεῖα, τῶν μαθητῶν σου ἐδείχθης πρότυπον ἀσκήσεως, ἡμῶν δὲ τῶν εὐφημούντων σε πρεσβευτὴς ἐνθεώτατος, πάτερ Ἀναστάσιε.

Δόξα. ῏Ηχος πλ.α΄.
Τὰ νεκρωτικὰ πέδιλα τῆς χαμαιζηλίας ἀποῤῥίψας τῆς ψυχῆς σου, τὰ ὅπλα ἐνεδύσω τῆς σωτηρίας, Ἀναστάσιε χριστόνοεε, ἐν τῷ Σιναίῳ ἀνελθών. Καὶ τὸ μυστήριον τῆς ἀκαταφλέκτου βάτου καθ᾿ ἡμέραν μελετῶν ἐν σεαυτῷ, ὅλος συνεκράθης ταῖς μεταμορφωτικαῖς ἐνεργείαις τοῦ Πνεύματος. Καὶ νῦν θειότατε πάτερ, μὴ ἐπιλάθῃ εὔχεσθαι ὑπὲρ τῆς ἐνεγκαμένης σε Μεγαλονήσου, καὶ τοῦ Ὄρους τοῦ θεοβαδίστου, ἔνθα χριστοφιλῶς καθωσίωσαι.

Καὶ νῦν. τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὅτε ἡ ἀγάπη τοῦ Χριστοῦ, καὶ ὁ τῆς ἀσκήσεως πόθος, σὲ κατεφλόγισαν, τότε Ἀναστάσιε, Κύπρον κατέλιπες, καὶ εἰς ὄρος ἀνέδραμες, Σιναίου τὸ θεῖον, ἔνθα τὸν αὐχένα σου, σοφῶς ὑπέκλινας, καὶ μαθητευθεὶς πολυτρόπως, τὴν ἀσκητικὴν πολιτείαν, γέγονας ἐκ πείρας πύκτης ἄριστος.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Ὅτε ὄρος ᾤκησας Σινᾶ, ἔλυσας καλῶς τοὺς ἱμάντας, τῆς κόσμου γνώσεως, καὶ σφοδρῶς ἐπόθησας, τὸ ἐπιγνῶναι Χριστοῦ, τὰ θελήματα ὅσιε, δι᾿ ὧν ἐκαθάρθης, καὶ γλυκὺ ἀνέβλυσεν, ἐν τῇ καρδίᾳ σου, ὕδωρ τὸ ἁλλόμενον πάτερ, ὅθεν διδασκάλου εἰς τάξιν, ἐκ Θεοῦ ἀνήχθης Ἀναστάσιε.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθηνε τὰ διαβήματά μου.
Ὅτε ἐλιπάνθης ψαλμικῶς, ἐν τῇ πανερήμῳ θεόφρον, καλῶς ἐστοίβασας, πράξεων τὰ δράγματα, τῶν ἀσκητῶν τοῦ Θεοῦ, καὶ ἐν βίβλῳ ἐξέθεσας, καμάτους καὶ ἆθλα, ἅπερ ἐπειργάσαντο, φιλοτιμίᾳ πολλῇ· ὅθεν Ἀναστάσιε πάτερ, σοὶ εὐχαριστοῦντες βοῶμεν· μνήσθητι ἡμῶν τῶν εὐφημούντων σε.

Δόξα. ῏Ηχος δ΄.
Τῇ ἀσκητικῇ ῥάβδῳ τῆς χριστοειδοῦς ταπεινώσεως, τὴν πέτραν ἐπάταξας τῆς θείας γνώσεως, καὶ ἐξέβλυσας τοῖς μαθηταῖς σου ποταμοὺς πρακτικῆς θεολογίας, Ἀναστάσιε μακάριε· οὐρανόθεν δὲ ὡς τερψίψυχον μάννα καταβιβάσας τὴν εὐλογίαν τοῦ Πνεύματος, καρδίας φιλοθέους ἐγεώργησας πατρικῶς, εἰς καρποφορίαν τῆς σωτηρίας. Διὸ παμμακάριστε ὅσιε, ἱκέτευε τὸν Δεσπότην καὶ Θεόν, δοθῆναι καὶ ἡμῖν ἀπόμοιραν τῆς Χάριτος.
Καὶ νῦν. τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον κλπ.
Ἀπολυτίκιον. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐκ τῆς Κύπρου ἐφύης ᾿Αναστάσιε ὅσιε, καὶ ἐν τῇ ἐρήμῳ Σιναίου, ὥσπερ φοίνιξ ἀνέθαλες· καρποὺς ἀσκητικοὺς δοὺς τῷ Θεῷ, ἐν πάσῃ προθυμίᾳ ψυχικῇ· μοναζόντων δὲ ἡγούμενος καὶ πατήρ, ἐδείχθης ἐμπειρότατος. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δεχομένῳ σὰς εὐχάς, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. τῆς ἑορτῆς.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α΄στιχ. Κάθισμα. ῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Σταυρώσας σεαυτόν, ἑκουσίως τρισμάκαρ, ἐνέκρωσας παθῶν, τὸν μυρίοπλον ὄχλον, καὶ εὗρες τὴν τοῦ Πνεύματος, εἰρηνόδωρον ἔγερσιν· ὅθεν γέγονας, ἐξ ἀπαθείας μεγίστης, ποίμνης ἔφορος, τῶν ἐν Σινᾷ μοναζόντων, κλεινὲ Ἀναστάσιε.
Δόξα. Καὶ νῦν. τῆς ἑορτῆς.

Εἰς τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς Ἠλίας ἔγνωκας, Θεὸν ὡς αὔραν θεόφρον, καὶ αὐτὸν μετέδωκας, σοῖς ὑπηκόοις φοιτηταῖς, ἐν διδαχαῖς καὶ τῷ βίῳ σου, Σιναίου κλέος, σοφὲ Ἀναστάσιε.
Δόξα. Καὶ νῦν. τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Πολιτευσάμενος, ἐν βίῳ σώφρονι, καὶ τὰ ἐντάλματα, τηρήσας ἅπαντα, τοῦ διδασκάλου Ἰησοῦ, παμμάκαρ Ἀναστάσιε, εἴληφας τὸ χάρισμα, τῆς σοφίας τῶν λόγων σου, ὅθεν σὲ δοξάζομεν, ὡς Μωσῆν νέον ὅσιε, σὰ τέκνα ἀπλανῶς ὁδηγοῦντα, πρὸς τὴν Σιὼν τὴν ἐπουράνιον
Δόξα. Καὶ νῦν. τῆς ἑορτῆς..

Οἱ ᾿Αναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ.
Εὐαγγέλιον· τὸ ἐν τῷ ὄρθρῳ τοῦ ὁσίου Σάββα(ε΄Δεκεμβρίου).
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Καὶ τὸ ἰδιόμελον. ῏Ηχος πλ.β. Στίχ. λεήσόν με ὁ Θεός....
Τὴν οὐρανοδρόμον κλίμακα ἀπτώτως ἀναβὰς ἐν Σινᾷ, ἀλήκτως χαίρεις εὐφραινόμενος, καθορῶν τρανῶς Ὃν ἐπόθησας Κύριον. Αὐτὸν ὑπὲρ ἡμῶν καθικέτευε, δεόμεθα πάτερ Ἀναστάσιε.

Ὁ Κανὼν τοῦ ῾Οσίου, οὗ ἡ ἀκροστιχίς: ᾌσω σε, Ἀναστάσιε, Κύπρου Σινᾶ τε δόξαν. Ἀ(θανάσιος)".
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
χλύν μου μακάριε τῆς ψυχῆς, διάλυσον τάχει, Ἀναστάσιε σαῖς εὐχαῖς, πρὸς αἶνον ἐνθέου πολιτείας, καὶ ἐναρέτου σου βίου καὶ πράξεων.
Σοφίᾳ προέκρινας ἀγαθά, τὰ μένοντα πάτερ, τῶν ρεόντων καὶ γεηρῶν, διὸ νῆσον Κύπρον σὴν πατρίδα, διὰ τὸν Κύριον μάκαρ κατέλιπες.
ς πάλαι ὁ μέγιστος Ἀβραάμ, φωνὴν ἐπακούσας, τοῦ Δεσπότου εἰς γῆν μακράν, πεπόρευσαι πάτερ καὶ Σιναίου, τὸ θεοβάδιστον ὄρος κατέλαβες.
Θεοτοκίον
Σινᾶ ἐν ἐρήμῳ τῷ Μωϋσῇ, ὡς ἄφλεκτος βάτος, καθωράθης θεοπρεπῶς, Πανάχραντε Δέσποινα Μαρία, τῶν εὐσεβῶν τὸ γλυκὺ ἀγαλλίαμα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
χαρίτωσε ζῆλον, τῆς σῆς ψυχῆς Κύριος, καὶ τὴν προθυμίαν σου βλέπων, ἄνωθεν ἔβρεξε, δρόσον τῆς χάριτος, ὅθεν βλαστοὺς ἀμαράντους, πάτερ Ἀναστάσιε, καλῶς ἐξήνθησας.
γνιζόμενος μάκαρ, διὰ πολλῶν θλίψεων, γέγονας ναὸς τοῦ Κυρίου, θεοχειρότευκτος, ἔνθα ἐσκήνωσεν, τοῦ Παρακλήτου ἡ χάρις, ἥτις καὶ ὡδήγει σε, πρὸς βίον κρείττονα.
Νουνεχῶς τῇ νηστείᾳ, τὴν προσευχὴν ἔμιξας, καὶ ὑπακοῇ τῇ τελείᾳ, τὸ ὁλοπρόθυμον, ἐν τῇ ἀσκήσει σου, εἰς εὐαρέστησιν πάτερ, τοῦ ἀναγαγόντος σε, εἰς Ὄρος ἅγιον.
Θεοτοκίον
ειπάρθενος μόνη, ἐν γυναιξὶ πέφυκας, ὡς ὑπερφυῶς Θεὸν Λόγον, κυοφορήσασα· διὸ ὑμνοῦμέν σε, αἱ γενεαὶ τῶν ἀνθρώπων, καὶ ἀγγέλων τάγματα, Μαρία πάνσεμνε.

Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τὰ οὐράνια πάτερ ποθῶν σκηνώματα, ἐπιγείων ἁπάντων καλῶς ἠλόγησας, καὶ εἰς ὄρος τὸ Σινᾶ κατεσκήνωσας, ὡς φιλέρημος τρυγών, ἐργαζόμενος στεῤῥῶς, ἀσκήσεως πολιτείαν· διὸ εἰς ὕψος ἀνῆλθες, τῆς ἀπαθείας Ἀναστάσιε.
Δόξα. Καὶ νῦν. τῆς ἑορτῆς..

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Συστρατευθείς ὅσιε, τοῖς πρὸ σοῦ σπεύσασι, συνταγῆναι, τῷ Χριστοῦ συντάγματι, ἐν τῷ Σινᾷ, πόλεμον σφοδρόν, ἤγειρας ἐνζήλως, κατὰ ἀρχαίου ἀλάστορος, καὶ εἴληφας τὴν νίκην, τοῦ σταυροῦ τῇ δυνάμει, νεκρωθεὶς Ἀναστάσιε πάθεσι.
Τοῦ ᾿Ιησοῦ κένωσιν, θαυμάζων ἅγιε, ἐμιμήθης, τὴν αὐτοῦ ταπείνωσιν, ἐπιδεικνύς, τὴν ὑπακοήν, πᾶσιν ἀδελφοῖς σου, καὶ ἐκτελῶν τὰ προστάγματα, προθύμως τοῦ πατρός σου, διὸ εἴληφας χάριν, εἰρηνεύειν ἀεὶ Ἀναστάσιε.
γγελικῶς ἤμειψας, πάντα τὸν βίον σου, ἐν ἁγνείᾳ, τῆς ψυχῆς καὶ σώματος, πολιτευθείς, πάτερ ἱερέ, Ἰωσὴφ καθάπερ, ὁ πατριάρχης ὁ Πάγκαλος, διὸ ἐνῴκησέ σοι, τὸ φιλόαγνον Πνεῦμα, οὐρανόν σε ποιῆσαν ἁγνότατον.
Θεοτοκίον
Στολὴν λαμπράν, βαπτίσματός μου ἐμόλυνα, ἁμαρτίαις, Κόρη καὶ τοῖς πάθεσι, καὶ τῷ Χριστῷ, πῶς παρασταθῶ, ἐν ἡμέρᾳ δίκης; διὸ βοῶ σοι καθάρισον, τὸν ῥύπον τῆς καρδίας, σταλαγμοῖς τῶν δακρύων, ἅ μοι δώρησαι Μῆτερ φιλότεκνε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
διον ποτέ, οὐκ ὠνόμασας τρισόλβιε, τὴν ἀκτησίαν λογιζόμενος, τῶν ἀσκουμένων, στολισμὸν θεοφιλέστατον.
ῤῥιψας σαὐτόν, τῇ προνοίᾳ τοῦ Δεσπότου σου, μηδὲν φροντίζων τῶν τοῦ σώματος, διὸ ἐγένου, χαρισμάτων θείων ἔμπλεως.
Κόσμον ἀληθῆ, τῆς ψυχῆς τὴν ἐπιμέλειαν, δι᾿ ἐγκρατείας Ἀναστάσιε, ἔχων ἐκτήσω, τὸ χριστόσημον ἀμέριμνον.
Θεοτοκίον
ψωσον Ἁγνή, λογισμοὺς τοὺς τῆς καρδίας μου, εἰς ὄρη ὅθεν ἡ βοήθεια, ἥξει Δεσπότου, ἀγαθοῦ καὶ φιλοικτίρμονος.

ᾨδὴ Ϛ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Πληγὴν λαβὼν τῇ ψυχῇ, ἀπὸ τοῦ βέλους Κυρίου σου, οὐκ ἔπαυσας ἐκζητεῖν, πῶς δυνήσῃ ὄψεσθαι, τὸ ἐκείνου Πρόσωπον, τὸ δεδοξασμένον, Ἀναστάσιε μακάριε.
ευμάτων ἐπιῤῥοαί, τοῦ Παρακλήτου κατέκλυσαν, καρδίαν σου ἀγαθήν, πάτερ ἀναστάσιε, καὶ καρποὺς ἀπέδωκας, χιλιοπλασίως, σὰ θεόσοφα συγγράμματα.
Οἱ κόποι διὰ Χριστόν, καὶ οἱ ἱδρῶτες ἀσκήσεως, οὐκ ἔτρεξαν εἰς κενόν, ἀλλ᾿ ἐκαρποφόρησαν, τὴν σὴν ἐξανάστασιν, ἀπὸ τοῦδε πάτερ, ὡς παθῶν ἐσμὸν νεκρώσαντος.
Θεοτοκίον
πέκυψα λογισμοῖς, θανατηφόροις Πανάμωμε, καὶ πτῶμα κεῖμαι δεινόν, ἐκζητῶν τὸ ἔλεος, τοῦ καλοῦ Κυρίου μου, Ὃν λυπῶ ἀφρόνως, καθ᾿ ἑκάστην τῇ ἀνοίᾳ μου.

Κοντάκιον. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Ὡς Μωϋσῆς καὶ ὁ Ἠλίας τρισμάκαρ, γνόφον εἰσῆλθες ἐν Σιναίῳ τῷ ὄρει, καὶ ἀρετὴν ἐξήσκησας ἐν πόθῳ ζωηρῷ· ὅθεν κατεπλούτησας, ἐν χαρίσμασι θείοις, πάτερ Ἀναστάσιε, καὶ σοφὸς ποιμενάρχης, συμμοναστῶν σου ὤφθης ἐκ Θεοῦ, Ὃν ἐξιλέου, ἡμῖν τοῖς τιμῶσί σε.
Ὁ Οἶκος
Ἐκ τῆς ἁγιοτέκνου Κύπρου τὴν σάρκα ἐκύπρισας, καὶ Σινᾶ τὴν ἔρημον διὰ Κύριον πάτερ κατείληφας, ὑπερβὰς ὅρους πάντας τῆς φύσεως καὶ βιώσας ἐν σαρκὶ ὥσπερ ἄγγελος· πᾶσαν δὲ αἴσθησιν πονηρὰν τῷ σταυρῷ προσηλώσας, ὑψιπετῆ νοῦν ἔτεκες καὶ φιλοθεάμονα. Τὴν δὲ κλίμακα τῶν ἀρετῶν εὐσθενῶς περαιώσας ἔνδον τῆς Ἐδὲμ ἐν σιωπῇ μυστικῇ εἰσῆλθες, ἔνθεν μαθὼν τὰ ἀπόῤῥητα τῆς Θεολογίας σφυροκόπος δεινὸς τῶν αἱρετικῶν ἐγένου. Τὰς δέλτους τε τῆς φιλοσόφου γνώσεώς σου συνθέσας πολλὴν παρέσχες τὴν ὠφέλειαν, πάτερ Ἀναστάσιε, οὐ μόνον τοῖς κατὰ πνεῦμα τέκνοις σου, ἀλλὰ καὶ ἡμῖν τοῖς τιμῶσί σε.

Συναξάριον
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἀναστασίου τοῦ Σιναΐτου.
Ἀναστάσιος ἐν Σινᾷ Μωσῆς νέος,
καὶ πρὶν τελευτῆς τὸν Θεὸν βλέπειν ἔχει.
Πρώτῃ τ᾿ εἰκοστῇ Κύπρου Σινᾶ τε κλέος Χριστῷ ἔστη.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰανουαρίου Ἐπισκόπου, Προκούλου, Σώσσου καὶ Φαύστου Διακόνων, Δισιδερίου Ἀναγνώστου, Εὐτυχίου καὶ Ἀκουτίωνος.
Τὸν Ἰανουάριον ἄνδρα γεννάδαν
Ἀπρίλιος μὴν εἶδεν ἐκτετμημένον.
Σὺν τῷ Προκούλῳ Σῶσσον, ἀλλὰ καὶ Φαῦστον,
πρὸ κουλεοῦ κύψαντας ἔκτεινε ξίφος.
Δισιδέριος τὴν δέριν δοὺς τῷ ξίφει,
τομὴν ὑπέστη, καὶ παρέστη Κυρίῳ.
Φωνῆς ἀκουτίσθητι τῆς, Ἀκουτίου,
λέγοντος· Εὐτύχιε, συντμήθητί μοι,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀλεξάνδρας τῆς βασιλίσσης.
ᾜδει μενούσης πρόξενον λαμπηδόνος,
τὴν ἐν ζόφῳ κάθειρξιν ἡ Ἀλεξάνδρα.
 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν θεραπόντων τῆς Ἁγίας Ἀλεξάνδρας· Ἀπολλώ, Ἰσαακίου, καὶ Κορδάτου, λιμῷ καὶ ξίφει τελειωθέντων.
Λιμαγχόνην οἴσαντες Ἀθληταὶ δύο,
ψυχοκτόνων φεύγουσι δαιμοναγχόνην.
Ζωμοὺς χύτρας σῆς, τοὺς ἱδρῶτας Κορδᾶτε,
ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξιμιανοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.
Μαξιμιανός, οὐχ ὁ παμφάγος λύκος,
ἀλλ' ὁ τροφεὺς τέθνηκε τῆς Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καρόλου.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Ἰάκωβος, ὁ ἀσκήσας ἐν τῇ Μονῇ τῆς Κοιμήσεως τῆς Θεοτόκου τοῦ Στρομύν πλησίον τῆς Μόσχας, ἐν ἔτει 1392ῳ, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Θεόδωρος τῆς Κάμα ὁ Φιλόσοφος, ἐν ἔτει 1321ῳ, ὑπὸ τῶν Μογγόλων τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ῼδὴ ζ΄. Παῖδες ἑβραίων.
Στύλος ἀκλόνητος ἐγίνου, προσευχόμενος ἐνώπιον Κυρίου, καὶ κραυγὰς μυστικάς, ἀνέπεμπες ἐκ βάθους, ὑπὲρ τοῦ κόσμου ὅσιε, Ἀναστάσιε παμμάκαρ.
να τὸ ὄμμα τῆς ψυχῆς σου, Ἀναστάσιε ὀξύτερον ποιήσῃς, ἀγρυπνίαις πολλαῖς, τὸν βίον σου διῆλθες, ἐν αἷς γονάτων κλίσεσι, τὸν Χριστὸν ἐξεδυσώπεις.
Νίκην νικήσας τὴν ἀρίστην, δοῦλον ἔσχηκας τὸ σῶμά σου θεόφρον, ὑποτάξας αὐτό, τῷ ὑπὲρ φύσιν νόμῳ, ὡς ἐν Ἐδὲμ πρωτόπλαστοι, καὶ ὡμίλεις τῷ Δεσπότῃ.
Θεοτοκίον
χρι τῆς ὥρας ταύτης Μῆτερ, ἡ συνείδησις ἐλέγχει με βιαίως, ὡς τὸν νόμον Χριστοῦ, καταπατοῦντα πράξει, καὶ μὴ εἰς νοῦν λαμβάνοντα, καταδίκην αἰωνίαν.






ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ ἐπικλήσει, τοῦ Ἰησοῦ τῶν δαιμόνων, κατεμάστιξας ὅσιε τὰ σμήνη, καὶ κατεκαρπώσω, εὐχὴν τὴν ἀκροτάτην.
ν σῇ καρδίᾳ, ἀνεπαύθη ὁ πρᾷος, καὶ εἰρήνης ὁ Κύριος τρισμάκαρ, ὅθεν καὶ σὺ ὤφθης, ἐργάτης τῆς εἰρήνης.
Δοῦλον ἀχρεῖον, ἔχων σαὐτὸν θεῖε πάτερ, ἀνηνέχθης υἱότητος εἰς τάξιν, μετὰ οἰκονόμων, τῆς Χάριτος φρονίμων.
Θεοτοκίον
Οὐδὲν εὑρίσκω, τῆς σωτηρίας μου Κόρη, ἀντιστάθμισμα ὅπερ προσενέγκω, τοῦ καλῷ Δεσπότῃ, διὸ βοήθησόν μοι.

ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Ξηράνας ἀναβλύσεις παθητικάς, ὀπτικὸν τῆς ψυχῆς σου ἐνίσχυσας, εἰς τὸ ὁρᾷν, ἅπερ οὐκ ὁρῶσιν οἱ ἐμπαθεῖς, ἐκ τούτου δ᾿ Ἀναστάσιε, τῆς Θεολογίας τὴν φωτεινήν, νεφέλην ὑπεισέδυς, καὶ δόγματα νοήσας, ταῦτα πιστοῖς καλῶς ἡρμήνευσας.
γγέλους ἔσχες πρότυπον σῆς ζωῆς, Ἀναστάσιε ὅθεν ἰσάγγελον, πολιτευθείς, βίον φῶς ἐγένου ἐκ μετοχῆς, καὶ ποίμνην σου ἐφώτισας, θείους πρὸς λειμῶνας καθοδηγῶν, διό σε εὐγνωμόνως, τιμῶμεν καὶ ἐν ὕμνοις, ὅσιε πάτερ μακαρίζομεν.
Νικήσας τὸν τρικέφαλον Γολιάθ, καὶ νεκρώσας σαρκὸς τὰ σκιρτήματα, ὡσεὶ νεκρός, γέγονας ταῖς κόσμου ἐπιβουλαῖς, διὸ καὶ κατηξίωσαι, ἔνθεν Ἀναστάσιε τῆς ζωῆς, Χριστοῦ τοῦ ἀναστάντος, καὶ δόξης ἣν δωρεῖται, τοῖς ἑαυτοὺς Αὐτῷ σταυρώσασι.
Θεοτοκίον
νάστησον Παρθένε μου τὴν ψυχήν, κεχωσμένην παθῶν ἐν τῷ μνήματι, καὶ τὴν χαράν, δίδου μοι ἣν ἔσχες ὅτε Χριστόν, σὺν γυναιξὶν ἑώρακας, ἀναστάντα Μῆτερ θεοπρεπῶς, καὶ σκέπε μητρικαῖς σου, πρεσβείαις τὸν σὸν δοῦλον, ὅπως δοξάζω τὴν ἀγάπην σου.

Ἐξαποστειλάριον ῏Ηχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοὺς ἐν ἐρήμῳ ἄνθρακας, πτερνιστοῦ τοῦ ἀρχαίου, σοῖς δάκρυσι κατέσβεσας, Ἀναστάσιε μάκαρ, καὶ θείας δρόσου τοῖς ὄμβροις, τὸν ἀγρὸν τῆς ψυχῆς σου, ἐμέθυσας καὶ ἔθαλες, πλοῦτον καρποφορίας, δι᾿ ἧς πολλούς, ἔθρεψας καὶ τρέφεις ὡς σιτοδότης, Χριστῷ ἁρμόζων ὅσιε, τοῖς πανσόφοις σου λόγοις.
Καὶ τῆς ἑορτῆς.






ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσι.
Χαῖρε Κύπρε χριστώνυμε, ἡ καρποὺς προσενέγκασα, τῷ Δεσπότῃ εὔοσμον ὡς θυμίαμα, τὸν ὀρμαθὸν τῶν Ἁγίων σου, ἐν οἷς Ἀναστάσιος, ὁ ἐρήμῳ τοῦ Σινᾶ, ἐξασκήσας ἰσάγγελον, καὶ οὐράνιον, πολιτείαν γενόμενος ἀρχαίων, ἰσοστάσιος πατέρων, καὶ ὁσιότητος ἄγαλμα.

Πῦρ λαβὼν ἐν καρδίᾳ σου, ὃ Χριστὸς γῇ ὑπέβαλε, ταχυδρόμος ἔφθασας εἰς τὸ Σίναιον, ὄρος σοφὲ Ἀναστάσιε, καὶ κείρας τὴν κόμην σου, τὸν σταυρὸν τῶν μοναχῶν, προθυμίᾳ ἀνέλαβες καὶ συνήγαγες, ἐκ τῆς πείρας διάκρισιν μεγίστην, καὶ ψυχῶν γνῶσιν βαθεῖαν, δι᾿ ὧν πολλοὺς ᾠκοδόμησας.

Ἀγρυπνίαν ἡσύχιον, προσευχὴν ἀδιάλειπτον, ἀκτησίαν ὅσιε Ἀναστάσιε, ὑπακοὴν ἀδιάκριτον, ἀγάπην φιλάδελφον, διδαχὴν στηρικτικήν, καὶ δογμάτων κατάληψιν, κατεπλούτησας, δι᾿ ἀσκήσεως ὄντως ἰσαγγέλου· ὅθεν γέγονας σῆς μάνδρας, ποιμὴν καλὸς καὶ θεόσταλτος.

Ἐκ τῆς πλάνης διέσωσας, τοῖς σοφοῖς πάτερ λόγοις σου, καὶ τῷ παραδείγματι, θείου βίου σου, πολλοὺς εἰς δόγματα πταίσαντας, καὶ πάλιν συνήνωσας, ᾿Εκκλησίᾳ τοῦ Χριστοῦ, τοὺς νοὸς τῇ ἁπλότητι, διακόψαντας, κοινωνίαν διό σε εὐφημοῦμεν, ἀσκητὰ καὶ θεολόγε, υἱὲ εἰρήνης τῆς ἄνωθεν.

Δόξα. ῏Ηχος πλ.δ΄.
Τῆς μωσαϊκῆς δεκαλογίας, δι᾿ ὑπερβολὴν φιλοθεΐας ὑπερβὰς τὴν νομοθεσίαν, τῆς Χάριτος ὤφθης πιστὸς οἰκονόμος, ὡς εὐεπήκοος υἱὸς τοῦ Θεοῦ, Ἀναστάσιε πανόσιε· πᾶσαν γὰρ βαθμίδα τῶν ἀρετῶν καλῶς διαβάς, εἰς τὸ κεφάλαιον τῆς θείας ἀγάπης ἀσφαλῶς ἐπάτησας. Καὶ νῦν ἐν τῇ ἄνω Σιὼν εὐφραινόμενος φιλότεκνε, μνήσθητι πάντων ἡμῶν τῶν τέκνων σου, φαιδρῶς γεραιρόντων καὶ δοξαζόντων τὴν μνήμην σου.

Καὶ νῦν. τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις νήσου Κύπρου θεῖος καρπός, καὶ Σιναίου ὄρους, καθηγούμενος ἱερός· χαίροις μοναζόντων, θεόπτης νομοθέτης, καὶ ἰσχυρὸς εὐχέτης, ὦ Ἀναστάσιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου